Migne Reading Room

PG 49 · cols. 154–159 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:154Read from the page
πάντας τοὺς τὴν γῆν οἰκοῦντας ἀνθρώπους μαθητὰς ὑμετέρους ἐργάσεται, ὥστε διπλοῦν ὑμῖν καὶ τριπλοῦν γενέσθαι τὸν μισθὸν, καὶ ὑπὲρ τῶν οἰκείων κατορθωμάτων, καὶ ὑπὲρ τῆς τῶν ἄλλων διδασκαλίας. Τοῦτο διαδήματος ὑμῖν παντὸς ἔσται λαμπρότερον, τοῦτο μητρόπολιν ὑμῖν ποιήσει τὴν πόλιν, οὐκ ἐν τῇ γῇ, ἀλλὰ καὶ ἐπὶ τῶν οὐρανῶν· τοῦτο καὶ κατ' ἐκείνην ἡμῶν προστήσεται τὴν ἡμέραν, καὶ τὸν τῆς δικαιοσύνης ἡμῖν οἴσει στέφανον· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
will make all men who inhabit the earth your disciples, so that your reward will become double and triple, both for your own virtuous deeds and for the teaching of others. This will be brighter for you than any diadem; this will make your city a metropolis, not on earth alone, but in the heavens also; this will also stand before us as our defence on that day, and will bring us the crown of righteousness; which may it be granted to us all to attain, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father be glory, together with the Holy Spirit, now and always, and unto the ages of ages. Amen.
κατέφυγον, καὶ τὸν ἡμέτερον ἅπαντες ἐνυμνοῦσι Θεόν.
have fled for refuge, and all men hymn our God.
Ὁρᾷς πόσον ἀπὸ τοῦ φόβου τὸ κέρδος ἐγένετο; Εἰ μὴ καλὸν ἦν ὁ φόβος, οὐκ ἂν πατέρες παιδαγωγοὺς τοῖς παισὶν ἐπέστησαν, οὐκ ἂν οἱ νομοθέται ταῖς πόλεσιν ἄρχοντας. Τί γεέννης χαλεπώτερον; ἀλλ' οὐδὲν τοῦ ταύτης χρησιμώτερον φόβου· ὁ γὰρ τῆς γεέννης φόβος τὸν τῆς βασιλείας ἡμῖν κομίζει στέφανον. Ἔνθα φόβος ἐστὶν, οὐκ ἔστι φθόνος· ἔνθα φόβος ἐστὶ, χρημάτων ἔρως οὐκ ἐνοχλεῖ· ἔνθα φόβος ἐστὶν, ἔσβεσται θυμὸς, ἐπιθυμία κατέσταλται πονηρὰ, ἅπαν ἀλόγιστον ἐξώρισται πάθος· καὶ καθάπερ ἐν οἰκίᾳ στρατιώτου διηνεκῶς ὡπλισμένου οὐ λῃστὴς, οὐ τοιχωρύχος, οὐκ ἄλλος τις τῶν τὰ τοιαῦτα κακουργούντων τολμήσει φανῆναι πλησίον, οὕτω καὶ φόβου τὰς ἡμετέρας κατέχοντος ψυχὰς, οὐδὲν τῶν ἀνελευθέρων παθῶν ἐπεισέρχεται ῥᾳδίως ἡμῖν· ἀλλὰ πάντα δραπετεύει καὶ φυγαδεύεται τῇ τυραννίδι τοῦ φόβου πάντοθεν ἐξελαυνόμενα. Καὶ οὐ τοῦτο μόνον ἐστὶν ὃ καρπούμεθα ἀπὸ τοῦ φόβου, ἀλλὰ καὶ ἕτερον πολλῷ τούτου μεῖζον. Οὐ γὰρ δὴ τὰ πονηρὰ ἡμῶν ἀπελαύνει πάθη μόνον, ἀλλὰ καὶ πᾶσαν εἰσάγει μετὰ πολλῆς εὐκολίας τὴν ἀρετήν. Ἔνθα φόβος ἐστὶν, ἐκεῖ καὶ ἐλεημοσύνης σπουδὴ, καὶ εὐχῆς ἐπίτασις, καὶ δάκρυα θερμὰ καὶ ἐπάλληλα, καὶ στεναγμοὶ πολλὴν ἔχοντες τὴν κατάνυξιν. Οὐδὲν γὰρ οὕτω κατεσθίει μὲν ἁμαρτήματα, ἀρετὴν δὲ αὔξεσθαι ποιεῖ καὶ θάλλειν, ὡς διηνεκὴς φόβου φύσις· διὰ τοῦτο τὸν μὴ συζῶντα φόβῳ ἀδύνατον κατορθοῦσθαι· ὥσπερ οὖν τὸν ἐν φόβῳ ζῶντα ἀδύνατον διαμαρτεῖν. Μὴ τοίνυν ἀλγῶμεν, ἀγαπητοὶ, μηδὲ καταπίπτωμεν ἐπὶ τῇ παρούσῃ θλίψει, ἀλλὰ θαυμάσωμεν τὸ εὐμήχανον τῆς τοῦ Θεοῦ σοφίας. Δι' ὧν γὰρ προσεδόκησεν ὁ διάβολος τὴν πόλιν ἡμῶν καταβαλεῖν, διὰ τούτων αὐτὴν ὁ Θεὸς ἀνέστησέ τε καὶ ἀνώρθωσεν· ὁ μὲν γὰρ διάβολος ἐνέπνευσέ τισι παρανόμοις ἀνθρώποις, καὶ εἰς τοὺς τῶν βασιλέων ὕβρισαν ἀνδριάντας, ἵνα καὶ αὐτὸ τῆς πόλεως ἀφανισθῇ τὸ ἔδαφος· ὁ δὲ Θεὸς αὐτῷ δὴ τούτῳ τῷ γεγενημένῳ πρὸς σωφρονισμὸν ἡμῶν πλείονα ἀπεχρήσατο, τῷ φόβῳ τῆς προσδοκωμένης ἀπειλῆς πᾶσαν ἐκβαλὼν ῥᾳθυμίαν· καὶ γέγονε τοὐναντίον, ἤπερ ὁ δαίμων ἠθέλησε, δι' ὧν αὐτὸς κατεσκεύασεν. Ἡ γὰρ πόλις ἡμῖν καθ' ἑκάστην ἐκκαθαίρεται τὴν ἡμέραν, καὶ στενωποὶ καὶ ἄμφοδα καὶ
Do you see how great the profit has been from fear? If fear were not a good thing, fathers would not have set tutors over their children, nor would lawgivers have set magistrates over cities. What is more grievous than Gehenna? Yet nothing is more profitable than the fear of it; for the fear of Gehenna brings us the crown of the kingdom. Where fear is, there is no envy; where fear is, the love of money does not trouble; where fear is, wrath has been quenched, evil desire has been curbed, every irrational passion has been banished; and just as in the house of a soldier continually armed no robber, no housebreaker, nor any other perpetrator of such crimes will dare to appear nearby, so too when fear holds fast our souls, none of the slavish passions easily creeps in upon us, but all run away and are put to flight, driven out from every side by the sovereignty of fear. And this is not all that we reap from fear, but another thing also far greater than this. For it not only drives away our wicked passions, but also brings in every virtue with great ease. Where fear is, there too is zeal for almsgiving, and intensity of prayer, and warm and ceaseless tears, and groans holding deep compunction. For nothing so devours sins on the one hand, and makes virtue grow and flourish on the other, as the continual nature of fear; wherefore it is impossible for one who does not live with fear to act rightly, just as it is impossible for one who lives in fear to go astray. Let us not grieve, therefore, beloved, nor sink down at the present affliction, but let us marvel at the resourcefulness of God's wisdom. For by the very means whereby the devil expected to overthrow our city, through these God raised her up and set her upright; for the devil inspired certain lawless men, and they insulted the statues of the emperors, so that the very ground of the city might be wiped out; whereas God made use of this very event for our greater chastening, casting out all sloth through the fear of the expected threat; and the opposite of what the demon willed has come to pass through the very things which he himself contrived. For our city is being cleansed every single day, and alleys and streets and
Notes, col. 154

On the reading

Printed ἐνυμνοῦσι, for ἀνυμνοῦσι.

