Migne Reading Room

PG 49 · cols. 214–219 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:214Read from the page
ἀλγεῖν, ὅταν μηδὲ παρεῖναι δύνωνται κακουμένοις τοῖς ἑαυτῶν παισίν. Ὅ δὴ καὶ ὁ φιλοστοργότατος οὗτος ἔπασχεν, οὐ τὰ καταληψόμενα ἡμᾶς δεινὰ θρηνῶν μόνον, ἀλλὰ καὶ τὸ πόῤῥω ταῦτα πασχόντων ἡμῶν εἶναι· πλὴν ἀλλὰ καὶ τοῦτο ὑπὲρ τῆς ἡμετέρας ἐγίνετο σωτηρίας. Ἐπειδὴ γὰρ ἔμαθε ταῦτα παρ' ἐκείνων, θερμοτέρας ἠφίει πηγὰς δακρύων, καὶ μετὰ πλείονος δεήσεως πρὸς Θεὸν κατέφευγε, καὶ τὰς νύκτας ἄϋπνος διῆγε παρακαλῶν, καὶ τῇ πόλει παραγενέσθαι ταῦτα πασχούσῃ, καὶ τοῦ βασιλέως πραοτέραν ποιῆσαι τὴν διάνοιαν. Ὡς δὲ ἐπέβη τῆς μεγάλης πόλεως ἐκείνης, καὶ εἰς τὰς βασιλικὰς εἰσῆλθεν αὐλὰς, εἱστήκει τοῦ βασιλέως πόῤῥωθεν, ἄφωνος, δακρύων, κάτω κύπτων, ἐγκαλυπτόμενος, ὥσπερ αὐτὸς ὢν ὁ πάντα ἐργασάμενος ἐκεῖνα. Ἐποίει δὲ τοῦτο, τῷ σχήματι, τῷ βλέμματι, τοῖς θρήνοις πρότερον ἐπισπάσασθαι βουλόμενος αὐτὸν εἰς ἔλεον, καὶ τότε ἄρξασθαι τῆς ὑπὲρ ἡμῶν ἀπολογίας· μία γὰρ τοῖς ἁμαρτάνουσιν ἀπολείπεται συγγνώμη, τὸ σιγᾷν καὶ μηδὲν ὑπὲρ τῶν γεγενημένων φθέγγεσθαι. Ἐβούλετο γὰρ δὴ πάθος τὸ μὲν ἐξενεγκεῖν, τὸ δὲ εἰσενεγκεῖν, ἐκβαλεῖν μὲν τὸν θυμὸν, εἰσαγαγεῖν δὲ ἀθυμίαν, ἵνα οὕτω προοδοποιήσῃ τοῖς τῆς ἀπολογίας ῥήμασιν· ὅπερ οὖν καὶ ἐγένετο. Καὶ καθάπερ Μωϋσῆς εἰς τὸ ὄρος ἀναβὰς, τοῦ λαοῦ προσκεκρουκότος, ἄφωνος εἱστήκει αὐτὸς, ἕως ὁ Θεὸς αὐτὸν ἐξεκαλέσατο εἰπὼν, Ἄφες με, καὶ ἐξαλείψω τὸν λαὸν τοῦτον· οὕτω καὶ οὗτος ἐποίησεν.
to grieve when they cannot even be present with their own children in their affliction. Which very thing this most tender-hearted man also suffered, bewailing not only the terrors that were about to overtake us, but also his being far away from us while we suffered these things; nevertheless even this came to pass on behalf of our salvation. For once he learned these things from them, he sent forth warmer fountains of tears, and fled for refuge to God with greater supplication, and spent his nights sleepless in entreating Him both to stand by the city while suffering these things, and to render the emperor's mind more gentle. And when he set foot in that great city and entered the royal courts, he stood afar off from the emperor, speechless, weeping, bending down, veiling his face, as though he himself were the man who had wrought all those things. And he did this, wishing first by his bearing, by his look, by his lamentations to draw him on to pity, and then to begin his defence on our behalf; for one pardon alone is left to sinners: to keep silence and utter nothing in defence of what has been done. For he wished indeed to cast out one passion and bring in another—to cast out anger, and to bring in sorrow—so that he might thus prepare the way for the words of his defence; which very thing came to pass. And just as Moses, having gone up into the mountain when the people had given offence, stood speechless himself until God challenged him, saying, Let me alone, and I will blot out this people, even so did this man also.
Ἰδὼν τοίνυν αὐτὸν ὁ βασιλεὺς δακρύοντα καὶ κάτω κύπτοντα, προσῆλθεν αὐτὸς, καὶ ὅπερ ἔπαθε διὰ τῶν δακρύων τοῦ ἱερέως, τοῦτο ἐδείκνυ διὰ τῶν ῥημάτων τῶν πρὸς αὐτόν· οὐ γὰρ θυμουμένου οὐδὲ ἀγανακτοῦντος ἦσαν οἱ λόγοι, ἀλλ' ἀλγοῦντος· οὐκ ὀργιζομένου, ἀλλ' ἀθυμοῦντος καὶ περιωδυνίᾳ κατεχομένου μᾶλλον· καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτὰ τὰ ῥήματα ἀκούσαντες εἴσεσθε. Οὐ γὰρ εἶπε· Τί ποτε τοῦτό ἐστιν; ὑπὲρ ἀνθρώπων μιαρῶν καὶ παμμιάρων, καὶ οὓς οὔτε ζῇν ἔδει, πρεσβείαν ἥκεις κομίζων, τῶν τυράννων, τῶν νεωτεροποιῶν τῶν πάσης ἀξίων κολάσεως; Ἀλλὰ πάντα ταῦτα ἀφεὶς τὰ ῥήματα, ἀπολογίαν συνέθηκεν ἐντροπῆς γέμουσαν καὶ βαρύτητος, καὶ τὰς ἑαυτοῦ κατέλεγεν εὐεργεσίας, ὅσας παρὰ πάντα τὸν καιρὸν τῆς βασιλείας τὴν πόλιν ἡμῶν εὐηργέτησε, καὶ ἐφ' ἑκάστῳ ἔλεγεν· Ταῦτά με ἀντ' ἐκείνων παθεῖν ἔδει; ποίων ἀδικημάτων με ταύτην ἐπράξαντο δίκην; Τί μικρὸν ἢ μέγα ἐγκαλεῖν ἔχοντες, οὐκ εἰς ἐμὲ μόνον, ἀλλὰ καὶ εἰς τοὺς ἀπελθόντας ἐνύβρισαν; οὐκ ἤρκει τὸν θυμὸν στῆναι μέχρι τῶν ζώντων; ἀλλ' εἰ μὴ καὶ τοὺς ταφέντας καθυβρίσαιεν, οὐδὲν ἐνόμισαν νεανικὸν ποιεῖν. Ἠδικήκαμεν ἡμεῖς, ὡς αὐτοὶ νομίζουσι· οὐκοῦν τῶν νεκρῶν φείσασθαι ἔδει τῶν οὐδὲν ἠδικηκότων· οὐ γὰρ δὴ κἀκείνοις ταῦτα ἐγκαλεῖν εἶχον. Οὐχὶ ταύτην πάντων προὔθηκα τὴν πόλιν ἀεὶ, καὶ τῆς ἐνεγκούσης ποθεινοτέραν εἶναι ἐνόμιζον, καὶ εὐχῆς μοι διηνεκοῦς ἔργον ἦν, τὴν πόλιν ἐκείνην ἰδεῖν, καὶ τοῦτον ἐποιούμην ὅρκον πρὸς πάντας;
