Migne Reading Room

PG 49 · cols. 166–171 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:166Read from the page
ἡμῖν ἐντεῦθεν· κἂν προσέχητε μετὰ ἀκριβείας, καὶ τὸ ζητούμενον ἐρῶ, καὶ τὴν λύσιν προσθήσω. Τί ποτ' οὖν ἐστι τὸ ζητούμενον; Εἰσελθὼν οὗτος ὁ Παῦλός ποτε πρὸς τὸν Φῆστον, καὶ διαλεγόμενος αὐτῷ, καὶ ἀπολογούμενος περὶ τῶν ἐγκλημάτων ὧν ἐπήγαγον οἱ Ἰουδαῖοι, καὶ λέγων πῶς εἶδε τὸν Ἰησοῦν, πῶς ἤκουσε τῆς μακαρίας ἐκείνης φωνῆς, πῶς διὰ πηρώσεως ἀνέβλεψε, πῶς ἔπεσε καὶ ἀνέστη, πῶς εἰσῆλθεν αἰχμάλωτος εἰς Δαμασκὸν χωρὶς δεσμῶν δεδεμένος, καὶ περὶ προφητῶν καὶ νόμου διαλεχθεὶς, καὶ δείξας ὅτι κἀκεῖνοι προεῖπον ταῦτα ἅπαντα, εἷλε τὸν δικάζοντα, καὶ σχεδὸν ἔπεισε πρὸς ἑαυτὸν μεταστῆναι.
to us thence; and if you attend with exactness, I will both state the question and add the solution. What then ever is the question? When this Paul once entered in before Festus, and conversed with him, and made his defence concerning the charges which the Jews brought against him, and told how he saw Jesus, how he heard that blessed voice, how through blinding he recovered sight, how he fell and rose up, how he entered Damascus a captive bound without bonds, and discoursed concerning the prophets and the law, and showed that they also foretold all these things, he captivated the judge, and almost persuaded him to come over to his side.
δʹ. Τοιαῦται γὰρ τῶν ἁγίων αἱ ψυχαί· ἐπειδὰν εἰς κινδύνους ἐμπέσωσιν, οὐχ ὅπως ἀπαλλαγῶσι τῶν κινδύνων σκοποῦσιν, ἀλλ' ὅπως τοὺς ἐμβαλόντας θηρεύσαιεν, ἅπαντα πράττουσι· καθάπερ οὖν καὶ τότε ἐγένετο· εἰσῆλθεν ἀπολογησόμενος, καὶ τὸν δικαστὴν λαβὼν ἀπῄει. Καὶ ταῦτα αὐτὸς ὁ δικαστὴς ἐμαρτύρησε λέγων· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. Τοῦτο καὶ σήμερον γενέσθαι ἐχρῆν, καὶ τὸν ἄρχοντα τοῦτον θαυμάσαι ὑμῶν τὴν μεγαλοψυχίαν, τὴν φιλοσοφίαν, τὴν ἡσυχίαν ἅπασαν, καὶ ἐκ τῆς καταστάσεως ὑμῶν διδασκαλίαν λαβόντα ἀπελθεῖν, θαυμάσαι τὸν σύλλογον, ἐπαινέσαι τὸ συνέδριον, μαθεῖν καὶ ἀπ' αὐτῶν τῶν πραγμάτων ὅσον τὸ μέσον Ἑλλήνων τε καὶ Χριστιανῶν. Ἀλλ', ὅπερ ἔλεγον, ἐπειδὴ αὐτὸν εἷλεν ὁ Παῦλος, κἀκεῖνος εἶπεν, Εν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι, ἀπεκρίνατο ὁ Παῦλος οὕτως· Εὐξαίμην ἂν ἔγωγε, καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου γενέσθαι Χριστιανοὺς ἄνευ τῶν δεσμῶν τούτων. Τί λέγεις, ὦ Παῦλε; Ὅταν μὲν Ἐφεσίοις γράφῃς, λέγεις· Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε· καὶ ὅταν πρὸς Τιμόθεον διαλέγῃ· Ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος· καὶ ὅταν πρὸς Φιλήμονα πάλιν· Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ· καὶ ὅταν Ἰουδαίοις συνδικάζῃ, λέγεις· Ἕνεκα τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι· καὶ Φιλιππησίοις γράφων ἔλεγες· Ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν· πανταχοῦ τὴν ἅλυσιν περιφέρεις, πανταχοῦ τὰ δεσμὰ προβάλλῃ, καὶ καυχᾶσαι ἐπὶ τῷ πράγματι· εἰς δικαστήριον δὲ ἐλθὼν προέδωκας τὴν φιλοσοφίαν, ὅτε μάλιστα παῤῥησιάσασθαι ἔδει, καὶ τῷ δικαστῇ λέγεις· Εὐξαίμην άν σε γενέσθαι Χριστιανὸν ἄνευ τῶν δεσμῶν τούτων; Καὶ μὴν εἰ καλὰ τὰ δεσμὰ, καὶ οὕτω καλὰ, ὥστε παρέχειν καὶ ἑτέροις θαῤῥεῖν εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας λόγον (σὺ γὰρ αὐτὸ τοῦτο ἔφθης εἰπὼν, ὅτι οἱ πλείονες τῶν ἀδελφῶν πεποιθότες τοῖς δεσμοῖς μου τὸν λόγον ἐλάλουν ἀφόβως), τίνος ἕνεκεν ἐπὶ τοῦ δικαστοῦ οὐκ ἐγκαλλωπίζῃ τῷ πράγματι, ἀλλὰ καὶ τοὐναντίον ποιεῖς; Ἆρα οὐ δοκεῖ ζήτημα εἶναι τὸ λεγόμενον; Ἀλλὰ ταχίστην ἐπάγ⟨ει⟩ τὴν λύσιν. Οὐ γὰρ ἐξ ἀγωνίας οὐδὲ δειλίας ὁ Παῦλος τοῦτο ἐποίησεν, ἀλλ' ἀπὸ σοφίας πολλῆς καὶ συνέσεως πνευματικῆς· καὶ πῶς, ἐγὼ λέγω. Πρὸς Ἕλληνα διελέγετο καὶ ἄπιστον, καὶ οὐκ εἰδότα τὰ ἡμέτερα. Οὐκ ἐβούλετο τοίνυν αὐτὸν ἀπὸ τῶν φορτικῶν ἐναγαγεῖν, ἀλλ⟨'⟩
4. For such are the souls of the saints: whenever they fall into dangers, they do not aim at how they may be rid of the dangers, but do everything that they may capture those who cast them in; just as indeed also happened then: he entered in to make his defence, and having taken the judge captive he departed. And to this the judge himself bore witness, saying: In a little thou persuadest me to become a Christian. This ought to have happened today also, and this ruler ought to have marvelled at your magnanimity, your philosophy, your entire tranquillity, and having received instruction from your composure to have departed, to have marvelled at the assembly, to have praised the council, to have learned even from the facts themselves how great is the distance between Greeks and Christians. But, as I was saying, when Paul had captivated him, and he said, In a little thou persuadest me to become a Christian, Paul answered thus: I would pray for my part, both in a little and in much, that not only you, but also all who hear me today might become Christians, apart from these bonds. What do you say, O Paul? When you write to the Ephesians, you say: I therefore, the prisoner in the Lord, beseech you to walk worthily of the calling wherewith you were called; and when you discourse with Timothy: Wherein I suffer hardship unto bonds, as an evildoer; and when again to Philemon: Paul, a prisoner of Jesus Christ; and when you plead your case with the Jews, you say: For the sake of the hope of Israel I am bound with this chain; and writing to the Philippians you said: So that most of the brethren, trusting in my bonds, dare more abundantly to speak the word fearlessly; everywhere you carry about your chain, everywhere you put forward your bonds, and boast in the matter; yet having come into a lawcourt you betrayed your philosophy when above all you ought to have spoken boldly, and you say to the judge: I would pray that you might become a Christian apart from these bonds? And yet if bonds are good, and so good as to afford even to others confidence for the word on behalf of piety (for you yourself anticipated this very thing by saying that most of the brethren, trusting in my bonds, spoke the word fearlessly), on what account before the judge do you not pride yourself upon the matter, but even do the contrary? Does not what is said seem to be a question? Yet it brings in a most speedy solution. For not out of anguish nor cowardice did Paul do this, but from much wisdom and spiritual understanding; and how, I will tell. He was conversing with a Greek and an unbeliever, and one who knew not our affairs. He did not wish, therefore, to lead him in by burdensome things, but
Notes, col. 166

