γενομένων πολέμων καὶ πολλῶν αὐτὴν ἐπιδραμόντων βαρβάρων, καθάπερ τεῖχος ἐξ ἀδάμαντος περιβεβλημένη, οὕτω πάντων ἀεὶ κατεγέλασεν ἐκείνων, καὶ τῆς χώρας ἀφανισθείσης ἁπάσης οὐδὲν ἔπασχε δεινόν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι καὶ χαλεπὴν πολλάκις δοῦσα πληγὴν τοῖς πολεμίοις, οὕτως αὐτοὺς ἐξέπεμψε, καὶ τοσαύτης ἀπήλαυσε παρὰ τοῦ Θεοῦ τῆς προνοίας, ὡς αὐτὸν τὸν Θεὸν λέγειν· Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς σκοπὸν ἐν τῇ συκῇ πρώϊμον εἶδον πατέρας αὐτῶν. Καὶ περὶ τῆς πόλεως αὐτῆς πάλιν, Ὡς ῥῶγες ἐλαίας ἐπ' ἄκρῳ τοῦ μετεώρου, καὶ ἐροῦσι, Μὴ λυμήνῃ αὐτούς. Ἀλλ' ὅμως ἡ τοῦ Θεοῦ φίλη πόλις, καὶ τοσούτους διαφυγοῦσα κινδύνους, καὶ ἐν πολλαῖς ἁμαρτίαις συγγνώμης τυχοῦσα, καὶ δυνηθεῖσα ἁπάντων ἀπαχθέντων τῶν ἄλλων μόνη τὴν αἰχμαλωσίαν διαφυγεῖν, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις, ἀπὸ ὅρκου μόνου κατηνέχθη· καὶ πῶς, ἐγὼ λέγω. Ἐγένετό τις Σεδεκίας παρ' αὐτοῖς βασιλεύς· οὗτος ὁ Σεδεκίας τῷ βασιλεῖ τῶν βαρβάρων τῷ Ναβουχοδονόσορ ὅρκον ἔδωκεν, ὥστε μένειν ἐπὶ τῆς ἐκείνου συμμαχίας· μετὰ ταῦτα ἀπέστη καὶ πρὸς τὸν Αἰγύπτιον ηὐτομόλησε βασιλέα, τῶν ὅρκων καταπτύσας, καὶ τοσαῦτα ἔπαθεν, ὅσα αὐτίκα ἀκούσεσθε. Πρότερον δὲ ἀναγκαῖον εἰπεῖν τὴν παραβολὴν τοῦ προφήτου, δι' ἧς ἅπαντα ταῦτα ἠνίξατο. Ἐγένετο λόγος Κυρίου, φησὶ, πρός με λέγων· Υἱὲ ἀνθρώπου, διήγησαι διήγημα, καὶ εἰπὲ παραβολὴν, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, ὁ πλήρης ὀνύχων. Ἀετὸν ἐνταῦθα τὸν βασιλέα τῶν Βαβυλωνίων ἐκάλεσε, μέγαν δὲ αὐτὸν καὶ μεγαλοπτέρυγον εἶπε, καὶ μακρὸν τῇ ἐκτάσει καὶ πλήρη ὀνύχων ὠνόμασε, διὰ τὸ τῆς στρατιᾶς πλῆθος καὶ τὸ τῆς δυνάμεως μέγεθος καὶ τὸ τάχος τῆς ἐφόδου· καθάπερ γὰρ τῷ ἀετῷ πτέρυγες καὶ ὄνυχες ὅπλα, οὕτω τοῖς βασιλεῦσι στρατιῶται καὶ ἵπποι. Οὗτος τοίνυν ὁ ἀετὸς, φησὶν, Ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον. Τί ἐστι τὸ ἥγημα; Βουλὴν, γνώμην. Λίβανον δὲ τὴν Ἰουδαίαν ἐκάλεσε, διὰ τὸ πλησίον ἐκείνου κεῖσθαι τοῦ ὄρους. Εἶτα βουλόμενος εἰπεῖν τοὺς ὅρκους καὶ τὰς συνθήκας, Ἔλαβε, φησὶν, ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ ἔδωκεν εἰς τὸ πεδίον τὸ σπόριμον λαβεῖν ῥίζωσιν ἐν ὕδατι πολλῷ· ἐπιβλεπόμενον ἔταξεν αὐτό· καὶ ἀνέτειλε, καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν τῷ μεγέθει, καὶ ἐξέτεινε τὰ κλήματα αὐτῆς ἐπ' αὐτὸν, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτοῦ ἦσαν. Ἄμπελον δὲ ἐνταῦθα τὴν πόλιν ἐκάλεσε τὴν Ἱερουσαλήμ· τὸ δὲ εἰπεῖν, ὅτι τὰ κλήματα αὐτῆς ἐπ' αὐτὸν ἔβαλε τὸν ἀετὸν, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτοῦ ἦσαν, τὰς συνθήκας ἐδήλωσε καὶ τὴν πρὸς αὐτὸν συμμαχίαν, καὶ ὅτι ἐπέῤῥιψεν ἑαυτὴν ἐπ' ἐκεῖνον. Εἶτα βουλόμενος δεῖξαι τὴν παρανομίαν, φησί· Καὶ ἐγένετο ἀετὸς ἕτερος, περὶ τοῦ Αἰγυπτίου βασιλέως λέγων, μέγας καὶ μεγαλοπτέρυγος καὶ πολὺς τοῖς ὄνυξι, καὶ ἡ ἄμπελος αὕτη περιπλεκομένη ἐπ' αὐτὸν, καὶ ὁ ἕλιξ αὐτῆς ἐπ' αὐτὸν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλε τοῦ ποτίσαι αὐτήν. Διὰ τοῦτο εἶπον· Τάδε λέγει Ἀδωναῒ Κύριος· Εἰ κατευθυνεῖ, τουτέστι παραβᾶσα τὸν ὅρκον καὶ τὰς συνθήκας, ει δυνήσεται μεῖναι καὶ σωθῆναι, καὶ μὴ διαπεσεῖν. Εἶτα δεικνὺς, ὡς οὐκ ἔστι τοῦτο, ἀλλ' ἀπολεῖται πάντως διὰ τὸν ὅρκον, περὶ τῆς κολάσεως αὐτῆς διαλέγεται, καὶ τὴν αἰτίαν τίθησιν· Αἱ ῥίζαι γὰρ αὐτῆς, φησὶ, τῆς ἁπαλότητος, καὶ ὁ καρπὸς σαπήσεται, καὶ ξηρανθήσονται πάντα τὰ προσανατέλλοντα αὐτῇ. Καὶ δεῖξαι βουλόμενος, ὅτι οὐκ ἀνθρωπίνῃ δυνάμει καθαιρεθήσεται, ἀλλ' ἐπειδὴ τὸν
