Migne Reading Room

PG 49 · cols. 142–147 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:142Read from the page
αινέσεως. Μὴ γάρ μοι λεγέτω τις, ὅτι πολλοὶ κατώρθωσαν· οὐ τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλ' ἵνα πάντες. Ἕως δ' ἂν μὴ τοῦτο ἴδω, οὐ δύναμαι ἀναπνεῦσαι. Ὁ ποιμὴν ἐκεῖνος ἑκατὸν πρόβατα εἶχε, καὶ ἑνὸς πλανηθέντος, οὐκ ἐλάμβανεν αἴσθησιν τῆς σωτηρίας τῶν ἐνενήκοντα ἐννέα, ἕως ἂν τὸ ἀπολωλὸς εὗρε καὶ τῇ ποίμνῃ πάλιν ἀπέδωκεν. Οὐχ ὁρᾷς καὶ ἐπὶ τοῦ σώματος τοῦτο γινόμενον; ἐὰν γὰρ τὴν ὄνυχα μόνον προσπταίσαντες ἀναστρέψωμεν, ὅλον τῷ μέλει συναλγεῖ τὸ σῶμα. Μὴ τοίνυν τοῦτο εἴπῃς, ὡς ὀλίγοι τινὲς ὑπελείφθησαν οἱ μὴ κατωρθωκότες, ἀλλ' ἐκεῖνο σκόπει ὅτι οὗτοι οἱ ὀλίγοι μὴ διορθωθέντες πολλοὺς διαφθείρουσιν ἑτέρους. Καὶ γὰρ εἷς ἦν ὁ πεπορνευκὼς παρὰ Κορινθίοις, καὶ ὅμως οὕτως ἔστενεν ὁ Παῦλος ὡς ὅλης τῆς πόλεως ἀπολωλυίας. Καὶ μάλα εἰκότως· ᾔδει γὰρ ὅτι μὴ σωφρονισθέντος ἐκείνου ταχέως τὸ νόσημα βαδίζον ὁδῷ καὶ τοὺς ἄλλους ἐπιδραμεῖται πάντας. Εἶδον πρώην ἐν τῷ δικαστηρίῳ δεδεμένους καὶ ἀπαγομένους διὰ μέσης τῆς ἀγορᾶς τοὺς περιφανεῖς ἐκείνους ἄνδρας, καί τινων θαυμαζόντων διὰ τὴν ὑπερβολὴν τῆς ὕβρεως, Οὐδὲν χρὴ θαυμάζειν, ἕτεροι ἔλεγον· ἔνθα γὰρ ἂν ᾖ καθοσίωσις, ἀξίωμα οὐδὲν ὠφελεῖ. Οὐκοῦν πολλῷ μᾶλλον ἔνθα ἂν ἀσέβεια ᾖ, ἀξίωμα οὐδὲν ὠφελεῖ.
tation. For let no one say to me that many have amended: this is not what is sought, but that all should do so. And until I see this, I cannot take breath. That shepherd had a hundred sheep, and when one went astray, he took no pleasure in the safety of the ninety-nine until he found the lost one and restored it again to the flock. Do you not see this happening also in the body? For if by stumbling we wrench back the nail alone, the whole body suffers together with the member. Do not, therefore, say this, that some few have been left behind who have not amended, but consider that point, that these few, if they are not reformed, corrupt many others. For indeed he who had committed fornication among the Corinthians was one man, and yet Paul groaned just as though the whole city had perished. And quite reasonably so: for he knew that if that man were not chastened, the malady, advancing step by step, would swiftly overrun all the rest as well. I saw lately in the courthouse those illustrious men bound and led away through the midst of the market-place; and when certain persons marvelled on account of the excess of the indignity, others said, There is no need to marvel: for wherever high treason is present, rank avails nothing. Much more, then, wherever impiety is present, rank avails nothing.
εʹ. Ταῦτα οὖν ἐννοοῦντες διαναστήσωμεν ἑαυτούς· ἐὰν γὰρ μὴ τὴν παρ' ὑμῶν σπουδὴν ὑμεῖς εἰσενέγκητε, περιττὰ τὰ παρ' ἡμῶν ἅπαντα. Τί δήποτε; Ὅτι οὐχ ὥσπερ αἱ λοιπαὶ τέχναι, οὕτω καὶ ἡ διδασκαλική ἐστι δύναμις. Ὁ μὲν γὰρ ἀργυροκόπος οἷον ἂν χαλκεύσῃ τὸ σκεῦος καὶ ἀπόθηται, τοιοῦτον ἐλθὼν τῇ ἐπιούσῃ πάλιν εὑρήσει· καὶ ὁ χαλκοτύπος, καὶ ὁ λιθοξόος, καὶ τῶν δημιουργῶν ἕκαστος οἷον ἂν ἀφῇ τὸ οἰκεῖον ἔργον, τοιοῦτον ἀπολήψεται πάλιν· ἐπὶ δὲ ἡμῶν οὐχ οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν· οὐ γὰρ ἄψυχα σκεύη, ἀλλὰ ψυχὰς χαλκεύομεν λογικάς. Διὰ τοῦτο οὐ τοιούτους ὑμᾶς εὑρίσκομεν οἵους καταλιμπάνομεν, ἀλλ' ἐπειδὰν λαβόντες μετὰ πολλοῦ καμάτου διαπλάσωμεν, διορθώσωμεν, θερμοτέρους ἐργασώμεθα, ἐξελθόντας ὑμᾶς ἡ τῶν πραγμάτων περίστασις πανταχόθεν περιστοιχιζομένη διαστρέφει πάλιν, καὶ πλείονα παρέχει τὴν δυσκολίαν ἡμῖν. Διὰ τοῦτο δέομαι καὶ ἀντιβολῶ χεῖρα ὀρέξαι, καὶ ὅσην ἐνταῦθα ποιοῦμαι τὴν σπουδὴν πρὸς τὴν διόρθωσιν τὴν ὑμετέραν, τοσαύτην ἀπελθόντες ἐντεῦθεν ἐπιδείκνυσθε περὶ τὴν σωτηρίαν τὴν ὑμετέραν φροντίδα. Εἴθε μὲν γὰρ δυνατὸν ἦν ὑπὲρ ὑμῶν ἐμὲ κατορθοῦν, καὶ τὰ ἔπαθλα ὑμᾶς λαμβάνειν τῶν κατορθωμάτων, καὶ οὐκ ἂν τοσοῦτον ἠνώχλησα. Ἀλλὰ τί πάθω; τοῦτο ἀμήχανον· ἑκάστῳ γὰρ κατὰ τὰ ἔργα αὐτοῦ ἀποδώσει. Ὥσπερ οὖν μήτηρ ὁρῶσα τὸ παιδίον πυρέττον, παρεστῶσα ἀγχομένῳ καὶ καιομένῳ, θρηνοῦσα πολλάκις εἶπε πρὸς τὸ νοσοῦν παιδίον, Εἴθε μοι δυνατὸν ἦν, τέκνον, τὸν πυρετὸν ἀναδέξασθαι τὸν σὸν, καὶ ἐπ' ἐμαυτὴν ἑλκύσαι τὴν φλόγα· οὕτω δὴ καὶ ἐγὼ λέγω νῦν· Εἴθε δυνατὸν ἦν ἐμὲ πονήσαντα ὑπὲρ ὑμῶν κατορθῶσαι πάντων· ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν, ἀλλὰ τῶν αὐτῷ πραττομένων ἕκαστον ἀνάγκη δοῦναι τὰς εὐθύνας, καὶ οὐκ ἂν ἴδοι τις ἕτερον ὑπὲρ ἑτέρου κολαζόμενον. Διὰ τοῦτο ὀδυνῶμαι καὶ θρηνῶ, ὅτι κατὰ τὴν ἡμέραν ὑμῖν ἐκείνην ἐγκαλουμένοις οὐ δυνήσομαι παραστῆναι· μάλιστα μὲν γὰρ οὐδὲ παῤῥησία μοι πρὸς τὸν Θεόν ἐστι τοσαύτη. Ει δὲ καὶ παῤῥησίαν εἶχον, οὐκ εἰμὶ Μωσέως ἁγιώτερος, οὐδὲ Σαμουὴλ δικαιότερος, οὓς ἐπὶ τοσοῦ-