On the reading

Printed Εν, for Ἐν.

Printed άν, for ἄν.

PG 49:167Read from the page
ὥσπερ ἔλεγεν, Ἐγενόμην τοῖς ἀνόμοις ὡς ἄνομος, τοῦτο καὶ ἐνταῦθα ἔπραττεν. Ἂν ἀκούσῃ δεσμὰ, φησὶ, καὶ θλίψεις, εὐθέως ἀποπηδᾷ· οὐκ οἶδε τῶν δεσμῶν τὴν δύναμιν· γενέσθω πρότερον πιστὸς, γευσάσθω τοῦ κηρύγματος, καὶ τότε καὶ αὐτὸς ἐπιδραμεῖται τοῖς δεσμοῖς τούτοις. Ἤκουσα τοῦ Δεσπότου μου λέγοντος, ὅτι Οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ, ἐπεὶ αἴρει τὸ πλήρωμα αὐτοῦ, καὶ χεῖρον τὸ σχίσμα γίνεται· οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιοὺς, ἐπεὶ ῥήγνυνται οἱ ἀσκοί. Ἡ ψυχὴ ἡ τούτου ἱμάτιόν ἐστι παλαιὸν, καὶ ἀσκὸς παλαιός· οὐκ ἀνενεώθη τῇ πίστει, οὐκ ἀνεκαινίσθη τῇ τοῦ Πνεύματος χάριτι, ἀσθενής ἐστιν ἔτι καὶ γήϊνος, βιωτικὰ φρονεῖ, καὶ πρὸς τὴν κοσμικὴν φαντασίαν ἐπτόηται, δόξης ἐρᾷ τῆς παρούσης. Ἂν ἐκ προοιμίων εὐθέως ἀκούσῃ, ὅτι γενόμενος Χριστιανὸς δεσμώτης εὐθέως γενήσεται καὶ ἅλυσιν περικείσεται, αἰσχυνθεὶς καὶ ἐρυθριάσας ἀποπηδήσεται τοῦ κηρύγματος· διὰ τοῦτό φησιν, Ἄνευ τῶν δεσμῶν τούτων, οὐκ αὐτὰ τὰ δεσμὰ παραιτούμενος, μὴ γένοιτο! ἀλλ' ἐκείνου τῇ ἀσθενείᾳ συγκαταβαίνων, ἐπεὶ αὐτὸς οὕτως αὐτὰ φιλεῖ καὶ ἀσπάζεται, ὡς γυνὴ φιλόκοσμος τὰ χρυσία τὰ ἑαυτῆς.
just as he said, To those without law I became as without law, this he did here also. If he hears of bonds, says he, and afflictions, he straightway leaps back; he knows not the power of the bonds; let him first become a believer, let him taste the preaching, and then he himself also will hasten to these bonds. I heard my Master saying: No one puts a patch of unfulled cloth upon an old garment, for it takes away its fullness, and the rent becomes worse; neither do they put new wine into old wineskins, else the wineskins burst. This man's soul is an old garment, and an old wineskin; he has not been renewed by faith, he has not been made new by the grace of the Spirit, he is still weak and earthly, he minds worldly things, and is fluttered at worldly pageantry, he loves present glory. If right from the outset he straightway hears that upon becoming a Christian he will straightway become a prisoner and wear a chain, being ashamed and blushing he will leap away from the preaching; on this account he says, Apart from these bonds, not declining the bonds themselves, far be it! but condescending to that man's weakness, since he himself so loves and cherishes them as a woman fond of adornment loves her own gold ornaments.
Πόθεν τοῦτο δῆλον; Χαίρω ἐν τοῖς παθήμασί μου, φησὶ, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Καὶ πάλιν· Ὅτι ὑμῖν ἐχαρίσθη ἀπὸ τοῦ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Καὶ πάλιν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν. Εἰ τοίνυν χαίρει καὶ καυχᾶται, καὶ χάρισμα τὸ πρᾶγμα καλεῖ, εὔδηλον ὅτι διὰ τὴν αἰτίαν ταύτην πρὸς τὸν δικαστὴν διαλεγόμενος ταῦτα ἔλεγεν· ἐπεὶ καὶ εἰς ἀνάγκην ἀλλαχοῦ πάλιν ἐμπεσὼν τοῦ καυχήσασθαι, τοῦτο αὐτὸ ἐνδείκνυται λέγων· Ἥδιστα οὖν καυχήσομαι, φησὶν, ἐν ταῖς ἀσθενείαις μου, ἐν ἀνάγκαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ· καὶ πάλιν· Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Καὶ ἀλλαχοῦ συγκρίνων ἑαυτὸν ἑτέροις, καὶ τὴν κατὰ σύγκρισιν ὑπεροχὴν ἡμῖν ἐνδεικνύμενος, οὑτωσί πώς φησι· Διάκονοι Χριστοῦ εἰσι· παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Καὶ δεῖξαι βουλόμενος τὴν ὑπεροχὴν, οὐχ ὅτι νεκροὺς ἀνέστησεν, οὐδ' ὅτι δαίμονας ἀπήλασεν, οὐδ' ὅτι λεπροὺς ἐκαθάρισεν, οὐδ' ὅτι ἄλλο τι τῶν τοιούτων ἐποίησεν, εἶπεν, ἀλλὰ τί; Ὅτι τὰ μυρία ἔπαθε δεινά. Εἰπὼν γοῦν, ὅτι Ὑπὲρ ἐγὼ, ἐπήγαγε τῶν πειρασμῶν τὸ πλῆθος οὕτω λέγων· Ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις, ἐν φυλακαῖς περισσοτέρως· ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρα μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην· τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, καὶ τὰ λοιπὰ ἅπαντα. Οὕτω πανταχοῦ καυχᾶται ἐν ταῖς θλίψεσιν ὁ Παῦλος, καὶ ἐγκαλλωπίζεται τῷ πράγματι μεθ' ὑπερβολῆς· καὶ μάλα εἰκότως. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα τὴν δύναμιν ἐνδείκνυται τοῦ Χριστοῦ, ὅτι διὰ τοιούτων ἐκράτησαν οἱ ἀπόστολοι, διὰ δεσμῶν καὶ θλίψεων καὶ μαστίγων καὶ τῶν ἐσχάτων κακῶν. Δύο γὰρ ταῦτα ὁ Χριστὸς ἐπηγγείλατο, θλῖψιν καὶ ἄνεσιν, πόνους καὶ στεφάνους, ἱδρῶτας καὶ ἀμοιβὰς, χρηστὰ καὶ λυπηρά· ἀλλὰ τὰ μὲν λυπηρὰ κατὰ τὸν παρόντα βίον δέδωκε, τὰ δὲ χρηστὰ εἰς τὸν μέλλοντα αἰῶνα ἐταμιεύσατο, ὁμοῦ τε δεικνὺς, ὅτι οὐκ ἀπατᾷ τοὺς ἀνθρώπους, καὶ αὐτὸ τῶν δεινῶν
Whence is this manifest? I rejoice in my sufferings, says he, and fill up in my turn what is lacking of the afflictions of Christ in my flesh. And again: Because to you it has been granted on behalf of Christ, not only to believe in Him, but also to suffer on His behalf. And again: And not only so, but we also boast in afflictions. If, therefore, he rejoices and boasts, and calls the matter a gracious gift, it is plain that for this reason he said these things when conversing with the judge; since elsewhere also, having again fallen into the necessity of boasting, he demonstrates this very thing, saying: Most gladly, therefore, will I boast, says he, in my weaknesses, in necessities, in insults, in persecutions, in distresses, that the power of Christ may pitch its tent upon me; and again: If one must boast, I will boast of the things of my weakness. And elsewhere, comparing himself with others, and showing us his superiority by way of comparison, he speaks somewhat thus: They are ministers of Christ—I speak as one beside himself—I more so. And wishing to show his superiority, he did not say that he raised the dead, nor that he drove out demons, nor that he cleansed lepers, nor that he did anything else of such things, but what? That he suffered myriad terrible things. Having said, at any rate, I more so, he added the multitude of his trials, saying thus: In stripes beyond measure, in deaths often, in prisons more abundantly; from the Jews five times I received forty save one, thrice I was beaten with rods, once I was stoned; thrice I suffered shipwreck, a night and a day I have spent in the deep, and all the rest. Thus everywhere Paul boasts in afflictions, and prides himself upon the matter exceedingly; and very reasonably. For this is what above all demonstrates the power of Christ, that by such means the apostles prevailed, by bonds and afflictions and scourgings and extreme evils. For Christ promised these two things, affliction and relief, toils and crowns, sweat and recompenses, goodly things and grievous; but the grievous He has given in the present life, while the goodly He has treasured up for the age to come, at the same time showing both that He does not deceive men, and of the terrible things themselves
Notes, col. 167