wars broke out and many barbarians overran it, just as though girded with a wall of adamant, ever laughed them all to scorn, and though the whole countryside was laid waste suffered no terrible harm. Nor is this alone marvellous, but also that often, after inflicting a heavy blow upon its enemies, it thus sent them away, and enjoyed such great providence from God that God Himself said: Like a cluster of grapes in the wilderness I found Israel, and like an early watch-mark on the fig-tree I saw their fathers. And again concerning the city itself: Like olive-berries on the topmost bough, and they shall say, Do them no harm. Yet nevertheless the city dear to God, which had escaped so many dangers, and obtained pardon in many sins, and been able alone, when all the others were led away, to escape captivity once, twice, and many times, was brought down by an oath alone; and how this came to pass, I tell you. There was a certain king among them, Zedekiah: this Zedekiah gave an oath to the king of the barbarians, Nebuchadnezzar, to abide in his alliance; afterwards he revolted and deserted to the Egyptian king, spitting upon his oaths, and suffered all the woes that you will presently hear. First, however, it is necessary to recite the parable of the prophet, through which he shadowed forth all these things. The word of the Lord came to me, he says, saying: Son of man, recount a tale, and speak a parable, and you shall say: Thus says the Lord Adonai: A great eagle, large-winged, long in span, full of talons. By the eagle here he meant the king of the Babylonians, and called him great and large-winged, and named him long in span and full of talons, because of the multitude of his army, the magnitude of his power, and the swiftness of his onset; for just as wings and talons are weapons to the eagle, so soldiers and horses are to kings. This eagle, then, he says, Has the purpose to enter into Lebanon. What is the purpose? Counsel, resolve. And he called Judaea Lebanon because it lies near that mountain. Then, wishing to speak of the oaths and the treaties, He took, he says, of the seed of the land, and set it in a tilled field to take root by abundant water; he placed it under careful watch; and it sprouted, and became a weak vine small in size, and stretched out its branches towards him, and its roots were under him. By the vine here he meant the city of Jerusalem; and by saying that it cast its branches towards that eagle, and its roots were under him, he indicated the treaties and the alliance with him, and that it cast itself upon him. Then, wishing to show its transgression, he says: And there was another eagle—speaking of the Egyptian king—great and large-winged and abounding in talons; and this vine entwined itself towards him, and its tendril was towards him, and it sent forth its branches that he might water it. Therefore say: Thus says the Lord Adonai: Shall it prosper?—that is, having transgressed the oath and the treaties, shall it be able to abide and be saved, and not fall to ruin? Then, showing that this will not be, but that it will utterly perish because of the oath, he discourses concerning its punishment, and sets down the cause: For its tender roots, he says, and its fruit shall rot, and all its shoots shall wither away. And wishing to show that it will be pulled down not by human power, but because