Seeing him therefore weeping and bending down, the emperor himself approached, and what he felt through the tears of the priest, this he showed through his words to him; for his words were not those of a man in anger or indignation, but of one in pain; not of one wroth, but rather of one despondent and held fast by deep anguish; and that this is true, you will know when you hear the very words. For he did not say: What on earth is this? Have you come bringing an embassy on behalf of polluted and utterly abominable men, who ought not even to live—usurpers, revolutionaries worthy of every punishment? Nay, leaving aside all such words, he framed a defence full of modesty and gravity, and recounted his own benefactions wherewith throughout the whole time of his reign he had benefited our city, and at each one he said: Ought I to have suffered these things in return for those? For what wrongs did they exact this penalty from me? Having what to accuse me of, small or great, did they insult not me alone, but also those who have departed? Did it not suffice that their rage should stop short at the living? Nay, unless they grossly insulted the buried as well, they supposed they were doing nothing spirited. Suppose we ourselves have done wrong, as they think; then they ought to have spared the dead who had done no wrong at all; for surely they could not bring these charges against them as well. Did I not always set this city before all others, and account it dearer than the one that bore me, and was it not the matter of my continual prayer to see that city, and did I not make this my oath before all men?
γʹ. Ἐνταῦθα πικρὸν ἀνοιμώξας ὁ ἱερεὺς, καὶ θερμότερα ἀφεὶς δάκρυα, οὐκέτι λοιπὸν ἐσίγα· ἑώρα γὰρ τὴν τοῦ βασιλέως ἀπολογίαν μείζονα ποιοῦσαν τὴν κατηγορίαν ἡμῶν· ἀλλὰ στενάξας κάτωθεν βαρὺ καὶ πικρὸν, Ὁμολογοῦμεν, φησὶν, ὦ βασιλεῦ, καὶ οὐκ ἂν ἀρνηθείημεν τὸν ἔρωτα τοῦτον, ὃν περὶ τὴν πατρίδα ἐπεδείξω τὴν ἡμετέραν, καὶ διὰ τοῦτο μάλιστα θρηνοῦμεν, ὅτι τὴν οὕτω φιλουμένην ἐβάσκηναν δαίμονες, καὶ περὶ τὸν
3. Thereupon the priest, wailing bitterly and letting fall warmer tears, no longer kept silence; for he saw the emperor's defence rendering our accusation greater; but groaning heavily and bitterly from deep within, We confess, says he, O emperor, and we could never deny this love which you have displayed towards our fatherland, and on this account above all do we bewail, that demons cast an evil eye upon her who was so beloved, and towards the
PG 49:215Read from the page
εὐεργέτην ἀγνώμονες ἐφάνημεν, καὶ τὸν σφοδρὸν ἡμῶν παρωξύναμεν ἐραστήν. Κἂν κατασκάψῃς, κἂν ἐμπρήσῃς, κἂν ἀποκτείνῃς, κἂν ὁτιοῦν ἕτερον πράξῃς, οὐδέπω τὴν ἀξίαν ἡμᾶς ἀπήτησας δίκην· φθάσαντες γὰρ ἡμεῖς ἑαυτοὺς μυρίων θανάτων χαλεπώτερα διεθήκαμεν. Τί γὰρ ἂν γένοιτο πικρότερον, ἀλλ' ἢ ὅταν τὸν εὐεργέτην καὶ οὕτω φιλοῦντα φανῶμεν ἀδίκως παροξύναντες, καὶ τοῦτο πᾶσα ἡ οἰκουμένη μανθάνῃ, καὶ τὴν ἐσχάτην ἡμῶν ἀγνωμοσύνην καταγινώσκῃ; Εἰ βάρβαροι τὴν πόλιν ἡμῶν καταδραμόντες κατέσκαψαν τὰ τείχη, καὶ τὰς οἰκίας ἐνέπρησαν, καὶ λαβόντες αἰχμαλώτους ἀπῆλθον, ἔλαττον ἦν τὸ δεινόν. Τί δήποτε; Ὅτι σοῦ ζῶντος, καὶ τοσαύτην ἐπιδεικνυμένου περὶ ἡμᾶς εὔνοιαν, ἐλπὶς ἦν ἐκεῖνα πάντα λυθήσεσθαι τὰ δεινὰ, καὶ πάλιν ἡμᾶς ἐπὶ τὸ πρότερον ἐπανήξειν σχῆμα, καὶ λαμπροτέραν ἀπολήψεσθαι τὴν ἐλευθερίαν· νῦν δὲ, τῆς σῆς εὐνοίας ἀνῃρημένης καὶ τοῦ φίλτρου σβεσθέντος, ὃ παντὸς τείχους ἦν ἡμῖν ἀσφαλέστερον, πρὸς τίνα λοιπὸν καταφευξόμεθα; ποῦ δυνησόμεθα ἰδεῖν ἑτέρωσε, τὸν γλυκὺν οὕτω δεσπότην καὶ πατέρα προσηνῆ παροργίσαντες; Ὥστε δοκοῦσι μὲν ἀφόρητα πεποιηκέναι· ἔπαθον δὲ πάντων δεινότερα, πρὸς οὐδένα ἀνθρώπων ἀντιβλέψαι τολμῶντες, οὐδὲ αὐτὸν ἰδεῖν δυνάμενοι τὸν ἥλιον ἐλευθέροις ὀφθαλμοῖς, τῆς αισχύνης πανταχοῦ καταστελλούσης τὰ βλέφαρα καὶ ἐγκαλύπτεσθαι καταναγκαζούσης· τῆς παῤῥησίας οὖν αὐτοῖς ἀνῃρημένης, πάντων αἰχμαλώτων ἀθλιώτερον διάκεινται νῦν, καὶ τὴν ἐσχάτην ὑπομένουσιν ἀτιμίαν, καὶ τὸ μέγεθος τῶν κακῶν ἐννοοῦντες, καὶ εἰς ὅσον ἀπεσκίρτησαν ὕβρεως, οὐδὲ ἀναπνεῖν δύνανται τοῦ δοκοῦντος ὑβρίσθαι σφοδροτέρους τοὺς τὴν οἰκουμένην οἰκοῦντας ἅπαντας ἀνθρώπους ἐπισπασάμενοι κατηγόρους. Ἀλλ' ἐὰν θέλῃς, ὦ βασιλεῦ, ἔστιν ἴασις τῷ τραύματι, καὶ φάρμακον τοῖς τοσούτοις κακοῖς. Πολλάκις καὶ ἐπὶ ἰδιωτῶν τοῦτο γέγονε· τὰ μεγάλα καὶ ἀφόρητα προσκρούσματα μεγάλης διαθέσεως γέγονεν ὑπόθεσις· οὕτω καὶ ἐπὶ τῆς φύσεως συνέβη τῆς ἡμετέρας. Ὅτε γὰρ τὸν ἄνθρωπον ἐποίησεν ὁ Θεὸς καὶ εἰς τὸν παράδεισον εἰσήγαγε καὶ πολλῆς ἠξίωσε τιμῆς, οὐ φέρων τὴν τοσαύτην εὐημερίαν ὁ διάβολος ἐβάσκηνέν τε αὐτῷ καὶ τῆς δοθείσης ἐξέβαλε προεδρίας. Ἀλλ' ὁ Θεὸς οὐ μόνον αὐτὸν οὐ κατέλιπεν, ἀλλὰ καὶ ἀντὶ παραδείσου τὸν οὐρανὸν ἡμῖν ἀνέῳξε, τούτῳ τε αὐτῷ τήν τε οἰκείαν φιλανθρωπίαν ἐπιδεικνύμενος, καὶ τὸν διάβολον μειζόνως κολάζων. Τοῦτο καὶ σὺ ποίησον· πάντα