On the reading

Printed παρα, for παρὰ.

PG 49:168Read from the page
τὸ φορτικὸν ὑποτέμνεσθαι τῇ τάξει βουλόμενος. Ὁ μὲν γὰρ ἀπατῶν τὰ χρηστὰ προτείνεται πρότερον, καὶ ὕστερον ἐπάγει τὰ λυπηρά. Οἷόν τι λέγω· Ἀνδραποδισταὶ πολλάκις παιδία μικρὰ συλῶντες καὶ κλέπτοντες, οὐ πληγὰς καὶ μάστιγας, οὐδ' ἄλλο τι τῶν τοιούτων ὑπισχνοῦνται, ἀλλὰ πλακοῦντας καὶ τραγήματα καὶ ἕτερα τοιαῦτα, οἷς ἡ παιδικὴ χαίρειν εἴωθεν ἡλικία, προτείνουσιν, ἵνα τούτοις ἐκεῖνα δελεασθέντα, καὶ τὴν ἐλευθερίαν αὐτῶν ἀποδόμενα εἰς κίνδυνον ἐμπέσῃ τὸν ἔσχατον. Καὶ ὀρνίθων δὲ καὶ ἰχθύων οἱ θηρευταὶ οὕτω τὰ θηρευόμενα δελεάζουσι, τὴν συνήθη τροφὴν καὶ καθ' ἡδονὴν τοῖς ἀγρευομένοις οὖσαν πρότερον προτείνοντες, καὶ τὴν παγίδα ταύτῃ περιστέλλοντες. Ὥστε ἀπατώντων μάλιστα τοῦτο ἔργον ἐστὶ, πρότερον τὰ χρηστὰ προτείνεσθαι, εἶτα ὕστερον ἐπάγειν τὰ λυπηρὰ, κηδομένων δὲ καὶ φροντιζόντων τοὐναντίον ἅπαν. Οἱ γοῦν πατέρες ἀπεναντίας τοῖς ἀνδραποδισταῖς ποιοῦσιν· ὅταν εἰς διδασκαλεῖον πέμπωσι τὰ παιδία, παιδαγωγοὺς ἐφιστῶσι, πληγὰς ἀπειλοῦσι, φόβον ἐπιτειχίζουσι, καὶ ἐπειδὰν τὴν προτέραν ἡλικίαν οὕτως ἀγάγωσι, τότε ἐν ἕξει γενομένοις αὐτοῖς τιμὰς καὶ δυναστείας καὶ τρυφὴν καὶ τὸν αὐτῶν πλοῦτον ἅπαντα ἐγχειρίζουσιν.
wishing by this order to curtail the burdensomeness. For he who deceives holds out goodly things first, and afterwards brings on grievous things. For instance, kidnappers, often plundering and stealing little children, do not promise blows and lashes, nor anything else of such things, but hold out cakes and sweetmeats and other such things wherein childhood is wont to delight, that being enticed by these, and having bartered away their own freedom, they may fall into uttermost peril. And the catchers of birds and of fishes likewise entice their quarry, holding out first the food that is familiar and pleasing to the creatures being hunted, and cloaking the snare therewith. So then this above all is the work of deceivers, first to hold out goodly things, and then afterwards to bring on grievous things, whereas that of those who care and take thought is the exact opposite. Fathers, at any rate, act contrariwise to kidnappers: when they send their children to school, they set tutors over them, they threaten blows, they build up fear as a bulwark, and when they have thus led them through their earlier age, then, once they have come to mature habit, they put into their hands honours and offices of power and luxury and all their own wealth.
εʹ. Οὕτω καὶ ὁ Θεὸς ἐποίησεν, οὐ κατὰ τοὺς ἀνδραποδιστὰς, ἀλλὰ κατὰ τοὺς πατέρας τοὺς κηδομένους· πρότερον εἰς τὰ λυπηρὰ ἐνέβαλε, καθάπερ παιδαγωγοῖς καὶ διδασκάλοις τῇ παρούσῃ θλίψει παραδιδοὺς, ἵνα διὰ τούτων παιδευθέντες, σωφρονισθέντες, ὑπομονὴν ἅπασαν ἐπιδειξάμενοι, φιλοσοφίαν ἅπασαν μαθόντες, εἶτα ἐν ἕξει γενόμενοι τὴν βασιλείαν τῶν οὐρανῶν κληρονομήσωμεν· πρότερον ἐπιτηδείους κατεσκεύασε πρὸς τὴν οἰκονομίαν τοῦ διδομένου πλούτου, καὶ τότε αὐτὸν ἐγχειρίζει τὸν πλοῦτον. Εἰ γὰρ μὴ τοῦτο ἐποίησεν, ἡ τοῦ πλούτου δόσις, οὐ δωρεὰ, ἀλλὰ κόλασις ἦν καὶ τιμωρία. Καθάπερ γὰρ παῖς ἀνόητος καὶ ἄσωτος τὸν πατρῷον κλῆρον διαδεξάμενος ὑπ' αὐτοῦ τούτου κατακρημνίζεται, φρόνησιν οὐκ ἔχων ἀρκοῦσαν πρὸς τὴν τῶν χρημάτων οἰκονομίαν· εἰ δὲ συνετὸς γένοιτο, καὶ ἐπιεικὴς, καὶ σώφρων, καὶ μέτριος, εἰς δέον οἰκονομῶν τὰ πατρῷα, λαμπρότερος ταύτῃ καὶ περιφανέστερος γίνεται· οὕτω καὶ ἐφ' ἡμῶν ἀνάγκη συμβαίνειν. Ἐπειδὰν σύνεσιν πνευματικὴν δεξώμεθα, ἐπειδὰν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας καταντήσωμεν οἱ πάντες, τότε ἡμῖν ἐγχειρίζει πάντα, ἅπερ ὑπέσχετο· νυνὶ δὲ καθάπερ παιδία μικρὰ παιδεύει μετὰ παρακλήσεως καὶ παραμυθίας. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ κέρδος ἀπὸ τοῦ τὰς θλίψεις προλαβεῖν, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Ὁ μὲν γὰρ πρότερον τρυφῶν, εἶτα μετὰ τὴν τρυφὴν κόλασιν προσδοκῶν, οὐδὲ τῆς παρούσης τρυφῆς αἰσθάνεται, διὰ τὴν προσδοκίαν τῶν ἐπαγομένων δεινῶν· ὁ δὲ πρότερον ὢν ἐν λυπηροῖς, εἶτα μετὰ ταῦτα μέλλων ἀπολαύσεσθαι χρηστῶν, καὶ τῶν παρόντων ὑπερορᾷ δυσχερῶν, διὰ τὴν ἐλπίδα τῶν μελλόντων χρηστῶν. Οὐ τοίνυν ἀσφαλείας ἕνεκεν μόνον τῆς ἡμετέρας, ἀλλὰ καὶ ἡδονῆς καὶ παραμυθίας πρότερα ἔταξεν εἶναι τὰ δεινὰ, ἵνα ταῖς ἐλπίσι τῶν μελλόντων κουφιζόμενοι, μηδεμίαν τῶν παρόντων λάβωμεν αἴσθησιν. Καὶ τοῦτο αὐτὸ ὁ Παῦλος δεικνὺς καὶ ἐμφαίνων, ἔλεγεν, ὅτι Τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Ἐλαφρὰν τὴν θλῖψιν ἐκάλεσεν, οὐ παρὰ τὴν οἰκείαν φύσιν τῶν δεινῶν, ἀλλὰ παρὰ τὴν προσδοκίαν τῶν μελλόντων ἀγαθῶν. Καθάπερ γὰρ ὁ
