Migne Reading Room

PG 49 · cols. 184–189 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:184Read from the page
Χαίρετε γὰρ, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ἀλλὰ νόσῳ περιέπεσεν; ἀλλ' ἤκουσεν ἑτέρου παραινοῦντος καὶ λέγοντος· Ἐν νόσῳ καὶ πενίᾳ ἐπ' αὐτῷ πεποιθὼς γίνου, ὅτι ὥσπερ ἐν πυρὶ δοκιμάζεται χρυσὸς, οὕτως ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Ὅταν οὖν μήτε θάνατος, μήτε ζημία χρημάτων, μήτε νόσος σώματος, μήτε ἀτιμία, μήτε λοιδορία, μήτε ἄλλο τι τῶν τοιούτων μηδὲν λυπῆσαι αὐτὸν δύνηται, ἀλλὰ καὶ εὐφραίνῃ μᾶλλον, ποίαν ἀθυμίας ὑπόθεσιν ἕξει ποτέ; Τί οὖν, οὐκ ἠθύμουν οἱ ἅγιοι, φησίν; οὐκ ἀκούεις Παύλου λέγοντος, Λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου; Αὐτὸ μὲν οὖν τοῦτό ἐστι τὸ θαυμαστὸν, ὅτι ἡ λύπη κέρδος καὶ ἡδονὴν τὴν ἐκ τοῦ πένθους ἔφερεν. Ὥσπερ γὰρ αἱ μάστιγες οὐκ ὀδύνας, ἀλλὰ χαρὰν, οὕτω καὶ ἡ λύπη πάλιν τοὺς μεγάλους ἐκείνους προεξένει στεφάνους. Καὶ τὸ παράδοξον τοῦτό ἐστιν, ὅτι τοῦ κόσμου μὲν οὐχ ἡ ἀθυμία μόνον, ἀλλὰ καὶ ἡ χαρὰ ζημίαν ἔχει τὴν ἐσχάτην· ἐπὶ δὲ τῶν πνευματικῶν τοὐναντίον ἅπαν, οὐχ ἡ χαρὰ μόνον, ἀλλὰ καὶ ἡ ἀθυμία πολὺν ἔχει τῶν ἀγαθῶν τὸν θησαυρόν· καὶ πῶς, ἐγὼ λέγω. Χαίρει τις ἐν τῷ κόσμῳ πολλάκις ἐχθρὸν δυσημεροῦντα ἰδὼν, καὶ διὰ τῆς χαρᾶς ταύτης πολλὴν ἐπισπᾶται ἑαυτῷ τὴν κόλασιν· ἀλγεῖ τις πάλιν ἕτερος τὸν ἀδελφὸν πεσόντα ἰδὼν, καὶ διὰ τῆς ἀθυμίας ταύτης πολλὴν ἑαυτῷ παρὰ τῷ Θεῷ προξενεῖ τὴν εὔνοιαν.
For rejoice, says He, and be glad, when they say every evil word against you, lying, for My sake; for your reward is great in the heavens. Has he fallen into sickness? Yet he has heard another exhorting him and saying: In sickness and poverty trust in Him; for just as gold is tested in fire, so are acceptable men in the furnace of humiliation. When, therefore, neither death, nor loss of money, nor bodily sickness, nor dishonour, nor reviling, nor anything else at all of such things is able to grieve him, but rather gladdens him, what occasion for despondency will he ever have? What then, says one, were the saints not despondent? Do you not hear Paul saying: I have great sorrow, and unceasing pain in my heart? Nay, this very thing is what is wonderful, that sorrow brought gain and the pleasure that comes from mourning. For just as scourges procured not pains, but joy, so too sorrow again procured those great crowns. And the paradox is this: that in the world not only despondency, but even joy carries extreme loss; whereas in spiritual matters it is the very opposite: not only joy, but even despondency holds a rich treasure of good things; and how, I will state. Someone in the world oftentimes rejoices upon seeing an enemy in adversity, and through this joy draws down upon himself heavy punishment; another man again grieves upon seeing his brother fallen, and through this despondency procures for himself abundant goodwill with God.
Ὁρᾷς πῶς ἡ κατὰ Θεὸν λύπη τῆς τοῦ κόσμου χαρᾶς βελτίων καὶ χρησιμωτέρα; Οὕτω καὶ Παῦλος ἐλυπεῖτο διὰ τοὺς ἁμαρτάνοντας, διὰ τοὺς ἀπιστοῦντας τῷ Θεῷ, καὶ τῆς λύπης ταύτης πολὺν εἶχεν ἀποκείμενον αὐτῷ τὸν μισθόν. Ἵνα δὲ σαφέστερον ὃ λέγω ποιήσω, καὶ μάθητε, ὡς, εἰ καὶ παράδοξον τὸ εἰρημένον, ἀλλ' ὅμως ἐστὶν ἀληθὲς, καὶ οἶδεν ὁ θρῆνος πολλάκις ἀνακτᾶσθαι τὰς ὀδυνωμένας ψυχὰς, καὶ κουφίζειν συνειδὸς βεβαρημένον, πολλαὶ πολλάκις γυναῖκες ἀποβαλοῦσαι παῖδας ποθεινοτάτους, ἂν μὲν κωλυθῶσι δακρῦσαι καὶ θρηνῆσαι καὶ ὀλοφύρασθαι, διαῤῥήγνυνται καὶ ἀπόλλυνται· ἂν δὲ τὰ τῶν ἀθυμούντων ποιήσωσιν ἅπαντα, κουφίζονται καὶ παραμυθίαν λαμβάνουσι. Καὶ τί θαυμαστὸν, εἰ ἐπὶ γυναικῶν τοῦτο συμβαίνει, ὅπου γε καὶ αὐτὸν τὸν προφήτην ἴδοι τις ἂν τοῦτο πάσχοντα; Διὰ τοῦτο συνεχῶς ἔλεγεν· Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλοῦντες ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. Ὥστε ἔστι πολλάκις λύπη παραμυθίαν φέρουσα· εἰ δὲ ἐπὶ τοῦ κόσμου τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν πραγμάτων. Διὰ τοῦτό φησιν· Ἡ δὲ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμετάβλητον κατεργάζεται. Καὶ δοκεῖ μὲν τοῦτο ἀσαφὲς εἶναι· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἂν λυπηθῇς ἐπὶ χρήμασιν, οὐδὲν ὠφέλησας· ἂν λυπηθῇς ἐπὶ νοσήματι, οὐδὲν ἐκέρδανας, ἀλλὰ καὶ ἐπέτριψας σαυτὸν μᾶλλον.