ἐκίνησαν οἱ δαίμονες νῦν, ὥστε τὴν πασῶν σοι φιλτάτην πόλιν ἀποῤῥῆξαί σου τῆς εὐνοίας· τοῦτο τοίνυν εἰδὼς, δίκην μὲν ἣν θέλεις ἀπαίτησον, τῆς δὲ φιλίας μὴ ἐκβάλῃς ἡμᾶς τῆς προτέρας. Ἀλλ' εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, μείζονα ἡμῖν ἐπίδειξαι τὴν εὔνοιαν νῦν, καὶ πάλιν εἰς τὰς πρώτας τῶν φιλουμένων αὐτὴν ἔγγραψον, εἴ γε βούλει τοὺς ταῦτα κατασκευάσαντας ἀμύνασθαι δαίμονας. Ἂν μὲν γὰρ καθέλῃς καὶ κατασκάψῃς καὶ ἀφανίσῃς, ἅπερ ἐκεῖνοι πάλαι ἐβούλοντο, ταῦτα ἐργάσῃ· ἂν δὲ ἀφῇς τὴν ὀργὴν καὶ πάλιν ὁμολογήσῃς φιλεῖν αὐτὴν ὥσπερ πρότερον ἐφίλεις, καιρίαν αὐτοῖς ἔδωκας τὴν πληγὴν, καὶ τὴν ἐσχάτην αὐτοὺς ἀπήτησας δίκην, δείξας ὡς οὐ μόνον αὐτοῖς οὐδὲν πλέον γέγονεν ἀπὸ τῆς ἐπιβουλῆς, ἀλλὰ καὶ τὰ ἐναντία αὐτοῖς ἅπαντα ἀπέβη, ᾗπερ ἐβούλοντο. Δίκαιος δ' ἂν εἴης ταῦτα ποιῆσαι καὶ ἐλεῆσαι πόλιν, ᾗ διὰ τὴν σὴν ἐφθόνησαν φιλίαν οἱ δαίμονες· ει γὰρ μὴ σφόδρα αὐτὴν οὕτως ἠγάπησας, οὐκ ἂν αὐτὴν οὐδὲ ἐκεῖνοι τοσοῦτον ἐβάσκηναν ἄν. Ὥστε
we showed ourselves ungrateful towards our benefactor, and provoked our ardent lover. Even if you raze, even if you burn, even if you slay, even if you do any other thing whatsoever, you will not yet have exacted from us the penalty we deserve; for we ourselves have anticipated you and inflicted upon ourselves things more grievous than ten thousand deaths. For what could be more bitter than when we are seen to have unjustly provoked our benefactor and one who so loved us, and the whole inhabited world learns of this and condemns our utter ingratitude? If barbarians had overrun our city, razed its walls, burned its houses, and departed taking captives, the calamity would have been less. Why so? Because while you live and display such great goodwill towards us, there was hope that all those terrors would be undone, and that we would return again to our former state and recover a more splendid freedom; whereas now, with your goodwill done away and that tender affection quenched which was surer for us than any wall, to whom else shall we flee for refuge? Whither else shall we be able to look, having angered so sweet a master and gentle a father? Wherefore they seem to have committed intolerable things, yet they have suffered things more dreadful than all, daring to look no man in the face, nor even able to behold the sun itself with free eyes, since shame everywhere weighs down their eyelids and compels them to hide their faces; so with their freedom of speech taken from them, they are now in a more wretched plight than any captives, enduring the utmost disgrace, and pondering both the magnitude of their woes and to what a pitch of insolence they bounded away, they cannot even breathe, having drawn upon themselves all the inhabitants of the world as fiercer accusers than him who seems to have been insulted. Yet if you will, O Emperor, there is healing for the wound, and a remedy for evils so great. Oftentimes even among private citizens this has happened: great and intolerable offences have become the occasion of great affection; and so too did it befall in the case of our nature. For when God made man and brought him into Paradise and counted him worthy of great honour, the devil, unable to bear such great prosperity, envied him and cast him out of the pre-eminence granted him. Yet God not only did not forsake him, but instead of Paradise opened heaven to us, by this very act both displaying His own loving-kindness and punishing the devil all the more. Do you also do this: the demons have now set all things in motion so as to tear the city dearest to you of all away from your goodwill; knowing this, therefore, exact what penalty you will, yet do not cast us out of your former friendship. Nay, if one must say something even marvellous, display towards us greater goodwill now, and inscribe her again among the foremost of your beloved, if indeed you wish to take vengeance upon the demons who contrived these things. For if you pull down and raze and blot out, you will accomplish the very things they long ago wished for; whereas if you let go your wrath and profess again to love her just as you loved her before, you have dealt them a mortal blow and exacted from them the utmost penalty, showing that not only did they gain nothing from their plot, but everything turned out for them quite the reverse of what they wished. And you would be just to do these things and have mercy on a city which the demons envied on account of your friendship; for had you not loved her so exceedingly, neither would they have envied her so much. So that,
Notes, col. 215

