Migne Reading Room

PG 49 · cols. 160–165 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:160Read from the page
νισθέντας αὐτῶν τοὺς παῖδας. Ἠκούσατε τοῦ προφήτου σήμερον περὶ τῶν ὅρκων ἡμῖν διαλεγομένου; Ἐπέβλεψα τοῖς ὀφθαλμοῖς μου, καὶ εἶδον, φησὶ, καὶ ἰδοὺ δρέπανον πετόμενον μήκους πηχῶν εἴκοσι, καὶ πλάτους πηχῶν δέκα, καὶ εἶπε πρός με· Τί σὺ βλέπεις; Καὶ εἶπον· Ὁρῶ δρέπανον πετόμενον μήκους πηχῶν εἴκοσι, καὶ πλάτους δέκα πηχῶν· καὶ εἰσελεύσεται εἰς τὸν οἶκον, φησὶ, τοῦ ὀμνύοντος τῷ ὀνόματί μου, καὶ καταλύσει ἐν τῷ μέσῳ, καὶ κατασκάψει τοὺς λίθους καὶ τὰ ξύλα. Τί ποτέ ἐστι τὸ εἰρημένον, καὶ τίνος ἕνεκεν ἐν τάξει δρεπάνης ἡ τοῖς ὀμνύουσιν ἑπομένη τιμωρία φαίνεται, καὶ δρεπάνης πετομένης; Ἵνα τὸ ἄφυκτον τῆς δίκης καὶ τὸ ἀδιεξόδευτον τῆς κολάσεως ἴδῃς. Ξίφος μὲν γὰρ πετόμενον ἴσως τις διαδρᾶναι δυνήσεται, δρεπάνην δὲ εἰς τὸν τράχηλον ἐμπεσοῦσαν καὶ ἀντὶ σχοινίου γενομένην, οὐδεὶς ἂν διαφύγοι· ὅταν δὲ καὶ πτερὰ προσῇ, ποία λοιπὸν σωτηρίας ἐλπίς; Τίνος δὲ ἕνεκεν τοὺς λίθους καὶ τὰ ξύλα καταλύει τοῦ ὀμνύοντος; Ἵνα τοῖς ἄλλοις σωφρονισμὸς τὸ πάθος γένηται. Ἐπειδὴ γὰρ τὸν ὀμνύοντα ἀποθανόντα ἀνάγκη τῇ γῇ κρύπτεσθαι, ἡ οἰκία καταλυθεῖσα καὶ χῶμα γενομένη τοῖς παριοῦσιν ἅπασι καὶ βλέπουσι παραινέσεται διὰ τῆς ὄψεως, μὴ τὰ αὐτὰ τολμᾷν, ἵνα μὴ τὰ αὐτὰ πάθωσι, καὶ κατήγορος ἔσται τῆς τοῦ τετελευτηκότος ἁμαρτίας διηνεκής. Οὐχ οὕτω κεντεῖ ξίφος, ὡς ὅρκου φύσις· οὐχ οὕτως ἀναιρεῖ μάχαιρα, ὡς ὅρκου πληγή. Ὁ ὀμόσας, κἂν δοκῇ ζῇν, ἤδη τετελεύτηκε, καὶ τὴν πληγὴν ἐδέξατο· καὶ καθάπερ ὁ τὸ σπαρτίον λαβὼν, καὶ πρὶν ἢ τὴν πόλιν ἐξελθεῖν, καὶ ἐπὶ τὸ βάραθρον ἐλθεῖν, καὶ δήμιον ἰδεῖν ἐφιστάμενον, τέθνηκεν ἅμα τῷ τὰς θύρας ἐξελθεῖν τοῦ δικαστηρίου, οὕτω καὶ ὁ ὀμόσας. Ταῦτα λογιζώμεθα, καὶ μὴ ὁρκίζωμεν τοὺς ἀδελφούς. Τί ποιεῖς, ἄνθρωπε; ἐπὶ τραπέζης ὁρκίζεις ἱερᾶς, καὶ ἔνθα ὁ Χριστὸς κεῖται τεθυμένος, ἐκεῖ τὸν ἀδελφὸν καταθύεις τὸν σόν; Καὶ οἱ μὲν λῃσταὶ ἐπὶ τῶν ὁδῶν θύουσι, σὺ δὲ ἔμπροσθεν τῆς μητέρος τὸν υἱὸν καταθύεις ἐναγέστερον τοῦ Κάϊν ἐργαζόμενος φόνον; Ἐκεῖνος μὲν γὰρ ἔθυσε τὸν ἀδελφὸν αὐτοῦ ἐπὶ τῆς ἐρημίας, καὶ τὸν παρόντα θάνατον· σὺ δὲ θύεις τὸν ἀδελφὸν ἐν μέσῳ τῆς ἐκκλησίας, καὶ τὸν μέλλοντα θάνατον τὸν ἀθάνατον. Μὴ γὰρ ἐκκλησία διὰ τοῦτο γέγονεν, ἵνα ὀμνύωμεν; Διὰ τοῦτο γέγονεν, ἵνα εὐχώμεθα. Μὴ γὰρ τράπεζα διὰ τοῦτο ἔστηκεν, ἵνα ὁρκίζωμεν; Διὰ τοῦτο ἔστηκεν, ἵνα τὰ ἁμαρτήματα λύωμεν, οὐχ ἵνα δεσμῶμεν.
children chastened. Did you hear the prophet discoursing to us today concerning oaths? I looked with my eyes, and I saw, he says, and behold, a flying sickle twenty cubits in length and ten cubits in breadth; and he said to me: What do you see? And I said: I see a flying sickle twenty cubits in length and ten cubits in breadth. And it shall enter, he says, into the house of him who swears by My name, and shall lodge in the midst of it, and shall pull down its stones and its timbers. What ever is that which has been spoken, and for what reason is the punishment that follows those who swear shown in the likeness of a sickle, and a flying sickle? So that you may see that judgement is inescapable and chastisement admits of no way out. For a flying sword perhaps someone will be able to escape, whereas a sickle that falls upon the neck and acts in place of a noose no one could escape; and when wings are added besides, what hope of safety remains? And for what reason does it pull down the stones and the timbers of him who swears? In order that his suffering may become a warning to others. For since he who swears, once dead, must needs be hidden in the earth, his house, pulled down and turned into a heap of rubble, will admonish by the very sight all who pass by and behold it not to dare the same things, lest they suffer the same things, and will be a perpetual accuser of the dead man's sin. A sword does not pierce so sharply as the nature of an oath; a sabre does not slay so surely as the stroke of an oath. He who has sworn, even though he seems to live, has already died and received the mortal blow; and just as the man who has received the halter, even before going out of the city, and coming to the pit of execution, and seeing the executioner standing by, is dead the moment he steps out through the doors of the courthouse, so also is he who has sworn. Let us reckon upon these things, and let us not adjure our brethren. What are you doing, O man? Do you exact an oath at the sacred table, and right where Christ lies sacrificed, there do you slaughter your own brother? Robbers indeed slay upon the highways, while you slaughter the son before the eyes of his mother, perpetrating a murder more accursed than Cain's? For he slew his brother in the wilderness, and with this present death; whereas you slay your brother in the midst of the church, and with the death to come, the deathless death. Was the church made for this, that we should swear? It was made for this, that we should pray. Does the table stand for this, that we should adjure? It stands for this, that we should loose sins, not bind them.