PG 49:155Read from the page
ἀγοραὶ τῶν πορνικῶν καὶ διακεκλασμένων ἀπηλλάγησαν ᾀσμάτων, καὶ ὅπουπερ ἄν τις ἴδῃ, λιταὶ καὶ εὐφημίαι καὶ δάκρυα ἀντὶ γέλωτος ἀτάκτου, καὶ ῥήματα φιλοσοφίαν ἔχοντα ἀντὶ ῥημάτων αἰσχρῶν, καὶ ἐκκλησία γέγονεν ἡμῖν ἡ πόλις ἅπασα, τῶν ἐργαστηρίων ἀποκεκλεισμένων, καὶ πάντων ἐν ταῖς πανδήμοις ταύταις διημερευόντων λιταῖς, καὶ τὸν Θεὸν μιᾷ καὶ κοινῇ φωνῇ μετὰ πολλῆς καλούντων τῆς προθυμίας. Ποῖος ταῦτα λόγος ἀνύσαι ποτὲ ἴσχυσε; ποία παραίνεσις; τίς συμβουλή; πόσον χρόνου μῆκος;
market-places have been rid of harlots' and effeminate songs, and wherever anyone looks, there are supplications and blessings and tears instead of disorderly laughter, and words possessing philosophy instead of shameful words, and our whole city has become a church, with the workshops shut up, and all men spending the whole day in these public litanies, and calling upon God with one common voice and great eagerness. What discourse was ever strong enough to accomplish these things? What exhortation? What counsel? How great a length of time?
βʹ. Διὰ ταῦτα εὐχαριστῶμεν, καὶ μὴ ἀποδυσπετῶμεν μηδὲ δυσχεραίνωμεν. Ὅτι γὰρ καλὸν ὁ φόβος, ἐδίδαξε μὲν καὶ τὰ εἰρημένα· ἄκουσον δὲ καὶ Σολομῶντος περὶ αὐτοῦ φιλοσοφοῦντος οὕτως, Σολομῶντος τοῦ πάσῃ συντραφέντος τρυφῇ καὶ πολλῆς ἀπολαύσαντος ἀδείας. Τί οὖν ἐκεῖνός φησιν; Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον γέλωτος. Τί λέγεις, εἰπέ μοι; Ὅπου θρῆνος, καὶ δάκρυα, καὶ οἰμωγαὶ, καὶ ὀδύνη, καὶ ἀθυμία τοσαύτη, βέλτιον ἀπελθεῖν μᾶλλον, ἢ ὅπου χορεῖαι, καὶ κύμβαλα, καὶ γέλως, καὶ τρυφὴ, καὶ ἀδηφαγία, καὶ μέθη; Ναὶ, φησὶ. Τίνος ἕνεκεν, εἰπέ μοι, καὶ διὰ τί; Ὅτι ἐκεῖθεν μὲν παροινία, ἐντεῦθεν δὲ σωφροσύνη τίκτεται· κἂν ἀπέλθῃ τις εἰς εὐπορωτέρου συμπόσιον, οὐκέτι μετὰ τῆς αὐτῆς ἡδονῆς ὄψεται τὴν οἰκίαν, ἀλλ' ἀηδῶς μὲν πρὸς τὴν γυναῖκα ἐπανήξει, ἀηδῶς δὲ τῆς ἑαυτοῦ μεθέξει τραπέζης, καὶ δυσάρεστος καὶ τοῖς οἰκέταις καὶ τοῖς παιδίοις καὶ πᾶσιν ἔσται τοῖς κατὰ τὴν οἰκίαν, ἀπὸ τῆς ἑτέρων εὐπορίας ἀκριβέστερον κατιδὼν τὴν ἑαυτοῦ πενίαν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ' ὅτι καὶ βασκαίνει πολλάκις τῷ καλέσαντι αὐτὸν πρὸς τὴν εὐωχίαν· καὶ ὅλως οὐδὲν ἀγαθὸν λαβὼν οἴκαδε ἐπανήξει. Ἐπὶ δὲ τῶν πενθούντων οὐδὲν τοιοῦτον ἔστιν εἰπεῖν, ἀλλὰ πολλὴ μὲν ἡ φιλοσοφία, πολλὴ δὲ ἡ σωφροσύνη. Ἅμα γὰρ ἄν τις ἐπιβῇ τῶν προθύρων τῆς οἰκίας τῆς νεκρὸν ἐχούσης, καὶ τὸν τετελευτηκότα ἴδῃ ἄφωνον κείμενον, καὶ τὴν γυναῖκα τὰς τρίχας τίλλουσαν, τὰς παρειὰς καταξαίνουσαν, τοὺς βραχίονας κατατέμνουσαν, καταστέλλεται, σκυθρωπάζει, καὶ τῶν συγκαθημένων ἕκαστος πρὸς τὸν πλησίον οὐδὲν ἕτερον φθέγγεται ἀλλ' ἢ, ὅτι Οὐδέν ἐσμεν, καὶ ἡ κακία ἡμῶν ἄφατος. Τί τούτων φιλοσοφώτερον τῶν ῥημάτων γένοιτ' ἂν, ὅταν καὶ τῆς φύσεως τὴν εὐτέλειαν ἐπιγινώσκωμεν, καὶ τὴν πονηρίαν διαβάλλωμεν, καὶ μηδὲν εἶναι τὰ παρόντα νομίζωμεν, ἑτέροις μὲν ῥήμασι, γνώμῃ δὲ τῇ αὐτῇ τὰ τοῦ Σολομῶντος φθεγγόμενοι ἐκεῖνα τὰ θαυμαστὰ καὶ πολλῆς φιλοσοφίας γέμοντα, ὅτι Ματαιότης ματαιοτήτων, καὶ τὰ πάντα ματαιότης; Ὁ εἰς οἶκον πενθούντων εἰσελθὼν, εὐθέως δακρύει τὸν ἀπελθόντα, κἂν ἐχθρὸς ᾖ. Εἶδες πόσον βελτίων αὕτη ἐκείνης ἡ οἰκία; Ἐκεῖ μὲν γὰρ, κἂν φίλος ᾖ, φθονεῖ· ἐνταῦθα δὲ, κἂν ἐχθρὸς ᾖ, δακρύει· τοῦτο, ὃ μάλιστα πάντων ὁ Θεὸς ἐπιζητεῖ, τὸ μὴ ἐφήδεσθαι τοῖς λελυπηκόσιν. Οὐ ταῦτα δὲ μόνον ἔστιν ἐκεῖθεν καρπώσασθαι τὰ καλὰ, ἀλλὰ καὶ ἕτερα τούτων οὐκ ἐλάττω. Καὶ γὰρ ἀναμιμνήσκεται τῶν ἁμαρτημάτων ἕκαστος τῶν ἑαυτοῦ, καὶ τοῦ δικαστηρίου τοῦ φοβεροῦ, καὶ τῶν εὐθυνῶν ἐκείνων, καὶ τῆς κρίσεως, κἂν ᾖ μυρία κακὰ πεπονθὼς παρ' ἑτέρων, καὶ λύπας κατὰ τὴν οἰκίαν ἔχων, πάντων αὐτῶν λαβὼν τὸ φάρμακον οὕτως ἐπάνεισιν. Ἐν-
2. On account of these things let us give thanks, and let us not lose heart nor be vexed. For that fear is a good thing, even what has already been said has taught us; yet hear Solomon also philosophizing thus concerning it — Solomon, who was reared in every luxury and enjoyed great licence. What then does he say? It is better to go to the house of mourning than to go to the house of laughter. What dost thou say, tell me? Where there is lamentation, and tears, and wailings, and anguish, and so great despondency, is it better to depart thither rather than where there are dances, and cymbals, and laughter, and luxury, and gluttony, and drunkenness? Yes, says he. For what sake, tell me, and wherefore? Because drunken insolence is born from the one, whereas sobriety is born from the other; and if anyone goes off to the banquet of a wealthier man, he will no longer look upon his own house with