5. Bearing these things in mind, therefore, let us rouse ourselves up; for unless you contribute the zeal that comes from yourselves, all the efforts on our part are in vain. Why in the world is this? Because the power of teaching is not like the other arts. For the silversmith, whatsoever vessel he forges and lays by, will find it just the same when he comes back again on the morrow; and the coppersmith, and the stone-cutter, and each of the craftsmen, in whatsoever state he leaves his own work, will receive it back again just so; whereas in our case it is not thus, but quite the contrary: for we forge not inanimate vessels, but rational souls. On this account we do not find you such as we leave you; but after we have taken you and moulded you with much toil, reformed you, and rendered you more fervent, when you go forth, the pressure of affairs hemming you in from every side perverts you again, and furnishes greater difficulty for us. On this account I beg and entreat you to stretch out a hand, and when you depart hence to display as great a care concerning your own salvation as is the earnestness I exert here for your reformation. Would that it were indeed possible for me to act rightly on your behalf, and for you to receive the prizes of those virtuous deeds, and I would not have troubled you so much! Yet what am I to do? This is impossible; for He will render to each man according to his works. Just, then, as a mother seeing her little child feverish, standing beside him gasping and burning, lamenting has often said to the ailing child, Would that it were possible for me, my child, to take your fever upon myself and draw the flame upon me! — even so do I also say now: Would that it were possible for me by toiling to achieve virtue on behalf of you all! Yet this is not so, it is not so; rather, each man must of necessity render an account of the things done by himself, and one could never see one man punished in stead of another. On this account I grieve and lament, because on that day when you are accused I shall not be able to stand by to aid you; for above all I do not even possess such boldness before God. And even if I had boldness, I am not holier than Moses, nor more righteous than Samuel, whom, though advanced to so
Notes, col. 142

On the reading

Printed Ει, for Εἰ.

PG 49:143Read from the page
τον ἀρετῆς ἥκοντας οὐκ ἔφη δύνασθαί τι τοὺς Ἰουδαίους ὠφελήσειν, διὰ τὸ πολλῇ ῥᾳθυμίᾳ αὐτοὺς ἐκείνους ἐκδοθῆναι. Ἐπεὶ οὖν ἀπὸ τῶν οἰκείων ἔργων κολαζόμεθα καὶ σωζόμεθα, σπουδάσωμεν, παρακαλῶ, μετὰ
great a pitch of virtue, He declared to be unable to avail the Jews at all, because those men had given themselves over to great slothfulness. Since, therefore, it is from our own works that we are punished and saved, let us be earnest, I beseech you, along with
(a) Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβερὰς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν· εἰς τοῦτό τε οὖν ἡ ὁμιλία εἴρηται, καὶ εἰς τὴν περὶ τῶν ὅρκων παραίνεσιν· διὸ καὶ ἡ κατὰ τὸν Ἰωνάθαν καὶ τὸν Σαοὺλ ἱστορία καὶ τὸν Ἰεφθάε παρήχθη, καὶ ἐδείχθη πόσαι ἐξ ἑνὸς ὅρκου γίνονται ἐπιορκίαι.
(a) When the whole populace had been relieved of its anguish and had taken heart, certain persons again threw the city into turmoil by fabricating fearful rumours, and were exposed; with reference both to this, therefore, and to the exhortation concerning oaths was the homily delivered; wherefore the narrative concerning Jonathan, Saul, and Jephthah was also adduced, and it was shown how many perjuries arise out of a single oath.
Ὁμιλία ιδʹ.
Homily XIV.
αʹ. Οὐχ ὡς ἔτυχε τὴν πόλιν ἡμῖν ὁ διάβολος χθὲς ἐθορύβησεν, ἀλλὰ καὶ ὁ Θεὸς ἡμᾶς οὐχ ὡς ἔτυχε παρεκάλεσε πάλιν, ὥστε καὶ ἡμῶν ἕκαστον εὐκαίρως εἰπεῖν ἐκεῖνο τὸ προφητικόν· Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. Οὐ τῷ παρακαλέσαι δὲ μόνον, ἀλλὰ καὶ τῷ συγχωρῆσαι θορυβηθῆναι, τὴν κηδεμονίαν ὁ Θεὸς ἡμῖν ἐπεδείξατο τὴν ἑαυτοῦ. Ὅπερ γὰρ λέγων οὐδέποτε ἐπαυσάμην, τοῦτο καὶ τήμερον ἐρῶ, ὅτι οὐχ ἡ ἀπαλλαγὴ τῶν δεινῶν, ἀλλὰ καὶ ἡ συγχώρησις τούτων ἀπὸ τῆς εὐνοίας γίνεται τοῦ Θεοῦ. Ὅταν γὰρ ἴδῃ πρὸς ῥᾳθυμίαν ἡμᾶς ἐκκλίνοντας, καὶ τῆς πρὸς αὐτὸν οἰκειώσεως ἀποπηδῶντας, καὶ τῶν πνευματικῶν οὐδένα ποιουμένους λόγον, ἐγκαταλιμπάνει μικρὸν, ἵνα ταύτῃ σωφρονισθέντες σπουδαιότερον πρὸς αὐτὸν ἐπανέλθωμεν. Καὶ τί θαυμάζεις, εἰ ἐφ' ἡμῶν τῶν ῥᾳθύμων τοῦτο ποιεῖ, ὅπου γε καὶ Παῦλος καὶ ἐπ' αὐτοῦ καὶ τῶν αὐτοῦ μαθητῶν ταύτην ἔλεγεν αἰτίαν εἶναι τῶν πειρασμῶν; Κορινθίοις γὰρ ἐπιστέλλων τὴν δευτέραν ἐπιστολὴν οὕτω πώς φησιν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν· ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὕτω μεγάλοι, φησὶν, ἡμῖν ἐπηωρήθησαν κίνδυνοι, ὡς ἀπαγορεῦσαι τοῦ ζῇν, καὶ μηκέτι λοιπὸν ἐλπίσαι χρηστήν τινα ἔσεσθαι μεταβολὴν, ἀλλ' ἢ θάνατον ἀναμένειν πάντως· τοῦτο γάρ ἐστι τὸ, Αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· ἀλλ' ὅμως μετὰ τὴν τοσαύτην ἀπόγνωσιν ἔλυσεν ὁ Θεὸς τὸν χειμῶνα, καὶ τὸ νέφος παρήνεγκε, καὶ ἐξ αὐτῶν τοῦ θανάτου τῶν πυλῶν ἡμᾶς ἥρπασεν. Εἶτα δεικνὺς ὅτι καὶ τὸ συγχωρῆσαι μέχρι τοσούτου κατενεχθῆναι, κηδεμονίας ἦν πολλῆς, τὸ γινόμενον ἀπὸ τῶν πειρασμῶν διηγεῖται κέρδος· τοῦτο δὲ ἦν τὸ συνεχῶς πρὸς αὐτὸν βλέπειν, ἀλλὰ μὴ μέγα φρονεῖν μηδὲ ἐπαίρεσθαι. Διὰ τοῦτο εἰπὼν ὅτι, Αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, καὶ τὴν αἰτίαν ἐπήγαγε. Τίς δέ ἐστιν ἡ αἰτία αὕτη; Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, φησὶν, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ζωοποιοῦντι τοὺς νεκρούς. Νυστάζοντας γὰρ ἡμᾶς καὶ καταπίπτοντας ἀφυπνίζειν εἴωθε τῶν πειρασμῶν ἡ φύσις, καὶ διεγείρειν καὶ εὐλαβεστέρους ποιεῖν. Ὅταν οὖν ἴδῃς, ἀγαπητὲ, πειρασμὸν νῦν μὲν σβεσθέντα, νῦν δὲ ἐγερθέντα πάλιν, μὴ καταπέσῃς μηδὲ ἀπαγορεύσῃς, ἀλλὰ χρηστὰς ἔχε