Σὺ δὲ εἰ μηδὲν ἕτερον, αὐτὸ γοῦν τὸ βιβλίον αἰδέσθητι ὃ προτείνεις εἰς ὅρκον, καὶ τὸ Εὐαγγέλιον, ὃ μετὰ χεῖρας λαμβάνων κελεύεις ὀμνύναι, ἀνάπτυξον, καὶ ἀκούσας τί περὶ ὅρκων ὁ Χριστὸς ἐκεῖ διαλέγεται, φρίξον, καὶ ἀπόστηθι. Τί οὖν ἐκεῖ περὶ ὅρκων φησίν; Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως· σὺ δὲ τὸν νόμον τὸν κωλύοντα ὀμνύναι, τοῦτον ὅρκον ποιεῖς; Ὢ τῆς ὕβρεως! ὢ τῆς παροινίας! ταυτὸν γὰρ ποιεῖς, ὥσπερ ἂν εἴ τις τὸν νομοθέτην τὸν κωλύοντα φονεύειν, αὐτὸν σύμμαχον κελεύοι γενέσθαι πρὸς τὴν σφαγήν. Οὐχ οὕτω στένω καὶ δακρύω σφαζομένους ἀκούων τινὰς ἐν ταῖς ὁδοῖς, ὡς στένω καὶ δακρύω καὶ φρίττω, ἐπειδὰν ἴδω τινὰ πλησίον τῆς τραπέζης ταύτης ἐλθόντα, καὶ τὰς χεῖρας θέντα, καὶ τῶν Εὐαγγελίων ἁψάμενον καὶ ὀμνύοντα. Περὶ χρημάτων ἀμφιβάλλεις, εἰπέ μοι, καὶ ψυχὴν ἀναιρεῖς; τί τοσοῦτον κερδαίνεις, ὅσον ζημιοῖς καὶ τὴν ψυχήν σου, καὶ τὸν πλη,
Yet if you revere nothing else, reverence at least the very book which you hold forth for an oath, and unroll the Gospel which you take into your hands when bidding a man swear, and hearing what Christ discourses there concerning oaths, shudder and desist. What then does He say there concerning oaths? But I say to you, Do not swear at all; and do you make the very law that forbids swearing into an oath? Oh, the outrage! Oh, the drunken insolence! For you do the very same thing as if someone were to bid the lawgiver who forbids murder to become himself an accomplice to the slaughter. I do not groan and weep so much on hearing that men have had their throats cut upon the highways, as I groan and weep and shudder whenever I see someone come near this table, and lay his hands upon it, and touch the Gospels and swear. Are you in dispute about money, tell me, and do you destroy a soul? What do you gain so great as the loss you inflict both upon your own soul and upon your
Notes, col. 160

On the reading

Printed πλη,, for πλη-.

PG 49:161Read from the page
σίον; Εἰ μὲν πιστεύεις, ὅτι ἀληθής ἐστιν ὁ ἀνὴρ, μὴ ἐπαγάγῃς τοῦ ὅρκου τὴν ἀνάγκην· εἰ δὲ οἶδας, ὅτι ψεύδεται, μὴ ἀναγκάσῃς ἐπιορκεῖν. Ἀλλ' ἵνα πληροφορηθῶ, φησίν. Ὅταν μὲν οὖν μὴ ὁρκίσῃς, τότε ἱκανὴν δέξῃ πληροφορίαν. Νῦν μὲν γὰρ ἀναχωρήσας οἴκαδε κατεσθίῃ διηνεκῶς ὑπὸ τοῦ συνειδότος ταῦτα λογιζόμενος, ἆρα μὴ μάτην ὥρκωσα; ἆρα μὴ ἐπιώρκησεν; ἆρα μὴ ἐγὼ τῆς ἁμαρτίας ἐγενόμην αἴτιος; Ἂν δὲ μὴ ὁρκώσῃς, ἀναχωρήσας οἴκαδε πολλὴν δέξῃ παραμυθίαν εὐχαριστῶν τῷ Θεῷ, καὶ λέγων· Εὐλογητὸς ὁ Θεὸς, ὅτι κατέσχον ἐμαυτὸν, καὶ οὐχ ὥρκωσα εἰκῆ οὐδὲ μάτην. Οἰμωζέτω τὸ χρυσίον, ἀπολλύσθω τὰ χρήματα, ὥστε πληροφορίαν ἡμῖν τοῦτο ἐντίθησι μάλιστα, τὸ μὴ παραβῆναι τὸν νόμον, μηδὲ ἕτερον ἀναγκάσαι τοῦτο ποιῆσαι. Ἐννόησαι διὰ τίνα οὐχ ὥρκωσας, καὶ ἀρκέσει σοι τοῦτο εἰς παραμυθίαν καὶ παράκλησιν. Πολλάκις γοῦν μάχης γινομένης ὑβριζόμενοι φέρομεν γενναίως, καὶ πρὸς τὸν ὑβρίζοντα λέγομεν· Τί σοι ποιήσω; ὁ δεῖνά με κωλύει, ὁ προστάτης ὁ σὸς, ἐκεῖνός μου κατέχει τὰς χεῖρας· καὶ ἀρκεῖ τοῦτο ἡμῖν εἰς παραμυθίαν. Οὕτω καὶ σὺ, ἐπειδὰν μέλλῃς τινὰ ὁρκίζειν, ἐπίσχες σαυτὸν καὶ κώλυσον, καὶ εἰπὲ πρὸς τὸν μέλλοντα ὀμνύναι· Τί σοι ποιήσω; ὁ Θεὸς ἐκέλευσε μὴ ὁρκίζειν· ἐκεῖνός με κατέχει νῦν. Ἀρκεῖ τοῦτο καὶ εἰς τιμὴν τοῦ νομοθετήσαντος, καὶ εἰς ἀσφάλειαν σὴν, καὶ εἰς φόβον τοῦ μέλλοντος ὀμνύναι. Ὅταν γὰρ ἐκεῖνος ἴδῃ, ὅτι ὁρκῶσαι ἑτέρους οὕτω δεδοίκαμεν, πολλῷ μᾶλλον αὐτὸς ὀμόσαι προπετῶς φοβηθήσεται· ἂν
neighbour? If indeed you believe that the man is truthful, do not impose the necessity of an oath; and if you know that he is lying, do not force him to commit perjury. Yet it is so that I may be fully assured, says he. Nay, it is when you do not adjure him that you will receive ample assurance. For as things stand, when you go back home you are perpetually gnawed by your conscience as you reckon over these thoughts: Did I perhaps adjure him in vain? Did he perhaps swear falsely? Did I perhaps become the cause of the sin? Whereas if you do not adjure him, on going back home you will receive abundant consolation, giving thanks to God and saying: Blessed be God, that I restrained myself, and did not adjure him idly or in vain. Let the gold go hang, let the money perish; so that this very thing above all implants full assurance in us: not to transgress the law, nor to force another to do so. Reflect for Whose sake you did not exact an oath, and this will suffice you for consolation and encouragement. Often, at any rate, when a quarrel takes place and we are insulted, we bear it nobly and say to him who insults us: What am I to do to you? So-and-so hinders me, your patron; it is he who holds back my hands; and this suffices us for consolation. So you too, whenever you are about to adjure anyone, check yourself and hold back, and say to him who is about to swear: What am I to do to you? God commanded not to adjure; He holds me back now. This suffices both for the honour of Him Who gave the law, and for your own safety, and for the fear of him who is about to swear. For when that man sees that we are so afraid to put others under oath, much more will he himself fear to swear rashly; and if
Φημισθείσης εἰς τὸν ἄρχοντα πραίδας, καὶ πάντων περὶ φυγῆς βουλευομένων, τοῦ ἄρχοντος a εἰσελθόντος εἰς τὴν ἐκκλησίαν καὶ παρακαλέσαντος, ἐλέχθη ἡ παροῦσα ὁμιλία· καὶ περὶ τοῦ μὴ ὀμνύναι· καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ.