5. Thus God also has done, not after the manner of kidnappers, but after that of fathers who care: He first cast us into grievous things, handing us over, as it were, to tutors and teachers in present affliction, that having been trained by these, having been chastened, having displayed all endurance, having learned all philosophy, and then having come to mature habit, we may inherit the kingdom of the heavens; He first rendered us fit for the stewardship of the wealth that is given, and then He puts the wealth itself into our hands. For had He not done this, the giving of the wealth would have been no gift, but punishment and vengeance. For just as a foolish and prodigal boy, upon succeeding to his ancestral inheritance, is hurled down headlong by this very thing, not possessing prudence sufficient for the stewardship of money; whereas if he should become understanding, and gentle, and self-controlled, and moderate, managing his patrimony as is needful, he becomes thereby more splendid and more illustrious; so also in our case must it needs befall. Whenever we receive spiritual understanding, whenever we all attain unto a perfect man, unto fullness of stature, then He puts into our hands all things that He promised; but now, like little children, He trains us with exhortation and consolation. And not only this is the gain from afflictions coming first, but also another not inferior to this. For he who first lives in luxury, and then after the luxury expects punishment, does not even feel the present luxury, on account of the expectation of the terrible things coming on; whereas he who is first in grievous things, and then after these is about to enjoy goodly things, disregards even the present hardships, on account of the hope of the goodly things to come. Not, therefore, for the sake of our safety alone, but also of pleasure and consolation, did He appoint the terrible things to be first, that being buoyed up by the hopes of the things to come, we may take no perception of the present things. And showing and declaring this very thing, Paul said: For the momentary lightness of our affliction works out for us surpassingly unto surpassing measure an eternal weight of glory, while we look not at the things that are seen, but at the things that are not seen. He called the affliction light, not from the own nature of the terrible things, but from the expectation of the good things to come. For just as the
PG 49:169Read from the page
ἔμπορος οὐκ αἰσθάνεται τῆς κατὰ τὴν ναυτιλίαν ταλαιπωρίας, τῇ τῶν φορτίων ἐλπίδι κουφιζόμενος, καὶ ὁ πυκτεύων γενναίως φέρει τὰ τραύματα τῆς κεφαλῆς, πρὸς τὸν στέφανον ἀποβλέπων· οὕτω δὴ καὶ ἡμεῖς πρὸς τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀτενίζοντες ἀγαθὰ, ὅσα ἂν ἐπιφέρηται δεινὰ, πάντα γενναίως οἴσομεν τῇ χρηστῇ τῶν μελλόντων ἐλπίδι νευρούμενοι. Ταύτην τοίνυν λαβόντες τὴν ῥῆσιν ἀπέλθωμεν· εἰ γὰρ καὶ ψιλὴ καὶ βραχεῖα, ἀλλὰ πολλὴν ἔχει φιλοσοφίας διδασκαλίαν. Ὁ ἐν ὀδύνῃ καὶ θλίψει, ἀρκοῦσαν ἔχει παράκλησιν· ὁ ἐν τρυφῇ καὶ πολυτελείᾳ, μέγαν σωφρονισμόν. Ὅταν γὰρ ἐπὶ τῆς τραπέζης κατακείμενος ἀναμνησθῇς τῆς ῥήσεως ταύτης, ἀποπηδήσεις ταχέως τῆς μέθης καὶ τῆς ἀδηφαγίας, μαθὼν διὰ τῆς λέξεως ταύτης, ὅτι ἐναγωνίους ἡμᾶς εἶναι χρή· καὶ πρὸς ἑαυτὸν ἐρεῖς· Παῦλος ἐν δεσμοῖς καὶ δεσμωτηρίοις, ἐγὼ δὲ ἐν μέθῃ καὶ πολυτελεῖ τραπέζῃ· καὶ ποίας τεύξομαι συγγνώμης; Τοῦτο καὶ γυναιξὶν ἐπιτήδειον τὸ ῥῆμα· αἱ γὰρ φιλόκοσμοι καὶ πολυτελεῖς, καὶ χρυσῷ πάντοθεν ἑαυτὰς καταδεσμοῦσαι, τῆς ἁλύσεως ταύτης ἀναμνησθεῖσαι, μισήσουσιν, εὖ οἶδ' ὅτι, καὶ βδελύξονται τὸν κόσμον ἐκεῖνον, καὶ πρὸς ταῦτα δραμοῦνται τὰ δεσμά. Ἐκεῖνα μὲν γὰρ πολλῶν κακῶν αἴτια γέγονε πολλάκις, καὶ μυρίους πολέμους εἰς τὴν οἰκίαν συνήγαγε, καὶ φθόνους καὶ βασκανίας καὶ μῖσος ἔτεκε· ταῦτα δὲ τῆς οἰκουμένης τὰς ἁμαρτίας ἔλυσε, καὶ δαίμονας ἐφόβησε, καὶ διάβολον ἐφυγάδευσε. Μετὰ τούτων ἐν τῷ δεσμωτηρίῳ διατρίβων τὸν δεσμοφύλακα ἔπεισε, μετὰ τούτων τὸν Ἀγρίππαν ἐπεσπάσατο, μετὰ τούτων πολλοὺς μαθητὰς κατεσκεύασεν ὁ Παῦλος. Διὰ τοῦτο καὶ ἔλεγεν· Ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος, ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Καθάπερ γὰρ ἀκτῖνα δῆσαι οὐ δυνατὸν οὐδὲ συγκλεῖσαι ἐν οἰκίᾳ, οὕτως οὐδὲ τοῦ κηρύγματος τὸν λόγον. Καὶ πολλῷ πλέον ὁ διδάσκαλος ἐδέδετο, καὶ ὁ λόγος ἐπέτετο· ἐκεῖνος τὸ δεσμωτήριον ᾤκει, καὶ ἡ διδασκαλία πτερωθεῖσα πανταχόσε τῆς οἰκουμένης ἔτρεχε.