the same pleasure, but will return displeased to his wife, and displeased will partake of his own table, and will be irksome to his servants and his children and all those in his household, perceiving his own poverty more keenly from the wealth of others. And not this alone is the terrible thing, but also that he often envies the man who invited him to the feast; and having received no good thing at all, he will return home. Yet in the case of those who mourn, no such thing can be said, but much is the philosophy, and much the sobriety. For as soon as anyone steps upon the porch of the house that holds a dead man, and sees the departed lying speechless, and the wife plucking out her hair, lacerating her cheeks, gashing her arms, he grows calm, his countenance falls sombre, and each of those sitting together utters nothing else to his neighbour than this: We are nothing, and our wickedness is unspeakable. What could be more philosophical than these words, when we both recognize the worthlessness of our nature, and accuse our wickedness, and deem present things to be nothing, uttering in other words yet with the very same meaning those marvellous sayings of Solomon full of deep philosophy, that Vanity of vanities, and all things are vanity? He who has entered a house of mourners straightway weeps for the departed, even if he be an enemy. Did you see how much better this house is than that one? For there, even if one be a friend, he envies; whereas here, even if one be an enemy, he weeps — the very thing which God especially requires of all, not to exult over those who have grieved us. Nor is it only these good things that one may reap thence, but others also no less than these. For each man calls to mind his own sins, and the dreadful tribunal, and those renderings of account, and the judgement, and even if he has suffered countless evils from others and has sorrows in his own house, having received the medicine for them all, he thus returns. For re-
PG 49:156Read from the page
νοήσας γὰρ, ὅτι μικρὸν ὕστερον καὶ αὐτὸς πείσεται τοῦτο, καὶ πάντες δὲ οἱ μεγάλα φυσῶντες, καὶ ὅτι πρόσκαιρα τὰ παρόντα ἅπαντα, κἂν χρηστὰ ᾖ, κἂν λυπηρὰ, ἀθυμίαν καὶ βασκανίαν ἅπασαν ἀποθέμενος, καὶ κούφην ποιήσας τὴν ψυχὴν, καὶ πτερωθεὶς, οὕτως οἴκαδε ἀναστρέψει· καὶ ἐντεῦθεν ἡμερώτερος ἔσται πᾶσι λοιπὸν, ἐπιεικέστερος καὶ προσηνέστερος καὶ φιλοσοφώτερος, τοῦ φόβου τῶν μελλόντων ἐπεισελθόντος αὐτοῦ τῇ ψυχῇ, καὶ τὰς ἀκάνθας δαπανήσαντος ἁπάσας. Καὶ ταῦτα πάντα ἐκεῖνος συνιδὼν ἔλεγεν ὅτι, Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον πότου· ἐκεῖθεν ῥᾳθυμία, ἐντεῦθεν ἀγωνία γίνεται· ἐκεῖθεν καταφρόνησις, ἐντεῦθεν φόβος, ὁ πρὸς ἅπασαν ἡμᾶς παιδαγωγῶν ἀρετήν. Εἰ μὴ καλὸν ἦν ὁ φόβος, οὐκ ἂν τοὺς πολλοὺς καὶ μακροὺς ἀνήλωσε λόγους ὁ Χριστὸς περὶ τῆς ἐκεῖ κολάσεως καὶ τιμωρίας διαλεγόμενος. Ὁ φόβος οὐδὲν ἕτερόν ἐστιν, ἢ τεῖχος καὶ ἀσφάλεια, καὶ πύργος ἀκαταγώνιστος· καὶ γὰρ πολλῆς ἡμῖν ἀσφαλείας δεῖ, διὰ τὸ πολλὰς εἶναι πανταχοῦ τὰς ἐνέδρας· καθάπερ αὐτὸς οὗτος πάλιν παραινῶν ὁ Σολομὼν ἔλεγεν· Ἐπίγνωθι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς. Βαβαὶ πόσων γέμει τοῦτο τὸ ῥῆμα ἀγαθῶν, καὶ οὐχ ἔλαττον ἢ τὸ πρότερον!
flecting that a little later both he himself will suffer this, and all those also who puff themselves up greatly, and that all present things are transitory, whether they be pleasant or grievous, having laid aside all despondency and envy, and having made his soul light and winged, he will thus return home; and thenceforth he will be gentler towards all men, more clement and more courteous and more philosophical, as the fear of things to come has entered into his soul and consumed all its thorns. And perceiving all these things, that wise man said: It is better to go to the house of mourning than to go to the house of drinking; from the one sloth arises, from the other earnest watchfulness; from the one contempt, from the other fear, which tutors us unto every virtue. If fear were not a good thing, Christ would not have expended those many and long discourses conversing about punishment and retribution there. Fear is nothing else than a wall and safeguard, and an impregnable tower; for we have need of much security, because the snares everywhere are many; just as this very Solomon exhorting us again said: Know thou that thou passest through the midst of snares, and walkest upon the battlements of a city. Oh, of how many good things is this saying full, and no less than the former one!