When a rumour of a raid had reached the magistrate and all were deliberating about flight, after the magistrate a had entered the church and consoled the people, the present homily was delivered; also on abstaining from oaths, and on the saying of the Apostle, Paul, a prisoner of Jesus Christ.
Ὁμιλία ιϛʹ.
Homily 16.
αʹ. Τὸν ἄρχοντα μὲν ἐπήνεσα τῆς κηδεμονίας, ὅτι τεθορυβημένην τὴν πόλιν ἰδὼν καὶ πάντας περὶ φυγῆς βουλευομένους, εἰσελθὼν παρεκάλεσέ τε ὑμᾶς καὶ εἰς χρηστὰς ἤγαγεν ἐλπίδας· ὑπὲρ ὑμῶν δὲ ᾐσχύνθην καὶ ἠρυθρίασα, ὅτι τῆς ἔξωθεν ἐδεήθητε παρακλήσεως μετὰ τοὺς πολλοὺς καὶ μακροὺς λόγους ἐκείνους. Ηὐξάμην διαστῆναί μοι τὴν γῆν καὶ καταδῦναι, ὅτε ἤκουον αὐτοῦ πρὸς ὑμᾶς διαλεγομένου, καὶ νῦν μὲν παραμυθουμένου, νῦν δὲ αἰτιωμένου τὴν ἄκαιρον ταύτην καὶ ἄλογον δειλίαν. Οὐ γὰρ ὑμᾶς παρ' ἐκείνου διδάσκεσθαι ἔδει, ἀλλ' ὑμᾶς τοῖς ἀπίστοις ἅπασι γίνεσθαι διδασκάλους. Οὐ γὰρ δικάζεσθαι παρὰ τοῖς ἀπίστοις ὁ Παῦλος ἐπέτρεψε· σὺ δὲ διδασκάλων τῶν ἔξωθεν ἐδεήθης μετὰ τὴν τοσαύτην τῶν πατέρων παραίνεσιν, καὶ δραπέται καὶ μαστιγίαι τινὲς πόλιν τοσαύτην ἀνεπτέρωσαν καὶ εἰς φυγὴν ἐνέβαλον. Ποίοις ὀφθαλμοῖς ἀντιβλέψομεν λοιπὸν τοὺς ἀπίστους, οὕτω ψοφοδεεῖς ὄντες καὶ δειλοί; ποίᾳ γλώττῃ πρὸς αὐτοὺς διαλεξόμεθα, καὶ πείσομεν θαῤῥεῖν ὑπὲρ
1. I praised the magistrate for his care, because on seeing the city thrown into tumult and all men deliberating about flight, he entered and both encouraged you and led you to good hopes; yet on your behalf I felt shame and blushed, because you stood in need of exhortation from without after all those many and long discourses. I prayed that the earth might gape open for me and that I might sink down, when I heard him discoursing to you, now consoling you, and now blaming this untimely and irrational cowardice. For you ought not to have been taught by him, but you yourselves ought to have become teachers to all unbelievers. For Paul did not suffer men even to go to law before unbelievers; yet you stood in need of teachers from without after so great an exhortation from the fathers, and certain runaways and whipping-knaves set so great a city aflutter and cast it into flight. With what eyes, then, shall we look unbelievers in the face, being so startled at every noise and so cowardly? With what tongue shall we discourse to them, and persuade them to take courage in the face of
PG 49:162Read from the page
τοῦτο τὸ ῥῆμα φθέγξῃ, μετὰ πολλῆς οἴκαδε ἀναχωρήσεις τῆς πληροφορίας. Ἄκουσον γοῦν τοῦ Θεοῦ ἐν ταῖς ἐντολαῖς, ἵνα καὶ αὐτὸς ἀκούσῃ σοῦ ἐν ταῖς προσευχαῖς. Τοῦτο τὸ ῥῆμα ἐγγραφήσεται ἄνω, καὶ παραστήσεταί σοι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καὶ πολλὰς ἁμαρτίας διαλύσεται. Καὶ τοῦτο μὴ ἐπὶ τοῦ ὅρκου μόνον, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν πραγμάτων λογιζώμεθα, καὶ ὅταν μέλλωμέν τι διὰ Θεὸν ποιεῖν ἀγαθὸν, εἶτα φέρῃ ζημίαν τινὰ, μὴ τὴν ζημίαν τὴν ἐκ τοῦ πράγματος βλέπωμεν μόνον, ἀλλὰ καὶ τὸ κέρδος, ὃ καρπωσόμεθα ἐκ τοῦ διὰ τὸν Θεὸν ποιῆσαι. Οἷόν τι λέγω· Ὕβρισέ σέ τις; φέρε γενναίως· οἴσεις δὲ γενναίως, ἂν μὴ τὴν ὕβριν ἐννοήσῃς μόνον, ἀλλὰ καὶ τὸ ἀξίωμα τοῦ κελεύοντος φέρειν, καὶ οἴσῃ πράως. Ἔδωκας ἐλεημοσύνην; μὴ τὴν δαπάνην ἐννόει, ἀλλὰ καὶ τὴν πρόσοδον τὴν ἀπὸ τῆς δαπάνης. Ἐζημιώθης χρήματα; εὐχαρίστησον, καὶ μὴ τὴν ὀδύνην τὴν ἀπὸ τῆς ζημίας ἴδῃς μόνον, ἀλλὰ καὶ τὸ κέρδος τὸ ἀπὸ τῆς εὐχαριστίας. Ἂν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν, οὐδὲν ἡμᾶς λυπήσει τῶν ἐμπιπτόντων δεινῶν, ἀλλὰ καὶ κερδανοῦμεν ἀπὸ τῶν δοκούντων εἶναι λυπηρῶν, καὶ ζημία πλούτου, καὶ λύπη ἡδονῆς καὶ εὐφροσύνης, καὶ ὕβρις τιμῆς ἡδίων ἔσται καὶ ποθεινοτέρα, καὶ τὰ ἐναντία πάντα εἰς κέρδος ἡμῖν ἀποβήσεται· καὶ ἐνταῦθα πολλῆς ἀπολαυσόμεθα τῆς γαλήνης, κἀκεῖ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτευξόμεθα· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
you utter this saying, you will return home with great assurance. Hearken to God, then, in His commandments, that He also may hearken to you in your prayers. This saying will be inscribed on high, and will stand by you in the day of judgement, and will blot out many sins. And let us reckon thus not concerning an oath only, but also concerning all affairs; and whenever we are about to do some good thing for God's sake, and it then brings some loss, let us look not only at the loss arising from the matter, but also at the gain which we shall reap from having done it for God's sake. For instance: Has someone insulted you? Bear it nobly; and you will bear it nobly if you call to mind not the insult alone, but also the dignity of Him Who bids you bear it, and you will bear it meekly. Have you given alms? Do not consider the outlay, but also the revenue that comes from the outlay. Have you suffered a loss of money? Give thanks, and look not only at the pain arising from the loss, but also at the gain arising from thanksgiving. If we regulate ourselves in this way, none of the calamities that befall us will grieve us, nay, we shall even profit from the things that seem to be grievous: loss will be sweeter and more desirable than wealth, grief than pleasure and gladness, and insult than honour, and all adverse things will turn out to our gain; and here we shall enjoy abundant calm, and there we shall attain the kingdom of heaven; whereof may we all be counted worthy, by the grace and loving-kindness of our Lord Jesus Christ, through Whom and with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and ever, and unto the ages of ages. Amen.