merchant does not feel the hardship of the voyage, being buoyed up by the hope of his cargoes, and the boxer nobly bears the wounds upon his head, looking towards the crown: so indeed we also, gazing intently towards heaven and the good things in the heavens, whatever terrible things may be brought upon us, shall nobly bear them all, being nerved by the goodly hope of the things to come. Having received this saying, therefore, let us depart; for even if it is bare and brief, yet it holds much teaching of philosophy. He who is in pain and affliction has sufficient consolation; he who is in luxury and lavishness has a great chastening. For when, reclining at table, you call to mind this saying, you will speedily leap away from drunkenness and gluttony, having learned through this utterance that we must be engaged in struggle; and you will say to yourself: Paul was in bonds and prisons, while I am in drunkenness and at a lavish table; and what pardon shall I obtain? This saying is fitting for women also; for those who love adornment and are extravagant, and bind themselves round on every side with gold, when they call to mind this chain, will hate, I know well, and abhor that adornment, and will hasten to these bonds. For those ornaments have often been the causes of many evils, and have gathered myriad wars into the house, and have begotten jealousies and malices and hatred; whereas these have loosed the sins of the inhabited world, and have terrified demons, and have put the devil to flight. Dwelling with these in the prison, Paul persuaded the jailer; with these he drew Agrippa over; with these he formed many disciples. On this account he also said: Wherein I suffer hardship unto bonds, as an evildoer, yet the word of God is not bound. For just as it is not possible to bind a sunbeam nor to shut it up in a house, so neither the word of the preaching. And much more: the teacher was bound, and the word flew; he inhabited the prison, and the teaching, furnished with wings, coursed everywhere throughout the inhabited world.
ϛʹ. Ταῦτ' οὖν εἰδότες μὴ προκαταπίπτωμεν ἐπὶ τοῖς δεινοῖς, ἀλλὰ μᾶλλον τότε δυνατώτεροι γινώμεθα, τότε ἰσχυρότεροι· Ἡ γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται. Μὴ ἀλγῶμεν ἐπὶ ταῖς ἐπαγομέναις συμφοραῖς, ἀλλ' ἐν ἅπασιν εὐχαριστῶμεν τῷ Θεῷ. Δευτέραν ἑβδομάδα τῆς νηστείας παρήλθομεν, ἀλλὰ μὴ τοῦτο σκοπῶμεν· οὐ γὰρ τοῦτό ἐστι παρελθεῖν νηστείαν, ἐὰν τὸν χρόνον παρέλθωμεν. Τοῦτο λογισώμεθα, εἰ σπουδαιότεροι γεγόναμεν, ει διωρθώσαμέν τι τῶν ἡμετέρων ἐλαττωμάτων, εἰ τὰ ἁμαρτήματα ἀπενιψάμεθα. Ἔθος ἅπασιν ἐρωτᾷν κατὰ τὴν Τεσσαρακοστὴν, πόσας ἕκαστος ἑβδομάδας ἐνήστευσε· καὶ ἔστιν ἀκοῦσαι λεγόντων τῶν μὲν, ὅτι δύο, τῶν δὲ, ὅτι τρεῖς, τῶν δὲ, ὅτι πάσας ἐνήστευσαν τὰς ἑβδομάδας. Καὶ τί τὸ κέρδος, ἐὰν ἔρημοι κατορθωμάτων παρέλθωμεν τὴν νηστείαν; Ἐὰν ἕτερος λέγῃ, ὅτι Πᾶσαν ἐνήστευσα τὴν τεσσαρακοστὴν, σὺ εἰπὲ, ὅτι Ἐχθρὸν εἶχον, καὶ κατηλλάγην· ἔθος εἶχον κακηγορεῖν, καὶ ἐπαυσάμην· ἔθος εἶχον ὀμνύναι, καὶ ἔλυσα τὸ πονηρὸν ἔθος. Οὐδὲν ὄφελος τοῖς ἐμπόροις, ἂν πολὺ μῆκος πελάγους παραδράμωσιν, ἀλλ' ἐὰν μετὰ φορτίων πλέωσι καὶ πολλῆς τῆς ἐμπορίας· οὐδὲν ὄφελος τῆς νηστείας ἡμῖν, ἂν παρέλθωμεν αὐτὴν ἁπλῶς καὶ εἰκῆ καὶ μάτην. Ἂν τὴν τῶν βρωμάτων νηστεύωμεν νηστείαν, παρελθουσῶν τῶν τεσσαράκοντα ἡμερῶν παρέρχεται καὶ ἡ νηστεία· ἐὰν
6. Knowing these things, therefore, let us not sink down beforehand at terrible things, but rather let us then become more powerful, then stronger: For affliction works out endurance. Let us not grieve at the calamities that are brought upon us, but in all things let us give thanks to God. We have passed the second week of the fast, yet let us not look at this; for this is not to pass through a fast, if we merely pass through the time. Let us reckon this: whether we have become more earnest, whether we have amended any of our failings, whether we have washed away our sins. It is the custom for all during Lent to ask how many weeks each has fasted; and one may hear some saying two, others three, and others that they have fasted all the weeks. And what is the gain, if we pass through the fast destitute of righteous deeds? If another says, I have fasted the whole of Lent, do you say: I had an enemy, and I was reconciled; I had a habit of speaking evil, and I ceased; I had a habit of swearing oaths, and I broke off the wicked habit. There is no profit to merchants if they traverse a great expanse of sea, save if they sail with cargoes and much merchandise; there is no profit to us from the fast, if we pass through it merely and at random and in vain. If we fast the fast from foods, when the forty days have passed away, the fast also passes away; but if
Notes, col. 169