Ἐγγράψωμεν τοίνυν ἕκαστος ἐπὶ τῆς διανοίας αὐτὸ τῆς ἡμετέρας, καὶ περιφέρωμεν ἐπὶ τῆς μνήμης ἀεὶ, καὶ οὐχ ἁμαρτησόμεθα ταχέως. Ἐγγράψωμεν πρότερον αὐτὸ μετὰ ἀκριβείας ἁπάσης μαθόντες· οὐ γὰρ εἶπε, Βλέπε, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, ἀλλ', Ἐπίγνωθι. Καὶ τίνος ἕνεκεν εἶπεν, Ἐπίγνωθι; Συνεσκίασται, φησὶν, ἡ παγίς· τοῦτο γάρ ἐστιν ἡ παγὶς, ὅταν μὴ φανερὸς ὁ ὄλεθρος φαίνηται, μηδὲ δήλη ἡ βλάβη, ἀλλὰ πανταχόθεν περιεσταλμένη παρακέηται· διὰ τοῦτό φησιν, Ἐπίγνωθι· πολλῆς σοι δεῖ τῆς κατανοήσεως καὶ ἀκριβοῦς τῆς ἐρεύνης. Ὥσπερ γὰρ τὰ παιδία τῇ γῇ τὴν παγίδα, οὕτως ὁ διάβολος τὰς ἁμαρτίας ταῖς βιωτικαῖς περιέστειλεν ἡδοναῖς· ἀλλ' ἐπίγνωθι διερευνώμενος ἀκριβῶς, καὶ ἐὰν ἐμπέσῃ κέρδος, μὴ τὸ κέρδος ἴδῃς μόνον, ἀλλ' ἐρεύνησον ἀκριβῶς, μή που θάνατος καὶ ἁμαρτία εἰς τὸ κέρδος ἔνδον ἐγκέκρυπται· κἂν ἴδῃς, ἀπόφυγε. Πάλιν, ὅταν τέρψις καὶ ἡδονὴ παρεμπέσῃ, μὴ τὴν ἡδονὴν ἴδῃς μόνον, ἀλλὰ μή που παρανομία τις ἐν τῷ βάθει τῆς ἡδονῆς συνεσκίασται, μετὰ ἀκριβείας ἐξέτασον, κἂν εὕρῃς, ἀποπήδησον· κἂν συμβουλεύῃ τις, κἂν κολακεύῃ, κἂν θεραπεύῃ, κἂν τιμὰς ἐπαγγέλληται, κἂν ὁτιοῦν ἕτερον, πάντα ἐξετάζωμεν μετὰ ἀκριβείας, καὶ περισκοπῶμεν πάντοθεν μή πού τις βλάβη, μή πού τις κίνδυνος ἀπὸ τῆς συμβουλῆς, ἢ τῆς τιμῆς, ἢ τῆς θεραπείας ἡμῖν ἐγγίνηται, καὶ μὴ ταχέως καὶ ἀπερισκέπτως ἐπιτρέχωμεν. Εἰ μὲν γὰρ μία καὶ δύο μόνον ἦσαν αἱ παγίδες, εὔκολος ἦν ἡ φυλακή· νῦν δὲ τὸ πλῆθος αὐτῶν ἐνδείξασθαι βουλόμενος ὁ Σολομὼν, ἄκουσον πῶς φησιν· Ἐπίγνωθι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις· οὐκ εἶπεν, ὅτι Παρὰ παγίδας διαβαίνεις, ἀλλ' Ἐν μέσῳ παγίδων. Ἑκατέρωθεν ἡμῖν τὰ βάραθρα, ἑκατέρωθεν οἱ δόλοι. Ἐνέβαλέ τις εἰς ἀγορὰν, εἶδεν ἐχθρὸν, ἐφλέγμανεν ἀπὸ τῆς ὄψεως μόνης· εἶδε φίλον εὐδοκιμοῦντα, ἐβάσκηνεν· εἶδε πένητα, κατεφρόνησε καὶ ὑπερεῖδεν· εἶδε πλούσιον, καὶ ἐφθόνησεν· εἶδέ τινα ἐπηρεαζόμενον, ἀπεδυσπέτησεν· εἶδέ τινα ἐπηρεάζοντα, ἐδυσχέρανεν· εἶδε γυναῖκα εὔμορφον, ἑάλω. Εἶδες πόσαι αἱ παγίδες, ἀγαπητέ; Διὰ τοῦτό φησιν·
Let each of us, therefore, inscribe it upon our own mind, and carry it about always in our memory, and we shall not easily fall into sin. Let us inscribe it after first learning it with all exactness; for he did not say, See that thou passest through the midst of snares, but, Know thou. And for what sake did he say, Know thou? The snare, says he, is shaded over; for this is what a snare is, when destruction does not appear manifestly, nor is the harm evident, but lies beside us veiled on every side; wherefore he says, Know thou: thou hast need of much observation and of exact inquiry. For just as children hide a snare with earth, so has the devil veiled sins with the pleasures of this life; yet know thou, searching it out exactly, and if gain falls in thy way, look not at the gain alone, but search exactly lest perchance death and sin lie hidden within the gain; and if thou seest it, flee away. Again, when delight and pleasure fall in thy way, look not at the pleasure alone, but examine with exactness lest perchance some transgression be shaded over in the depth of the pleasure, and if thou findest it, leap back; and whether anyone gives counsel, or flatters, or courts us, or promises honours, or anything else whatsoever, let us examine all things with exactness, and look round on every side lest perchance some harm, lest perchance some danger arise for us from the counsel, or the honour, or the courting, and let us not rush upon them hastily and heedlessly. For if the snares were only one or two, guarding against them would be easy; but as it is, wishing to show forth their multitude, hear how Solomon speaks: Know thou that thou passest through the midst of snares; he did not say, Thou passest beside snares, but, In the midst of snares. On either side of us are the pits, on either side the deceits. A man stepped into the market-place: he saw an enemy, he flamed with anger from the mere sight; he saw a friend prospering, he grew envious; he saw a poor man, he despised and overlooked him; he saw a rich man, and was jealous; he saw someone suffering wrong, he lost heart; he saw someone doing wrong, he was indignant; he saw a comely woman, he was captured. Did you see how many the snares are, beloved? Wherefore he says:
Notes, col. 156

On the reading

Printed οὐχ ἔλαττον, for οὐκ ἔλαττον.

PG 49:157Read from the page
Ἐπίγνωθι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις. Καὶ ἐν οἰκίᾳ παγίδες, καὶ ἐπὶ τραπέζης παγίδες, καὶ ἐπὶ συλλόγων παγίδες. Πολλάκις ἀπερισκέπτως τις μεταξὺ φίλων θαῤῥῶν ἐφθέγξατό τι τῶν οὐκ ὀφειλόντων ἐξενεχθῆναι ῥημάτων, καὶ κίνδυνον ἤνεγκε τοσοῦτον, ὥστε ὁλόκληρον ἀνατρέψαι τὴν οἰκίαν.