On the reading

Printed αισχύνης, for αἰσχύνης.

Printed ει, for εἰ.

PG 49:216Read from the page
ει καὶ θαυμαστὸν τὸ λεγόμενον, ἀλλ' ὅμως ἐστὶν ἀληθὲς, ὅτι διὰ σὲ καὶ τὴν σὴν φιλίαν ταῦτα ἔπαθε. Πόσων ἐμπρησμῶν, πόσης καταστροφῆς τὰ ῥήματα ταῦτα πικρότερα, ἅπερ ἀπολογούμενος ἔλεγες; Νῦν ὑβρίσθαι φὴς, καὶ πεπονθέναι οἷα μηδεὶς πώποτε τῶν προτέρων βασιλέων· ἀλλ' ἐὰν θέλῃς, ὦ φιλανθρωπότατε καὶ φιλοσοφώτατε καὶ πολλῆς εὐσεβείας γέμων, τοῦ διαδήματος τούτου μείζονά σοι καὶ λαμπρότερον ἡ ὕβρις αὕτη περιθήσει στέφανον. Τοῦτο μὲν γὰρ τὸ διάδημά ἐστι καὶ μὲν τῆς σῆς ἀρετῆς ἀπόδειξις· ἔστι δὲ καὶ τῆς τοῦ δεδωκότος φιλοτιμίας τεκμήριον· ὁ δὲ ἀπὸ τῆς φιλανθρωπίας σοι ταύτης πλεκόμενος στέφανος σὸν μόνον ἔσται κατόρθωμα καὶ τῆς φιλοσοφίας τῆς σῆς· καὶ οὐχ οὕτω σε θαυμάσονται πάντες διὰ τοὺς λίθους τοὺς τιμίους τούτους, ὡς ἐπαινέσονται διὰ τὴν ὑπεροψίαν τὴν κατὰ τῆς ὀργῆς. Καθεῖλόν σου τοὺς ἀνδριάντας; ἀλλ' ἔξεστί σοι λαμπροτέρους ἀναστῆσαι ἐκείνων. Ἂν γὰρ ἀφῇς τοῖς ἠδικηκόσι τὰ ἐγκλήματα, καὶ μηδεμίαν ἀπαιτήσῃς δίκην αὐτοὺς, οὐ χαλκοῦν σε ἐπὶ τῆς ἀγορᾶς ἀναστήσουσιν, οὐδὲ χρυσοῦν, οὐδὲ λιθοκόλλητον, ἀλλὰ τὴν πάσης ὕλης τιμιωτέραν στήλην, φιλανθρωπίαν καὶ ἐλεημοσύνην ἀναβεβλημένον. Οὕτως ἐπὶ τῆς διανοίας ἕκαστος ἀναστήσουσί σε τῆς ἑαυτῶν, καὶ τοσούτους ἕξεις ἀνδριάντας, ὅσοι τὴν οικουμένην οἰκοῦσιν ἄνθρωποι, καὶ οικήσουσιν. Οὐ γὰρ ἡμεῖς μόνον, ἀλλὰ καὶ οἱ μεθ' ἡμᾶς, καὶ οἱ μετ' ἐκείνους ἅπαντες ταῦτα ἀκούσονται· καὶ καθάπερ εὖ παθόντες αὐτοὶ, οὕτω σε θαυμάσονται καὶ φιλήσουσι. Καὶ ὅτι ταῦτα οὐ κολακεύων λέγω, ἀλλ' οὕτως ἔσται πάντως, ἐρῶ σοι παλαιόν τινα λόγον, ἵνα μάθῃς, ὅτι οὐχ οὕτω στρατόπεδα καὶ ὅπλα καὶ χρήματα καὶ ὑπηκόων πλῆθος καὶ τὰ ἄλλα δὴ τὰ τοιαῦτα λαμπροὺς ποιεῖν τοὺς βασιλεῖς εἴωθεν, ὡς φιλοσοφία ψυχῆς καὶ ἡμερότης.
even if what is said be marvellous, it is nevertheless true that on account of you and your friendship she suffered these things. More bitter than how many conflagrations, than how great an overthrow were these words which you spoke in your defence? Now you say that you have been insulted, and have suffered such things as none ever of former emperors; yet if you will, O most humane and most philosophical ruler, full of abundant piety, this insult will place around you a crown greater and more splendid than this diadem. For this diadem is indeed a proof of your virtue, yet it is also a token of the munificence of Him Who gave it; whereas the crown woven for you out of this humanity will be the achievement of you alone and of your own true wisdom; and all men will not marvel at you so much on account of these precious stones as they will praise you on account of your superiority over wrath. Did they pull down your statues? Yet it lies in your power to set up more splendid ones than those. For if you remit the charges to those who have done wrong, and exact no penalty from them, they will set you up not in bronze in the market-place, nor in gold, nor inlaid with gems, but as a pillar more precious than any material, arrayed in humanity and mercy. Thus each man will set you up in his own mind, and you will have as many statues as there are men who inhabit and shall inhabit the world. For not we alone, but also those after us, and all those after them shall hear of these things; and just as though they themselves had been well treated, so shall they marvel at you and love you. And that I say these things without flattering, and that it will assuredly be so, I shall recount to you a certain ancient story, so that you may learn that armies, arms, money, multitude of subjects, and all other such things are not so wont to render kings illustrious as true wisdom of soul and gentleness.
Ὁ μακάριος λέγεται Κωνσταντῖνος, τῆς εικόνος αὐτοῦ καταλευσθείσης ποτὲ, παροξυνόντων αὐτὸν πολλῶν ἐπεξελθεῖν τοῖς ὑβρικόσι καὶ δίκην ἀπαιτῆσαι, καὶ λεγόντων, ὅτι πᾶσαν αὐτοῦ τὴν ὄψιν ἔτρωσαν τοὺς λίθους ἐξακοντίζοντες, ψηλαφήσας τῇ χειρὶ τὸ πρόσωπον, καὶ ἠρέμα μειδιάσας, εἶπεν, ὅτι Οὐδαμοῦ πληγὴν ἐπὶ τοῦ μετώπου γεγενημένην ὁρῶ, ἀλλ' ὑγιὴς μὲν ἡ κεφαλὴ, ὑγιὴς δὲ ἡ ὄψις ἅπασα, κἀκείνους ἐρυθριάσαντας καὶ αἰσχυνθέντας ἀποστῆναι τῆς ἀδίκου ταύτης συμβουλῆς. Καὶ τὸ ῥῆμα τοῦτο μέχρι νῦν ᾄδουσιν ἅπαντες, καὶ τοσοῦτος χρόνος οὐκ ἐμάρανεν, οὐκ ἔσβεσε τῆς φιλοσοφίας ταύτης τὴν μνήμην. Πόσων οὐκ ἂν εἴη τοῦτο τροπαίων λαμπρότερον; Πολλὰς καὶ μεγάλας πόλεις ἐκεῖνος ἀνέστησε, καὶ πολλοὺς βαρβάρους ἐνίκησεν, ἀλλ' οὐδενὸς ἐκείνων μεμνήμεθα· τὸ δὲ ῥῆμα τοῦτο μέχρι τῆς σήμερον ᾄδεται, καὶ οἱ μεθ' ἡμᾶς αὐτὸ καὶ οἱ μετ' ἐκείνους ἀκούσονται πάντες. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι ἀκούσονται, ἀλλ' ὅτι καὶ μετ' ἐπαίνων καὶ εὐφημίας οἵ τε λέγοντες λέγουσιν, οἵ τε ἀκούοντες δέχονται· καὶ οὐκ ἔστιν οὐδεὶς, ὃς ἀνέξεται σιγῆσαι τοῦτο ἀκούσας, ἀλλ' ὁμοῦ τε ἀνέκραξε, καὶ τὸν εἰρηκότα ἐπῄνεσε, καὶ μυρία αὐτῷ καὶ ἀπελθόντι γίνεσθαι ηὔξατο ἀγαθά. Εἰ δὲ παρὰ ἀνθρώποις τοσαύτης ἀπήλαυσε δόξης δι' ἐκεῖνο τὸ ῥῆμα, πόσων ἀπολαύσεται παρὰ τῷ φιλανθρώπῳ Θεῷ στεφάνων;
The blessed Constantine is said, when his statue was once pelted with stones and many were urging him on to proceed against the insulters and exact punishment, saying that they had wounded his whole face by hurling stones, to have felt his face with his hand, smiled gently, and said: Nowhere on my forehead do I see a blow struck, nay my head is sound and my whole face is sound; and they, blushing and put to shame, desisted from this unjust counsel. And all men sing this saying down to the present day, and so long a time has neither withered nor quenched the memory of this true wisdom. Than how many trophies would this not be more splendid? He raised up many great cities and conquered many barbarians, yet we remember none of those things; whereas this saying is sung down to today, and those after us and all those after them shall hear it. And not this alone is the marvellous thing, that they shall hear it, but that both those who tell it tell it with praises and acclaim, and those who hear it receive it so; and there is no one who will endure to keep silent upon hearing this, but at once cries aloud, praises him who spoke it, and prays that ten thousand blessings may befall him even though departed. And if among men he enjoyed such great glory on account of that saying, how many crowns shall he enjoy before the merciful God?
Καὶ τί χρὴ λέγειν Κωνσταντῖνον καὶ τὰ ἀλλότρια παραδείγματα, δέον οἴκοθέν σε καὶ ἐκ τῶν σῶν παρακα-
And what need is there to speak of Constantine and examples drawn from others, when one ought to exhort you from home and from your own
Notes, col. 216

On the reading

Printed ει, for εἰ.

Printed οικουμένην, for οἰκουμένην.

Printed οικήσουσιν, for οἰκήσουσιν.

Printed εικόνος, for εἰκόνος.