τῶν ἐπιόντων δεινῶν, λαγωοῦ παντὸς δειλότεροι διὰ τῆς ἀγωνίας γενόμενοι ταύτης; Καὶ τί πάθωμεν, φησίν; Ἄνθρωποι γάρ ἐσμεν. Δι' αὐτὸ μὲν οὖν τοῦτο οὐ χρὴ θορυβεῖσθαι, ἐπειδὴ ἄνθρωποί ἐσμεν, καὶ οὐκ ἄλογα. Ἐκεῖνα ἀπὸ ψόφων καὶ κτύπων ἅπαντα σοβεῖται· οὐ γὰρ ἔχει λογισμὸν τὸν δυνάμενον ἀποκρούσασθαι τὸ δέος· σὺ δὲ λόγῳ καὶ λογισμῷ τετιμημένος, πῶς εἰς τὴν ἐκείνων καταπίπτεις δυσγένειαν; Εἰσῆλθέ τις, ἀπήγγειλεν ἔφοδον στρατιωτῶν; μὴ θορυβηθῇς, ἀλλ' ἀφεὶς αὐτὸν, κλῖνον τὰ γόνατα, τὸν Δεσπότην σου παρακάλεσον, στέναξον πικρὸν, καὶ ἀποκρούσεται τὸ δεινόν. Σὺ μὲν στρατιωτῶν ἔφοδον ἀκούσας οὐκ ἀληθῆ, καὶ τῆς ζωῆς ἐκινδύνευσας ἀποῤῥαγῆναι τῆς παρούσης· ὁ δὲ μακάριος Ἰὼβ ἐκεῖνος ἐπαλλήλων ἀγγέλων ἐρχομένων, καὶ τὰ δεινὰ ἀπαγγελλόντων ἀκούων, καὶ προσθέντων τὴν ἀφόρητον τῶν παίδων ἀπώλειαν, οὐκ ἀνῴμωξεν, οὐκ ἐστέναξεν, ἀλλ' ἐπὶ προσευχὴν ἐτρέπετο, καὶ ηὐχαρίστει τῷ Δεσπότῃ. Τοῦτον καὶ σὺ μίμησαι· καὶ ὅταν ἐλθών τις ἀπαγγείλῃ ὅτι στρατιῶται τὴν πόλιν ἐκύκλωσαν καὶ τὰς οὐσίας διαρπάζειν μέλλουσι, πρὸς τὸν Δεσπότην σου κατάφυγε, καὶ εἰπέ· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.
oncoming terrors, having become more cowardly than any hare through this anguish? And what are we to do, says one? For we are human beings. Nay, for this very reason we ought not to be thrown into tumult, because we are human beings and not brute beasts. Those creatures are all scared away by noises and crashes, for they do not possess reason capable of beating back dread; whereas you, honoured with speech and reason, how do you sink down to their baseness? Did someone come in and report an inroad of soldiers? Be not troubled, but leaving him, bend your knees, entreat your Master, groan bitterly, and He will beat back the terror. When you heard an untrue report of an inroad of soldiers, you were in danger even of being torn away from this present life; whereas that blessed Job, when messengers came one upon another, and he heard them reporting those calamities and adding at last the unendurable destruction of his children, neither wailed aloud nor groaned, but turned to prayer and gave thanks to the Master. Do you also imitate him; and whenever someone comes and reports that soldiers have surrounded the city and are about to plunder your substance, flee for refuge to your Master, and say: The Lord gave, the Lord took away; as it seemed good to the Lord, so also it came to pass; blessed be the name of the Lord unto the ages.
