Οὐ μέγεθος πόλεως, ἀλλὰ ψυχῆς ἀρετὴ κόσμος ἐστὶ καὶ ἀσφάλεια. Εἰ δὲ ἀξίωμα εἶναι νομίζεις πόλεως, ἐννόησον πόσοι πορνοκόποι, πόσοι μαλακοὶ καὶ διεφθαρμένοι καὶ μυρίων γέμοντες κακῶν κοινωνοῦσί σοι τῆς ἀξίας ταύτης, καὶ καταφρόνησόν ποτε τῆς τιμῆς ταύτης. Ἀλλ' οὐκ ἐκείνη τοιαύτη· καὶ γὰρ ἀδύνατόν ἐστιν αὐτῆς μετασχεῖν τὸν μὴ πᾶσαν ἐπιδειξάμενον ἀρετήν. Μὴ τοίνυν ἀνόητοι γινώμεθα, ἀλλὰ τότε ἀλγῶμεν, ὅταν τὸ ἀξίωμα ἡμῶν τῆς ψυχῆς ἀφέληταί τις, ὅταν ἁμαρτίαν ἐργασώμεθα, ὅταν τῷ κοινῷ πάντων Δεσπότῃ προσκρούσωμεν· ὡς τά γε νῦν γεγενημένα οὐ μόνον οὐδὲν παραβλάψει τὴν πόλιν, ἀλλ' ἐὰν νήφωμεν, καὶ ὠφελήσει τὰ μέγιστα. Καὶ γὰρ γυναικὶ νῦν ἔοικεν ἡμῖν ἡ πόλις εὐσχήμονι καὶ ἐλευθέρᾳ καὶ σώφρονι· ὁ φόβος ἐπιεικεστέραν αὐτὴν καὶ σεμνοτέραν ἐποίησε, καὶ τῶν μιαρῶν ἐκείνων τῶν τὰ γεγενημένα τολμησάντων ἀπήλλαξε. Μὴ τοίνυν γυναικώδεις θρηνῶμεν θρήνους· καὶ γὰρ ἤκουσα πολλῶν κατὰ τὴν ἀγορὰν λεγόντων· Οὐαί σοι, Ἀντιόχεια! τί σοι γέγονε; πῶς ἠτιμώθης; καὶ ἀκούσας κατεγέλασα τῆς παιδικῆς τῶν ταῦτα λεγόντων διανοίας. Οὐ γὰρ νῦν ταῦτα λέγειν χρή· ἀλλ' ὅταν ἴδῃς ὀρχουμένους, μεθύοντας, ᾄδοντας, βλασφημοῦντας, ὀμνύοντας, ἐπιορκοῦντας, ψευδομένους, τότε ταύτην ἐπίλεγε τὴν ῥῆσιν· Οὐαί σοι πόλις! τί σοι γέγονεν; ἐὰν δὲ ἴδῃς τὴν ἀγορὰν ὀλίγους ἔχουσαν ἄνδρας ἐπιεικεῖς καὶ σώφρονας καὶ μετρίους, μακάριζε τὴν πόλιν ἐκείνην. Οὐδὲν γὰρ ἡ ὀλιγότης αὐτὴν παραβλάψαι ποτὲ δυνήσεται, τῆς ἀρετῆς προσούσης, ὥσπερ οὖν τὸ πλῆθος οὐδὲν ὠφελήσει ποτὲ, κακίας οὔσης. Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, φησὶν, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. Οὐδέν με τὸ πλῆθος δυσωπῆσαι δυνήσεται, φησίν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ἐταλάνισε πόλεις οὐ δι' ὀλιγότητα, οὐ διὰ τὸ μὴ εἶναι μητροπόλεις· καὶ τὴν Ἱερουσαλὴμ πάλιν δι' αὐτὸ τοῦτο ἐταλάνισεν οὕτω λέγων· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν. Τί γάρ μοι τὸ πλῆθος ὄφελος φέρει, εἰπέ μοι, ἂν μετὰ κακίας ᾖ πολιτευόμενον; Τοὐναντίον μὲν οὖν καὶ βλάβος ἀπὸ τούτου γίνεται. Νῦν οὖν τὰ γεγενημένα κακὰ τί ἄλλο εἰργάσατο; οὐχ ἡ ῥᾳθυμία, καὶ ἡ ὀλιγωρία, καὶ ἡ μοχθηρία τῶν ἐνοικούντων; μή τι τὸ ἀξίωμα τὴν πόλιν ὠφέλησε, μή τι τὸ μέγεθος τῆς οἰκοδομῆς, μή τι τὸ μητρόπολιν αὐτὴν εἶναι; Εἰ δὲ παρὰ βασιλεῖ τῷ ἐπὶ τῆς γῆς οὐδὲν αὐτῆς τοῦτο ἁμαρτούσης προέστη, ἀλλὰ πάντα ἐκεῖνα ἀφῄρηται, πολλῷ μᾶλλον παρὰ τῷ Δεσπότῃ τῶν ἀγγέλων οὐδὲν αὐτῆς τὸ ἀξίωμα προστήσεται τοῦτο· οὐδὲν γὰρ ἡμᾶς ὠφελῆσαι δυνήσεται κατὰ τὴν ἡμέραν ἐκείνην, τὸ μητρόπολιν οἰκεῖν, καὶ στοὰς ἔχουσαν εὐρείας καὶ τὰ ἄλλα ἀξιώματα τὰ τοιαῦτα. Καὶ τί λέγω κατὰ τὴν ἡμέραν ἐκείνην; εἰς γὰρ τὸν παρόντα βίον τί σε ὠφελῆσαι δυνήσεται τὸ μητρόπολιν εἶναί σου τὴν πόλιν; ἆρα οἰκίαν τις κακῶς διακειμένην ἀπὸ τούτου διώρθωσεν, ἢ πρόσοδόν τινα ἔσχεν, ἢ ἀπὸ τῆς ἀξίας ταύτης ἀθυμίαν ἀπεκρούσατο, ἢ σώματος ἀξῥωστίαν ἔλυσεν, ἢ κακίαν ψυχῆς ἀπέθετο; Μή παίζωμεν, ἀγαπητοὶ, μηδὲ πρὸς τὰς τῶν πολλῶν ὑπολήψ⟨εις⟩