1. Not slightly did the devil trouble our city yesterday, yet God also comforted us again in no slight degree, so that each one of us might seasonably utter that prophetic saying: According to the multitude of my sorrows in my heart, Thy consolations have gladdened my soul. And not by comforting us alone, but also by permitting us to be troubled, did God display His own care for us. For what I have never ceased saying, this I shall say today also: that not deliverance from calamities alone, but also the permission of them arises from the goodwill of God. For when He sees us turning aside to slothfulness, and leaping away from intimacy with Him, and taking no account whatever of spiritual things, He leaves us for a little while, in order that, chastened in this way, we may return to Him more earnestly. And why do you marvel if He does this in the case of us who are slothful, seeing that Paul declared this to be the cause of trials both in his own case and in that of his disciples? For in sending the second epistle to the Corinthians he speaks somewhat thus: For I would not have you ignorant, brethren, concerning our affliction which befell us in Asia, that we were weighed down exceedingly, beyond our strength, so that we despaired even of living; nay, we ourselves have had the sentence of death in ourselves; and what he means is to this effect: Dangers so great, says he, hung over us that we gave up hope of living, and no longer hoped hereafter that there would be any favourable change, but only awaited death altogether — for this is the meaning of, We ourselves have had the sentence of death in ourselves — yet nevertheless after so great despair God dispelled the tempest, and swept away the cloud, and snatched us out of the very gates of death. Then, showing that even to permit them to be brought down so far belonged to abundant care, he recounts the gain arising from trials; and this was to look continually unto Him, and not to think highly of oneself nor be lifted up. On this account, having said, We ourselves have had the sentence of death in ourselves, he added the cause as well. And what is this cause? That we should not trust in ourselves, says he, but in God Who raises the dead. For when we nod in slumber and sink down, the nature of trials is wont to awaken us, and rouse us up, and render us more devout. Whenever, therefore, beloved, you see a trial now quenched and now stirred up again, do not sink down nor lose heart, but cherish good
PG 49:144Read from the page
τῶν ἄλλων ἁπάντων καὶ ταύτην ἐκπληρῶσαι τὴν ἐντολὴν, ἵνα μετὰ χρηστῆς ἐλπίδος ἐντεῦθεν ἀπελθόντες, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
all other things to fulfil this commandment also, so that departing hence with good hope we may attain the promised blessings, by the grace and loving-kindness of our Lord Jesus Christ, through Whom and with Whom be glory to the Father together with the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
τὰς ἐλπίδας, ἐκεῖνο πρὸς ἑαυτὸν λογιζόμενος, ὅτι οὐχὶ μισῶν οὐδὲ ἀποστρεφόμενος ἡμᾶς ὁ Θεὸς παραδίδωσι ταῖς χερσὶ τῶν ἐχθρῶν, ἀλλὰ σπουδαιοτέρους καὶ οἰκειοτέρους αὐτῷ κατασκευάσαι βουλόμενος. Μὴ τοίνυν ἀπαγορεύσωμεν μηδὲ τὴν ἐπὶ τὸ βέλτιον ἀπογνῶμεν μεταβολὴν, ἀλλὰ ταχίστην προσδοκῶμεν ἔσεσθαι γαλήνην, καὶ τὸ τέλος ἁπάντων τῶν κατεχόντων ἡμᾶς θορύβων ῥίψαντες ἐπὶ τὸν Θεὸν, αὐτοὶ τῶν συνήθων ἁπτώμεθα πάλιν, καὶ τὴν εἰωθυῖαν διδασκαλίαν εἰς μέσον ἀγάγωμεν. Πάλιν γὰρ ὑμῖν περὶ τῆς αὐτῆς ὑποθέσεως διαλεχθῆναι βούλομαι, ὥστε πρόῤῥιζον ἀπὸ τῆς διανοίας ὑμῶν ἀνασπάσαι τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν.
hopes, reckoning this within yourself: that not out of hatred nor in turning away from us does God deliver us into the hands of enemies, but because He wishes to render us more earnest and closer to Himself. Let us not, therefore, lose heart nor despair of a change for the better, but let us expect that there will be a most speedy calm; and casting the issue of all the tumults that beset us upon God, let us lay hold again of our customary pursuits and bring forward our wonted teaching. For I wish to discourse to you again concerning the same subject, so as to pluck up by the roots from your mind the wicked habit of oaths.