PG 49:163Read from the page
Ἐκεῖνον οὐκ ἐφόβησεν ἡ πεῖρα τῶν πραγμάτων, σὲ καὶ ἡ ἀκοὴ μόνη πτοεῖ; Καὶ τίνος ἂν εἴημεν ἄξιοι λόγου, οἱ καὶ θανάτου κατατολμᾷν κελευσθέντες, καὶ ὑπὸ φήμης ψευδοῦς οὕτω πτοούμενοι; Ὁ θορυβούμενος καὶ τὸν οὐκ ὄντα φόβον συνίστησι καὶ ταραχὴν τὴν μὴ φαινομένην ὁ δὲ ἐν καταστάσει καὶ γαλήνῃ ψυχῆς ὢν καὶ τὸν ὄντα διαλύει. Οὐχ ὁρᾷς τοὺς κυβερνήτας, ὅτι τῆς θαλάσσης μαινομένης, νεφῶν συντρεχόντων, βροντῶν καταῤῥηγνυμένων, πάντων τῶν ἐπὶ τοῦ πλοίου θορυβουμένων, ἐπὶ τῶν οἰάκων αὐτοὶ κάθηνται, χωρὶς θορύβου καὶ ταραχῆς τῇ τέχνῃ τῇ ἑαυτῶν προσέχοντες, καὶ σκοποῦντες, ὅπως τὸν ἐπιόντα διακρούσωνται χειμῶνα; Τούτους καὶ σὺ μίμησαι, καὶ τῆς ἱερᾶς ἀγκύρας ἐπιλαβόμενος, τῆς εἰς τὸν Θεὸν ἐλπίδος, ἄσειστος μένε καὶ ἀπερίτρεπτος. Πᾶς ὅστις ἀκούει μου τοὺς λόγους τούτους, φησὶ, καὶ οὐ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ κατέπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. Ὁρᾷς ὅτι ἀνοίας ἐστὶ τὸ προκαταπίπτειν καὶ περιτρέπεσθαι; Μᾶλλον δὲ ἡμεῖς οὐδὲ κατὰ τὸν μωρὸν ἐκεῖνον ἐγενόμεθα, ἀλλὰ καὶ ἐκείνου ἀθλιώτερον κατεπέσομεν. Ἐκείνου μὲν γὰρ ἡ οἰκία μετὰ ποταμοὺς, μετὰ τὸ κατενεχθῆναι τὸν ὑετὸν, μετὰ τὸ προσπεσεῖν τοὺς ἀνέμους κατέπεσεν· ἡμεῖς δὲ οὐκ ἀνέμων ἐνεχθέντων, οὐ ποταμῶν προσρηξάντων, οὐ πνευμάτων προσβαλόντων, πρὸ τῆς πείρας τῶν δεινῶν ἀπὸ τῆς ἀκοῆς μόνης περιετράπημεν, καὶ πάντα, ἅπερ ἐφιλοσοφοῦμεν, ἐξεχέαμεν. Ποίαν οἴεσθέ μοι τὴν διάνοιαν εἶναι νῦν; πῶς ἐγκαλύπτεσθαι; πῶς καταδύεσθαι; πῶς ἐρυθριᾷν; Εἰ μὴ πολλὴν παρὰ τῶν πατέρων ὑπέστην ἀνάγκην, οὐδ' ἂν ἀνέστην, οὐδ' ἂν διελέχθην ὑπὸ τῆς ἀθυμίας σκοτωθεὶς τῆς ἐπὶ τῇ μικροψυχίᾳ τῇ ὑμετέρᾳ· ἀλλ' οὐδὲ νῦν δεδύνημαι εἰς ἐμαυτὸν ἐπανελθεῖν· οὕτω μοι θυμὸς καὶ ἀθυμία πολιορκεῖ τὴν ψυχήν. Τίς γὰρ οὐκ ἂν ἀγανακτήσειε, τίς οὐκ ἂν δυσχεράνειεν, ὅταν μετὰ τοσαύτην διδασκαλίαν, Ἑλλήνων δέησθε διδασκάλων εἰς τὸ παρακληθῆναι καὶ πεισθῆναι γενναίως ἐνεγκεῖν τὸν παρόντα φόβον; Εὔξασθε τοίνυν δοθῆναι λόγον ἡμῖν ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν, δυνηθῆναί τε τὴν ἀθυμίαν ἡμᾶς ἀποτινάξασθαι ταύτην καὶ μικρὸν ἀναστῆναι. Καὶ γὰρ σφόδρα κατέβαλεν ἡμῶν τὴν ψυχὴν ἡ ὑπὲρ τῆς ὑμετέρας μικροψυχίας αἰσχύνη.
Actual experience of calamities did not frighten him, and does mere rumour terrify you? And of what esteem could we be worthy, we who have been commanded to brave even death, and yet are thus terrified by a false report? The man who is thrown into tumult conjures up even a fear that does not exist and a disturbance nowhere to be seen, whereas he who is in a state of steadfastness and calm of soul dispels even the fear that is real. Do you not see the helmsmen, how when the sea rages, and clouds rush together, and thunderclaps burst forth, and all on board the ship are thrown into tumult, they themselves sit at the rudders, attending to their own craft without tumult or disturbance, and watching how they may beat off the oncoming storm? Do you also imitate these men, and laying hold of the sacred anchor, our hope in God, abide unshaken and unmoved. Every one who hears these words of Mine, He says, and does not do them, shall be likened to a foolish man, who built his house upon the sand; and the rain came down, and the rivers came, and the winds blew, and beat against that house, and it fell, and great was the fall thereof. Do you see that it belongs to folly to collapse beforehand and be overthrown? Nay rather, we have not even proved like that foolish man, but have fallen still more wretchedly than he. For his house fell after the rivers, after the rain had poured down, after the winds had struck upon it; whereas we, with no winds having swept down, no rivers having dashed against us, no blasts having assailed us, before any trial of terrors, were overthrown by mere rumour alone, and poured away all the wisdom we used to practise. What sort of mind do you suppose is mine now? How I veil my face! How I sink into the ground! How I blush! Had I not undergone great constraint from the fathers, I would neither have stood up nor discoursed, darkened as I am by despondency over your faint-heartedness; nay, not even now have I been able to come back to myself, so sorely do indignation and despondency besiege my soul. For who would not feel indignant, who would not be vexed, when after so great a teaching you stand in need of pagan teachers in order to be comforted and persuaded to bear the present fear nobly? Pray therefore that utterance may be given to us in the opening of our mouth, and that we may be able to shake off this despondency and rise up a little. For shame over your faint-heartedness has cast our soul down exceedingly.