PG 49:217Read from the page
λεῖν κατορθωμάτων; Μέμνησαι πρώην, ὅτε τῆς ἑορτῆς ταύτης καταλαβούσης ἐπιστολὴν ἔπεμψας πανταχοῦ τῆς οἰκουμένης κελεύουσαν τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἀφεῖναι, καὶ συγχωρεῖν αὐτοῖς τὰ ἐγκλήματα, καὶ ὡς οὐκ ἀρκούντων ἐκείνων δεῖξαί σου τὴν φιλανθρωπίαν, ἔλεγες διὰ τῶν γραμμάτων, ὅτι Εἴθε μοι δυνατὸν ἦν καὶ τοὺς ἀπελθόντας καλέσαι καὶ ἀναστῆσαι καὶ πρὸς τὴν προτέραν ἀναγαγεῖν ζωήν! Τούτων ἀναμνήσθητι τῶν ῥημάτων νῦν· ἰδοὺ καιρὸς τοὺς ἀπελθόντας καλέσαι καὶ ἀναστῆσαι, καὶ πρὸς τὴν προτέραν ἐπαναγαγεῖν ζωήν. Καὶ οὗτοι γὰρ ἤδη τεθνήκασι, καὶ πρὶν ἢ τὴν ψῆφον ἐξενεχθῆναι, καὶ παρ' αὐτὰς ἡ πόλις ἐσκήνωται τὰς τοῦ ᾅδου πύλας νῦν. Ἀνάστησον οὖν αὐτὴν ἐκεῖθεν χωρὶς χρημάτων, χωρὶς δαπάνης, χωρὶς χρόνου καὶ πόνου τινός. Ἀρκεῖ γάρ σοι φθέγξασθαι μόνον, καὶ ἀναστῆσαι τὴν πόλιν τὴν ἐν σκότῳ κειμένην. Νῦν δὸς αὐτὴν καλεῖσθαι λοιπὸν ἀπὸ τῆς σῆς φιλανθρωπίας· οὐδὲ γὰρ τοσαύτην εἴσεται χάριν τῷ παρὰ τὴν ἀρχὴν αὐτὴν οἰκίσαντι, ὅσην τῇ ψήφῳ τῇ σῇ· καὶ μάλα εἰκότως. Ἐκεῖνος μὲν γὰρ ἀρχὴν αὐτῇ δοὺς ἀπῆλθε, σὺ δὲ αὐξηθεῖσαν καὶ γενομένην μεγάλην, καὶ μετὰ τὴν πολλὴν ταύτην εὐημερίαν κατενεχθεῖσαν ἀναστήσεις. Οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ πολεμίων αὐτὴν ἑλόντων, καὶ βαρβάρων καταδραμόντων, ἀπήλλαξας τοῦ κινδύνου, ὥς ἐστι θαυμαστὸν τὸ φείσασθαι νῦν· ἐκεῖνο μὲν γὰρ πολλοὶ πολλάκις βασιλέων ἐποίησαν· τοῦτο δὲ σὺ μόνος ἐργάσῃ, καὶ πρῶτος παρὰ προσδοκίαν ἅπασαν. Κἀκεῖνο μὲν οὖν οὐδὲν θαυμαστὸν οὐδὲ παράδοξον, ἀλλὰ τῶν ἀεὶ συμβαινόντων ἐστὶ, τὸ τῶν ὑπηκόων προΐστασθαι, τὸ δὲ τοσαῦτα παθόντα καὶ τοιαῦτα ἀφεῖναι τὴν ὀργὴν, τοῦτο πᾶσαν ἀνθρωπίνην ὑπερβαίνει φύσιν. Ἐννόησον ὅτι νῦν οὐ περὶ τῆς πόλεώς σοι βουλευτέον μόνον ἐστὶν ἐκείνης, ἀλλὰ καὶ περὶ τῆς δόξης τῆς σῆς· μᾶλλον δὲ καὶ περὶ τοῦ Χριστιανισμοῦ παντός. Νῦν καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, καὶ πᾶσα ἡ οἰκουμένη, καὶ βάρβαροι (καὶ γὰρ κἀκεῖνοι ταῦτα ἤκουσαν) πρὸς σὲ κεχήνασιν ἀναμένοντες ἰδεῖν, οἵαν οἴσεις κατὰ τῶν γεγενημένων τὴν ψῆφον· κἂν μὲν φιλάνθρωπον ἐξενέγκῃς καὶ ἥμερον, ἐπαινέσονται τὸ δόγμα πάντες, καὶ δοξάσουσι τὸν Θεὸν, καὶ πρὸς ἀλλήλους ἐροῦσι· Βαβαὶ, πόση τοῦ Χριστιανισμοῦ ἡ δύναμις! ἄνθρωπον οὐδένα ἔχοντα ὁμότιμον ἐπὶ τῆς γῆς, κύριον ὄντα ἀπολέσαι πάντα καὶ διαφθεῖραι, κατέσχε καὶ ἐχαλίνωσε, καὶ φιλοσοφεῖν ἐπαίδευσε φιλοτοφίαν, ἣν οὐδ' ἂν ἰδιώτης ἄνθρωπος ἐπεδείξατο· ὄντως μέγας ὁ τῶν Χριστιανῶν Θεὸς, ὃς ἐξ ἀνθρώπων ἀγγέλους ποιεῖ καὶ πάσης ἀνάγκης φυσικῆς ἀνωτέρους καθίστησιν. Μὴ γὰρ δὴ τὸν περιττὸν ἐκεῖνον δείσῃς φόβον, μηδὲ ἀνάσχῃ λεγόντων τινῶν, ὡς αἱ λοιπαὶ χείρους ἔσονται πόλεις καὶ καταφρονήσουσι μᾶλλον, ταύτης μὴ κολασθείσης. Εἰ μὲν γὰρ ἀδυνάτως εἶχες ἐπεξελθεῖν, καὶ βίᾳ σου περιεγένοντο ταῦτα ποιήσαντες, καὶ ἰσοστάσιος ἦν ἡ δύναμις, εἰκότως ταῦτα ὑποπτεύειν ἐχρῆν· εἰ δὲ κατεπτήχασι καὶ προαπέθανον τῷ δέει, καὶ πρὸς τοὺς πόδας ἔδραμον τοὺς σοὺς δι' ἐμοῦ, καὶ οὐδὲν ἕτερον καθ' ἑκάστην προσδοκῶσι τὴν ἡμέραν, ἢ τὸ βάραθρον, καὶ λιτὰς ποιοῦνται κοινὰς, εἰς τὸν οὐρανὸν βλέποντες, καὶ τὸν Θεὸν παρακαλοῦντες ἐλθεῖν καὶ συνεφάψασθαι τῆς αὐτῆς ἡμῖν πρεσβείας, καὶ καθάπερ οἱ πρὸς τὰς ἐσχάτας ὄντες ἀναπνοὰς, περὶ τῶν οἰκε⟨ί⟩ων ἕκαστος ἐπέσκηψε τῶν ἑαυτοῦ, πῶς οὐ περιττὸν τοῦτο τὸ δέος; Οὐκ ἂν, εἰ σφαγῆναι ἐκελεύσθησαν, τοσαῦτα ἂν ἔπαθον, ὅσα πάσγουσι νῦν ἡμέραις τοσαύταις φόβῳ καὶ τρόμῳ συζῶντες, καὶ ἑσπέρας καταλαβούσης οὐ προσδοκῶντες ὄψεσθαι τὴν ἕω, καὶ ἡμέρας γενομένης
good deeds? You remember of late, when this feast came on, how you sent a letter everywhere throughout the inhabited world commanding those dwelling in prison to be released and their charges pardoned them, and, as though those acts did not suffice to display your loving-kindness, you said in your letters: Would that it were possible for me to call back and raise up even those who have departed, and bring them back to their former life! Remember these words now: behold the season to call back and raise up those who have departed, and restore them to their former life. For these men too are already dead, even before the verdict is brought forth, and the city now lies encamped hard by the very gates of Hades. Raise her up, therefore, from thence without money, without expense, without time or any toil. For it suffices you merely to utter a word, and to raise up the city that lies in darkness. Grant now that henceforth she take her name from your loving-kindness; for she will not owe such great gratitude to him who founded her at the beginning as to your decree—and very rightly so. For he gave her a beginning and departed, whereas you, after she had grown and become great and plunged down after all this great prosperity, will raise her up again. It would not have been so marvellous if, when foes had captured her and barbarians had overrun her, you had rid her of danger, as sparing her now is marvellous; for many kings have oftentimes done the former, whereas you alone and first of all, beyond all expectation, will accomplish the latter. Now the one thing is neither marvellous nor paradoxical, but among the things that always happen, namely to champion one's subjects; but after suffering things so many and of such a kind to let go one's wrath—this surpasses all human nature. Consider that now you must take counsel not concerning that city alone, but also concerning your own glory—nay rather, concerning the whole of Christianity. Now both Jews and Greeks, and the whole inhabited world, and barbarians (for they too have heard of these things) gape towards you, waiting to see what sort of verdict you will pass upon what has occurred; and if you bring forth a humane and gentle one, all will praise the decree, and glorify God, and say to one another: Oh, how great is the power of Christianity! A man who has no peer upon earth, with power to destroy and ruin all things, it checked and bridled, and taught to practise such true wisdom as not even a private citizen would have displayed; truly great is the God of the Christians, Who makes angels out of men and sets them superior to every natural necessity. For do not fear that superfluous fear, nor put up with certain people saying that the rest of the cities will grow worse and be more contemptuous if this one goes unpunished. For had you been unable to proceed against them, and had the doers of these things prevailed over you by force, and had their strength been equally matched, one ought reasonably to have suspected this; whereas since they cower in terror and have died beforehand from dread, and have run to your feet through me, and expect nothing else each day save the pit of ruin, and offer up common supplications, looking to heaven and beseeching God to come and join hands with us in this same embassy, and just like men at their last breaths each one has given his parting charges concerning his own affairs, how is this dread not superfluous? Had they been ordered to be slaughtered, they would not have suffered so many things as they suffer now, living with fear and trembling for so many days, at nightfall not expecting to see the dawn, and when day comes
Notes, col. 217