Not the size of a city, but virtue of soul is its ornament and safety. And if you suppose a city's dignity to consist in grandeur, reflect how many whoremongers, how many effeminate and corrupt men teeming with ten thousand evils share this rank with you, and at long last despise this honour. But that other dignity is not of such a sort; for it is impossible for one who has not exhibited every virtue to partake of it. Let us not, therefore, become foolish, but let us grieve only then—when someone takes away the dignity of our soul, when we commit sin, when we offend the common Master of all; since the things that have now taken place not only will do no harm at all to the city, but, if we are sober, will even benefit her immensely. For our city now resembles a comely, freeborn, and modest woman; fear has rendered her gentler and more reverend, and has rid her of those accursed men who dared the deeds that were done. Let us not, therefore, wail womanish lamentations; for indeed I heard many saying throughout the market-place: "Woe to you, Antioch! What has happened to you? How have you been dishonoured?" And upon hearing it I laughed to scorn the childish mind of those who spoke thus. For it is not now that one ought to speak these words; but whenever you see men dancing, getting drunk, singing, blaspheming, swearing, perjuring themselves, lying, then utter this saying over her: "Woe to you, O city! What has happened to you?" Whereas if you see the market-place having a few gentle, sober, and moderate men, pronounce that city blessed. For fewness will never be able to harm her in any way when virtue is present, just as multitude will never benefit her at all when wickedness is present. "Though the number of the sons of Israel be," he says, "as the sand of the sea, the remnant shall be saved." Multitude, He says, shall in no wise be able to prevail upon Me; thus Christ too acted: He pronounced cities wretched not on account of fewness, not for not being metropolises; and Jerusalem again He pronounced wretched on this very account, speaking thus: "Jerusalem, Jerusalem, who killest the prophets and stonest those sent unto her." For what profit does a multitude bring me, tell me, if its life is conducted with wickedness? Nay, on the contrary, actual harm arises from it. What else, then, wrought the evils that have now come to pass? Was it not the laxity, the heedlessness, and the depravity of the inhabitants? Did her rank benefit the city in any way, or the grandeur of her buildings, or her being a metropolis? And if before an emperor upon earth none of this stood her in stead when she sinned, but all those honours have been stripped away, much less before the Master of the angels will this rank of hers stand her in stead; for it will avail us nothing on that day that we inhabit a metropolis possessing wide porticoes and other dignities of that sort. And why do I speak of that day? For as regards the present life, what will it be able to profit you that your city is a metropolis? Has anyone ever set right an ill-ordered household thereby, or gained any revenue, or by means of this rank driven off despondency, or relieved bodily infirmity, or put away wickedness of soul? Let us not jest, beloved, nor towards the opinions of the many