Διόπερ ἀνάγκη πάλιν ἐπὶ τὴν αὐτὴν καταφυγεῖν ἱκετηρίαν. Καὶ γὰρ παρεκάλεσα πρώην ὑμᾶς τὴν κεφαλὴν Ἰωάννου λαβόντας ἀποτετμημένην, καὶ θερμοῦ τοῦ αἵματος ἔτι ἀποστάζουσαν, οὕτως ἀπελθεῖν οἴκαδε ἕκαστον, καὶ νομίζειν πρὸ τῶν ὀφθαλμῶν ὁρᾷν αὐτὴν φωνὴν ἀφιεῖσαν καὶ λέγουσαν· Μισήσατέ μου τὸν σφαγέα τὸν ὅρκον. Ὅπερ ἔλεγχος οὐκ ἐποίησε, τοῦτο ὅρκος ἐποίησεν· ὅπερ θυμὸς τυραννικὸς οὐκ ἴσχυσε, τοῦτο εὐορκίας ἀνάγκη παρεσκεύασε. Καὶ ὅτε μὲν ἠλέγχετο δημοσίᾳ πάντων ἀκουόντων, ἤνεγκε γενναίως τὴν ἐπιτίμησιν ὁ τύραννος, ὅτε δὲ εἰς ὅρκων ἀνάγκην ἑαυτὸν ἐνέβαλε, τότε τὴν μακαρίαν ἐκείνην ἀπέτεμε κεφαλήν. Τὸ αὐτὸ δὴ τοῦτο καὶ νῦν παρακαλῶ, καὶ παρακαλῶν οὐ παύομαι, ὥστε ὅπουπερ ἂν ἀπίωμεν, ταύτην βαστάζοντας τὴν κεφαλὴν ἀπιέναι, καὶ πᾶσιν αὐτὴν ἐπιδεικνύναι βοῶσαν καὶ τῶν ὅρκων κατηγοροῦσαν. Κἂν γὰρ σφόδρα ὦμεν ῥᾴθυμοι καὶ ὀλίγωροι, τοὺς ὀφθαλμοὺς τῆς κεφαλῆς ἐκείνης ὁρῶντες φοβερὸν εἰς ἡμᾶς βλέποντας καὶ ἀπειλοῦντας ὀμνύουσι, χαλινοῦ παντὸς εὐτο⟨…⟩ώτερον τῷ φόβῳ τούτῳ σωφρονισθέντες, ἄγχειν καὶ ἀποστρέφειν δυνησόμεθα ῥᾳδίως τὴν γλῶτταν ἀπὸ τῆς ἐπὶ τοὺς ὅρκους ὁρμῆς. Οὐδὲ γὰρ τοῦτο μόνον τὸ δεινὸν ἔχει ὁ ὅρκος, ὅτι καὶ παραβαινόμενος καὶ φυλαττόμενος κολάζει τοὺς ἁλισκομένους, ὅπερ ἐν οὐδενὶ τῶν ἄλλων ἁμαρτημάτων συμβαῖνον ἴδοι τις ἄν· ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου κακόν. Τί δὲ τοῦτό ἐστι; Τὸ μηδὲ βουλομένοις μηδὲ σπουδάζουσι δυνατὸν εἶναι εὐορκῆσαι πολλάκις. Πρῶτον μὲν γὰρ ὁ διηνεκῶς ὀμνὺς, καὶ ἑκὼν καὶ ἄκων, καὶ ἀγνοῶν καὶ εἰδὼς, καὶ σπουδάζων καὶ παίζων, καὶ ὑπὸ θυμοῦ πολλάκις ἐκφερόμενος καὶ ὑπὸ ἑτέρων πολλῶν, ἐπιορκήσει πάντως. Καὶ πρὸς ταῦτα οὐδεὶς ἀντερεῖ· οὕτως ἐστὶν ὡμολογημένον καὶ δῆλον, ὅτι τὸν πολύορκον ἀνάγκη καὶ ἐπίορκον εἶναι. Δεύτερον δὲ, ὅτι κἂν μὴ συναρπασθεὶς μηδὲ ἄκων μηδὲ ἀγνοῶν τοῦτο πάθῃ, ὑπ' αὐτῆς τοῦ πρά-
Wherefore it is necessary to take refuge again in the same entreaty. For indeed I exhorted you lately to take the severed head of John, still dripping with warm blood, and so depart each one to his home, and imagine that before your eyes you see it sending forth a voice and saying: Hate my slayer, the oath! What reproof did not effect, this an oath effected; what tyrannical wrath had not strength to do, this the necessity of keeping an oath brought about. And while he was reproved in public in the hearing of all, the tyrant bore the rebuke nobly; yet when he cast himself into the necessity of oaths, then he cut off that blessed head. This very same thing I now also entreat, and I cease not entreating, that whithersoever we go away, we go carrying this head, and show it to all men crying aloud and denouncing oaths. For even though we be exceedingly slothful and heedless, yet on beholding the eyes of that head gazing fearfully upon us and threatening those who swear, chastened by this fear more powerfully than by any bridle, we shall easily be able to curb and turn back the tongue from its rush towards oaths. For the oath holds not this terrible thing alone, that both when transgressed and when kept it punishes those caught in it — a thing which one could see happening in none of the other sins — but also another evil no less than this. And what is this? That oftentimes it is not possible even for those who wish and are earnest to swear truly. For, first, he who swears continually, both willingly and unwillingly, both unwittingly and wittingly, both in earnest and in jest, and often carried away by anger and by many other things, will by all means fall into perjury. And to these things no one will gainsay: so acknowledged and manifest is it that the man of many oaths must of necessity also be a perjurer. And, second, even though a man suffer this neither carried away, nor unwillingly, nor unwittingly, by the very
PG 49:145Read from the page
γματος τῆς φύσεως, καὶ εἰδὼς καὶ ἑκὼν, ἀναγκασθήσεται ἐπιορκῆσαι πάντως. Πολλάκις γοῦν ἐπὶ τῆς οἰκίας ἀριστοποιουμένων ἡμῶν, καὶ τῶν οἰκετῶν τινος διαμαρτόντος, ὤμοσε μαστιγώσειν ἡ γυνή· εἶτα ἀντώμοσεν ὁ ἀνὴρ, τὰ ἐναντία ἐπιφιλονεικῶν καὶ οὐκ ἐκτρέπων. Ἐνταῦθα γᾶν ὅ τι ἂν ποιήσωσιν, ἀνάγκη πάντως ἐπιορκίαν συστῆναι· οὐδὲ γὰρ βουλομένοις αὐτοῖς οὐδὲ σπουδάζουσι φυλάξαι δυνατὸν τὸν ὅρκον λοιπόν· ἀλλ' ὅπερ ἂν γένηται, θάτερος αὐτῶν ἐπιορκίᾳ ἁλώσεται· μᾶλλον δὲ ἀμφότεροι πάντως· καὶ πῶς, ἐγὼ λέγω· τοῦτο γάρ ἐστι τὸ παράδοξον. Ὁ ὀμόσας μαστιγώσειν τὸν οἰκέτην ἢ τὴν θεραπαινίδα, εἶτα κωλυθεὶς, αὐτός τε ἐπιώρκησε μὴ ποιήσας ὅπερ ὤμοσε, καὶ τῷ κωλύσαντι πάλιν καὶ διακόψαντι τὴν εὐορκίαν τὸ ἔγκλημα τῆς ἐπιορκίας περιέστησεν. Οὐ γὰρ οἱ ἐπιορκοῦντες