On the reading

Printed φιλοτοφίαν, for φιλοσοφίαν.

Printed πάσγουσι, for πάσχουσι.

PG 49:218Read from the page
οὐκ ἐλπίζουσιν εἰς ἑσπέραν ἀφίξεσθαι. Πολλοὶ καὶ θηρίοις ἐνέπεσον τὰς ἐρήμους διώκοντες, καὶ πρὸς τὰς ἀβάτους μετοικισθέντες, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ παιδία μικρὰ, καὶ γυναῖκες ἐλεύθεραι καὶ εὐσχήμονες πολλὰς νύκτας καὶ ἡμέρας ἐν σπηλαίοις καὶ φάραγξι καὶ ταῖς ὀπαῖς κατακρυπτόμεναι τῆς ἐρήμου. Καὶ καινὸς αἰχμαλωσίας κατέχει τὴν πόλιν τρόπος· τῶν γὰρ οἰκοδομημάτων καὶ τῶν τοίχων ἑστηκότων χαλεπώτερα τῶν ἐμπρησθεισῶν πάσχουσι πόλεων· οὐδενὸς βαρβάρου παρόντος, οὐδὲ πολεμίου φαινομένου ἀθλιώτερον τῶν ἁλόντων διάκεινται, καὶ φύλλον κινούμενον μόνον πάντας αὐτοὺς ἀποσοβεῖ καθ' ἑκάστην ἡμέραν. Καὶ ταῦτα ἴσασιν ἅπαντες· καὶ ει κατασκαφεῖσαν αὐτὴν εἶδον, οὐκ ἂν οὕτως ἐσωφρονίσθησαν, ὡς νῦν ταύτας αὐτῆς ἀκούοντες τὰς συμφοράς. Μὴ τοίνυν τοῦτο νομίσῃς, ὡς χείρους ἔσονται αἱ λοιπαὶ πόλεις. Οὐκ ἂν, εἰ κατέσκαψας τὰς ἄλλας πόλεις, οὕτως αὐτὰς ἐσωφρόνισας, ὡς νῦν διὰ τῆς ἀδήλου τῶν ἐσομένων προσδοκίας σφοδρότερον πάσης κολάσεως παιδεύσας αὐτούς. Καὶ μὴ περαιτέρω πρεενέγκῃς αὐτοῖς τὰς συμφορὰς, ἀλλ' ἄφες ἀναπνεῦσαι λοιπόν. Τὸ μὲν γὰρ κολάσαι τοὺς ὑπευθύνους καὶ δίκην ἀπαιτῆσαι τῶν κεπραγμένων, ῥᾴδιον πάντως καὶ εὔκολον· τὸ δὲ φείσασθαι τῶν ὑβρικότων, καὶ συγγνώμην δοῦναι τοῖς ἀσύγγνωστα ἡμαρτηκόσιν, ἑνός που καὶ δευτέρου μόλις ἐστὶ, καὶ μάλιστα ὅταν βασιλεὺς ὁ ὑβρισμένος ᾖ· καὶ τὸ φόβῳ δὲ ὑποτάξαι πόλιν εὔκολον, τὸ δὲ πάντας ἐραστὰς καταστῆσαι καὶ μετ' εὐνοίας πεῖσαι διακεῖσθαι περὶ τὴν βασιλείαν τὴν σὴν, καὶ μὴ μόνον κοινὰς, ἀλλὰ καὶ ἰδίας ὑπὲρ τῆς σῆς ἀρχῆς ποιεῖσθαι εὐχὰς, δυσκατόρθωτον· κἂν μυρία τις ἀναλώσῃ χρήματα, κἂν μυρία κινήσῃ στρατόπεδα, κἂν ὁτιοῦν ἐργάσηται, οὐκ εὐκόλως τοσούτων ἀνθρώπων διάθεσιν πρὸς ἑαυτὸν ἐπισπάσασθαι δυνήσεται, ὃ νῦν ῥᾴδιον ἔσται καὶ εὔκολον. Οἵ τε γὰρ εὐεργετηθέντες, οἵ τε ἀκούσαντες ὁμοίως τοῖς εὐεργετηθεῖσι περὶ σὲ διακείσονται. Πόσων ἂν ἐπρίω χρημάτων, πόσων ἂν ἐπρίω πόνων ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὴν οἰκουμένην ἅπασαν ἀνακτήσασθαι, καὶ πεῖσαι τούς τε νῦν ὄντας ἀνθρώπους τούς τε ἐσομένους ἅπαντας ὅσα τοῖς αὑτῶν εὔχονται παισὶ, τοσαῦτα καὶ τῇ σῇ κεφαλῇ! Εἰ δὲ παρὰ ἀνθρώπων ταῦτα, ἐννόησον ὅσον παρὰ τοῦ Θεοῦ λήψῃ τὸν μισθὸν, οὐχὶ τῶν νῦν γινομένων μόνον, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα παρ' ἑτέρων κατορθουμένων. Εἰ γάρ ποτε συμβαίη γενέσθαι τοιοῦτον, οἷον δὴ γέγονε νῦν, ὃ μὴ γένοιτο, καί τινες τῶν ὑβρισμένων βουλεύσωνται ἐπεξελθεῖν τοῖς ὑβρικόσιν, ἡ πραότης ἡ σὴ καὶ ἡ φιλοσοφία ἀντὶ πάσης ἔσται διδασκαλίας αὐτοῖς καὶ παραινέσεως, καὶ ἐρυθριάσουσι καὶ καταισχυνθήσονται τοιοῦτον ἔχοντες φιλοσοφίας παράδειγμα, ἐλάττους φανῆναι. Ὥστε τῶν μετὰ ταῦτα πάντων ἔσῃ διδάσκαλος, καὶ τὰ νικητήρια κατ' αὐτῶν ἕξεις, κἂν εἰς αὐτὴν τὴν κορυφὴν τῆς φιλοσοφίας φθάσωσιν. Οὐ γάρ ἐστιν ἴσον αὐτὸν κατάρξαι τοσαύτης πραότητος πρῶτον, καὶ πρὸς ἑτέρους βλέποντα μιμήσασθαι τὰ παρ' ἐκείνων κατορθωθέντα. Διὰ τοῦτο ὅσην ἂν οἱ μετὰ σὲ φιλανθρωπίαν καὶ ἡμερότητα ἐπιδείξωνται, σὺ λήψῃ τὸν μισθὸν μετ' ἐκείνων· ὁ γὰρ τὴν ῥίζαν παρασχὼν, οὗτος ἂν εἴη καὶ τῶν καρπῶν αἴτιος. Διὰ τοῦτο μετὰ σοῦ μὲν οὐδεὶς δύναται μερίζεσθαι νῦν τὸν ἐπὶ τῇ φιλανθρωπίᾳ μισθόν· σὸν γὰρ τὸ κατόρθωμα γέγονε μόνον· σὺ δὲ μετὰ πάντων τῶν μετὰ ταῦτα, εἴ τινές ποτε τοιοῦτοι φανεῖεν, ἐξ ἴσης δυνήσῃ μετ' αὐτῶν διανείμασθαι τὸ κατόρθωμα, καὶ τοσαύτην ἀπενέγκασθαι μοῖραν, ὅσην ἐπὶ τοῖς μαθηταῖς οἱ διδάσκαλοι· κἂν μηδεὶς γένηται ταιοῦ-
they do not hope to reach evening. Many have even fallen among wild beasts while pursuing the deserts and removing to untrodden wastes—not men only, but little children too, and freeborn, well-bred women hiding themselves for many nights and days in caves, ravines, and the clefts of the wilderness. And a strange kind of captivity holds the city fast: for with their buildings and walls standing, they suffer worse things than cities burned to the ground; with no barbarian present, nor any foe appearing, they are in a more wretched plight than captured men, and the mere rustling of a leaf scares them all away every day. And all men know these things; and had they seen her razed to the ground, they would not have been so chastened as they are now on hearing of these calamities of hers. Do not suppose this, therefore, that the rest of the cities will grow worse. Had you razed the other cities, you would not have chastened them so much as now, having disciplined them more fiercely than any punishment through uncertain expectation of what is to come. And do not carry their calamities any further, but suffer them henceforth to take breath. For to punish the guilty and exact a penalty for what has been done is altogether simple and easy; whereas to spare those who have offered insult, and to grant pardon to those who have sinned unpardonably, belongs scarcely to one or two, and especially when he who has been insulted is an emperor; and again, to subject a city by fear is easy, whereas to render all men devoted lovers and persuade them to be well-disposed towards your reign, and to offer up not common prayers only, but private ones as well on behalf of your rule, is hard to achieve; even if one spends ten thousand sums of money, even if one sets ten thousand armies in motion, even if one does whatsoever else, one will not easily be able to draw to oneself the affection of so many men—which now will be simple and easy. For both those who have received the kindness and those who hear of it will be disposed towards you just like those who received it. At the price of how much money, at the price of how many labours would you have bought the winning over of the whole inhabited world in a brief turn of the scale, and persuading all men both now living and yet to be to pray for as many blessings upon your own head as they pray for upon their own children! And if these things come from men, consider how great a reward you shall receive from God, not only for the things done now, but also for those rightly accomplished by others hereafter. For should such a thing ever happen to come to pass as has come to pass now—which may it never be!—and certain of those insulted resolve to proceed against their insulters, your mildness and true wisdom will stand in place of all teaching and exhortation for them, and they will blush and be ashamed, having such a pattern of true wisdom, to appear inferior. So that you shall be the teacher of all those hereafter, and hold the prize of victory over them, even if they reach the very summit of true wisdom. For it is not an equal thing to be the first to initiate such great mildness oneself, and looking to others to imitate the good deeds wrought by them. On this account, whatever loving-kindness and gentleness those after you display, you shall receive the reward along with them; for he who furnished the root would be the author of the fruits as well. On this account no one can share with you now the reward for loving-kindness, for the good deed is yours alone; whereas with all those hereafter, should any such men ever appear, you shall be able to divide the good deed on equal terms with them, and carry off as great a portion as teachers do in the case of their disciples; and even if no one proves such
Notes, col. 218