On the reading

Printed ει, for εἰ.

PG 49:170Read from the page
δὲ ἁμαρτημάτων ἀπεχώμεθα, καὶ τῆς νηστείας παρελθούσης ταύτης, ἐκείνη πάλιν μένει, καὶ διηνεκὴς ἔσται ἐντεῦθεν ἡμῖν ἡ ὠφέλεια, καὶ πρὸ τῆς βασιλείας τῶν οὐρανῶν οὐ μικρὰς ἡμῖν ἐνταῦθα ἀποδώσει τὰς ἀμοιβάς· ὥσπερ γὰρ ὁ ζῶν ἐν πονηρίᾳ, καὶ πρὸ τῆς γεέννης κολάζεται τῷ συνειδότι κεντούμενος· οὕτως ὁ πλουτῶν ἐν κατορθώμασι, καὶ πρὸ τῆς βασιλείας χαρᾶς μεγίστης ἀπολαύσεται, χρησταῖς ἐντρεφόμενος ἐλπίσι. Διὰ τοῦτο ὁ Χριστός φησι· Πάλιν ὄψομαι ὑμᾶς, καὶ χαρήσεσθε, καὶ τὴν χαρὰν υμῶν οὐδεὶς λαμβάνει. Βραχὺ τὸ ῥῆμα, ἀλλὰ πολλὴν ἔχει παραμυθίαν. Τί ποτ' οὖν ἐστι, Τὴν χαρὰν ὑμῶν οὐδεὶς λαμβάνει; Χρήματα ἂν ἔχῃς, πολλοὶ δύνανταί σου τὴν χαρὰν τὴν ἀπὸ τοῦ πλούτου λαβεῖν, καὶ κλέπτης διορύττων τοῖχον, καὶ οἰκέτης ἀφαιρούμενος τὰ ἐμπιστευθέντα, καὶ βασιλεὺς δημεύων, καὶ βάσκανος ἄνθρωπος ἐπηρεάζων. Δυναστείαν ἂν ἔχῃς, πολλοὶ δύνανταί σου λαβεῖν τὴν ἀπὸ ταύτης χαράν· ὅταν γὰρ παραλυθῇ τὰ τῆς ἀρχῆς, παραλυθήσεται καὶ τὰ τῆς ἡδονῆς· καὶ ἐν αὐτῇ δὲ τῇ ἀρχῇ πολλὰ συμπίπτοντα πράγματα, δυσκολίαν ἔχοντα καὶ φροντίδας, ὑποτέμνεταί σου τὴν εὐθυμίαν. Ἰσχὺν σώματος ἐὰν ἔχῃς, νόσος ἐπελθοῦσα κατέλυσε τὴν ἀπὸ ταύτης χαράν· κάλλος ἐὰν ἔχῃς καὶ ὥραν, γῆρας ἐπελθὸν ἐμάρανε καὶ ἀφείλετο τὴν χαράν· τραπέζης ἐὰν ἀπολαύσῃς πολυτελοῦς, ἑσπέρας καταλαβούσης, κατελύθη καὶ ἡ τῆς εὐωχίας χαρά· ἕκαστον γὰρ τῶν βιωτικῶν πραγμάτων εὐεπηρέαστόν ἐστι, καὶ μόνιμον ἡμῖν οὐκ ἰσχύει παρασχεῖν τὴν ἡδονήν· ἡ δὲ εὐσέβεια καὶ ἡ κατὰ ψυχὴν ἀρετὴ τοὐναντίον ἅπαν. Ἐλεημοσύνην ἐὰν ποιήσῃς, οὐδεὶς ἀφελεῖν δύναται τὸ κατόρθωμα, κἂν στρατόπεδα, κἂν βασιλεῖς, κἂν μυρίοι συκοφάνται, κἂν ἐπίβουλοι πάντοθεν ἐπιθῶνται, τὸ εἰς τὸν οὐρανὸν ἀποτεθὲν κτῆμα ἀφελέσθαι οὐ δύνανται· ἀλλὰ μένει διηνεκὴς ἡ χαρά. Ἐσκόρπισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· καὶ μάλα εἰκότως. Ἐν γὰρ τοῖς τῶν οὐρανῶν ἀπόκειται ταμιείοις, ὅπου οὐ κλέπτης διορύττει, οὐ λῃστὴς λαμβάνει, οὐ σὴς κατεσθίει. Εὐχὰς ἐὰν εὔξῃ συνεχεῖς καὶ ἐκτενεῖς, τὸν καρπὸν τὸν ἀπὸ τούτων οὐδεὶς συλῆσαι δυνήσεται· καὶ γὰρ οὗτος ὁ καρπὸς ἐν τοῖς οὐρανοῖς ἐῤῥίζωται, πάσης ἐπηρείας ἀπηλλαγμένος, καὶ μένων ἀχείρωτος. Ἐὰν κακῶς παθὼν εὐεργετήσῃς, ἐὰν κακῶς ἀκούσας φιλοσοφήσῃς, ἐὰν λοιδορηθεὶς εὐλογήσῃς, ταῦτα τὰ κατορθώματα μένει διηνεκῶς, καὶ τὴν ἐκ τούτων χαρὰν οὐδεὶς λαμβάνει· ἀλλ' ὁσάκις ἂν αὐτῶν ὑπομνησθῇς, χαίρεις καὶ εὐφραίνῃ, καὶ πολλὴν καρποῦσαι τὴν ἡδονήν. Οὕτω δὴ καὶ τὸ φεύγειν ὅρκον ἐὰν κατορθώσωμεν, καὶ πείσωμεν τὴν γλῶτταν τὴν ἡμετέραν ἀπέχεσθαι τῆς ὀλεθρίου συνηθείας ταύτης, τὸ μὲν κατόρθωμα ἔσται ἐν βραχεῖ καιρῷ, ἡ δὲ εὐφροσύνη τοῦ κατορθώματος διηνεκῶς καὶ ἀδιαλείπτως. Λοιπὸν ὑμᾶς καὶ ἑτέρων διδασκάλους εἶναι χρὴ καὶ καθηγητὰς, καὶ φίλους τοὺς πλησίον, καὶ τοὺς οἰκέτας δὲ τοὺς συνδούλους, καὶ νέους τοὺς ὁμήλικας λαμβάνειν καὶ παιδεύειν καὶ ἐνάγειν. Ἆρα εἴ τίς σοι χρύσινον ἕνα καθ' ἕκαστον διορθούμενον ἄνθρωπον ἐπηγγείλατο, οὐ πᾶσαν ἂν ἐποιήσω σπουδὴν, καὶ διημέρευες προσεδρεύων, πείθων, παρακαλῶν; Νῦν δὲ οὐχ ἕνα χρύσινον, οὐδὲ δέκα, οὐδὲ εἴκοσι, καὶ ἑκατὸν, καὶ χιλίους, οὐδὲ γῆν ὁλόκληρον ὑπισχνεῖταί σοι τῶν πόνων τούτων ἀμοιβήν ὁ Θεός· ἀλλ'