μόνον, ἀλλὰ καὶ οἱ ἑτέροις τὴν ἀνάγκην ταύτην ἐφιστῶντες ὑπεύθυνοι τῶν αὐτῶν ἐγκλημάτων εἰσίν. Οὐκ ἐν οἰκίαις δὲ μόνον, ἀλλὰ καὶ ἐν ταῖς ἀγοραῖς ἴδοι τις ἂν τοῦτο γινόμενον, καὶ ἐν ταῖς μάχαις μάλιστα, ὅταν πρὸς ἀλλήλους πυκτεύοντες ἀντομνύωσιν, ὁ μὲν τυπτήσειν, ὁ δὲ μὴ τυπτήσεσθαι· ὁ μὲν ἀφαιρήσειν τὸ ἱμάτιον, ὁ δὲ οὐκ ἐπιτρέψειν· ὁ μὲν ἀπαιτήσειν τὸ ἀργύριον, ὁ δὲ οὐκ ἀποδώσειν· καὶ πολλὰ δὲ ἕτερα ἐναντία τοιαῦτα φιλονεικοῦντες ὀμνύουσι. Καὶ ἐν ἐργαστηρίοις δὲ καὶ διδασκαλείοις ἴδοι τις ἂν τοῦτο συμβαῖνον. Πολλάκις γοῦν τεχνίτης διωμόσατο τῷ μαθητῇ μὴ πρότερον αὐτὸν ἀφήσειν φαγεῖν καὶ πιεῖν, ἕως ἂν τὸ δοθὲν ἔργον ἅπαν ἀνύσῃ, Τοῦτο δὲ καὶ παιδαγωγὸς πολλάκις πρὸς νέον, καὶ πρὸς θεράπαιναν ἐποίησε δέσποινα, καὶ ἀνάγκη τῆς ἑσπέρας καταλαβούσης, καὶ τοῦ ἔργου μὴ πληρωθέντος, ἢ λιμῷ διαφθαρῆναι τοὺς οὐκ ἀνύσαντας, ἢ ἐπιορκῆσαι τοὺς ὀμόσαντας πάντως. Ὁ γὰρ πονηρὸς δαίμων ἐκεῖνος, ὁ τοῖς ἀγαθοῖς ἐφεδρεύων ἀεὶ τοῖς ἡμετέροις, παρεστὼς καὶ ἀκούων τῆς ἀνάγκης τῶν ὅρκων, εἰς ῥᾳθυμίαν τοὺς ὑπευθύνους ἐμβάλλει, ἢ ἑτέραν δυσκολίαν ἐργάζεται, ὥστε μὴ πληρωθέντος τοῦ ἔργου, καὶ πληγὰς καὶ ὕβρεις καὶ ἐπιορκίας καὶ μυρία ἕτερα γενέσθαι δεινά. Καθάπερ γὰρ παῖδες σχοινίον μακρὸν καὶ διεφθαρμένον ἕλκοντες ἀπεναντίας ἀλλήλων μετὰ πολλῆς τῆς ῥύμης, ὕπτιοι πάντες πίπτουσι τοῦ σχοινίου μέσου διαῤῥαγέντος, καὶ οἱ μὲν τὰς κεφαλὰς, οἱ δὲ ἕτερόν τι τοῦ σώματος τιτρώσκονται μέρος· οὕτω δὴ καὶ οἱ ἀντομνύοντες ἀλλήλοις ἀπεναντίας, τοῦ ὅρκου διαῤῥαγέντος ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης, εἰς τὸ τῆς ἐπιορκίας ἀμφότεροι καταπίπτουσι βάραθρον, οἱ μὲν αὐτῷ τῷ ἐπιορκεῖν, οἱ δὲ τῷ τὴν αἰτίαν τῆς ἐπιορκίας παρασχεῖν ἑτέροις.
nature of the matter, both wittingly and willingly, he will by all means be compelled to commit perjury. Oftentimes, for instance, while we are taking our midday meal at home and one of the domestics commits a fault, the wife swears she will scourge him; then the husband swears a counter-oath, contending for the opposite and not giving way. Here, then, whatsoever they may do, perjury must by all means arise; for it is no longer possible even for them, though they wish and are earnest, to keep the oath; but whatever happens, one of the two will be caught in perjury — or rather, both of them by all means; and how so, I shall tell: for this is the paradox. He who swore that he would scourge the manservant or the maidservant, and then was hindered, both committed perjury himself by not doing what he swore, and in turn brought the charge of perjury round upon him who hindered him and broke off the keeping of his oath. For not only those who commit perjury, but also those who impose this necessity upon others, are liable to the same charges. And not in houses alone, but also in the market-places might one see this happening, and above all in brawls, when men fighting with their fists against one another swear counter-oaths, the one that he will strike, the other that he will not be strucken; the one that he will strip off the cloak, the other that he will not suffer it; the one that he will exact the money, the other that he will not pay it back; and contending thus they swear many other such opposite oaths. And in workshops also and in schools one might see this taking place. Oftentimes, for instance, a craftsman has sworn vehemently to his apprentice that he will not let him eat and drink until he finishes the whole assigned task; and a tutor also has often done this towards a boy, and a mistress towards a maidservant; and when evening overtakes them and the task has not been fulfilled, either those who have not finished must perish of hunger, or those who swore must by all means commit perjury. For that wicked demon, who ever lies in wait against our good deeds, standing by and hearing the necessity of the oaths, casts those under obligation into slothfulness, or contrives some other difficulty, so that when the task is not fulfilled, blows and insults and perjuries and countless other terrible things come to pass. For just as children pulling a long and rotten rope in opposite directions from one another with great force all fall flat on their backs when the rope snaps in the middle, and some are wounded in their heads and others in some other part of the body: even so those who swear counter-oaths in opposition to one another, when the oath snaps under the necessity of affairs, both fall headlong into the pit of perjury, some by committing perjury themselves, and others by furnishing the cause of perjury to others.