On the reading

Printed ει, for εἰ.

Printed πρεενέγκῃς, for προενέγκῃς.

Printed κεπραγμένων, for πεπραγμένων.

Printed ταιοῦ-, for τοιοῦ-.

PG 49:219Read from the page
τος, πάλιν σοι τὰ τῶν ἐγκωμίων καὶ τῶν ἐπαίνων καθ' ἑκάστην ἐπιδίδωσι τὴν γενεάν. Ἐννόησον γὰρ ἡλίκον ἐστὶ τοὺς μετὰ ταῦτα πάντας ἀκούειν, ὅτι πόλεως οὕτω μεγάλης καὶ ὑπευθύνου κολάσει καὶ τιμωρίᾳ γενομένης, πεφρικότων ἁπάντων, καὶ δεδοικότων στρατηγῶν καὶ ὑπάρχων καὶ δικαστῶν, καὶ οὐδὲ φωνὴν ῥῆξαι τολμώντων ὑπὲρ τῶν ἀθλίων ἐκείνων, εἷς παρελθὼν πρεσβύτης τοῦ Θεοῦ τὴν ἱερωσύνην ἐγκεχειρισμένος ἀπὸ τῆς ὄψεως μόνης αὐτῆς, καὶ ψιλῆς τῆς συντυχίας ἐνέτρεψε τὸν κρατοῦντα· καὶ ὃ μηδενὶ τῶν ὑπ' αὐτὸν ἐχαρίσατο, ἑνὶ γέροντι τοῦτο ἔδωκε τοὺς τοῦ Θεοῦ νόμους αἰδεσθείς. Καὶ γὰρ καὶ τούτῳ αὐτῷ οὐ μικρῶς σε, ὦ βασιλεῦ, τετίμηκεν ἡ πόλις, ἐμὲ πρὸς τὴν πρεσβείαν ταύτην ἀποστείλασα· ψῆφον γὰρ ἀρίστην ἐξήνεγκαν περὶ σοῦ καὶ καλλίστην, ὅτι τῆς ἀρχῆς ἁπάσης τῆς ὑπὸ σὲ κειμένης, τοῦ Θεοῦ τοὺς ἱερέας προτιμᾷς, κἂν εὐτελεῖς ὄντες τύχωσιν. Οὐ παρ' ἐκείνων δὲ ἥκω νῦν μόνον, ἀλλὰ καὶ πρὸ ἐκείνων παρὰ τοῦ κοινοῦ τῶν ἀγγέλων ἀπέσταλμαι Δεσπότου, ταῦτα εἰπεῖν πρὸς τὴν ἡμερωτάτην σου καὶ πραοτάτην ψυχὴν, ὅτι Ἂν ἀφῆτε τοῖς ἀνθρώποις τὰ ὀφειλήματα αὐτῶν, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τὰ παραπτώματα ὑμῶν. Ἀναμνήσθητι τοίνυν τῆς ἡμέρας ἐκείνης, καθ' ἣν ἅπαντες δίκην δώσομεν περὶ τῶν πεπραγμένων· ἐννόησον, ὅτι εἰ καί τί σοι ἡμάρτηται, πάντα ἀπονίψασθαι δυνήσῃ τὰ πλημμελήματα διὰ τῆς ψήφου καὶ τῆς γνώμης ταύτης, χωρὶς πόνων, χωρὶς ἱδρώτων. Ἄλλοι μὲν οὖν πρεσβευόμενοι χρυσίον καὶ ἀργύριον καὶ ἕτερα τοιαῦτα δῶρα κομίζουσιν· ἐγὼ δὲ μετὰ τῶν ἱερῶν πρὸς τὴν σὴν βασιλείαν ἀφῖγμαι νόμων, καὶ ἀντὶ δώρων ἁπάντων τούτους προτείνω· καὶ παρακαλῶ σε μιμήσασθαί σου τὸν Δεσπότην, ὃς καθ' ἡμέραν παρ' ἡμῶν ὑβριζόμενος, οὐ διαλιμπάνει τὰ παρ' ἑαυτοῦ χορηγῶν ἅπασι· καὶ μὴ καταισχύνῃς ἡμῶν τὰς ἐλπίδας, μηδὲ ἐλέγξῃς τὰς ὑποσχέσεις. Καὶ γὰρ καὶ τοῦτό σε μετὰ τῶν ἄλλων ειδέναι βούλομαι, ὅτι εἰ μὲν βουληθείης καταλλαγῆναι καὶ τῆς προτέρας εὐνοίας μεταδοῦναι τῇ πόλει, καὶ τὴν ὀργὴν ἀφεῖναι τὴν δικαίαν ταύτην, μετὰ πολλῆς ἀπελεύσομαι τῆς παῤῥησίας· ει δὲ ἐκβάλοις τὴν πόλιν τῆς διανοίας τῆς σῆς, οὐ μόνον οὐκ ἐπιβήσομαι, οὐδὲ ὄψομαι αὐτῆς τὸ ἔδαφος, ἀλλὰ καὶ ἀρνήσομαι αὐτὴν καθάπαξ λοιπὸν, καὶ εἰς ἑτέραν ἐμαυτὸν ἐγγράψω πόλιν. Μὴ γάρ μοι γένοιτο πατρίδα ἐπιγράψασθαί ποτε ἐκείνην, πρὸς ἣν ὁ φιλανθρωπότατος σὺ καὶ πάντων ἀνθρώπων ἡμερώτατος οὐκ ἂν ἕλοιο σπείσασθαι καὶ καταλλαγῆναι.
a man, once again the tribute of encomiums and praises advances for you in each generation. For consider how great a thing it is for all men hereafter to hear that when a city so great had become liable to chastisement and vengeance, while all were shuddering with dread—generals, prefects, and judges terrified, and not even daring to utter a sound on behalf of those wretched folk—a single aged man entrusted with the priesthood of God came forward and by his mere sight alone and bare converse moved the ruler to reverence; and what he granted to none of his subjects, this he gave to one old man out of reverence for the laws of God. For indeed in this very act too, O Emperor, the city has honoured you in no small measure by sending me on this embassy; for they passed the noblest and fairest judgement concerning you: that above all the rule set under you, you honour the priests of God, even if they happen to be men of low estate. Yet not from them alone have