Ἄλλως δὲ καὶ πρὸ τῆς ἐκεῖ κολάσεως, ἐντεῦθεν οἱ πονηρευόμενοι καὶ ἐν ἁμαρτίαις ζῶντες κολάζονται. Μὴ γάρ μοι τὸν τραπέζης ἀπολαύοντα πολυτελοῦς ἁπλῶς εἴπῃς, καὶ τὸν ἱμάτια περιβεβλημένον σηρικὰ, καὶ ἀνδραπόδων ἀγέλας περιφέροντα, καὶ σοβοῦντα ἐπὶ τῆς ἀγορᾶς· ἀλλ' ἀνάπτυξόν μοι τούτου τὸ συνειδὸς, καὶ ὄψει πολὺν ἔνδοθεν θόρυβον τῶν ἁμαρτημάτων, φόβον διηνεκῆ, χειμῶνα, ταραχὴν, καθάπερ ἐν δικαστηρίῳ τὸν νοῦν ἐπὶ τὸν θρόνον ἀναβάντα τὸν βασιλικὸν τοῦ συνειδότος, καὶ ὥσπερ τινὰ δικαστὴν καθήμενον, καὶ τοὺς λογισμοὺς παριστῶντα, καθάπερ δημίους, καὶ ἀναρτῶντα τὴν διάνοιαν, καὶ καταξαίνοντα ὑπὲρ τῶν ἡμαρτημένων, καὶ ἐμβοῶντα μεγάλα, μηδενὸς εἰδότος, ἀλλ' ἢ τοῦ ταῦτα ἐπισταμένου βλέπειν Θεοῦ μόνου. Καὶ γὰρ ὁ μοιχεύων, κἂν μυριάκις ᾖ πλούσιος, κἂν μηδένα κατηγοροῦντα ἔχῃ, οὐ παύεται ἑαυτοῦ κατηγορῶν ἔνδον· καὶ ἡ μὲν ἡδονὴ πρόσκαιρος, ἡ δὲ ὀδύνη διηνεκὴς, φόβος πανταχόθεν καὶ τρόμος, ὑποψία καὶ ἀγωνία· τοὺς στενωποὺς δέδοικε, τὰς σκιὰς αὐτὰς τρέμει, τοὺς οἰκέτας τοὺς ἑαυτοῦ, τοὺς συνειδότας, τοὺς ἀγνοοῦντας, τὴν ἠδικημένην αὐτὴν, τὸν ὑβρισμένον ἄνδρα· περιέρχεται πικρὸν κατήγορον περιφέρων τὸ συνειδὸς, αὐτοκατάκριτος ὢν, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι δυνάμενος. Καὶ γὰρ καὶ ἐπὶ κλίνης, καὶ ἐν τραπέζῃ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἡμέρᾳ, καὶ ἐν νυκτὶ, καὶ ἐν αὐτοῖς τοῖς ὀνείρασι πολλάκις τὰ τῆς ἁμαρτίας εἴδωλα βλέπει, καὶ τὸν τοῦ Κάϊν ζῇ βίον, στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ μηδενὸς εἰδότος, ἔνδον ἔχει τὸ πῦρ συνειλεγμένον ἀεί. Τοῦτο καὶ οἱ ἁρπάζοντες, καὶ οἱ πλεονεκτοῦντες πάσχουσι· τοῦτο καὶ οἱ μεθύοντες, καὶ ἕκαστος δὲ ἁπλῶς τῶν ἐν ἁμαρτίαις ζώντων· ἀμήχανον γὰρ ἐκεῖνο διαφθαρῆναι τὸ δικαστήριον· ἀλλὰ κἂν μὴ μετίωμεν τὴν ἀρετὴν, ὅμως ὀδυνώμεθα, ἐπειδὴ μὴ μετερχόμεθα, κἂν μετίωμεν τὴν κακίαν, ὅμως παυσάμενοι τῆς ἡδονῆς τῆς κατὰ τὴν ἁμαρτίαν, αἰσθανόμεθα τῆς ὀδύνης. Μὴ τοίνυν λέγωμεν ἐπὶ τῶν πλουτούντων ἐνταῦθα καὶ πονηρευομένων, καὶ τῶν δικαίων τῶν ἀπολαυόντων ἐκεῖ, ὅτι ἓν ἓν, ἀλλ' ὅτι δύο οὐδέν. Τοῖς μὲν γὰρ δικαίοις καὶ τὰ ἐκεῖ καὶ τὰ ἐνταῦθα πολλὴν παρέχει τὴν ἡδονήν· οἱ δὲ ἐν πονηρίαις καὶ ἐν πλεονεξίαις, καὶ ἐνταῦθα καὶ ἐκεῖ κολάζονται. Καὶ γὰρ καὶ ἐνταῦθα κολάζονται τῇ προσδοκίᾳ τῆς ἐκεῖ τιμωρίας, καὶ τῇ πονηρᾷ παρὰ πάντων ὑποψίᾳ, καὶ αὐτῷ τῷ ἁμαρτάνειν καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν διαφθείρειν· καὶ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἀφορήτους ὑπομένουσι τιμωρίας. Πάλιν οἱ δίκαιοι, κἂν μυρία πάσχωσιν ἐνταῦθα δεινὰ, χρησταῖς συντρέφονται ταῖς ἐλπίσιν, ἡδονὴν ἔχοντες καθαρὰν, βεβαίαν, ἀκίνητον· καὶ μετὰ ταῦτα τὰ μυρία αὐτοὺς διαδέξεται ἀγαθὰ, καθάπερ οὖν καὶ τὸν Λάζαρον. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι ἥλκωτο, ἀλλὰ τοῦτο σκόπει, ὅτι χρυσοῦ παντὸς τιμιωτέραν ἔνδον εἶχε τὴν ψυχήν· μᾶλλον δὲ οὐ τὴν ψυχὴν μόνον, ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ· ἀρετὴ γὰρ σώματος οὐ πολυσαρκία καὶ εὐεξία, ἀλλὰ τοσαύτας καὶ τοιαύτας φέρειν βασάνους. Οὐ γὰρ, εἴ τις ἐπὶ τοῦ σώματος τραύματα ἔχοι τοιαῦτα, βδελυκτὸς ὁ τοιοῦτος· ἀλλ' εἴ τις ἐπὶ τῆς ψυχῆς ἕλκη μυρία ἔχων, μηδεμίαν αὐτῶν ἐπιμέλειαν ποιοῖτο· οἷος ἦν ἐκεῖνος ὁ πλούσιος, ἔνδοθεν ἡλκωμένος ἅπας. Καὶ