Do you see how sorrow according to God is better and more useful than the joy of the world? Thus Paul too was grieved on account of those who sinned, on account of those who disbelieved God, and for this sorrow he had a great reward laid up for him. And that I may make clearer what I am saying, and that you may learn that even though what has been said is paradoxical, yet nevertheless it is true, and lamentation oftentimes knows how to restore pained souls and to lighten a burdened conscience: many women, oftentimes, upon losing their most cherished children, if they are hindered from weeping and lamenting and wailing, burst asunder and perish; whereas if they perform all the acts of those who mourn, they are relieved and receive consolation. And what wonder if this happens in the case of women, seeing that one may behold even the prophet himself experiencing this? Therefore he continually said: Leave me alone, I will weep bitterly; do not press hard to console me over the bruising of the daughter of my race. So there is oftentimes a sorrow that brings consolation; and if this is so in the world, much more in spiritual matters. Therefore he says: For sorrow according to God works repentance unto salvation unalterable. Now this seems to be obscure; yet what he says is of this sort: If you grieve over money, you have gained nothing; if you grieve over sickness, you have profited nothing, nay rather you have worn yourself out all the more.
γʹ. Καὶ πολλῶν ἔγωγε ἤκουσα μετὰ τὴν τοιαύτην πεῖραν αἰτιωμένων καὶ πρὸς ἑαυτοὺς λεγόντων· Τί τὸ ὄφελος, ὅτι ἤλγησα; οὔτε χρήματα ἀνεκτησάμην, καὶ ἐμαυτὸν ἔβλαψα. Ἂν δὲ λυπηθῇς ἐφ' ἁμαρτίᾳ, ταύτην τε ἐξήλειψας καὶ ἐκαρπώσω μεγίστην ἡδονήν· ἂν λυπηθῇς ἐπὶ τοῖς ἀδελφοῖς τοῖς πεπτωκόσι, σαυτόν τε παρεκάλεσας καὶ παρεμυθήσω, κἀκείνους ἀνεκτήσω
3. And I myself have heard many, after such an experience, blaming themselves and saying to themselves: What is the profit that I grieved? I neither recovered my money, and I harmed myself. Whereas if you grieve over sin, you have both wiped it out and reaped the greatest pleasure; if you grieve over your brothers who have fallen, you have both exhorted and consoled yourself, and restored them
PG 49:185Read from the page
πάλιν· κἂν μηδὲν ὠφελήσῃς αὐτοὺς, μεγίστην ἔχεις ἀντίδοσιν. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο τὸ λυπεῖσθαι ἐπὶ τοῖς πεπτωκόσι, κἂν μηδὲν ὠφελῶμεν, μεγίστην ἡμῖν τὴν ἀμοιβὴν φέρει, ἄκουσον τοῦ Ἰεζεκιὴλ λέγοντος, μᾶλλον δὲ τοῦ Θεοῦ δι' ἐκείνου λαλοῦντος· ἐπειδὴ γὰρ ἔπεμψέ τινας κατασκάψαι τὴν πόλιν, καὶ σιδήρῳ καὶ πυρὶ δαπανῆσαι τὰ οἰκοδομήματα ἅπαντα μετὰ τῶν ἐνοικούντων αὐτῶν, κελεύει τινὶ λέγων οὕτως· Δὸς τὸ σημεῖον ἐπὶ τὸ πρόσωπον τῶν ἀνδρῶν τῶν στεναζόντων καὶ κατοδυνωμένων. Καὶ τοῖς ἑτέροις κελεύσας, καὶ εἰπὼν, ὅτι Ἀπὸ τῶν ἁγίων μου ἄρξασθε, ἐπήγαγε λέγων, Ἐπὶ δὲ οὕς ἐστι τὸ σημεῖον, μὴ ἅψησθε αὐτῶν. Τίνος ἕνεκεν, εἰπέ μοι; Ὅτι εἰ καὶ μηδὲν ὠφελοῦσιν, ἀλλ' ὅμως στένουσι τὰ γινόμενα καὶ ὀλοφύρονται. Καὶ ἑτέροις δὲ ἐγκαλεῖ λέγων πάλιν, ὅτι τρυφῶντες καὶ γαστριζόμενοι, καὶ πολλῆς ἀπολαύοντες ἀδείας, ἰδόντες τοὺς Ἰουδαίους εἰς αἰχμαλωσίαν ἀπαγομένους, οὐκ ἤλγησαν, οὐκ ἐκοινώνησαν τῆς ἀθυμίας· καὶ ἐγκαλῶν αὐτοῖς φησιν, Οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσὴφ, Ἰωσὴφ τὸν λαὸν καλῶν ἅπαντα· καὶ πάλιν, Οὐκ ἐξῆλθε κατοικοῦσα Αἰνὰν, κόψασθαι οἶκον ἐχόμενον αὐτῆς. Κἂν γὰρ δικαίως κολάζωνται, βούλεται συναλγεῖν ἡμᾶς, ἀλλὰ μὴ χαίρειν μηδὲ ἐφήδεσθαι. Εἰ γὰρ ἐγὼ, φησὶν, ὁ κολάζων οὐ χαίρων τοῦτο ποιῶ, οὐδὲ ἥδομαι αὐτῶν ἐπὶ τῇ τιμωρίᾳ (Οὐ γὰρ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ), δεῖ καὶ σὲ τὸν Δεσπότην μιμεῖσθαι, καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο ἀλγεῖν, ὅτι δικαίας κολάσεως ὑπόθεσιν παρέσχε καὶ πρόφασιν. Ὥστε κἂν λυπῆταί τις κατὰ Θεὸν, μεγάλην ἐντεῦθεν καρποῦται ὠφέλειαν. Ὅταν οὖν οἱ μαστιζόμενοι τῶν μαστιζόντων εἰσὶ μακαριώτεροι, καὶ οἱ θλιβόμενοι παρ' ἡμῖν τῶν ἐν ἀνέσει παρὰ τοῖς ἔξωθεν, καὶ οἱ ἀθυμοῦντες τῶν ἡδομένων, τίς ἔσται λοιπὸν θλίψεως ἡμῖν ἀφορμή; Διὰ τοῦτο οὐδένα χρὴ μακαρίζειν, ἀλλ' ἢ τὸν κατὰ Θεὸν ζῶντα μόνον. Τούτους καὶ ἡ Γραφὴ μακαρίζει μόνους· Μακάριος γὰρ, φησὶν, ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν· Μακάριος ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν· Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ· Μακάριοι πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ· Μακάριος ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ· Μακάριος, οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ· Μακάριος ἀνὴρ, ὁ φοβούμενος τὸν Κύριον. Καὶ ὁ Χριστὸς πάλιν οὕτως· Μακάριοι οἱ πενθοῦντες, μακάριοι οἱ ταπεινοὶ, μακάριοι οἱ πραεῖς, μακάριοι οἱ εἰρηνοποιοὶ, μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης. Ὁρᾷς πῶς πανταχοῦ οὐδένα τῶν πλουτούντων, οὐ τῶν ἐν εὐγενείᾳ, οὐ τῶν δόξης ἀπολαυόντων μακαρίζουσιν οἱ θεῖοι νόμοι, ἀλλὰ τὸν ἀρετῆς ἐπειλημμένον; Τὸ γὰρ ζητούμενον, πάντων ὧν ἂν ποιῶμεν ἢ πάσχωμεν, ὑπόθεσιν εἶναι τὸν τοῦ Θεοῦ φόβον, κἂν ταύτην προκαταβάλῃς τὴν ῥίζαν, οὐκ ἄνεσις μόνον, οὐδὲ τιμαὶ, καὶ δόξαι, καὶ θεραπεῖαι, ἀλλὰ καὶ ἐπήρειαι, καὶ συκοφαντίαι, καὶ ὕβρεις, καὶ ἀτιμίαι, καὶ βάσανοι, καὶ πάντα ἁπλῶς ἡδονῆς σοι βλαστήσει καρπούς. Καὶ καθάπερ τῶν δένδρων αἱ ῥίζαι αὐταὶ μέν εἰσι πικραὶ, ἡδίστους δὲ ἡμῖν τοὺς καρποὺς φέρουσιν, οὕτω δὴ καὶ ἡ κατὰ Θεὸν λύπη πολλὴν ἡμῖν οἴσει τὴν ἡδονήν. Ἴσασιν, ὅσοι πολλάκις μετ' ὀδύνης ηὔξαντο καὶ δάκρυα ἐξέχεαν, πόσην ἐκαρ-
