δὲ ἁμαρτημάτων ἀπεχώμεθα, καὶ τῆς νηστείας παρελθούσης ταύτης, ἐκείνη πάλιν μένει, καὶ διηνεκὴς ἔσται ἐντεῦθεν ἡμῖν ἡ ὠφέλεια, καὶ πρὸ τῆς βασιλείας τῶν οὐρανῶν οὐ μικρὰς ἡμῖν ἐνταῦθα ἀποδώσει τὰς ἀμοιβάς· ὥσπερ γὰρ ὁ ζῶν ἐν πονηρίᾳ, καὶ πρὸ τῆς γεέννης κολάζεται τῷ συνειδότι κεντούμενος· οὕτως ὁ πλουτῶν ἐν κατορθώμασι, καὶ πρὸ τῆς βασιλείας χαρᾶς μεγίστης ἀπολαύσεται, χρησταῖς ἐντρεφόμενος ἐλπίσι. Διὰ τοῦτο ὁ Χριστός φησι· Πάλιν ὄψομαι ὑμᾶς, καὶ χαρήσεσθε, καὶ τὴν χαρὰν υμῶν οὐδεὶς λαμβάνει. Βραχὺ τὸ ῥῆμα, ἀλλὰ πολλὴν ἔχει παραμυθίαν. Τί ποτ' οὖν ἐστι, Τὴν χαρὰν ὑμῶν οὐδεὶς λαμβάνει; Χρήματα ἂν ἔχῃς, πολλοὶ δύνανταί σου τὴν χαρὰν τὴν ἀπὸ τοῦ πλούτου λαβεῖν, καὶ κλέπτης διορύττων τοῖχον, καὶ οἰκέτης ἀφαιρούμενος τὰ ἐμπιστευθέντα, καὶ βασιλεὺς δημεύων, καὶ βάσκανος ἄνθρωπος ἐπηρεάζων. Δυναστείαν ἂν ἔχῃς, πολλοὶ δύνανταί σου λαβεῖν τὴν ἀπὸ ταύτης χαράν· ὅταν γὰρ παραλυθῇ τὰ τῆς ἀρχῆς, παραλυθήσεται καὶ τὰ τῆς ἡδονῆς· καὶ ἐν αὐτῇ δὲ τῇ ἀρχῇ πολλὰ συμπίπτοντα πράγματα, δυσκολίαν ἔχοντα καὶ φροντίδας, ὑποτέμνεταί σου τὴν εὐθυμίαν. Ἰσχὺν σώματος ἐὰν ἔχῃς, νόσος ἐπελθοῦσα κατέλυσε τὴν ἀπὸ ταύτης χαράν· κάλλος ἐὰν ἔχῃς καὶ ὥραν, γῆρας ἐπελθὸν ἐμάρανε καὶ ἀφείλετο τὴν χαράν· τραπέζης ἐὰν ἀπολαύσῃς πολυτελοῦς, ἑσπέρας καταλαβούσης, κατελύθη καὶ ἡ τῆς εὐωχίας χαρά· ἕκαστον γὰρ τῶν βιωτικῶν πραγμάτων εὐεπηρέαστόν ἐστι, καὶ μόνιμον ἡμῖν οὐκ ἰσχύει παρασχεῖν τὴν ἡδονήν· ἡ δὲ εὐσέβεια καὶ ἡ κατὰ ψυχὴν ἀρετὴ τοὐναντίον ἅπαν. Ἐλεημοσύνην ἐὰν ποιήσῃς, οὐδεὶς ἀφελεῖν δύναται τὸ κατόρθωμα, κἂν στρατόπεδα, κἂν βασιλεῖς, κἂν μυρίοι συκοφάνται, κἂν ἐπίβουλοι πάντοθεν ἐπιθῶνται, τὸ εἰς τὸν οὐρανὸν ἀποτεθὲν κτῆμα ἀφελέσθαι οὐ δύνανται· ἀλλὰ μένει διηνεκὴς ἡ χαρά. Ἐσκόρπισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· καὶ μάλα εἰκότως. Ἐν γὰρ τοῖς τῶν οὐρανῶν ἀπόκειται ταμιείοις, ὅπου οὐ κλέπτης διορύττει, οὐ λῃστὴς λαμβάνει, οὐ σὴς κατεσθίει. Εὐχὰς ἐὰν εὔξῃ συνεχεῖς καὶ ἐκτενεῖς, τὸν καρπὸν τὸν ἀπὸ τούτων οὐδεὶς συλῆσαι δυνήσεται· καὶ γὰρ οὗτος ὁ καρπὸς ἐν τοῖς οὐρανοῖς ἐῤῥίζωται, πάσης ἐπηρείας ἀπηλλαγμένος, καὶ μένων ἀχείρωτος. Ἐὰν κακῶς παθὼν εὐεργετήσῃς, ἐὰν κακῶς ἀκούσας φιλοσοφήσῃς, ἐὰν λοιδορηθεὶς εὐλογήσῃς, ταῦτα τὰ κατορθώματα μένει διηνεκῶς, καὶ τὴν ἐκ τούτων χαρὰν οὐδεὶς λαμβάνει· ἀλλ' ὁσάκις ἂν αὐτῶν ὑπομνησθῇς, χαίρεις καὶ εὐφραίνῃ, καὶ πολλὴν καρποῦσαι τὴν ἡδονήν. Οὕτω δὴ καὶ τὸ φεύγειν ὅρκον ἐὰν κατορθώσωμεν, καὶ πείσωμεν τὴν γλῶτταν τὴν ἡμετέραν ἀπέχεσθαι τῆς ὀλεθρίου συνηθείας ταύτης, τὸ μὲν κατόρθωμα ἔσται ἐν βραχεῖ καιρῷ, ἡ δὲ εὐφροσύνη τοῦ κατορθώματος διηνεκῶς καὶ ἀδιαλείπτως. Λοιπὸν ὑμᾶς καὶ ἑτέρων διδασκάλους εἶναι χρὴ καὶ καθηγητὰς, καὶ φίλους τοὺς πλησίον, καὶ τοὺς οἰκέτας δὲ τοὺς συνδούλους, καὶ νέους τοὺς ὁμήλικας λαμβάνειν καὶ παιδεύειν καὶ ἐνάγειν. Ἆρα εἴ τίς σοι χρύσινον ἕνα καθ' ἕκαστον διορθούμενον ἄνθρωπον ἐπηγγείλατο, οὐ πᾶσαν ἂν ἐποιήσω σπουδὴν, καὶ διημέρευες προσεδρεύων, πείθων, παρακαλῶν; Νῦν δὲ οὐχ ἕνα χρύσινον, οὐδὲ δέκα, οὐδὲ εἴκοσι, καὶ ἑκατὸν, καὶ χιλίους, οὐδὲ γῆν ὁλόκληρον ὑπισχνεῖταί σοι τῶν πόνων τούτων ἀμοιβήν ὁ Θεός· ἀλλ'