Know thou that thou passest through the midst of snares. Both in the house there are snares, and at the table there are snares, and in gatherings there are snares. Often someone, speaking confidently and heedlessly among friends, has uttered some word of those that ought not to have been brought forth, and has brought on so great a danger as to overturn his entire house.
γʹ. Πανταχόθεν τοίνυν διερευνώμεθα τὰ πράγματα μετὰ ἀκριβείας. Πολλάκις καὶ γυνὴ γέγονε παγὶς τοῖς μὴ προσέχουσι, πολλάκις παιδία, πολλάκις φίλοι, πολλάκις γείτονες. Καὶ τίνος ἕνεκεν τοσαῦται παγίδες, φησίν; Ἵνα μὴ κάτωθεν πετώμεθα, ἀλλὰ τὰ ἄνω ζητῶμεν. Καὶ γὰρ τὰ πετεινὰ, ἕως ἂν τὸν ὑψηλὸν ἀέρα τέμνῃ, οὐ ταχέως ἁλίσκεται· οὕτω καὶ σὺ, ἕως ἂν πρὸς τὰ ἄνω βλέπῃς, οὔτε ὑπὸ παγίδος, οὔτε ὑφ' ἑτέρας τινὸς ἁλώσῃ ῥᾳδίως ἐπιβουλῆς. Ἰξευτής ἐστιν ὁ διάβολος· γενοῦ τοίνυν τῶν ἐκείνου καλάμων ὑψηλότερος. Ὁ προς τὸ ὕψος ἀναβὰς οὐκέτι οὐδὲν θαυμάσεται τῶν βιωτικῶν πραγμάτων· ἀλλ' ὥσπερ, ἐπειδὰν εἰς τὴν κορυφὴν ἀναδράμωμεν τῶν ὀρῶν, μικρὰ καὶ ἡ πόλις ἡμῖν εἶναι δοκεῖ καὶ τὰ τείχη, καὶ μυρμήκων δίκην ἐπὶ τῆς γῆς οἱ ἄνδρες ἡμῖν βαδίζοντες φαίνονται· οὕτως ἐπειδὰν ἐπὶ τὴν ὑψηλὴν ἔννοιαν τῆς φιλοσοφίας ἀνέλθῃς, οὐδέν σε τῶν ἐπὶ τῆς γῆς ἐκπλῆξαι δυνήσεται, ἀλλὰ μικρὰ πάντα φανεῖται, καὶ πλοῦτος, καὶ δόξα, καὶ δυναστεία, καὶ τιμὴ καὶ εἴ τι τοιοῦτον ἕτερον, ὅταν τὰ ἐν οὐρανοῖς βλέπῃς· καθάπερ οὖν καὶ Παύλῳ μικρὰ πάντα ἐφαίνετο, καὶ νεκρῶν ἀχρηστότερα τὰ λαμπρὰ τοῦ παρόντος βίου. Διὰ τοῦτο καὶ ἐβόα λέγων· Ἐμοὶ κόσμος ἐσταύρωται· διὰ τοῦτο καὶ ἡμῖν παρῄνει λέγων· Τὰ ἄνω φρονεῖτε. Ἄνω; ποῖα λέγεις, εἰπέ μοι; ὅπου ἥλιος, ὅπου σελήνη; Οὐχὶ, φησίν. Ἀλλὰ ποῦ; ὅπου ἄγγελοι, ὅπου ἀρχάγγελοι, ὅπου τὰ χερουβὶμ καὶ τὰ σεραφίμ; Οὐχὶ, φησίν. Ἀλλὰ ποῦ; Ὅπου ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Πειθώμεθα τοίνυν, κἀκεῖνο διηνεκῶς λογιζώμεθα, ὅτι καθάπερ τῷ στρουθίῳ ὄφελος οὐδὲν τῶν πτερῶν ὑπὸ τῆς παγίδος ἁλόντι, ἀλλ' εἰκῆ καὶ μάτην πτερύσσεται· οὕτω καὶ σοὶ τῶν λογισμῶν οὐδὲν ὄφελος, ἐὰν κατὰ κράτος ὑπὸ τῆς πονηρᾶς ἐπιθυμίας ἁλῷς, ἀλλ' ὅσα ἂν σκιρτήσῃς, ἑάλως. Διὰ τοῦτο πτερὰ τοῖς στρουθίοις, ἵνα ἐκφύγῃ τὰς παγίδας· διὰ τοῦτο λογισμοὶ τοῖς ἀνθρώποις, ἵνα ἐκφύγωσι τὰ ἁμαρτήματα. Τίνα οὖν ἕξομεν συγγνώμην, τίνα δὲ ἀπολογίαν, ὅταν τῶν ἀλόγων ὦμεν ἀνοητότεροι;
3. From every side, therefore, let us search out matters with exactness. Often even a wife has become a snare to those who do not take heed, often children, often friends, often neighbours. And for what sake are there so many snares, says one? In order that we may not fly low, but may seek the things above. For birds too, so long as they cleave the high air, are not easily caught; even so thou also, so long as thou lookest towards the things above, shalt not easily be caught either by a snare or by any other plot. The devil is a fowler; become, therefore, higher than his lime-twigs. He who has ascended to the height will no longer marvel at any of the affairs of this life; but just as, when we have run up to the summit of the mountains, both the city and its walls seem small to us, and men walking upon the earth appear to us like ants, even so when thou hast ascended to the lofty conception of philosophy, nothing of the things upon the earth will be able to strike thee with awe, but all things will appear small — both wealth, and glory, and power, and honour, and whatever else there may be of the sort — when thou lookest at the things in heaven; just as to Paul also all things appeared small, and the splendours of this present life more useless than corpses. On this account he also cried aloud, saying: Unto me the world hath been crucified; on this account he exhorted us also, saying: Set your mind on the things above. Above? What sort of things dost thou mean, tell me? Where the sun is, where the moon is? Nay, says he. Where then? Where angels are, where archangels are, where the cherubim and the seraphim are? Nay, says he. Where then? Where Christ is, sitting at the right hand of God. Let us obey, therefore, and let us continually reckon upon this also, that just as there is no benefit from its wings for the sparrow once caught by the snare, but it flutters idly and in vain, even so for thee also there is no benefit from thy reasonings if thou art captured by storm by evil desire, but however much thou mayest struggle, thou hast been caught. On this account wings were given to sparrows, that they may escape snares; on this account reasonings were given to men, that they may escape sins. What pardon, then, shall we have, and what defence, when we are more senseless than brute beasts?