βʹ. Καὶ ἵνα μὴ τοῦτο ἀπὸ τῶν ἐν ταῖς οἰκίαις καὶ τῶν ἐν ταῖς ἀγοραῖς καθ' ἑκάστην ἡμέραν γινομένων μόνον, ἀλλὰ καὶ ἀπ' αὐτῶν τῶν Γραφῶν γένηται δῆλον, ἱστορίαν ὑμῖν παλαιάν τινα διηγήσομαι τοῖς εἰρημένοις συμβαίνουσαν. Ἐπελθόντων ποτὲ τῶν πολεμίων τοῖς Ἰουδαίοις, καὶ τοῦ Ἰωνάθαν (υἱὸς δὲ οὗτος ἦν τοῦ Σαοὺλ) τοὺς μὲν κατακόψαντος, τοὺς δὲ εἰς φυγὴν ἐμβαλόντος, βουλόμενος ὁ Σαοὺλ ὁ τούτου πατὴρ μειζόνως κατὰ τῶν ὑπολειφθέντων τὸ στρατόπεδον διεγεῖραι, καὶ ποιῆσαι μὴ πρότερον ἀποστῆναι, ἕως ἂν πάντας χειρώσηται, τοὐναντίον ἤπερ ἠθέλησεν ἔπραξεν, ὀμόσας ἕως ἑσπέρας μηδένα φαγεῖν ἄρτον, ἕως ἐκδικήσεως τῶν ἐχθρῶν αὐτοῦ. Ἆρα τί τούτου γένοιτ' ἂν ἀνοητότερον; Πεπονηκότας γὰρ καὶ κατακοπέντας στρατιώτας ὀφείλων διανα-
2. And in order that this may become manifest not only from the things that happen every day in houses and in market-places, but also from the Scriptures themselves, I shall relate to you a certain ancient history agreeing with the things that have been spoken. When on one occasion the enemies had attacked the Jews, and Jonathan (now this man was the son of Saul) had cut down some and put others to flight, Saul his father, wishing to rouse up the army more vigorously against those left behind and to cause them not to desist until he had subdued them all, did the opposite of what he wished, having sworn that until evening no one should eat bread, until he had taken vengeance on his enemies. Pray, what could be more senseless than this? For when he ought to have given rest to exhausted and battered soldiers,
Notes, col. 145

On the reading

Printed γᾶν, for γὰρ.

PG 49:146Read from the page
παῦσαι καὶ νεαρωτέρους ἐπαφεῖναι τοῖς πολεμίοις, τῶν πολεμίων αὐτῶν χαλεπώτερον κατειργάσατο διὰ τῆς ἀνάγκης τοῦ ὅρκου, λιμῷ παραδοὺς αὐτοὺς χαλεπωτάτῳ. Σφαλερὸν μὲν οὖν τὸ καὶ περὶ ἑαυτοῦ τινα ὀμνύναι· πολλὰ γὰρ ὑπὸ τῆς τῶν πραγμάτων περιστάσεως βιαζόμεθα· τὸ δὲ καὶ τὴν ἑτέρων γνώμην τῇ τῶν οἰκείων ὅρκων ἀνάγκῃ καταδῆσαι πολλῷ σφαλερώτερον, καὶ μάλιστα ὅταν μὴ περὶ ἑνὸς καὶ δύο καὶ τριῶν, ἀλλὰ περὶ πλήθους ἀπείρου τις ὀμνύῃ· ὅπερ ὁ Σαοὺλ τότε ἐποίησεν ἀπερισκέπτως, καῖ οὔτε ὅτι εἰκὸς ἦν ἐν οὕτως ἀπείρῳ δήμῳ ἕνα γοῦν τινα παραβῆναι τὸν ὅρκον ἐνενόησεν, οὔτε ὅτι στρατιῶται καὶ στρατιῶται πολεμοῦντες πολὺ φιλοσοφίας ἀφεστήκασι, καὶ γαστρὸς κρατεῖν οὐκ ἐπίστανται, καὶ μάλιστα ὅταν πολὺς ὁ κάματος ᾖ. Ἀλλὰ ταῦτα πάντα παριδὼν ἐκεῖνος, ὡς περὶ ἑνὸς οἰκέτου μόνον ὀμνὺς, ὃν εὐκόλως ἠδύνατο κατασχεῖν, οὕτω περὶ παντὸς ἐλογίσατο τοῦ στρατοπέδου. Διά τοι τοῦτο τοσαύτην ἤνοιξε τῷ διαβόλῳ θύραν, ὡς μὴ μόνον δύο καὶ τρεῖς καὶ τέτταρας, ἀλλὰ πολλῷ πλείους ἀπὸ τοῦ ὅρκου τούτου ἐν βραχεῖ καιρῷ πλέξαι ἐπιορκίας. Ὥσπερ γὰρ ὅταν μηδ' ὅλως ὀμόσωμεν, ἅπασαν αὐτῷ τὴν εἴσοδον ἀποφράττομεν· οὕτως ἐὰν ἕνα ὅρκον προώμεθα μόνον, πολλὴν αὐτῷ παρέχομεν ἐξουσίαν συνθεῖναι μυρίας ἐπιορκίας. Καὶ καθάπερ οἱ τὰς σειρὰς πλέκοντες, ἂν μὲν ἔχωσι τὸν κατέχοντα αὐτοῖς τὴν ἀρχὴν, μετὰ ἀκριβείας ἅπασαν ἐργάζονται τὴν πλοκήν· ἂν δὲ μηδεὶς ὁ τοῦτο ποιῶν ᾖ, οὐδ' ἐπιχειρῆσαι δύναιντ' ἂν τὴν ἀρχήν· τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ διάβολος τὰς σειρὰς τῶν ἁμαρτημάτων ἡμῶν πλέκων, ἂν μὴ λάβῃ τὴν ἀρχὴν ἀπὸ τῆς γλώττης τῆς ἡμετέρας, οὐδὲ ἐπιχειρῆσαι δύναιτ' ἄν· ἂν δὲ ἀρχὴν ποιησώμεθα μόνον, ὥσπερ χειρὶ τῇ γλώττῃ τὸν ὅρκον ἡμῶν κατεχόντων, μετὰ πολλῆς λοιπὸν τῆς ἀδείας τὴν πονηρὰν αὐτοῦ τέχνην ἐπιδείκνυται, ἐξ ἑνὸς ὅρκου μυρίας συντιθεὶς καὶ πλέκων ἐπιορκίας· ὃ δὴ καὶ νῦν ἐπὶ τοῦ Σαοὺλ ἐποίησεν οὗτος. Ὅρα γοῦν εὐθέως οἵα γίνεται τῷ ὅρκῳ τούτῳ παγίς. Δρυμῶνα παρῄει τὸ στρατόπεδον μελισσῶνα ἔχοντα, καὶ ὁ μελισσὼν κατὰ πρόσωπον τοῦ ἀγροῦ, καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελλισσῶνα, καὶ διεπορεύετο λαλῶν. Εἶδες οἷον τὸ βάραθρον; τράπεζα ἐσχεδιασμένη, ἵνα καὶ τὸ εὔκολον τῆς ἐπιχειρήσεως, καὶ τὸ ἡδὺ τῆς τροφῆς, καὶ ἡ τοῦ λήσεσθαι ἐλπὶς εἰς τὴν παράβασιν αὐτοὺς προκαλέσηται τῶν ὅρκων. Ὅ τε γὰρ λιμὸς, ὅ τε κάματος καὶ ὁ καιρὸς (Πᾶσα γὰρ ἡ γῆ, φησὶν, ἠρίστα) τότε ὤθουν ἐπὶ τὴν παρανομίαν. Καὶ ἡ τῶν κηρίων δὲ ὄψις ἔξωθεν αὐτοὺς προεκαλεῖτο ἐκλύουσα τὴν εὐτονίαν· τό τε γὰρ ἡδὺ καὶ εὐπαράσκευον τῆς τραπέζης, καὶ τὸ δυσφώρατον τῆς κλοπῆς, ἱκανὰ πᾶσαν ἦν δελεάσαι τὴν φιλοσοφίαν. Εἰ γὰρ κρέα ἦν, ἅπερ ἕψειν καὶ ὀπτᾷν ἔδει, οὐκ ἂν οὕτως αὐτῶν ἐγοήτευσε τὴν ψυχὴν, ἐν τῷ μαγειρεύειν αὐτὰ καὶ πρὸς τροφὴν παρασκευάζειν μελλόντων, καὶ βραδυνόντων, καὶ καραδοκούντων ἁλώσεσθαι· νυνὶ δὲ οὐδὲν τοιοῦτον ἦν, ἀλλὰ μέλι μόνον, ἔνθα πραγματείας μὲν οὐδεμιᾶς ἔδει τοιαύτης, ἤρκει δὲ ἄκρῳ τῷ δακτύλῳ βάψαντα μετασχεῖν τῆς τραπέζης καὶ λαθεῖν. Ἀλλ' ὅμως ἐκεῖνοι κατεῖχον τῆς ἐπιθυμίας, καὶ οὐκ εἶπον πρὸς ἑαυτούς· Τί δὲ ἡμῖν μέλει; μὴ γὰρ δὴ ἡμῶν τις ὡμόσατο τοῦτο; ἐκεῖνος δώσει δίκην τῶν ἀπερισκέπτων ὅρκων. Τίνος γὰρ ἕνεκεν ὤμνυ; Ἀλλ' οὐδὲν τού-