again; and even if you benefit them in nothing, you have the greatest requital. And that you may learn that this grieving over those who have fallen, even if we benefit them in nothing, brings us the greatest recompense, hear Ezekiel saying—or rather, God speaking through him; for when He sent certain men to raze the city and to consume with sword and fire all its buildings together with their inhabitants themselves, He commands one of them, saying thus: Set the mark upon the forehead of the men who groan and grieve bitterly. And having commanded the others, and said: Begin from My holy ones, He added, saying: But those upon whom the mark is, do not touch them. For what sake, tell me? Because even though they avail nothing, yet nevertheless they groan and bewail the things that come to pass. And others He reproaches, saying again that while living in luxury and gluttony, and enjoying ample security, upon seeing the Jews led away into captivity, they did not grieve, they did not share in the despondency; and reproaching them He says: They suffered nothing at the bruising of Joseph—calling the whole people Joseph; and again: She who dwells in Aenan did not come forth to mourn the house adjoining her. For even if men are justly punished, He wills us to grieve with them, and not to rejoice or exult over them. For if I Who punish, says He, do not do this rejoicing, nor take delight in their vengeance (For I do not by My will desire the death of the sinner), you too must imitate the Master, and grieve on this very account: because he afforded occasion and pretext for just punishment. So even if one grieves according to God, he reaps great benefit thence. When, therefore, those who are scourged are more blessed than those who scourge them, and those who are afflicted among us than those in ease among outsiders, and those who mourn than those who make merry, what occasion for tribulation will remain for us? Therefore one must count no one blessed save him alone who lives according to God. These alone Scripture too counts blessed; for: Blessed is the man, says it, who has not walked in the counsel of the ungodly; Blessed is he whom Thou chastenest, O Lord, and teachest him out of Thy law; Blessed are the blameless in the way; Blessed are all who trust in Him; Blessed is the people whose God is the Lord; Blessed is he whom his own soul has not condemned; Blessed is the man who fears the Lord. And Christ again speaks thus: Blessed are those who mourn, blessed are the humble, blessed are the meek, blessed are the peacemakers, blessed are those who have been persecuted for righteousness' sake. Do you see how everywhere the divine laws count blessed none of the rich, none of the high-born, none of those who enjoy glory, but him who has laid hold of virtue? For what is sought is that the fear of God be the foundation of all that we do or suffer; and if you lay down this root beforehand, not only ease, nor honours, and glories, and attentions, but also abuses, and false accusations, and insults, and dishonours, and tortures, and simply all things will sprout forth fruits of pleasure for you. And just as the roots of trees are bitter in themselves, yet bear the sweetest fruits for us, so too sorrow according to God will bring us abundant pleasure. All who have oftentimes prayed with pain and poured forth tears know how great a
PG 49:186Read from the page
πώσαντο τὴν εὐφροσύνην, πῶς ἐξεκάθηραν τὸ συνειδὸς, πῶς μετὰ χρηστῆς ἀνέστησαν ἐλπίδος. Ὅπερ γὰρ ἀεὶ λέγω, οὐχ ἡ τῶν πραγμάτων φύσις, ἀλλ' ἡ διάνοια ἡ ἡμετέρα λυπεῖν ἡμᾶς εἴωθε καὶ εὐφραίνειν. Ἂν τοίνυν ταύτην κατασκευάσωμεν, οἵαν εἶναι χρὴ, πάσης εὐθυμίας ἐνέχυρον ἕξομεν· καὶ καθάπερ τὸ σῶμα οὐχ οὕτως ἡ τῶν ἀέρων φύσις οὐδὲ αἱ ἔξωθεν προσβολαὶ, ὡς ἡ οἰκεία κατασκευὴ καὶ βλάπτει καὶ ὠφελεῖ, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς· καὶ πολλῷ πλέον. Ἐνταῦθα μὲν γὰρ φύσεώς ἐστιν ἀνάγκη, ἐκεῖ δὲ τὸ πᾶν ἐπὶ τῇ προαιρέσει κεῖται. Διὰ τοῦτο ὁ Παῦλος μυρία ὑπομείνας δεινὰ, ναυάγια, πολέμους, ἐπαναστάσεις, ἐπιβουλὰς, λῃστῶν ἐφόδους, καὶ ὅσα οὐδὲ ἀπαριθμήσασθαι ἔνι τῷ λόγῳ, καὶ καθημερινοὺς θανάτους ἀποθνήσκων, οὐ μόνον οὐκ ἤλγει οὐδὲ ἐδυσχέραινεν, ἀλλὰ καὶ ἐκαυχᾶτο καὶ ἔχαιρε, καὶ λέγει· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου· καὶ πάλιν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν· ἡ δὲ καύχησις ἡδονῆς ἐστιν ἐπίτασις.
gladness they reaped, how they cleansed their conscience, how they rose up with good hope. For, as I always say, it is not the nature of things, but our own mind that is wont to grieve us and to gladden us. If, then, we fashion this to be such as it ought to be, we shall have a pledge of all cheerfulness; and just as neither the nature of the winds nor outward assaults harm or benefit the body so much as its own constitution, so too is it in the case of the soul—and much more still. For here there is necessity of nature, whereas there everything rests upon moral choice. Therefore Paul, having endured countless terrible ills—shipwrecks, wars, insurrections, plots, onsets of robbers, and things so many that it is not possible even to recount them in speech—and dying daily deaths, not only did not grieve or chafe, but even boasted and rejoiced, and says: Now I rejoice in my sufferings, and fill up in my turn the things lacking of the tribulations of Christ in my flesh; and again: And not only so, but we also boast in tribulations; and boasting is an intensification of pleasure.