Ὁ μὲν γὰρ στρουθὸς ἅπαξ ἁλοὺς ὑπὸ παγίδος, εἶτα διαφυγὼν, καὶ ἔλαφος δὲ εἰς δίκτυον ἐμπεσοῦσα καὶ διαδρᾶσα, δυσκόλως ἁλώσονται πάλιν τοῖς αὐτοῖς· ἑκάστῳ γὰρ ἡ πεῖρα διδάσκαλος ἀσφαλείας γίνεται. Ἡμεῖς δὲ πολλάκις τοῖς αὐτοῖς ἁλόντες, τοῖς αὐτοῖς περιπίπτομεν, καὶ οὐδὲ τῶν ἀλόγων τὸ προνοητικὸν καὶ μεμεριμνημένον οἱ λόγῳ τιμηθέντες μιμούμεθα. Ποσάκις οὖν ἰδόντες γυναῖκα, μυρία ἐπάθομεν δεινὰ οἴκαδε ἀναχωρήσαντες, καὶ τὴν ἐπιθυμίαν δεξάμενοι, καὶ ἐπὶ πολλαῖς ὀδυνηθέντες ἡμέραις, ἀλλ' ὅμως οὐ σωφρονιζόμεθα, ἀλλὰ μόλις τὸ πρότερον θεραπεύσαντες ἕλκος, πάλιν τοῖς αὐτοῖς περιπίπτομεν, καὶ ὑπὸ τῶν αὐτῶν ἁλισκόμεθα, καὶ διὰ βραχεῖαν ἡδονὴν ὄψεως, διηνεκῆ τινα καὶ χρόνιον ὑπομένομεν ὀδύνην. Ἀλλ' ἐὰν μάθωμεν
For the sparrow, once caught by a snare and afterwards escaping, and the hind too, once fallen into a net and running free, will hardly be caught again by the same snares; for to each one experience becomes a teacher of safety. We, however, though caught many times by the very same snares, fall foul of the very same ones again, and we who have been honoured with reason do not imitate even the forethought and caution of brute beasts. How many times, then, having seen a woman, have we suffered countless terrors after withdrawing home and admitting the desire, and being pained for many days — yet nevertheless we are not chastened, but having scarcely healed the former wound, we fall foul of the very same things again, and are captured by the very same snares, and on account of a brief pleasure of sight we endure a continual and long-lasting anguish. Yet if we learn
Notes, col. 157

On the reading

Printed προς, for πρὸς.

PG 49:158Read from the page
συνεχῶς ταύτην ἐπιλέγειν ἑαυτοῖς τὴν ῥῆσιν, πάντων ἀποστησόμεθα τῶν δεινῶν· παγὶς μεγίστη κάλλος γυναικός· μᾶλλον δὲ οὐχὶ κάλλος γυναικὸς, ἀλλ' ἡ ἀκόλαστος ὄψις· μὴ γὰρ δὴ τὰ πράγματα διαβάλλωμεν, ἀλλ' ἡμᾶς καὶ τὴν ἡμετέραν ῥᾳθυμίαν· μηδὲ λέγωμεν, Μὴ ἔστωσαν γυναῖκες, ἀλλὰ Μὴ ἔστωσαν μοιχεῖαι· μηδὲ λέγωμεν, Μὴ ἔστω κάλλος, ἀλλὰ Μὴ ἔστω πορνεία· μηδὲ λέγωμεν, Μὴ ἔστω κοιλία, ἀλλὰ Μὴ ἔστω ἀδηφαγία· οὐ γὰρ ἡ κοιλία τὴν ἀδηφαγίαν ποιεῖ, ἀλλ' ἡ ἡμετέρα ῥᾳθυμία. Μὴ λέγωμεν διὰ τὸ φαγεῖν καὶ πιεῖν πάντα τὰ κακά· οὐ γὰρ διὰ τοῦτο, ἀλλὰ διὰ τὴν ῥᾳθυμίαν καὶ τὴν ἀπληστίαν τὴν ἡμετέραν. Οὐκ ἔφαγε γοῦν οὐδὲ ἔπιεν ὁ διάβολος, καὶ κατέπεσεν· ἔφαγε καὶ ἔπιεν ὁ Παῦλος, καὶ εἰς τὸν οὐρανὸν ἀνῆλθε. Πόσων ἀκούω λεγόντων, Μὴ ἔστω πενία! Ἐπιστομίζωμεν τοίνυν τοὺς τὰ τοιαῦτα δυσχεραίνοντας· βλασφημία γὰρ τὸ τὰ τοιαῦτα λέγειν ἐστί. Λέγωμεν τοίνυν πρὸς αὐτούς· Μὴ ἔστω μικροψυχία· πενία γὰρ μυρία εἰς τὸν βίον ἡμῶν εἰσήγαγεν ἀγαθὰ, καὶ χωρὶς πενίας ὁ πλοῦτος ἄχρηστος. Μὴ τοίνυν μήτε τοῦτον μήτε ἐκείνην διαβάλλωμεν· πενία γὰρ καὶ πλοῦτος ὅπλα ἐστὶ πρὸς ἀρετὴν ἑκάτερα φέροντα, ἂν ἐθέλωμεν. Ὥσπερ οὖν ὁ γενναῖος στρατιώτης, οἷον ἂν ὅπλον λάβῃ, τὴν οἰκείαν ἀρετὴν ἐπιδείκνυται· οὕτως ὁ ἄνανδρος καὶ δειλὸς ὑφ' ἑκατέρων ἐμποδίζεται. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀναμνήσθητί μοι τοῦ Ἰὼβ, ὃς ὁμοῦ καὶ πλούσιος καὶ πένης γέγονε, καὶ ἑκάτερα τὰ ὅπλα μετεχειρίσατο, καὶ ἐν ἑκατέροις ἐκράτησε. Καὶ ὅτε μὲν πλούσιος ἦν, ἔλεγεν· Ἡ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο· ὅτε δὲ πένης γέγονεν, ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Ὅτε πλούσιος ἦν, πολλὴν τὴν φιλοξενίαν, ὅτε πένης γέγονε, πολλὴν τὴν ὑπομονὴν ἐπεδείξατο. Καὶ σὺ τοίνυν πλούσιος εἶ; πολλὴν ἐπιδείκνυσο τὴν ἐλεημοσύνην. Πένης γέγονας; πολλὴν τὴν καρτερίαν καὶ τὴν ὑπομονήν. Οὔτε γὰρ πλοῦτος κακὸν, οὔτε πενία ἁπλῶς· ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν χρωμένων ἑκάτερα ταῦτα γίνεται.
to repeat this saying continually to ourselves, we shall abstain from all evils. A woman's beauty is a very great snare; or rather, not a woman's beauty, but unbridled gaze. For let us not malign the things themselves, but ourselves and our own indolence; nor let us say, Let there be no women, but, Let there be no adulteries; nor let us say, Let there be no beauty, but, Let there be no fornication; nor let us say, Let there be no belly, but, Let there be no gluttony; for it is not the belly that makes gluttony, but our own indolence. Let us not say that from eating and drinking come all evils; for it is not from this, but from our indolence and insatiableness. At all events, the devil neither ate nor drank, and yet fell down; Paul ate and drank, and ascended into heaven. How many do I hear saying, Let there be no poverty! Let us therefore stop the mouths of those who chafe at such things; for to speak such words is blasphemy. Let us therefore say to them: Let there be no faintheartedness; for poverty has introduced countless blessings into our life, and without poverty wealth is useless. Let us then slander neither the one nor the other; for poverty and wealth are both weapons conducing to virtue, if we are willing. Just as the noble soldier, therefore, whatever weapon he takes up, displays his own valour, so the unmanly and cowardly man is hindered by each of the two. And that you may learn that this is true, call to mind for me Job, who became at once both rich and poor, and wielded both weapons, and prevailed in both. And when he was rich, he said: My door was opened to everyone who came; and when he became poor, he said: The Lord gave, the Lord took away; as it seemed good to the Lord, so also it came to pass. When he was rich, he displayed great hospitality; when he became poor, much endurance. Are you also rich, then? Display abundant almsgiving. Have you become poor? Display abundant fortitude and endurance. For neither is wealth an evil, nor poverty simply so; rather, both of these become such according to the purpose of those who use them.