and to send them forth fresher against the enemies, he treated them more cruelly than the enemies themselves through the necessity of his oath, delivering them over to most grievous famine. It is perilous, then, even for a man to swear concerning himself — for in many things we are forced by the circumstance of affairs — while to bind fast the will of others also by the necessity of one's own oaths is far more perilous, and above all when one swears not concerning one or two or three, but concerning a boundless multitude; which very thing Saul did then thoughtlessly, and neither reflected that in so vast a people it was likely that at least some one man would transgress the oath, nor that soldiers — and soldiers in warfare — stand far removed from self-mastery, and know not how to govern the belly, and above all when their toil is great. Yet overlooking all these things, as though swearing concerning one domestic alone whom he could easily restrain, so did that man reckon concerning the whole army. On this very account he opened so wide a door to the devil as to weave from this oath in a brief time not two or three or four, but far more numerous perjuries. For just as when we swear not at all, we block up his whole entrance, so if we let slip one oath alone, we afford him ample licence to put together countless perjuries. And just as those who plait cords, if they have someone holding the end for them, work out the whole plaiting with exactness, whereas if there is no one doing this, they could not even set hand to the beginning: in the very same way the devil also, in plaiting the cords of our sins, unless he takes the beginning from our tongue, could not even make an attempt; but if we once make a beginning, while we hold our oath with the tongue as with a hand, thenceforth with great freedom he displays his wicked craft, composing and plaiting countless perjuries out of a single oath — which very thing this fiend now also did in the case of Saul. See, for instance, straightway what sort of snare arises for this oath. The army was passing by a woodland containing a bee-garden, and the bee-garden lay before the face of the field, and the people entered the bee-garden, and went along talking. Did you see how deep a pit? An improvised table, so that both the ease of the attempt, and the sweetness of the nourishment, and the hope of escaping notice might invite them to the transgression of the oaths! For hunger, and toil, and the hour (For all the land, says Scripture, was taking its midday meal) were then thusting them on to transgression. And the sight of the honeycombs from without was also inviting them, unstringing their firmness; for both the sweetness and the readiness of the table, and the difficulty of detecting the theft, were sufficient to entice all self-restraint. For had it been meats, which it was necessary to boil and roast, it would not thus have bewitched their soul, since in cooking them and preparing them for food they would have had to linger, and delay, and expect anxiously to be caught; but as it was, there was nothing of the sort, only honey, where there was need of no such trouble, and it sufficed to dip with the tip of the finger, partake of the table, and escape notice. Yet nevertheless those men restrained their desire, and did not say to themselves: What does it matter to us? Did any one of us swear this? That man will pay the penalty for his rash oaths! For on what account was he swearing? Nay, none of these
Notes, col. 146

On the reading

Printed καῖ, for καὶ.

Printed μελλισσῶνα, for μελισσῶνα.

PG 49:147Read from the page
των ἐνενόησαν, ἀλλὰ μετὰ πολλῆς τῆς εὐλαβείας παρῄεσαν, καὶ τοσαύτων ὄντων τῶν δελεαζόντων αὐτοὺς, ἐφιλοσόφουν, Καὶ διεπορεύετο ὁ λαὸς λαλῶν. Τί ἐστι, Λαλῶν; Τὴν ὀδύνην διὰ τῶν ῥημάτων παραμυθούμενοι διελέγοντο πρὸς ἀλλήλους.
things did they think of, but passed by with great reverence, and though there were so many things enticing them, they practised self-restraint: And the people went along talking. What is the meaning of, Talking? Consoling their pain by means of words, they conversed with one another.
γʹ. Τί οὖν, ἐπειδὴ ὁ λαὸς ἐφιλοσόφησεν ἅπας, ἆρα οὐδὲν ἐγένετο πλέον, ἀλλὰ ἐφυλάχθη ὁ ὅρκος; Οὐδὲ οὕτω μὲν οὖν ἐφυλάχθη, ἀλλὰ παρεβάθη. Πῶς καὶ τίνι τρόπῳ; Αὐτίκα ἀκούσεσθε, ἵνα καὶ τὴν τοῦ διαβόλου τέχνην καταμάθητε πᾶσαν. Ὁ γὰρ Ἰωνάθαν οὐκ ἀκούσας ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ, ἐξέτεινε τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐβάπτισεν εἰς τὸ κηρίον τοῦ μέλιτος, καὶ ἐπέστρεψε τὴν χεῖρα αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ. Ὅρα τίνα πρὸς τὴν ἐπιορκίαν ὤθησεν, οὐχ ἕνα τῶν στρατιωτῶν, ἀλλ' αὐτὸν τὸν υἱὸν τοῦ ὁμωμοκότος· οὐ γὰρ ἐπιορκίαν ἐργάσασθαι ἐβούλετο μόνον, ἀλλὰ καὶ παιδοκτονίαν συνετίθει, καὶ τοῦτο κατεσκεύαζε πόῤῥωθεν, καὶ τὴν φύσιν αὐτὴν καθ' ἑαυτῆς σχίσαι ἠπείγετο, καὶ ὅπερ ἐπὶ τοῦ Ἰεφθάε ποτὲ ἐποίησε, τοῦτο καὶ μετὰ ταῦτα ποιήσειν ἤλπισε. Καὶ γὰρ ἐκεῖνος ὑποσχόμενος τῷ Θεῷ τὸν πρῶτον ἀπαντήσοντα αὐτῷ μετὰ τὴν ἀπὸ τοῦ πολέμου νίκην κατασφάξειν, εἰς παιδοκτονίαν ἐνέπεσε· τὸ θυγάτριον γὰρ πρῶτον ἀπαντῆσαν αὐτῷ κατέθυσε, καὶ ὁ Θεὸς οὐκ ἐκώλυσε.