we abstain from sins, even when this fast has passed away, that fasting remains still, and our benefit therefrom will be continual, and even before the kingdom of the heavens it will render to us no small recompenses here; for just as he who lives in wickedness is punished even before Gehenna, being goaded by his conscience, so he who is rich in righteous deeds will enjoy the greatest joy even before the kingdom, being nourished on goodly hopes. On this account Christ says: Again I will see you, and you shall rejoice, and your joy no one takes from you. The saying is brief, yet it holds much consolation. What then ever is, Your joy no one takes? If you have money, many can take from you your joy that comes from wealth: both a thief digging through a wall, and a household servant stealing away what was entrusted to him, and an emperor confiscating, and an envious man dealing despitefully. If you have powerful office, many can take from you the joy that comes from it; for whenever the affairs of office are undone, the things of pleasure will be undone also; and even in office itself many affairs befalling, bringing difficulty and cares, curtail your cheerfulness. If you have bodily strength, disease coming on undoes the joy that comes from it; if you have beauty and bloom, old age coming on withers it and takes away the joy; if you enjoy a lavish table, when evening overtakes it, the joy of the feasting is undone also; for each of the things of this life is easily assailed, and has not strength to afford us abiding pleasure; whereas piety and virtue of soul are the exact opposite. If you do almsgiving, no one can take away the righteous deed: even if armies, even if kings, even if myriad informers, even if plotters set upon you from every side, they cannot take away the possession laid up in heaven; but the joy remains continual. For He has dispersed, says scripture, He has given to the poor; his righteousness abides for ever; and very reasonably. For it is laid up in the storehouses of the heavens, where no thief digs through, no robber takes, no moth devours. If you pray continual and fervent prayers, no one will be able to plunder the fruit that comes from them; for this fruit also is rooted in the heavens, freed from all despiteful treatment, and abiding unconquerable. If when treated ill you do good, if when spoken ill of you practise philosophy, if when reviled you bless, these righteous deeds abide continually, and the joy from them no one takes; but as often as you recall them to mind, you rejoice and are gladdened, and reap abundant pleasure. Just so also, if we achieve the shunning of oaths, and persuade our tongue to abstain from this ruinous habit, the achievement will be in a brief time, while the gladness of the achievement will be continually and unceasingly. Henceforth you must also be teachers and guides of others: friends must take in hand their neighbours, household servants their fellow-slaves, and young men their peers in age, and instruct and lead them on. Tell me, if someone had promised you one gold piece for each person amended, would you not have made every effort, and spent the whole day attending upon them, persuading, exhorting? Yet now God promises you as recompense for these toils not one gold piece, nor ten, nor twenty, and a hundred, and a thousand, nor the entire earth, but
Notes, col. 170

On the reading

Printed υμῶν, for ὑμῶν.

Printed ἀμοιβήν, for ἀμοιβὴν.