δʹ. Παιδεύσωμεν τοίνυν ἑαυτοὺς μὴ τοιαύτας περὶ τῶν πραγμάτων ἔχειν τὰς κρίσεις, μηδὲ τὰ ἔργα τοῦ Θεοῦ, ἀλλὰ τὴν προαίρεσιν τὴν πονηρὰν τῶν ἀνθρώπων διαβάλλειν. Τὸν μικρόψυχον οὐδὲ ὁ πλοῦτος ὠφελῆσαι δύναται· τὸν μεγαλόψυχον οὐδὲ ἡ πενία καταβλάπτει ποτέ.
4. Let us therefore train ourselves not to hold such judgements concerning affairs, nor to slander the works of God, but rather the wicked purpose of men. Wealth itself cannot benefit the faint-hearted man, nor does poverty ever harm the great-souled man.
Ἐπιγνῶμεν τοίνυν τὰς παγίδας, καὶ πόρρωθεν αὐτῶν βαδίζωμεν· ἐπιγνῶμεν τοὺς κρημνοὺς, καὶ μηδὲ ἐγγὺς γινώμεθα. Τοῦτο ἀσφαλείας ἡμῖν ἔσται μεγίστης ὑπόθεσις, τὸ μὴ τὰ ἁμαρτήματα φεύγειν μόνον, ἀλλὰ καὶ τὰ ἀδιάφορα μὲν εἶναι δοκοῦντα, πρὸς δὲ τὰς ἁμαρτίας ἡμᾶς ὑποσκελίζοντα. Οἷόν τι λέγω· Τὸ γελᾷν καὶ ἀστεῖα λέγειν οὐ δοκεῖ μὲν ὡμολογημένον ἁμάρτημα εἶναι, ἄγει δὲ εἰς ὡμολογημένον ἁμάρτημα· πολλάκις γοῦν ἀπὸ γέλωτος αἰσχρὰ ῥήματα τίκτεται, ἀπὸ ῥημάτων αἰσχρῶν πράξεις αἰσχρότεραι· πολλάκις ἀπὸ ῥημάτων καὶ γέλωτος λοιδορία καὶ ὕβρις, ἀπὸ λοιδορίας καὶ ὕβρεως πληγαὶ καὶ τραύματα, ἀπὸ τραυμάτων καὶ πληγῶν σφαγαὶ καὶ φόνοι. Ἂν τοίνυν μέλλῃς περὶ σεαυτοῦ καλῶς βουλεύεσθαι, οὐχὶ τὰ αἰσχρὰ ῥήματα μόνον, οὐδὲ τὰ αἰσχρὰ πράγματα, οὐδὲ τὰς πληγὰς καὶ τὰ τραύματα καὶ τοὺς φόνους, ἀλλὰ καὶ αὐτὸν τὸν ἄκαιρον γέλωτα
Let us therefore recognize the snares, and walk far off from them; let us recognize the precipices, and not even come near them. This will be for us the foundation of the greatest safety: not only to flee sins, but also those things which seem indeed to be indifferent, yet trip us up towards sins. For instance: to laugh and to speak witty things does not seem to be an acknowledged sin, yet it leads to an acknowledged sin; often, in fact, foul words are born from laughter, and from foul words still fouler deeds; often from words and laughter come railing and insult, from railing and insult blows and wounds, and from wounds and blows slaughters and murders. If therefore you intend to take good counsel for yourself, you will flee not only foul words, nor foul deeds, nor blows and wounds and murders, but even untimely laughter itself
PG 49:159Read from the page
καὶ αὐτὰ τὰ ἀστεῖα ἀποφεύξῃ ῥήματα, ἐπειδὴ τῶν μετὰ ταῦτα κακῶν ῥίζα ταῦτα ἐγένετο. Διὰ τοῦτο ὁ Παῦλός φησι· Μωρολογία καὶ εὐτραπελία μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν. Ει γὰρ καὶ αὐτὸ καθ' ἑαυτὸ μικρὸν εἶναι δοκεῖ, ἀλλὰ μεγάλων ἡμῖν κακῶν αἴτιον γίνεται. Πάλιν τὸ τρυφᾷν οὐ δοκεῖ μὲν ἔγκλημα εἶναι φανερὸν καὶ ὡμολογημένον, μεγάλα δὲ ἡμῖν τίκτει κακὰ, μέθην, παροινίαν, πλεονεξίαν, ἁρπαγάς. Ὁ γὰρ δαπανηρὸς καὶ πολυτελὴς, καὶ λειτουργίας τῇ γαστρὶ λειτουργῶν ἀφορήτους, καὶ κλέπτειν ἀναγκάζεται πολλάκις, καὶ τὰ ἑτέρων ἁρπάζειν, καὶ πλεονεκτεῖν, καὶ βιάζεσθαι. Ἂν τοίνυν φύγῃς τὸ τρυφᾷν, καὶ πλεονεξίας καὶ ἁρπαγῆς καὶ μέθης καὶ μυρίων κακῶν τὴν ὑπόθεσιν ἀνεῖλες, πόῤῥωθεν τὴν ῥίζαν ἐκτεμὼν τῆς πονηρίας. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Ἡ σπαταλῶσα χήρα ζῶσα τέθνηκε. Τὸ εἰς τὰ θέατρα ἀναβαίνειν πάλιν, καὶ ἵππων ἁμίλλας θεωρεῖν, καὶ κυβεύειν, οὐ δοκεῖ πλημμέλημα τοῖς πολλοῖς ὡμολογημένον εἶναι, μυρία δὲ εἰς τὸν βίον εἰσάγει κακά. Καὶ γὰρ ἡ ἐν τοῖς θεάτροις διατριβὴ πορνείαν, ἀκολασίαν, καὶ πᾶσαν ἀσέλγειαν ἔτεκε, καὶ ἡ τῆς ἁμίλλης τῶν ἵππων θεωρία μάχας, λοιδορίας, πληγὰς, ὕβρεις, ἀπεχθείας διηνεκεῖς ἐπήγαγε· καὶ ἡ περὶ τὸ κυβεύειν σπουδὴ βλασφημίας, ζημίας, ὀργὰς, λοιδορίας, καὶ μυρία ἕτερα τούτων δεινότερα πολλάκις εἰργάσατο. Μὴ τοίνυν τὰ ἁμαρτήματα φεύγωμεν μόνον, ἀλλὰ καὶ τὰ δοκοῦντα μὲν ἀδιάφορα εἶναι, κατὰ μικρὸν δὲ ἡμᾶς εἰς τὰς πλημμελείας ἄγοντα ταύτας. Καὶ γὰρ ὁ παρὰ κρημνὸν βαδίζων, κἂν μὴ καταπέσῃ, τρέμει, καὶ πολλάκις ὑπ' αὐτοῦ τοῦ τρόμου περιτραπεὶς κατέπεσεν· οὕτω καὶ ὁ μὴ πόῤῥωθεν φεύγων τὰς ἁμαρτίας, ἀλλ' ἐγγὺς αὐτῶν βαδίζων, μετὰ φόβου βιώσεται, καὶ πολλάκις εἰς αὐτὰς ἐμπεσεῖται. Καὶ γὰρ ὁ τὰ ἀλλότρια περιεργαζόμενος κάλλη, κἂν μὴ μοιχεύσῃ, τέως ἐπεθύμησε, καὶ γέγονε κατὰ τὴν ἀπόφασιν τοῦ Χριστοῦ μοιχός· πολλάκις δὲ ὑπ' αὐτῆς τῆς ἐπιθυμίας καὶ εἰς τὴν διὰ τῆς πείρας ἁμαρτίαν καταφέρεται. Πόῤῥωθεν τοίνυν ἑαυτοὺς ἀναστείλωμεν τῶν ἁμαρτημάτων. Βούλει σωφρονεῖν; μὴ φύγῃς μοιχείαν μόνον, ἀλλὰ καὶ ἀκόλαστον ὄψιν. Βούλει ῥημάτων αἰσχρῶν εἶναι μακράν; μὴ τὰ αἰσχρὰ ῥήματα φύγῃς μόνον, ἀλλὰ καὶ γέλωτα ἄτακτον, καὶ ἐπιθυμίαν ἅπασαν. Βούλει φόνων εἶναι πόῤῥω; φεῦγε λοιδορίας. Βούλει μέθης ἀφίστασθαι; φεῦγε τρυφὰς καὶ τὰς πολυτελεῖς τραπέζας, καὶ πρόῤῥιζον τὴν κακίαν ἀνάσπασον. Μεγάλη παγὶς γλώσσης ἀκολασία καὶ πολλοῦ δεομένη τοῦ χαλινοῦ. Διὰ τοῦτο καί τίς φησι· Παγὶς ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται ῥήμασιν ἰδίου στόματος.