βʹ. Πολλὰ πρώην διελέχθην πρὸς τὴν ὑμετέραν ἀγάπην καὶ περὶ παγίδων τῶν πανταχόθεν ἡμῖν κειμένων, καὶ περὶ φόβου καὶ ἀθυμίας, καὶ περὶ πένθους καὶ ἡδονῆς, καὶ περὶ τῆς δρεπάνης τῆς ἐπὶ τὰς οἰκίας τῶν ὀμνυόντων πετομένης· ἀπὸ τῶν πολλῶν δὴ μάλιστα τούτων ἁπάντων ἐκεῖνα διαμνημονεύσατέ μοι τὰ περὶ τῆς δρεπάνης εἰρημένα τῆς πετομένης, καὶ εἰς τὴν οἰκίαν τοῦ ὀμνύοντος καταλυούσης, καὶ τοὺς λίθους καὶ τὰ ξύλα κατασκαπτούσης καὶ δαπανώσης ἅπαντα. Καὶ μετὰ τούτου κἀκεῖνο φυλάττετε, ὅτι τῆς ἐσχάτης ἀνοίας ἐστὶν, Εὐαγγέλιον λαμβάνοντας ὀμνύναι, καὶ τὸν νόμον τὸν κωλύοντα ὀμνύναι, τοῦτον ὅρκον ποιεῖσθαι· καὶ ὅτι βέλτιον ζημιοῦσθαι χρήματα, ἢ τοῖς πλησίον ὅρκον ἐπαγαγεῖν· ὅτι ἱκανὴ τοῦτο εἰς τὸν Θεὸν γίνεται τιμή. Ὅταν γὰρ εἴπῃς τῷ Θεῷ, ὅτι Διὰ σὲ οὐχ ὥρκωσα τὸν δεῖνα τὸν κεκλοφότα καὶ κακουργήσαντα, ἀντὶ ταύτης σοι τῆς τιμῆς πολλὴν καὶ κατὰ παρὸν καὶ μετὰ ταῦτα ἀποδώσει τὴν
2. Not long ago I discoursed at length to your charity concerning the snares that lie set for us on every side, and concerning fear and despondency, and concerning mourning and pleasure, and concerning the sickle that flies against the houses of those who swear; out of all those many points, then, bear in mind for me above all what was said concerning the flying sickle that lodges in the house of him who swears, and pulls down its stones and its timbers and consumes all things. And along with this, keep fast that point also: that it belongs to the utmost folly to take the Gospel and swear, and to make the very law that forbids swearing into an oath; and that it is better to suffer loss of money than to impose an oath upon our neighbours, because this becomes an ample honour unto God. For whenever you say to God: For Thy sake I did not put under oath so-and-so who had stolen and wrought wrong, in return for this honour He will render to you an abundant
PG 49:164Read from the page
ἀμοιβήν. Ταῦτα καὶ πρὸς ἑτέρους λέγετε, καὶ αὐτοὶ διαφυλάττετε. Οἶδα ὅτι ἐνταῦθα εὐλαβέστεροι γινόμεθα, καὶ πᾶσαν πονηρὰν συνήθειαν ἀποτιθέμεθα· ἀλλὰ τὸ ζητούμενον τοῦτό ἐστιν, ἵνα μὴ ἐνταῦθα φιλοσοφῶμεν μόνον, ἀλλ' ἵνα καὶ ἔξω τὴν εὐλάβειαν ταύτην λαβόντες ἀπέλθωμεν, ὅπου μάλιστα αὐτῆς δεόμεθα. Καὶ γὰρ οἱ ὑδρευόμενοι οὐ παρὰ τὴν κρήνην μόνον ἔχουσι πεπληρωμένα τὰ ἀγγεῖα, οἴκοι δὲ ἀπελθόντες κενοῦσιν, ἀλλ' ἐκεῖ μάλιστα αὐτὰ μετὰ ἀσφαλείας ἀποτίθενται, ὥστε μὴ περιτραπῆναι καὶ μάταιον γενέσθαι τὸν πόνον. Τούτους καὶ ἡμεῖς μιμησώμεθα, καὶ οἴκοι γενόμενοι τηρῶμεν μετὰ ἀκριβείας τὰ εἰρημένα· ὡς ἐὰν ἐνταῦθα μὲν ἦτε πεπληρωμένοι, οἴκοι δὲ ἀναχωρῆτε κενοὶ, τὰ ἀγγεῖα τῆς διανοίας ὑμῶν ἔρημα τῆς ἀκροάσεως ἔχοντες, οὐδὲν ἔσται ἐκ τῆς ἐνταῦθα πληρώσεως ὑμῖν ὄφελος. Μή μοι δείξῃς ἐν τῇ παλαίστρᾳ τὸν ἀθλητὴν, ἀλλ' ἐν τῷ σκάμματι· μή μοι τὴν εὐλάβειαν κατὰ τὸν καιρὸν τῆς ἀκροάσεως, ἀλλὰ κατὰ τὸν καιρὸν τῆς πράξεως. Ἐπαινεῖς τὰ λεγόμενα νῦν· ὅταν σε δέῃ ὀμόσαι, πάντων αὐτῶν ἀναμνήσθητι τότε. Ἂν ταχέως τοῦτον κατορθώσητε τὸν νόμον, καὶ ἐφ' ἕτερα μείζονα τὴν διδασκαλίαν προάξομαι. Ἰδοὺ δεύτερον ἔτος ἔχω τοῦτο πρὸς τὴν ὑμετέραν διαλεγόμενος ἀγάπην, καὶ οὐδὲ ἑκατὸν στίχους τῶν Γραφῶν ὑμῖν ἴσχυσα ἐξηγήσασθαι· τὸ δὲ αἴτιον, ὅτι παρ' ἡμῶν δέεσθε μανθάνειν, ἅπερ οἴκοθεν καὶ παρ' ἑαυτῶν δύνασθε κατορθοῦν· καὶ τὸ πλέον ἡμῖν τῆς παραινέσεως εἰς τὸν ἠθικώτερον ἀναλίσκεται λόγον. Ταῦτα δὲ οὐκ ἐχρῆν οὕτω γίνεσθαι· ἀλλὰ τὴν μὲν τῶν τρόπων ἐπιμέλειαν οἴκοθεν ὑμᾶς καὶ παρ' ἑαυτῶν παιδεύεσθαι, τῶν Γραφῶν δὲ τὰ νοήματα καὶ τὰς θεωρίας ἡμῖν ἐπιτρέπειν. Εἰ δὲ καὶ ἐχρῆν καὶ παρ' ἡμῶν ὑμᾶς ἀκοῦσαι, πλέον μιᾶς ἡμέρας οὐκ ἔδει· οὐδὲ γὰρ ποικίλον τι καὶ δυσεύρετόν ἐστι τὸ λεγόμενον, οὐδὲ κατασκευῆς δεόμενόν τινος. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηται, σοφισμῶν οὐκ ἔστι καιρός. Ὁ Θεὸς εἶπε· Μὴ ὀμόσῃς· μὴ ἀπαίτει με λοιπὸν εὐθύνας. Νόμος ἐστὶ βασιλικός· ὁ θεὶς αὐτὸν οἶδε τὸν λόγον τοῦ νόμου· εἰ μὴ συμφέρον ἦν, οὐκ ἂν ἐκώλυσε, οὐκ ἂν ἀπηγόρευσε. Βασιλεῖς εἰσφέρουσι νόμους, καὶ οὐχ ἅπαντας συμφερόντως πολλάκις· ἄνθρωποι γάρ εἰσι καὶ οὐκ ἂν δύναιντο τὸ χρήσιμον οὕτως εὑρεῖν, ὥσπερ ὁ Θεὸς, ἀλλ' ὅμως οὕτω πειθόμεθα· κἂν γυναῖκας ἀγώμεθα, κἂν διαθήκας ποιῶμεν, κἂν οἰκέτας ὠνεῖσθαι μέλλωμεν, κἂν οἰκίας, κἂν ἀγροὺς, κἂν ὁτιοῦν ἕτερον ποιεῖν, οὐκ οἰκείᾳ γνώμῃ ταῦτα πράττομεν, ἀλλ' ὅπως ἂν ἐκεῖνοι διατάξωσι, καὶ τὰ ἡμῶν αὐτῶν διαθέσθαι κατὰ γνώμην τὴν ἡμετέραν οὐκ ἐσμὲν κύριοι καθόλου· ἀλλὰ πολλαχοῦ ταῖς ἐκείνων δουλεύομεν γνώμαις, κἂν ποιήσωμέν τι παρὰ τὸ δοκοῦν ἐκείνοις, ἄκυρον καὶ ἄχρηστον γίνεται. Εἶτα τοῖς μὲν τῶν ἀνθρώπων νόμοις τοσαύτην ἀπονέμομεν τιμὴν, τοὺς δὲ τοῦ Θεοῦ νόμους οὕτω καταπατήσομεν, εἰπέ μοι; καὶ ποίας ταῦτα ἀπολογίας ἄξια; ποίας συγγνώμης; Εἶπε· Μὴ ὀμόσῃς· μὴ ἀντινομοθετήσῃς αὐτῷ διὰ τῶν πραγμάτων, ἵνα μετὰ ἀσφαλείας ἅπαντα καὶ ποιῇς καὶ λέγῃς.