Moreover, even before the punishment there, those who act wickedly and live in sins are punished already from here. For do not merely tell me of the man enjoying a sumptuous table, and clothed in silken garments, and leading around droves of slaves, and strutting about in the marketplace; rather, unfold his conscience to me, and you will see within a great tumult of sins, unceasing fear, tempest, agitation—just as in a law-court the mind ascended upon the royal throne of the conscience, and sitting like some judge, and presenting the thoughts like executioners, and racking the understanding, and lacerating it on account of the sins committed, and crying out loudly, with no one knowing save God alone Who knows how to behold these things. For indeed he who commits adultery, even though he be ten thousand times rich, even though he have none accusing him, does not cease accusing himself within; and the pleasure is fleeting, whereas the pain is perpetual—fear on every side and trembling, suspicion and anguish; he fears the narrow alleys, he trembles at very shadows, at his own household slaves—those in the secret and those ignorant of it—at the wronged woman herself, at the outraged husband; he goes about carrying his conscience as a bitter accuser, being self-condemned, and unable to recover his breath even a little. For upon his couch, and at table, and in the marketplace, and at home, and by day, and by night, and often in very dreams he beholds the phantoms of his sin, and lives the life of Cain, groaning and trembling upon the earth (Gen. 4:12), and with no one knowing, holds the fire gathered within always. Those who plunder and those who defraud suffer this too; the drunken suffer this too, and in a word every one of those living in sins; for it is impossible for that tribunal to be corrupted; nay, even though we do not pursue virtue, we grieve nevertheless because we do not pursue it, and even though we pursue vice, yet once we have ceased from the pleasure according to sin, we feel the pain. Let us not therefore say of those who are rich here and act wickedly, and of the righteous who enjoy blessings there, that it is one to one, rather that it is two to nothing. For to the righteous both the things there and the things here afford great pleasure; whereas those in wickedness and in covetousness are punished both here and there. For here too they are punished by the expectation of the vengeance there, and by the evil suspicion in which they are held by all, and by very sinning and corrupting their own soul; and after their departure hence they endure unbearable punishments. Again, the righteous, even though they suffer ten thousand terrible things here, are nourished together with good hopes, possessing a pleasure pure, steadfast, unshaken; and after these things ten thousand blessings shall succeed for them, just as indeed for Lazarus. For do not tell me this, that he was covered with sores, rather consider this, that within he possessed a soul more precious than any gold—nay rather, not his soul only, but his body also; for virtue of body is not fleshiness and fine condition, rather bearing so many and such torments. For not if someone should have such wounds upon his body is such a man abominable, rather if someone, having ten thousand ulcers upon his soul, should take no care of them—such as was that rich man, wholly covered with sores within. And