PG 49:171Read from the page
ὃ τοῦ κόσμου παντὸς μεῖζόν ἐστι, τοῦτό σοι δίδωσι, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερον πρὸς τούτῳ. Ποῖον δὴ τοῦτο; Ὁ ἐξάγων τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται, φησί· τί τούτου γένοιτ' ἂν ἴσον εἰς τιμῆς λόγον καὶ ἀσφαλείας; Ποία δὲ ἡμῖν ἀπολογία καὶ συγγνώμη μετὰ τὴν τοσαύτην ὑπόσχεσιν τῆς τῶν πλησίων ἀμελοῦσι σωτηρίας; Σὺ δ' ἂν μὲν εἰς βάραθρον ἴδῃς καταπίπτοντα τυφλὸν, χεῖρα ὀρέγεις, καὶ νομίζεις ἀνάξιον εἶναι τὸ περιιδεῖν ἀπολλύμενον· ὁρῶν δὲ καθ' ἑκάστην ἡμέραν κατακρημνιζομένους πάντας τοὺς ἀδελφοὺς εἰς τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν, οὐδὲ ῥῆμα προέσθαι τολμᾷς; Ἀλλ' εἶπας ἅπαξ, καὶ οὐκ ἤκουσεν· οὐκοῦν εἰπὲ καὶ δὶς, καὶ τρὶς, καὶ τοσαυτάκις, ἕως ἂν πείσῃς. Καθ' ἑκάστην ἡμέραν ὁ Θεὸς ἡμῖν διαλέγεται, καὶ οὐκ ἀκούομεν, καὶ οὐκ ἀφίσταται διαλεγόμενος· ταύτην καὶ σὺ μίμησαι τὴν κηδεμονίαν
what is greater than the whole world, this He gives you, the kingdom of the heavens; and not this only, but also another thing besides this. What sort of thing, then, is this? He that brings forth the precious from the unworthy shall be as My mouth, says He; what could be equal to this on the score of honour and safety? And what defence and pardon shall there be for us if, after so great a promise, we neglect the salvation of our neighbours? Yet if you see a blind man falling into a pit, you stretch out a hand, and deem it unworthy to overlook him perishing; while seeing every day all your brethren hurled down headlong into the wicked habit of oaths, do you not dare to utter even a word? Yet you spoke once, and he did not hear; speak then both twice, and thrice, and as many times until you persuade him. Every day God converses with us, and we do not hear, and He does not desist from conversing; do you also imitate this solicitude
Εἰς τοὺς ἄρχοντας τοὺς παρὰ τοῦ βασιλέως Θεοδοσίου ἀποσταλέντας, Ἑλλέβιχον στρατηλάτην καὶ Καισάριον μάγιστρον, εἰς τὴν τῶν πεπλημμεληκότων ἐξέτασιν διὰ τὴν τῶν ἀνδριάντων καταστροφήν.
On the magistrates sent by the Emperor Theodosius, Ellebichus the Master of the Soldiery and Caesarius the Master of Offices, for the inquest upon the offenders on account of the overthrow of the statues.
Ὁμιλία ιζʹ.
Homily XVII.
αʹ. Εἰς καιρὸν ὑπεψήλαμεν ἅπαντες κοινῇ τήμερον· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος. Καὶ γὰρ θαυμαστὰ καὶ παράδοξα γέγονε πράγματα· πόλιν ὁλόκληρον καὶ δῆμον τοσοῦτον καταποντίζεσθαι μέλλοντα καὶ ὑποβρύχιον γίνεσθαι καὶ ἀπόλλυσθαι τέλεον ἀθρόον, ἐν μιᾷ καιροῦ ῥοπῇ τῆς ναυαγίας ἁπάσης ἀπήλλαξεν. Εὐχαριστήσωμεν τοίνυν, μὴ μόνον, ὅτι τὸν χειμῶνα ἔλυσεν, ἀλλ' ὅτι καὶ γενέσθαι αὐτὸν συνεχώρησε· μὴ μόνον ὅτι τῆς ναυαγίας ἡμᾶς ἀπήλλαξεν, ἀλλ' ὅτι καὶ πρὸς τοσαύτην ἀγωνίαν καταπεσεῖν ἀφῆκε, καὶ τὸν περὶ τῶν ἐσχάτων ἡμῖν ἐπικρεμασθῆναι κίνδυνον. Οὕτω καὶ Παῦλος ἐκέλευσεν ἐν παντὶ εὐχαριστεῖν. Ὅταν δὲ εἴπῃ, Ἐν παντὶ εὐχαριστεῖτε, τοῦτο λέγει, μὴ μόνον ἐν τῇ λύσει τῶν δεινῶν, ἀλλὰ καὶ ἐν τῷ καιρῷ τῶν δεινῶν· Τοῖς γὰρ ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Εὐχαριστήσωμεν αὐτῷ διὰ τὴν λύσιν τῶν πειρασμῶν, καὶ μὴ ἐπιλαθώμεθα τούτων ποτέ· εὐχαῖς προσέχωμεν, ἱκετηρίαις συνεχέσιν, εὐλαβείᾳ πολλῇ. Ὅτε παρὰ τὴν ἀρχὴν ἡ χαλεπὴ τῶν κακῶν τούτων ἀνήφθη πυρὰ, ἔλεγον, ὅτι οὐκ ἔστι καιρὸς διδασκαλίας, ἀλλὰ καιρὸς εὐχῶν· τοῦτο δὴ καὶ νῦν, ἐπειδὴ ἐσβέσθη, λέγω, ὅτι νῦν μάλιστα καιρὸς εὐχῶν ἢ πρότερον, νῦν μάλιστα καιρὸς δακρύων καὶ κατανύξεως καὶ ψυχῆς πεπονημένης καὶ πολλῆς σπουδῆς καὶ πολλῆς ἀσφαλείας. Τότε μὲν γὰρ αὐτὴ τῶν θλίψεων ἡ φύσις καὶ ἄκοντας ἡμᾶς συνέστελλε καὶ σωφρονεῖν παρεσκεύαζε, καὶ πρὸς πλείονα ἤγαγεν εὐλάβειαν· νυνὶ δὲ ἀφαιρεθέντος τοῦ χαλινοῦ, καὶ τοῦ νέφους παρελθόντος, δέος, μὴ πρὸς ῥᾳθυμίαν ἀποκλίνωμεν, μὴ χαυνότεροι γενώμεθα πάλιν ὑπὸ τῆς ἀνέσεως, μὴ καὶ περὶ ἡμῶν εἴπῃ τις· Ὅτε ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον, καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Διὰ τοῦτο καὶ Μωϋσῆς Ἰουδαίοις παρῄνει λέγων· Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθεὶς μνήσθητι Κυρίου τοῦ Θεοῦ σου.
1. Seasonably have we all chanted together in common today: Blessed be the Lord, the God of Israel, Who alone doeth wondrous things. For indeed wondrous and beyond expectation are the things that have come to pass: an entire city and so great a people, about to sink and be submerged and perish utterly all at once, He has delivered in a single turn of the scale from the whole shipwreck. Let us give thanks, therefore, not only that He loosed the tempest, but that He also permitted it to come to pass; not only that He delivered us from the shipwreck, but that He also suffered us to fall into so great anguish, and peril concerning the uttermost things to hang over us. Thus Paul also commanded to give thanks in everything. And when he says, In everything give thanks, he means this: not only in the release from terrible things, but also in the season of terrible things: For to those who love God all things work together for good. Let us give thanks to Him for the release from the trials, and let us never forget them; let us give heed to prayers, to continual supplications, to much reverence. When at the beginning the grievous pyre of these evils was kindled, I said that it was not a season for teaching, but a season for prayers; this very thing I say now also, since it has been quenched, that now above all is a season for prayers more than before, now above all a season for tears and compunction and a labouring soul and much earnestness and much wariness. For then the very nature of the afflictions restrained us even against our will and prepared us to be self-controlled, and led us to greater reverence; but now that the bridle has been taken away, and the cloud has passed by, there is fear lest we incline towards indolence, lest we become more slack again through the relief, lest someone say concerning us also: When He slew them, then they sought Him out, and turned back, and rose early unto God. On this account Moses also exhorted the Jews, saying: When you have eaten and drunk and been filled, remember the Lord your God.
Notes, col. 171

On the reading

Printed Εις, for Εἰς.

Printed τούς ἄρχοντας, for τοὺς ἄρχοντας.

Printed εις, for εἰς.