3. What then? Since the whole people practised self-restraint, did nothing further come to pass, and was the oath kept? Nay, not even so was it kept, but it was transgressed. How, and in what manner? You shall hear straightway, so that you may also learn to the full all the craft of the devil. For Jonathan, not having heard when his father adjured the people, stretched out the tip of his sceptre that was in his hand, and dipped it into the honeycomb, and turned his hand back to his mouth, and his eyes saw clearly. See whom he pushed into perjury: not one of the soldiers, but the very son of him who had sworn! For he wished not merely to work perjury, but was also contriving child-slaying, and was preparing this from afar, and was hastening to rend nature itself against itself; and what he had once done in the case of Jephthah, this he hoped to do afterwards as well. For that man also, having promised God that he would slaughter whosoever should first meet him after the victory from the war, fell into child-slaying; for he sacrificed his little daughter who first met him, and God did not hinder it.
Καὶ οἶδα μὲν ὅτι πολλοὶ τῶν ἀπίστων ὠμότητα ἐγκαλοῦσιν ἡμῖν καὶ ἀπανθρωπίαν διὰ τὴν θυσίαν ταύτην· ἐγὼ δὲ πολλῆς κηδεμονίας καὶ φιλανθρωπίας δεῖγμα τὴν συγχώρησιν τὴν ἐπὶ τῇ θυσίᾳ ταύτῃ γεγενημένην εἴποιμι ἂν εἶναι, καὶ ὅτι τοῦ γένους ἡμῶν κηδόμενος οὐκ ἐκώλυσεν ἐκείνην τὴν σφαγήν. Εἰ γὰρ μετὰ τὴν εὐχὴν ἐκείνην καὶ τὴν ὑπόσχεσιν τὴν θυσίαν ἐκώλυσε, πολλοὶ καὶ μετὰ τὸν Ἰεφθάε προσδοκῶντες μὴ δέξασθαι τὸν Θεὸν, πολλὰς ἂν τοιαύτας ηὔξαντο εὐχὰς, καὶ ὁδῷ προβαίνοντες εἰς παιδοκτονίαν ἐξέβησαν ἄν· νυνὶ δὲ ἀφεὶς αὐτὴν πληρωθῆναι ἔργῳ, τοὺς μετὰ ταῦτα πάντας ἐκώλυσε Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, μετὰ τὸ σφαγῆναι τὸ θυγάτριον τοῦ Ἰεφθάε, ὥστε ἀείμνηστον εἶναι τὴν συμφορὰν, καὶ μὴ λήθῃ παραδοθῆναι τὸ πάθος, ἐγένετο νόμος παρὰ τοῖς Ἰουδαίοις, συνερχομένας τὰς παρθένους κατὰ τὸν καιρὸν ἐκεῖνον ἡμέρας τεσσαράκοντα πενθεῖν τὴν γεγενημένην σφαγὴν, ἵνα τῷ θρήνῳ τῆς θυσίας τὴν μνήμην ἀνανεούμενοι, τοὺς μετὰ ταῦτα σωφρονεστέρους ποιῶσιν ἅπαντας, καὶ μάθωσιν ὡς οὐ κατὰ γνώμην Θεοῦ ἐγένετο τοῦτο· οὐδὲ γὰρ ἂν θρηνεῖν καὶ ὀδύρεσθαι τὰς παρθένους ἀφῆκε. Καὶ ὅτι οὐ στοχασμὸς τὸ λεγόμενον, τὸ τέλος ἔδειξε. Μετὰ γὰρ τὴν θυσίαν ἐκείνην οὐδεὶς τοιαύτην εὐχὴν ηὔξατο τῷ Θεῷ· διὰ τοῦτο ταύτην μὲν οὐκ ἐκώλυσεν, ἣν δὲ αὐτὸς ἐπέταξε διεκώλυσε, τὴν ἐπὶ τοῦ Ἰσαὰκ, δι' ἀμφοτέρων δεικνὺς ὡς οὐ χαίρει ταῖς τοιαύταις θυσίαις. Ἀλλ' ὁ πονηρὸς δαίμων ἐφιλονείκει καὶ νῦν τοιαύτην τραγῳδίαν ἐργάσασθαι· διὰ τοῦτο τὸν Ἰωνάθαν ἐπὶ τὴν παράβασιν ὤθησεν. Εἰ μὲν γάρ τις τῶν στρατιωτῶν παρέβη τὸν νόμον, οὐδὲν αὐτῷ μέγα ἐδόκει εἶναι κακὸν τὸ γινόμενον, νυνὶ δὲ ἀκόρεστος ὢν τῶν ἀνθρωπίνων κακῶν, καὶ οὐδέποτε ἐκ τῶν ἡμετέρων ἐμπιπλάμενος συμφορῶν, οὐδὲν νεανικὸν ἡγεῖτο ποιεῖν, εἰ φόνον ἐργάσαιτο ψιλόν· ἀλλ' εἰ μὴ καὶ παιδοκτονίᾳ τὴν δεξιὰν τοῦ βασιλέως μολύνειεν, οὐδὲν μέγα πεποιηκέναι ἐνόμιζε. Καὶ τί λέγω παιδοκτονίαν; ἐπενόησε γὰρ ὁ
And I know indeed that many of the unbelievers accuse us of cruelty and inhumanity on account of this sacrifice; whereas I would say that the permission granted in the case of this sacrifice is a proof of abundant care and loving-kindness, and that it was because He cared for our race that He did not hinder that slaughter. For if after that vow and promise He had hindered the sacrifice, many even after Jephthah, expecting that God would not accept it, would have vowed many such vows, and advancing step by step would have eventuated in child-slaying; whereas now, by suffering it to be fulfilled in deed, He hindered all men thereafter. And that this is true: after Jephthah's little daughter was slaughtered, so that the calamity might be ever remembered and the suffering might not be consigned to oblivion, a law was enacted among the Jews that the virgins assembling at that season for forty days should mourn the slaughter that had taken place, in order that by renewing the memory of the sacrifice through lamentation they might render all men afterwards more prudent, and that they might learn that this had not come to pass according to the will of God; for otherwise He would not have suffered the virgins to mourn and bewail it. And that what is said is no conjecture, the outcome showed. For after that sacrifice no one vowed such a vow to God; on this account He did not hinder this one, while the one which He Himself had commanded — that in the case of Isaac — He prevented, showing through both that He takes no delight in such sacrifices. Yet the wicked demon was striving now also to work such a tragedy; on this account he pushed Jonathan on to the transgression. For had some one of the soldiers transgressed the law, what happened would have seemed to him no great evil; but as it was, being insatiable of human ills and never filled with our calamities, he deemed that he was doing no bold stroke if he wrought mere slaughter; nay, unless he also defiled the right hand of the king with child-slaying, he thought he had accomplished nothing great. And why do I speak of child-slaying? For that
Notes, col. 147

On the reading

Printed ἐκώλυσε Καὶ, for ἐκώλυσε. Καὶ.