δʹ. Ἂν τοίνυν εὐθυμίας ἐπιθυμῇς, μὴ χρήματα, μὴ σώματος ὑγίειαν, μὴ δόξαν, μὴ δυναστείαν, μὴ τρυφὴν, μὴ τραπέζας πολυτελεῖς, μὴ σηρικῶν ἱματίων περιβολὰς, μὴ πολυτελεῖς ἀγροὺς, μὴ οἰκίας λαμπρὰς καὶ περιφανεῖς, μηδὲ ἄλλο τι τῶν τοιούτων δίωκε μηδέν· ἀλλὰ φιλοσοφίαν μέτελθε τὴν κατὰ Θεὸν, καὶ ἀρετῆς ἐπιλαβοῦ· καὶ οὐδέν σε οὐ τῶν ὄντων, οὐ τῶν ἐλπιζομένων λυπῆσαι δυνήσεται· τί λέγω λυπῆσαι; προσθήκη μὲν οὖν ἡδονῆς σοι γενήσεται τὰ τοὺς ἄλλους λυποῦντα· καὶ γὰρ μάστιγες, καὶ θάνατος, καὶ ζημίαι, καὶ κακηγορίαι, καὶ τὸ κακῶς πάσχειν, καὶ πάντα τὰ τοιαῦτα, ὅταν διὰ τὸν Θεὸν ἡμῖν ἐπάγηται, καὶ ταύτην ἔχῃ τὴν ῥίζαν, πολλὴν ἡμῖν εἰς τὴν ψυχὴν εἰσάγει τὴν ἡδονήν.
4. If, then, you desire cheerfulness, pursue neither money, nor bodily health, nor glory, nor dominion, nor luxury, nor sumptuous tables, nor wrappings of silken garments, nor costly fields, nor splendid and conspicuous houses, nor anything else at all of such things; but cultivate the philosophy that is according to God, and lay hold of virtue, and nothing either of things present or of things expected will be able to grieve you—what do I say, to grieve you? Nay rather, the things that grieve others will become an accession of pleasure for you; for scourges, and death, and losses, and revilings, and suffering ill, and all such things, when they are brought upon us for God's sake and have this root, introduce abundant pleasure into our soul.
Οὐδεὶς γὰρ ἡμᾶς ἀθλίους ποιῆσαι δυνήσεται, ἐὰν μὴ ἑαυτοὺς ποιήσωμεν· ὥσπερ οὖν οὐδὲ μακαρίους, ἐὰν μὴ ἑαυτοὺς ἐργασώμεθα, μετὰ τὴν τοῦ Θεοῦ χάριν. Καὶ ἵνα μάθητε, ὅτι οὗτος μόνος ἐστὶ μακάριος, ὁ φοβούμενος τὸν Κύριον, οὐκ ἀπὸ τῶν παρελθόντων, ἀλλ' ἀπὸ τῶν ἡμῖν συμβάντων τοῦτο ὑμῖν ἀποδείξω νῦν. Ἐκινδύνευσεν ἡμῖν ἡ πόλις ἀφανισθῆναι πᾶσα, καὶ τῶν μὲν πλουτούντων καὶ περιφανῶν καὶ ἐπισήμων ἀνδρῶν οὐδεὶς ἐτόλμησεν ἐν τῷ μέσῳ φανῆναι, ἀλλὰ πάντες ἔφυγον καὶ ἀπεπήδων· οἱ δὲ τὸν Θεὸν φοβούμενοι, οἱ ἐν μοναστηρίοις διατρίβοντες, οὗτοι μετὰ πολλῆς τῆς παῤῥησίας καταδραμόντες πάντα ἔλυσαν, καὶ τοσοῦτον ἀπέσχον αὐτοὺς φοβῆσαι καὶ εἰς ἀγωνίαν ἐμβαλεῖν τὰ συμβάντα δεινὰ καὶ αἱ προσδοκώμεναι ἀπειλαὶ, ὅτι πόῤῥω καθήμενοι τῆς συμφορᾶς καὶ οὐδὲν κοινὸν ἔχοντες, ἑκόντες ἑαυτοὺς ἔῤῥιψαν εἰς μέσην τὴν πυρὰν, καὶ πάντας ἐξεῖλοντο, καὶ ὃ πᾶσι δοκεῖ φοβερὸν εἶναι καὶ φρικῶδες, ὁ θάνατος, τοῦτο οὗτοι μετὰ πάσης ἀνεδέξαντο τῆς προθυμίας· καὶ μετὰ πλείονος ἔτρεχον ἐπὶ τὸ πρᾶγμα ἡδονῆς, ἢ ἐπ' ἀρχὰς ἕτεροι καὶ τιμάς· ᾔδεσαν γὰρ ὅτι μεγίστη τοῦτο ἀρχὴ καὶ τιμὴ, καὶ δι' αὐτῶν τῶν ἔργων ἔδειξαν, ὅτι οὗτος μόνος μακάριός ἐστιν ὁ φιλοσοφίας ἐπειλημμένος τῆς ἄνω, καὶ μεταβολὴν οὐδεμίαν δέχεται, οὐδὲ δυσημερίαν ὑπομένει τινὰ, ἀλλὰ διηνεκοῦς εὐημερίας ἀπολαύει, καὶ πάντων καταγελᾷ τῶν δοκούντων εἶναι λυπηρῶν. Νῦν γοῦν οἱ μὲν ἐν δυναστείαις ἀθυμίᾳ πολλῇ
For no one will be able to make us wretched unless we make ourselves so; just as no one can make us blessed either unless we render ourselves so, after the grace of God. And that you may learn that this man alone is blessed who fears the Lord, not from things past, but from the things that have befallen us, I shall now demonstrate this to you. Our whole city was in peril of being wiped out, and of the rich and conspicuous and distinguished men no one dared to appear in public, but all fled and sprang away; whereas those who fear God, who pass their lives in monasteries—these men, running down with great boldness of speech, undid everything; and so far were the terrible ills that had befallen and the expected threats from frightening them and casting them into anguish, that although sitting far from the calamity and having nothing in common with it, of their own accord they flung themselves into the midst of the pyre and rescued everyone; and what seems to all to be fearful and shuddersome—death—this these men welcomed with all eagerness; and they ran to the matter with greater pleasure than others run to magistracies and honours. For they knew that this is the greatest magistracy and honour, and through their very deeds they showed that this man alone is blessed who has laid hold of the philosophy from above, and admits no change, nor undergoes any adversity, but enjoys continual prosperity, and laughs to scorn all things that seem to be grievous. At present, at all events, those in power are held fast in deep