we abstain from sins, even when this fast has passed away, that fasting remains still, and our benefit therefrom will be continual, and even before the kingdom of the heavens it will render to us no small recompenses here; for just as he who lives in wickedness is punished even before Gehenna, being goaded by his conscience, so he who is rich in righteous deeds will enjoy the greatest joy even before the kingdom, being nourished on goodly hopes. On this account Christ says: Again I will see you, and you shall rejoice, and your joy no one takes from you. The saying is brief, yet it holds much consolation. What then ever is, Your joy no one takes? If you have money, many can take from you your joy that comes from wealth: both a thief digging through a wall, and a household servant stealing away what was entrusted to him, and an emperor confiscating, and an envious man dealing despitefully. If you have powerful office, many can take from you the joy that comes from it; for whenever the affairs of office are undone, the things of pleasure will be undone also; and even in office itself many affairs befalling, bringing difficulty and cares, curtail your cheerfulness. If you have bodily strength, disease coming on undoes the joy that comes from it; if you have beauty and bloom, old age coming on withers it and takes away the joy; if you enjoy a lavish table, when evening overtakes it, the joy of the feasting is undone also; for each of the things of this life is easily assailed, and has not strength to afford us abiding pleasure; whereas piety and virtue of soul are the exact opposite. If you do almsgiving, no one can take away the righteous deed: even if armies, even if kings, even if myriad informers, even if plotters set upon you from every side, they cannot take away the possession laid up in heaven; but the joy remains continual. For He has dispersed, says scripture, He has given to the poor; his righteousness abides for ever; and very reasonably. For it is laid up in the storehouses of the heavens, where no thief digs through, no robber takes, no moth devours. If you pray continual and fervent prayers, no one will be able to plunder the fruit that comes from them; for this fruit also is rooted in the heavens, freed from all despiteful treatment, and abiding unconquerable. If when treated ill you do good, if when spoken ill of you practise philosophy, if when reviled you bless, these righteous deeds abide continually, and the joy from them no one takes; but as often as you recall them to mind, you rejoice and are gladdened, and reap abundant pleasure. Just so also, if we achieve the shunning of oaths, and persuade our tongue to abstain from this ruinous habit, the achievement will be in a brief time, while the gladness of the achievement will be continually and unceasingly. Henceforth you must also be teachers and guides of others: friends must take in hand their neighbours, household servants their fellow-slaves, and young men their peers in age, and instruct and lead them on. Tell me, if someone had promised you one gold piece for each person amended, would you not have made every effort, and spent the whole day attending upon them, persuading, exhorting? Yet now God promises you as recompense for these toils not one gold piece, nor ten, nor twenty, and a hundred, and a thousand, nor the entire earth, but