and witty words themselves, since these have become the root of the evils that follow after them. On this account Paul says: Let no foolish talk or jesting proceed out of your mouth. For even if by itself it seems to be a small thing, yet it becomes for us the cause of great evils. Again, to live in luxury does not indeed seem to be a manifest and avowed crime, yet it brings forth great evils for us: drunkenness, revelry, covetousness, rapines. For the prodigal and sumptuous man, who renders unendurable ministrations to his belly, is often compelled both to steal, and to seize the goods of others, and to defraud, and to use violence. If therefore you flee luxury, you have swept away the foundation of covetousness and rapine and drunkenness and ten thousand evils, cutting out the root of wickedness from afar. On this account Paul also said that the widow who lives in wanton luxury is dead while she lives. To go up into the theatres again, and to watch horse-races, and to play at dice, does not seem to most men to be an avowed offence, yet it brings ten thousand evils into life. For lingering in the theatres has brought forth fornication, intemperance, and every lasciviousness; and watching horse-races has brought on fights, railings, blows, insults, and perpetual enmities; and eagerness for dice-playing has often wrought blasphemies, losses, rages, railings, and countless other things more dreadful than these. Let us therefore flee not sins only, but also those things which seem indeed to be indifferent, yet little by little lead us into these transgressions. For he who walks beside a precipice, even if he does not fall down, trembles, and often, upset by that very trembling, has fallen down; so also he who does not flee sins from afar, but walks near them, will live in fear, and will often fall into them. For he who pries curiously into another's beauty, even if he does not commit adultery, has meanwhile lusted, and according to Christ's sentence has become an adulterer; and often by that very desire he is carried down also into the sin committed in actual deed. Let us therefore draw ourselves back from sins from afar. Do you wish to be chaste? Flee not adultery only, but also an unbridled gaze. Do you wish to be far from foul words? Flee not foul words only, but also disorderly laughter and every lust. Do you wish to be far from murders? Flee railings. Do you wish to abstain from drunkenness? Flee luxuries and sumptuous tables, and pluck up vice by the roots. Unbridledness of tongue is a great snare, and stands in need of much curbing. On this account someone also says: A man's own lips are a strong snare to him, and he is caught by the words of his own mouth.
εʹ. Πρὸ τῶν ἄλλων τοίνυν ἁπάντων μελῶν ταύτην σωφρονίσωμεν, ταύτην χαλινώσωμεν, καὶ λοιδορίας καὶ ὕβρεις καὶ αἰσχρολογίας καὶ κακηγορίας ἀπὸ τοῦ στόματος ἐξελάσωμεν, καὶ τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν· πάλιν γὰρ ἡμᾶς ἐπὶ τὴν αὐτὴν παραίνεσιν ὁ λόγος ἤγαγε. Καίτοι γε ἑσπέρας συνεταξάμην ὑμῶν τῇ ἀγάπῃ, ὡς οὐκέτι περὶ τῆς ἐντολῆς ταύτης ἐρῶ, διὰ τὸ πάσας τὰς ἔμπροσθεν ἡμέρας ἀρκούντως περὶ αὐτῆς διειλέχθαι· ἀλλὰ τί πάθω; Ἕως ἂν ἴδω κατορθώσαντας, οὐ στέγω τῆς συμβουλῆς ἀποσχέσθαι· ἐπεὶ καὶ Παῦλος Γαλάταις λέγων, Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, πάλιν αὐτοῖς φαίνεται συγγενόμενος καὶ διαλεχθείς. Τοιαῦτα τὰ σπλάγχνα τὰ πατρικὰ, κἂν εἴπωσιν ἀφίστασθαι, οὐκ ἀφίστανται, ἕως ἂν ἴδωσι σωφρο-
5. Before all our other members, therefore, let us chasten this one, let us bridle this one, and drive out railings and insults and filthy talk and slanders from our mouth, together with the wicked habit of oaths; for our discourse has brought us back once more to the same exhortation. And yet yesterday evening I agreed with your charity that I would speak no further concerning this commandment, because on all the preceding days we had discoursed sufficiently about it; but what am I to do? Until I see you having set this right, I cannot bear to abstain from giving counsel; since Paul also, after saying to the Galatians, Henceforth let no man give me trouble, is seen conversing and discoursing with them once again. Such are a father's bowels of compassion: even if they say they are withdrawing, they do not withdraw until they see their
Notes, col. 159

On the reading

Printed Ει, for Εἰ.