PG 49:187Read from the page
κατέχονται, τὸ δεσμωτήριον οἰκοῦντες, ἁλύσεις περιβεβλημένοι, καὶ καθ' ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκῶντες· οὗτοι δὲ καθαρωτάτης ἀπολαύουσιν ἡδονῆς, κἂν συμβαίη τι παθεῖν δεινὸν, καὶ ἃ τοῖς ἄλλοις εἶναι δοκεῖ φοβερὰ, ταῦτα τούτοις ἐστὶ ποθεινά· ἴσασι γὰρ ἐπὶ τί τρέχουσι, καὶ ποία λῆξις μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν διαδέξεται. Καὶ τοσαύτῃ συζῶντες ἀκριβείᾳ, καὶ θανάτου καταγελῶντες, ὅμως ὑπὲρ τῶν ἄλλων ἀλγοῦσι, καὶ ἀπὸ τούτου μεγίστην πάλιν ὠφέλειαν καρποῦνται. Σπουδάσωμεν τοίνυν τῆς ψυχῆς ἐπιμελεῖσθαι τῆς ἡμετέρας, καὶ οὐδὲν ἡμᾶς τῶν ἀδοκήτων λυπῆσαι δύναται· καὶ ὑπὲρ τῶν ἐμβεβλημένων τὸν Θεὸν παρακαλῶμεν, ὥστε αὐτοὺς ἀπαλλάξαι τῆς ἐπικειμένης αὐτοῖς συμφορᾶς. Ἠδύνατο μὲν γὰρ ὁ Θεὸς ἀθρόον λῦσαι τὸ δεινὸν, καὶ μηδὲ μικρὰ ἀφεῖναι λείψανα· ἀλλ' ἵνα μὴ πάλιν ἐπὶ τὴν προτέραν ἐπανέλθωμεν ῥᾳθυμίαν, ἠρέμα καὶ κατὰ μικρὸν τὸν χείμαῤῥον τῶν κακῶν τούτων χαλᾷν παρεσκεύασε, κατέχων ἡμᾶς ἐπὶ τῆς αὐτῆς εὐλαβείας. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ πολλοὶ πρὸς τὴν προτέραν ἐπανῆλθον ἂν ῥᾳθυμίαν, εἰ συντόμως ἐλύθη τὸ πᾶν, δῆλον ἐκεῖθεν· Ἔτι τὰ λείψανα μένει τῆς συμφορᾶς, καὶ ἔτι τοῦ βασιλέως ἄδηλός ἐστιν ἡ γνώμη, καὶ οἱ τὰ τῆς πόλεως ἄγοντες πράγματα ἅπαντές εἰσιν ἐν δεσμοῖς, καὶ πολλοὶ τῶν τὴν πόλιν ἡμῖν οἰκούντων τῇ τοῦ λούεσθαι ἐπιθυμίᾳ ἐπὶ τὸν ποταμὸν τρέχουσι, μυρία κωμῳδοῦντες ἐκεῖ, ἀσελγαίνοντες, σκιρτῶντες, χορεύοντες, γυναῖκας ἐπισυρόμενοι. Ἆρα τίνος ἂν εἶεν ἐκεῖνοι συγγνώμης ἄξιοι, ποίας ἀπολογίας; μᾶλλον δὲ ποίας οὐκ ἂν εἶεν ἄξιοι κολάσεως καὶ τιμωρίας; Ἡ κεφαλὴ τῆς πόλεως ἐν τῷ δεσμωτηρίῳ, τὰ μέλη ἡμῶν ἐν ἐξορίᾳ, ἄδηλος ἡ περὶ τούτων ψῆφος, καὶ σὺ χορεύεις, εἰπέ μοι, καὶ παίζεις καὶ γελᾷς; Οὐ γὰρ φέρομεν τὴν ἀλουσίαν, φησίν. Ὢ τῆς ἀναισχύντου γνώμης! ὢ τῆς βαναύσου καὶ διεφθαρμένης! πόσοι γεγόνασιν, εἰπέ μοι, μῆνες; πόσοι ἐνιαυτοί; οὔπω εἴκοσιν ἡμέρας ἔχεις τῶν βαλανείων ἀποκλεισθεὶς, καὶ ὡς ἐνιαυτὸν ἔχων ὁλόκληρον ἐν ἀλουσίᾳ, οὕτως ἀλύεις καὶ
despondency, dwelling in prison, clad in chains, and expecting to die every day; whereas these men enjoy the purest pleasure, even if it should befall them to suffer some terrible ill, and the things that seem fearful to others are desirable to these men; for they know towards what they run, and what lot will receive them after their departure hence. And while living with such great exactness and laughing death to scorn, they nevertheless grieve on behalf of others, and from this again they reap the greatest benefit. Let us be zealous, therefore, to care for our own soul, and nothing unexpected is able to grieve us; and let us entreat God on behalf of those cast into prison, so that He may deliver them from the calamity hanging over them. For God was able to undo the terrible ill all at once, and not leave even small remnants; but lest we should return again to our former indolence, gently and little by little He arranged to slacken the torrent of these evils, holding us fast in the same reverence. And that this is true, and that many would have returned to their former indolence had the whole matter been resolved briefly, is manifest from what follows: The remnants of the calamity still remain, and the emperor's decision is still uncertain, and all who conduct the affairs of the city are in bonds, and yet many of those who inhabit our city run to the river out of desire for bathing, making countless ribald jests there, acting wantonly, leaping, dancing, dragging women along after them. Of what pardon, pray, would those men be worthy, of what defence—or rather, of what punishment and vengeance would they not be worthy? The head of the city is in prison, our members are in exile, the vote concerning them is uncertain, and do you, tell me, dance and sport and laugh? Why, we cannot endure going unwashed, says one. O shameless mind! O vulgar and corrupted mind! How many months, tell me, have passed? How many years? Not yet twenty days have you been shut out of the baths, and as though spending a whole year unwashed, you are so distraught and
Τῇ Κυριακῇ τῆς ἐπισωζομένης πρὸς τοὺς ἀπὸ τῆς χώρας· καὶ περὶ τοῦ μὴ ὀμνύειν.