I now come, but even before them I have been sent from the common Master of the angels, to speak these words to your most gentle and most mild soul: If you forgive men their debts, your heavenly Father also will forgive you your trespasses. Remember, therefore, that day whereon we shall all render an account of what has been done; consider that even if any sin has been committed by you, you will be able to wash away all offences through this verdict and resolution, without toils, without sweat. Now others, when going on an embassy, bring gold and silver and other such gifts; whereas I have come to your Imperial Majesty with the sacred laws, and in place of all gifts I hold these forth; and I beseech you to imitate your Master, Who, though insulted by us every day, never ceases bountifully bestowing His blessings upon all; and do not put our hopes to shame, nor prove our promises vain. For indeed along with the rest I wish you to know this too: that if you consent to be reconciled and impart your former goodwill to the city and let go this just wrath, I shall depart with great confidence; but if you cast the city out of your mind, not only will I never set foot in her nor behold her soil, but I will utterly disown her henceforth and enrol myself in another city. For never may it befall me to inscribe as my fatherland that city with which you, the most humane and gentlest of all men, would not choose to make peace and be reconciled.
δʹ. Ταῦτα καὶ πλείονα τούτων εἰπὼν, οὕτω τὸν βασιλέα συνέχεεν, ὡς ταυτὸ γενέσθαι, ὅπερ ἐπὶ τοῦ Ἰωσὴφ συνέβη γενέσθαι ποτέ. Καθάπερ γὰρ ἐκεῖνος τότε τοὺς ἀδελφοὺς ἰδὼν ἐβούλετο μὲν δακρύειν, ἔστεγε δὲ τὸ πάθος, ὥστε μὴ διαφθεῖραι τὴν ὑπόκρισιν· οὕτω δὴ καὶ ὁ βασιλεὺς ἐδάκρυε μὲν κατὰ διάνοιαν, οὐκ ἐδείκνυτο δὲ διὰ τοὺς παρόντας ἅπαντας· οὐ μὴν ἴσχυσεν εἰς τέλος κρύψαι τὸ πάθος, ἀλλὰ καὶ ἄκων ἠλέγχετο. Μετὰ γὰρ τὴν δημηγορίαν ταύτην οὐκ ἐδεήθη ῥημάτων δευτέρων, ἀλλ' ἓν μόνον ἐφθέγξατο ῥῆμα, ὃ τοῦ διαδήματος αὐτὸν πολλῷ μειζόνως ἐκόσμησε. Τί δὲ τοῦτό ἐστιν; Καὶ τί θαυμαστὸν καὶ μέγα, φησὶν, ει τοῖς ὑβρικόσιν ἀφήσομεν τὴν ὀργὴν ἀνθρώποις οὖσιν ἄνθρωποι καὶ αὐτοὶ τυγχάνοντες, ὅπου γε ὁ τῆς οἰκουμένης Δεσπότης ἐπὶ γῆς ἐλθὼν καὶ δι' ἡμᾶς γενόμενος δοῦλος, καὶ παρὰ τῶν εὐεργετηθέντων σταυρωθεὶς ὑπὲρ τῶν σταυρωσάντων αὐτὸν παρεκάλει τὸν Πατέρα, λέγων, Ἄφες αὐτοῖς· οὐ γὰρ
4. Having spoken these things and more than these, he so moved the Emperor that the very same thing came to pass which once befell Joseph. For just as he, upon seeing his brothers then, wished to weep yet held back his emotion lest he spoil his disguise, so indeed the Emperor also wept inwardly, yet did not show it on account of all who were present; nevertheless he was unable to hide his emotion to the end, and was betrayed even against his will. For after this address he had no need of second words, but uttered a single saying alone, which adorned him far more than his diadem. And what is this? And what marvellous or great thing is it, says he, if we who are ourselves men remit our wrath towards men who have insulted us, seeing that the Master of the world, having come upon earth and become a servant for our sake, and having been crucified by those who had received His benefits, besought the Father on behalf of those who crucified Him, saying: Forgive them, for they
Notes, col. 219

On the reading

Printed ειδέναι, for εἰδέναι.

Printed ει, for εἰ.

Printed ει, for εἰ.