recompense both in the present and hereafter. Speak these things to others also, and keep them carefully yourselves. I know that here we grow more reverent and lay aside every wicked habit; yet what is sought is this: not that we should practise wisdom here alone, but that we should take this reverence and depart with it outside as well, where we stand in greatest need of it. For those who draw water do not keep their vessels filled beside the fountain only and empty them out once they go home, rather it is at home above all that they set them down safely, lest they be upset and their labour prove in vain. Let us also imitate these persons, and once we are at home let us guard with precision what has been spoken; since if here you are filled, while you go back home empty, keeping the vessels of your mind barren of what you have heard, there will be no benefit to you from being filled here. Show me the athlete not in the training-school, but in the list-pit; show me reverence not at the time of hearing, but at the time of action. You praise what is said now; whenever you are called upon to swear, call it all to mind then. If you speedily set right this law, I will advance my teaching to other greater matters as well. Behold, this is the second year I have spent discoursing to your charity, and I have not been able to expound to you even a hundred verses of the Scriptures; and the reason is that you need to learn from us things which you are able to set right from home and of yourselves, and the greater part of our exhortation is expended upon moral discourse. Yet these things ought not to have been so; rather, in the care of your manners you ought to school yourselves from home and of yourselves, while entrusting to us the meanings and spiritual contemplations of the Scriptures. And even if you ought to have heard these moral precepts from us also, there was no need of more than a single day; for what is said is neither intricate nor hard to find out, nor does it stand in need of elaborate argument. For whenever God pronounces, it is no season for sophistries. God said: Do not swear; do not demand an accounting from me hereafter. It is a royal law; He Who laid it down knows the reason of the law; had it not been profitable, He would not have hindered it, He would not have forbidden it. Kings bring in laws, and often not all of them profitably—for they are human beings and could not discover what is useful as God does—and yet we obey them none the less: whether we marry wives, or make wills, or are about to buy household slaves, or houses, or fields, or do anything else whatsoever, we do not transact these matters according to our own judgement, but just as those rulers prescribe, and we are not at all masters to dispose even of our own goods according to our own judgement; rather, in many points we are subject to their decrees, and if we do anything contrary to what seems good to them, it becomes void and useless. Do we then, tell me, accord so great an honour to the laws of men, while we trample under foot the laws of God in such a fashion? And of what defence are such things worthy? Of what pardon? He said: Do not swear; do not enact a counter-law against Him through your deeds, so that you may both do and speak all things in safety.
γʹ. Ἀλλὰ περὶ μὲν τούτων ἅλις· φέρε δὲ μίαν ῥῆσιν ἐκ τῶν σήμερον ἀναγνωσθέντων παραθέντες ὑμῖν, καταπαύσωμεν τὸν λόγον· Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ, φησὶ, καὶ Τιμόθεος ὁ ἀδελφός. Μέγας ὁ τοῦ Παύλου χρηματισμὸς, οὐκ ἀρχῆς καὶ τιμῆς ὄνομα, ἀλλὰ δεσμὰ καὶ ἁλύσεις· ἀληθῶς μέγας· καίτοι πολλὰ αὐτὸν ἕτερα λαμπρὸν ποιεῖ, τὸ εἰς οὐρανὸν ἁρπαγῆναι τρίτον, τὸ εἰς παράδεισον ἀπενεχθῆναι, τὸ ἀκοῦσαι ἄῤῥητα ῥήματα· ἀλλ' οὐδὲν τούτων ἔθηκεν, ἀλλ' ἀντὶ πάντων τὴν ἅλυ-
3. Enough, however, concerning these matters; come, let us set before you a single saying from the passages read today, and so bring our discourse to a close: Paul, a prisoner of Jesus Christ, it says, and Timothy our brother. Great is Paul's style and title—not a name of office and honour, but bonds and chains; truly great! And yet many other things render him illustrious: his being caught up to the third heaven, his being carried away into paradise, his hearing unutterable words; yet he set down none of these things, but in place of all of them his
PG 49:165Read from the page
σιν· αὕτη γὰρ αὐτὸν ἐκείνων ἐπιφανέστερον ἐποίει καὶ λαμπρότερον. Τί δήποτε; Ὅτι ἐκεῖνα μὲν τῆς τοῦ Δεσπότου φιλανθρωπίας ἐστὶ χαρίσματα, ταῦτα δὲ τῆς καρτερίας τοῦ δούλου, καὶ τῆς ὑπομονῆς δείγματα· ἔθος δὲ τοῖς φιλοῦσιν ἐπ' ἐκείνοις μᾶλλον φρονεῖν, ἐφ' οἷς ἂν πάσχωσιν ὑπὲρ τῶν φιλουμένων, ἢ ἐφ' οἷς ἂν εὐεργετῶνται παρ' αὐτῶν. Οὐχ οὕτω βασιλεὺς ἐπὶ τῷ διαδήματι ἐναβρύνεται, ὡς ἐκεῖνος ἐπὶ τοῖς δεσμοῖς ἐκαλλωπίζετο· καὶ μάλα εἰκότως. Διάδημα μὲν γὰρ κόσμον μόνον φέρει τῇ στεφανουμένῃ κεφαλῇ, ἡ δὲ ἅλυσις καὶ κόσμον πολλῷ μείζονα καὶ ἀσφάλειαν. Ὁ στέφανος ὁ βασιλικὸς πολλάκις προὔδωκε τὴν περικειμένην αὐτὸν κεφαλὴν, καὶ μυρίους ἐπιβούλους ἐπεσπάσατο, καὶ εἰς τυραννίδος ἐπιθυμίαν ἐκάλεσε· καὶ ἐν πολέμοις δὲ οὕτως ἐστὶν ἐπισφαλὴς ὁ κόσμος οὗτος, ὡς κρύπτεσθαι αὐτὸν καὶ ἀποτίθεσθαι. Οἱ γοῦν βασιλεῖς ἐν πολέμοις τὸ σχῆμα ἀμείβοντες, οὕτως ἑαυτοὺς τοῖς πολεμοῦσιν ἀναμιγνύουσι· τοσαύτη ἡ προδοσία ἀπὸ τοῦ στεφάνου γίνεται. Ἡ δὲ ἅλυσις οὐδὲν τοιοῦτον προξενεῖ τοῖς ἔχουσιν, ἀλλὰ τοὐναντίον ἅπαν· ὅταν πόλεμος ᾖ καὶ παράταξις πρὸς τοὺς δαίμονας καὶ τὰς ἀντικειμένας δυνάμεις, προβαλλόμενος αὐτὴν ὁ περικείμενος ἀποκρούεται τὰς ἐκείνων ἐφόδους. Καὶ τῶν μὲν ἀρχόντων τῶν ἔξωθεν πολλοὶ οὐχ ἡνίκα ἂν ἄρχωσιν, ἀλλὰ καὶ ἡνίκα ἂν παραλυθῶσι τῆς ἀρχῆς, περιφέρουσιν αὐτῆς τὸ ὄνομα.