On the Sunday of Salvation, to those from the countryside; and on not swearing oaths.
Ὁμιλία ιθʹ.
Homily 19.
αʹ. Κατετρυφήσατε τῶν ἁγίων μαρτύρων ἐν ταῖς ἔμπροσθεν ταύταις ἡμέραις· ἐνεφορήθητε τῆς πνευματικῆς ἑορτῆς· ἐσκιρτήσατε τὰ καλὰ σκιρτήματα· εἴδετε πλευρὰς ἠνειγμένας, καὶ λαγόνας κατατμηθείσας, αἷμα καταῤῥέον πάντοθεν, μυρία βασανιστηρίων εἴδη· εἴδετε φύσιν ἀνθρωπίνην τὰ ὑπὲρ φύσιν ἐπιδεικνυμένην, καὶ στεφάνους ἐξ αἵματος πλεκομένους· ἐχορεύσατε χορείαν καλὴν, πανταχοῦ τῆς πόλεως τοῦ καλοῦ τούτου περιάγοντος ὑμᾶς στρατηγοῦ· ἀλλ' ἡμᾶς ἡ ἀσθένεια καὶ ἄκοντας οἴκοι μένειν κατηνάγκαζε. Πλὴν εἰ καὶ μὴ μετέσχομεν τῆς ἑορτῆς, μετέσχομεν τῆς ἡδονῆς· εἰ καὶ μὴ τῆς πανηγύρεως ἀπηλαύσαμεν, ἀλλ' ἐκοινωνήσαμεν τῆς εὐφροσύνης ὑμῖν. Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις· τοὺς οὐκ ἀπολαύοντας τῶν ἀπολαυόντων ἐξ ἴσης ποιεῖ χαίρειν, κοινὰ τὰ τῶν πλησίον
1. You revelled in the holy martyrs during these past days; you took your fill of the spiritual feast; you leaped the noble leapings; you beheld sides laid open, and flanks cut to pieces, blood streaming down on every side, countless forms of instruments of torture; you beheld human nature displaying things above nature, and crowns woven out of blood; you danced a noble choral dance, while this noble general led you round everywhere in the city; but infirmity compelled us, even unwillingly, to remain at home. Yet even if we did not partake of the feast, we partook of the pleasure; even if we did not enjoy the festal assembly, yet we shared in the gladness with you. For such is the power of love: it makes those who do not enjoy rejoice equally with those who enjoy, persuading them to regard their neighbours'
PG 49:188Read from the page
δυσχεραίνεις; Οὕτως ἦσθα, εἰπέ μοι, ὅτε στρατιωτῶν προσεδόκησας ἔφοδον, ὅτε καθ' ἑκάστην ἤλπιζες τὴν ἡμέραν ἀποθανεῖσθαι, ὅτε εἰς τὰς ἐρήμους ἔφευγες, καὶ τὰς κορυφὰς τῶν ὀρέων ἔτρεχες; Εἴ τίς σοι τότε προέτεινεν ἐνιαυτὸν ὁλόκληρον ἐν ἀλουσίᾳ μεῖναι, ὥστε ἀπαλλαγῆναι τῆς ἐπικειμένης ἀγωνίας, οὐκ ἂν ἑτοίμως κατεδέξω καὶ ὑπέμεινας; Δέον οὖν εὐχαριστεῖν τῷ χωρὶς πάσης ζημίας λύσαντι ταῦτα Θεῷ, σκιρτᾷς πάλιν καὶ ἐξυβρίζεις, καὶ ἐπειδὴ παρῆλθεν ὁ φόβος, πρὸς μείζονα πάλιν ἐπανῆλθες ῥᾳθυμίαν; Οὕτω σου καθήψατο τὰ δεινὰ, ὡς καὶ βαλανείων ἐπιθυμῆσαι; εἰ γὰρ ἀνεῖτο τὰ βαλανεῖα, οὐκ ἦν ἱκανὴ τῶν ἔτι κατεχομένων ἡ συμφορὰ, καὶ τοὺς οὐκ ὄντας ἐν τοῖς δεινοῖς τούτοις πεῖσαι πάσης ἐπιλαθέσθαι τρυφῆς; Περὶ ψυχῆς ὁ κίνδυνός ἐστι, καὶ σὺ βαλανείων μέμνησαι, καὶ τρυφᾷν βούλει; Καταφρονεῖς ὅτι διέφυγες νῦν; ὅρα μὴ μείζονος κολάσεως σαυτῷ περιστήσῃς ἀνάγκην, καὶ πάλιν ἀπελθοῦσαν καλέσῃς μετὰ πλείονος τῆς περιουσίας τὴν ἀπειλὴν, καὶ πάθῃς ταυτὸν, ὃ περὶ τῶν δαιμόνων φησὶν ὁ Χριστός· ἐπειδὰν γὰρ ἐξέλθῃ τὸ πνεῦμα τὸ ἀκάθαρτον, φησὶν, εἶτα εὕρῃ τὸν οἶκον σχολάζοντα καὶ σεσαρωμένον, ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ πάλιν λαβὸν ἐπεισέρχεται τῇ ψυχῇ, καὶ γίνεται τὰ ἔσχατα αὐτοῦ χείρονα τῶν πρώτων. Φοβηθῶμεν οὖν καὶ ἡμεῖς, μὴ τῶν προτέρων ἀπαλλαγέντες, μείζονα τῶν προτέρων ἐπισπασώμεθα διὰ τῆς μετὰ ταῦτα ῥᾳθυμίας. Οἶδα, ὅτι ὑμεῖς ταύτης καθαροί ἐστε τῆς ἀτοπίας· ἀλλὰ καὶ τοὺς ἀκοσμοῦντας κατέχετε, κολάζετε, σωφρονίζετε, ἵνα πάντοτε χαίρωμεν, καθὼς ὁ Παῦλος προσέταξεν, ὅπως καὶ τῶν οἰκείων κατορθωμάτων καὶ τῆς ἑτέρων προνοίας πολλὴν καὶ ἐνταῦθα, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν καρπωσώμεθα τὴν ἀμοιβὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
chafed? Were you thus, tell me, when you expected an onset of soldiers, when every day you expected to die, when you fled into the deserts and ran to the summits of the mountains? If someone had then proposed to you to remain a whole year unwashed so as to be rid of the anguish hanging over you, would you not readily have accepted and endured it? When you ought, therefore, to give thanks to God Who undid these things without any loss, do you leap again and wax insolent, and because the fear has passed by, have you returned again to greater indolence? Did the terrible ills touch you in such wise that you even long for baths? Why, even if the baths were open, was not the calamity of those still held in prison sufficient to persuade even those not in these terrible straits to forget all luxury? The danger is for life itself, and do you remember baths and wish to live in luxury? Do you despise it because you have escaped now? See that you do not bring round upon yourself the necessity of greater punishment, and summon back with fuller measure the threat that had departed, and suffer the very same thing that Christ says concerning the demons: for when the unclean spirit has gone out, says He, and then finds the house unoccupied and swept, taking again seven other spirits more wicked than itself it enters in upon the soul, and his last state becomes worse than the first. Let us too, therefore, fear lest, having been rid of the former ills, we draw upon ourselves greater ones than the former through our indolence afterwards. I know that you are pure of this absurdity; yet restrain, punish, and chasten those who behave disorderly, so that we may always rejoice, even as Paul commanded, to the end that both for our own virtuous deeds and for our provident care of others we may reap an abundant recompense both here and in the life to come, by the grace and loving-kindness of our Lord Jesus Christ, through Whom and with Whom to the Father together with the Holy Spirit be glory, honour, and worship, now and always, and unto the ages of ages. Amen.
ἀγαθὰ πείθουσα νομίζειν. Διὰ τοῦτο καὶ οἴκοι καθήμενος ἔχαιρον μεθ' ὑμῶν, καὶ τῆς ἀῤῥωστίας μοι μηδέπω λυθείσης ἁπάσης, ἀνέστην καὶ ἔδραμον πρὸς ὑμᾶς, ὥστε τὰ ποθεινὰ πρόσωπα ὑμῶν ἰδεῖν καὶ τῆς παρούσης ἑορτῆς μετασχεῖν. Ἑορτὴν γὰρ μεγίστην εἶναι νομίζω τὴν παροῦσαν ἡμέραν, διὰ τὴν τῶν ἀδελφῶν παρουσίαν τῶν ἡμετέρων, οἳ τὴν πόλιν ἡμῖν ἐκαλλώπισαν τήμερον καὶ τὴν ἐκκλησίαν ἐκόσμησαν. Λαὸς κατὰ μὲν τὴν γλῶτταν ἡμῖν ἐνηλλαγμένος, κατὰ δὲ τὴν πίστιν ἡμῖν συμφωνῶν, λαὸς ἀπραγμοσύνῃ συζῶν, βίον σώφρονα καὶ σεμνὸν ἔχων. Παρὰ γὰρ τοῖς ἀνδράσι τούτοις οὐκ ἔστι θέατρα παρανομίας, οὐδὲ ἵππων ἅμιλλαι, οὐδὲ πόρναι γυναῖκες, οὐδὲ ἡ λοιπὴ τῆς πόλεως ταραχή· ἀλλ' ἅπαν μὲν ἀσελγείας εἶδος ἐξελήλαται, πολλὴ δὲ πανταχοῦ ἀνθεῖ ἡ σωφροσύνη. Τὸ δὲ αἴτιον, ἐπίπονος αὐτοῖς ἐστιν ὁ βίος, καὶ διδασκαλεῖον
goods as common. Therefore even while sitting at home I rejoiced with you, and although my sickness was not yet wholly undone, I rose up and ran to you, so as to see your cherished faces and partake of the present feast. For I deem the present day to be the greatest feast, on account of the presence of our brothers, who have beautified our city today and adorned the church: a people divergent from us in tongue, yet agreeing with us in faith; a people living in quietness, having a sober-minded and reverend way of life. For among these men there are no theatres of lawlessness, nor horse-races, nor harlot women, nor the rest of the city's tumult; rather, every form of licentiousness has been driven out, and abundant sobriety blooms everywhere. And the cause is that their life is laborious, and as a school
PG 49:189Read from the page
τῆς ἀρετῆς καὶ τῆς σωφροσύνης ἔχουσι τὴν τῆς γῆς ἐργασίαν, καὶ τέχνην μετιόντες ἣν πρὸ τῶν ἄλλων ἁπασῶν ὁ Θεὸς εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτερον. Καὶ γὰρ πρὸ τῆς ἁμαρτίας ὁ Ἀδὰμ, ἡνίκα πολλῆς ἀπήλαυε παῤῥησίας, γεωργίαν τινὰ ἐπετάγη μετιέναι, οὐκ ἐπίπονον μὲν οὐδὲ ταλαιπωρίαν ἔχουσαν, πολλὴν δὲ αὐτῷ παρέχουσαν τὴν φιλοσοφίαν. Ἔθηκε γὰρ αὐτὸν, φησὶν, ἐργάζεσθαι καὶ φυλάσσειν τὸν παράδεισον. Τούτων ἕκαστον ἴδοις ἂν, νῦν μὲν ζευγνύντα βόας ἀροτῆρας καὶ ἄροτρον ἕλκοντα καὶ βαθεῖαν αὔλακα κατατέμνοντα, νῦν δὲ ἐπὶ τὸ ἱερὸν ἀναβαίνοντα βῆμα καὶ τὰς ψυχὰς ἀροτριῶντα τῶν ὑπηκόων, νῦν μὲν δρεπάνῃ τὰς ἀκάνθας ἐκτέμνοντα τῆς γῆς, νῦν δὲ λόγῳ τὰς ἁμαρτίας ἐκκαθαίροντα τῶν ψυχῶν. Οὐ γὰρ ἐπαισχύνονται τὴν ἐργασίαν, καθάπερ οἱ τὴν πόλιν ἡμῖν οἰκοῦντες, ἀλλ' ἐπαισχύνονται τὴν ἀργίαν, μαθόντες ὅτι πᾶσαν ἐκείνη τὴν κακίαν ἐδίδαξε, καὶ διδάσκαλος πονηρίας ἐγένετο ἐξ ἀρχῆς τοῖς ἀγαπῶσιν αὐτήν. Οὗτοι μάλιστά εἰσιν οἱ τὴν ἀρίστην ἡμῖν φιλοσοφοῦντες φιλοσοφίαν, οὐκ ἀπὸ τοῦ σχήματος, ἀλλ' ἀπὸ τῆς γνώμης τὴν ἀρετὴν ἐνδεικνύμενοι τὴν ἑαυτῶν. Ὡς οἵ γε τῶν ἔξωθεν φιλόσοφοι τῶν ἐν τῇ σκηνῇ καὶ ταῖς τῶν μίμων παιδιαῖς οὐδὲν ἄμεινον διάκεινται, τοῦ τρίβωνος καὶ τοῦ πώγωνος καὶ τῆς στολῆς οὐδὲν πλέον ἔχοντες ἐπιδείξασθαι· οὗτοι δὲ τοὐναντίον ἅπαν, βακτηρίᾳ καὶ πώγωνι καὶ τῇ ἄλλῃ σκευῇ πολλὰ χαίρειν εἰπόντες, τὴν ψυχὴν ἑαυτῶν κατεκόσμησαν τοῖς τῆς ἀληθοῦς φιλοσοφίας δόγμασιν, οὐχὶ τοῖς δόγμασι δὲ μόνοις, ἀλλὰ καὶ τοῖς ἔργοις αὐτοῖς. Κἂν ἔρῃ τινὰ τούτων τῶν ἐν ἀγροικίᾳ ζώντων, καὶ ἐν σκαπάνῃ καὶ ἐν ἀρότρῳ δαπανηθέντων, ὑπὲρ τῶν δογμάτων, ὑπὲρ ὧν μυρία περιελθόντες οἱ τῶν ἔξωθεν φιλόσοφοι καὶ πολλοὺς ἀναλώσαντες λόγους οὐδὲν ἠδυνήθησαν ὑγιὲς εἰπεῖν, μετὰ ἀκριβείας ἀποκρινεῖταί σοι πάντα ἐκ πολλῆς τῆς σοφίας. Καὶ οὐ τοῦτό ἐστι τὸ θαυμαστὸν μόνον, ἀλλ' ὅτι καὶ διὰ τῶν ἔργων βεβαιοῦνται τὴν διὰ τῶν δογμάτων πίστιν. Καὶ γὰρ ὅτι ψυχὴν ἀθάνατον ἔχομεν, καὶ μέλλομεν τῶν ἐνταῦθα πεπραγμένων εὐθύνας διδόναι καὶ βήματι παρίστασθαι φοβερῷ, καὶ τὴν διάνοιαν ἔπεισαν, καὶ τὸν βίον ἅπαντα πρὸς ταύτας κατεστήσαντο τὰς ἐλπίδας, καὶ πάσης ἀνώτεροι βιωτικῆς ἐγένοντο φαντασίας, παιδευθέντες παρὰ τῆς θείας Γραφῆς, ὅτι Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης, καὶ πρὸς οὐδὲν τῶν δοκούντων εἶναι λαμπρῶν κεχήνασιν.