chain; for this made him more renowned and more splendid than those things. Why ever so? Because those things are gifts of the Master's loving-kindness, whereas these are proofs of the servant's fortitude and endurance; and those who love are accustomed to take greater pride in whatever they suffer on behalf of those whom they love than in the benefits they receive from them. A king does not plume himself so much upon his diadem as Paul gloried in his bonds—and most reasonably so. For a diadem brings adornment alone to the head that wears it, whereas the chain brings both a far greater adornment and safety besides. The royal crown has often betrayed the head that wore it, and drawn on countless conspirators, and invited men to lust after usurpation; and in wars, moreover, this adornment is so perilous that it has to be hidden and laid aside. At all events, kings in wars change their garb, and only so mingle among the combatants; so great is the betrayal that comes from the crown. The chain, however, occasions nothing of the sort to those who wear it, nay, quite the contrary: whenever there is war and battle-array against the demons and the opposing powers, he who wears it holds it forth before him and beats back their assaults. And among worldly magistrates, many bear the title of their office not only while they hold sway, but even after they have been relieved of their office.
Ὁ δεῖνα ἐξ ὑπάτων λέγοντες, ὁ δεῖνα ἐξ ὑπάρχων· οὗτος δὲ ἀντὶ πάντων τούτων, Παῦλος δέσμιος, φησί· καὶ μάλα εἰκότως. Ἐκεῖναι μὲν γὰρ αἱ ἀρχαὶ οὐ πάντως εἰσὶ τῆς κατὰ ψυχὴν ἀρετῆς ἀποδείξεις· χρημάτων γάρ εἰσιν ὠνηταὶ, καὶ φίλων κολακείας δέονται· αὕτη δὲ ἡ ἀρχὴ ἡ ἀπὸ τῶν δεσμῶν τῆς κατὰ ψυχὴν φιλοσοφίας ἐστὶν ἔνδειγμα, καὶ τοῦ περὶ τὸν Χριστὸν πόθου τεκμήριον μέγιστον· κἀκεῖναι μὲν ἀποπηδῶσι ταχέως, αὕτη δὲ οὐκ ἔχει τὸν διαδεξόμενον ἡ ἀρχή. Ἰδοὺ γοῦν ἐξ ἐκείνου μέχρι νῦν πόσος διαγέγονε χρόνος, καὶ λαμπρότερον τὸ ὄνομα τοῦ δεσμίου γέγονε τούτου· καὶ ὕπατοι μὲν ἅπαντες, ὅσοι γεγόνασιν ἐν τοῖς ἔμπροσθεν χρόνοις, σεσίγηνται καὶ οὐδὲ ἐκ προσηγορίας εἰσὶ γνώριμοι τοῖς πολλοῖς· τὸ δὲ τοῦ δεσμίου τούτου ὄνομα τοῦ μακαρίου Παύλου πολὺ μὲν ἐνταῦθα, πολὺ δὲ ἐν τῇ βαρβάρων χώρᾳ, πολὺ δὲ παρὰ Σκύθαις καὶ Ἰνδοῖς, κἂν πρὸς αὐτὰ τῆς οἰκουμένης ἔλθῃς τὰ πέρατα, ταύτης ἀκούσῃ τῆς προσηγορίας, καὶ ὅπουπερ ἄν τις ἀφίκηται, Παῦλον πανταχοῦ ἐν τοῖς ἁπάντων στόμασι περιφερόμενον εἴσεται. Καὶ τί θαυμαστὸν, εἰ ἐν γῇ καὶ θαλάττῃ, ὅπου γε καὶ ἐν τοῖς οὐρανοῖς πολὺ τὸ ὄνομα Παύλου παρὰ τοῖς ἀγγέλοις, παρὰ τοῖς ἀρχαγγέλοις καὶ ταῖς ἄνω δυνάμεσι καὶ τῷ τούτων βασιλεῖ Θεῷ; Καὶ ποταπὰ ἦν ἐκεῖνα, φησὶ, τὰ δεσμὰ, ὅτι τοσαύτην ἤνεγκε τῷ δεδεμένῳ τὴν δόξαν; οὐκ ἀπὸ σιδήρου κατεσκευάστο; Ἀπὸ σιδήρου μὲν κατεσκευάστο, ἀλλὰ πολλὴν εἶχεν ἐπανθοῦσαν τοῦ Πνεύματος τὴν χάριν, ἐπειδὴ διὰ τὸν Χριστὸν αὐτὰ περιέκειτο. Ὢ τοῦ θαύματος! οἱ δοῦλοι ἐδέθησαν, ὁ Δεσπότης ἐσταυρώθη, καὶ τὸ κήρυγμα καθ' ἑκάστην αὔξεται τὴν ἡμέραν, καὶ διὰ πραγμάτων, δι' ὧν ἐνομίζετο κωλύεσθαι, διὰ τούτων ἀνήφθη· καὶ σταυρὸς, καὶ δεσμὰ, ἅπερ ἐδόκει βδέλυγμα εἶναι, ταῦτα νῦν σωτηρίας σύμβολα γέγονε, καὶ παντὸς χρυσίου τὸ σιδήριον ἐκεῖνο ἡμῖν τιμιώτερον ἦν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν αἰτίαν ταύτην καὶ τὴν ὑπόθεσιν. Ἀλλ' ὁρῶ τι καὶ ζήτημα τικτόμενον
Saying, So-and-so the ex-consul, so-and-so the ex-prefect; whereas this man, in place of all these titles, says: Paul, a prisoner; and most reasonably so. For those offices are by no means proofs of virtue of soul, since they can be bought for money and stand in need of the flattery of friends; whereas this dignity that comes from bonds is a token of true wisdom of soul, and the greatest proof of yearning for Christ; and while those offices speedily bound away, this dignity has none to succeed and displace it. See, at all events, how much time has passed from that day until now, and the name of this prisoner has grown still more illustrious; and all the consuls who ever lived in former times have sunk into silence, and are not known to the multitude even by title; whereas the name of this prisoner, the blessed Paul, is great here, great in the land of barbarians, and great among Scythians and Indians; and even if you go to the very ends of the inhabited world, you will hear this title, and wherever anyone may arrive, he will know Paul borne about everywhere on the lips of all men. And what wonder if on earth and sea, seeing that in the heavens also the name of Paul is great among the angels, among the archangels and the powers on high, and with God their King? And of what sort, says one, were those bonds, that they brought such glory to him who was bound? Were they not fashioned of iron? Of iron indeed they were fashioned, yet they had the grace of the Spirit blossoming richly upon them, because he wore them for Christ's sake. Oh, the marvel! The servants were bound, the Master was crucified, and yet the preaching grows every single day, and through the very means by which it was thought to be hindered, through these it was kindled; and cross and bonds, which seemed to be an abomination, have now become symbols of salvation, and that bit of iron was more precious to us than all gold—not by reason of its own nature, but by reason of this cause and this ground. Yet I see a certain question also springing up