of virtue and sobriety they have the tillage of the earth, pursuing also an art which before all others God introduced into our life. For before his sin Adam, when he enjoyed much boldness of access, was commanded to pursue a certain husbandry—not laborious, indeed, nor involving hardship, yet affording him abundant philosophy. For He placed him, says Scripture, to till and to keep paradise. You might see each of these men now yoking plough-oxen and drawing a plough and cutting a deep furrow, and now ascending the sacred bema and ploughing the souls of those under their care; now cutting out the thorns from the earth with a sickle, and now purging out sins from souls by the word. For they are not ashamed of labour, like those who inhabit our city, but are ashamed of idleness, having learned that it has taught all vice and from the beginning became a teacher of wickedness to those who love it. These men most of all are those who practise the best philosophy among us, displaying their own virtue not from outward garb, but from their mind. For the philosophers of the outsiders are in no better case than those on the stage and in the sports of the mimes, having nothing more to display than their mean cloak and beard and robe; whereas these men, on the very contrary, having bidden a long farewell to staff and beard and the rest of such trappings, have adorned their own soul with the doctrines of true philosophy—and not with the doctrines alone, but also with the very deeds. And if you ask anyone of these men who live in the countryside and are worn out at the mattock and the plough concerning the doctrines over which the philosophers of the outsiders, after going round countless ways and spending many words, were able to say nothing sound, he will answer you all things with exactness out of abundant wisdom. And not only this is wonderful, but also that through their deeds they confirm their faith in the doctrines. For that we have an immortal soul, and are about to render an accounting for the things done here and to stand before a fearful tribunal—of this they have persuaded their mind, and they have ordered their whole life towards these hopes, and have risen superior to all worldly pomp, having been taught by divine Scripture that Vanity of vanities, all things are vanity, and they gape after none of the things that seem to be splendid.
Οὗτοι καὶ περὶ Θεοῦ φιλοσοφεῖν ἴσασι ταῦτα, ἅπερ ἐπέταξεν ὁ Θεός· κἂν ἕνα αὐτῶν λαβὼν φιλόσοφόν τινα τῶν ἔξωθεν ἀγάγῃς εἰς μέσον νῦν· μᾶλλον δὲ νῦν μὲν οὐδένα ἔστιν εὑρεῖν· ἂν δέ τινα τούτων λαβὼν, καὶ τὰ βιβλία τῶν πάλαι παρ' αὐτοῖς φιλοσοφησάντων ἀναπτύξας ἐπέλθῃς, καὶ τί μὲν οὗτοι ἀποκρίνονται νῦν, τί δὲ ἐκεῖνοι τότε ἐφιλοσόφησαν παράλληλα θεὶς ἐξετάσῃς, ὄψει πόση μὲν ἡ τούτων σοφία, πόση δὲ ἡ ἐκείνων ἄνοια. Ὅταν γὰρ οἱ μὲν αὐτῶν μηδὲ προνοίας λέγωσιν ἀπολαύειν τὰ ὄντα, μηδὲ ὑπὸ Θεοῦ γεγενῆσθαι τὴν κτίσιν, μήτε τὴν ἀρετὴν αὐτὴν ἑαυτῇ αὐτάρκη εἶναι, ἀλλὰ δεῖσθαι χρημάτων καὶ εὐγενείας καὶ τῆς ἔξωθεν περιφανείας, καὶ ἕτερα πολλῷ τούτων καταγελαστότερα· οὗτοι δὲ καὶ περὶ προνοίας, καὶ περὶ δικαστηρίων τῶν μετὰ ταῦτα, καὶ περὶ τῆς τοῦ Θεοῦ δημιουργίας τῆς ἐξ οὐκ ὄντων τὰ πάντα παραγαγούσης, καὶ περὶ τῶν ἄλλων ἁπάντων φιλοσοφῶσι, τῆς ἔξωθεν ὅλως μὴ μετασχόντες
These men also know how to philosophize concerning God in those things which God commanded; and if, taking one of them, you bring forward some philosopher of the outsiders now—or rather, at present one cannot find anyone; but if, taking one of these men, you unroll and go through the books of those who philosophized of old among them, and setting side by side what these men answer now and what those men philosophized then, you examine them, you will see how great is the wisdom of these men, and how great the folly of those. For when some of them say that existing things do not even enjoy providence, nor did creation come into being from God, and that virtue is not self-sufficient in itself, but stands in need of money and noble birth and outward distinction, and other things far more ridiculous than these; whereas these men philosophize concerning providence, and concerning the tribunals hereafter, and concerning God's creative work which brought all things into being out of non-being, and concerning all other matters, without having partaken at all of outward