Migne Reading Room

PG 48 · cols. 969–974 · Read from the page

Seven sermons on Lazarus

Seven sermons on Lazarus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:969Read from the page
λειαν· ἀλλ' ὅμως οὐδὲ οὕτω διωρθώθη. Ὁ δὲ Χριστὸς καὶ τοῦτο προειδὼς, οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερον μετὰ τούτου πολλῷ μεῖζον τούτου ἐποίησεν. Ὅτε γοῦν ἐπέθεντο αὐτῷ οἱ Ἰουδαῖοι μετὰ μαχαιρῶν καὶ ξύλων τὰς χεῖρας ὁπλίσαντες κατ' αὐτοῦ, τότε πάντας αὐτοὺς ἐπήρωσε· τὸ γὰρ εἰπεῖν, Τίνα ζητεῖτε; τοῦτο ἐμφαίνοντος ἦν. Ἐπειδὴ γὰρ ἔλεγε συνεχῶς ὁ Ἰούδας· Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; βουλόμενος ὁ Κύριος καὶ τοὺς Ἰουδαίους πεῖσαι, κἀκεῖνον διδάξαι, ὅτι ἑκὼν ἔρχεται ἐπὶ τὸ πάθος, καὶ τὸ πᾶν αὐτοῦ ἐστιν, οὐ τῆς ἐκείνου πανουργίας δυνηθείσης αὐτοῦ περιγίνεσθαι, αὐτοῦ τοῦ προδότου μετὰ πάντων ἑστῶτος, φησὶ, Τίνα ζητεῖτε; οὕτως οὐκ ᾔδει ὃν ἔμελλε παραδιδόναι, ἀλλ' ἐπήρωσεν αὐτοῦ τὴν ὄψιν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὑπτίους ἅπαντας ἔῤῥιψε διὰ τῆς φωνῆς ταύτης. Καὶ ἐπειδὴ μηδὲ τοῦτο αὐτοὺς ἐπιεικεστέρους ἐποίησε, μηδὲ τὸν μιαρὸν ἐκεῖνον τῆς προδοσίας ἀπέστησεν, ἀλλ' ἔμενεν ἀνίατος ὢν, οὐδὲ οὕτω πάλιν ὁ Χριστὸς ἀπέστη τῆς περὶ αὐτὸν εὐνοίας τε καὶ ἐπιμελείας· ἀλλ' ὅρα πῶς ἐντρεπτικώτατα τῆς ἀναιδοῦς καθάπτεται ψυχῆς, καὶ φθέγγεται ῥήματα ἱκανὰ καὶ λιθίνην μαλάξαι διάνοιαν. Ἐπειδὴ γὰρ ὥρμησεν αὐτὸν φιλῆσαι, τί φησιν; Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως; οὐδὲ αὐτὸ τῆς προδοσίας αἰσχύνῃ τὸ σχῆμα; Ταῦτα δὲ ἔλεγεν ὁ Χριστὸς καθαπτόμενος αὐτοῦ, καὶ τῆς προτέρας ἀναμιμνήσκων συνηθείας. Ἀλλ' ὅμως τοσαῦτα τοῦ Κυρίου καὶ ποιήσαντος καὶ εἰπόντος, οὐκ ἐγένετο βελτίων ἐκεῖνος, οὐ παρὰ τὴν τοῦ συμβουλεύσαντος ἀσθένειαν, ἀλλὰ παρὰ τὴν αὐτοῦ ῥᾳθυμίαν. Ὁ δὲ Χριστὸς, καίτοι ταῦτα πάντα προειδὼς, οὐ διέλιπεν ἐξ ἀρχῆς μέχρι τέλους τὰ παρ' ἑαυτοῦ ἅπαντα ἐπιδεικνύμενος. Ἅπερ οὖν ἅπαντα καὶ ἡμᾶς εἰδότας, ἀγαπητοὶ, συνεχῶς καὶ διαπαντὸς τοὺς ἠμελημένους τῶν ἀδελφῶν τῶν ἡμετέρων ῥυθμίζειν καὶ φιλεῖν χρὴ, κἂν μηδὲν ἐκ τῆς συμβουλῆς γίνηται κέρδος. Εἰ γὰρ ὁ τὸ τέλος εἰδὼς τοιοῦτον ἐσόμενον, τοσαύτῃ περὶ τὸν οὐδὲν μέλλοντα καρποῦσθαι ἐκ τῆς παραινέσεως ταύτης ἐχρήσατο προνοίᾳ, ποίας ἂν εἴημεν ἄξιοι συγγνώμης ἡμεῖς, ὅταν μηδὲ τὴν τῶν πραγμάτων ἔκβασιν εἰδότες, οὕτω τῆς τῶν πλησίον σωτηρίας ῥᾳθυμῶμεν, ἐκ πρώτης καὶ δευτέρας αὐτοὺς συμβουλῆς ἐγκαταλιμπάνοντες; Μετὰ δὲ τῶν εἰρημένων ἁπάντων καὶ τὰ καθ' ἡμᾶς αὐτοὺς ἐννοήσωμεν, ὅτι καθ' ἑκάστην ἡμέραν τοῦ Θεοῦ πρὸς ἡμᾶς διαλεγομένου διὰ τῶν προφητῶν, διὰ τῶν ἀποστόλων, καθ' ἑκάστην παρακούομεν τὴν ἡμέραν· καὶ ὅμως οὐκ ἀφίσταται καὶ διαλεγόμενος καὶ παρακαλῶν ἀεὶ τοὺς ἀφηνιῶντας καὶ μὴ προσέχοντας. Καὶ βοᾷ Παῦλος λέγων· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. Εἰ γὰρ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, οὐ τοσούτων ἐπαίνων ἄξιος ὁ προειδὼς, ὅτι πεισθήσεται πάντως ὁ δεχόμενος τὴν συμβουλὴν, καὶ οὕτω συμβουλεύων, ὡς ὁ πολλάκις μὲν εἰπὼν καὶ συμβουλεύσας καὶ ἀποτυχὼν, οὐκ ἀφιστάμενος δὲ οὐδὲ οὕτω.
fit; yet nevertheless not even so was he corrected. And Christ, foreknowing this also, did not this only, but also another thing after this much greater than this. When the Jews, for instance, set upon Him having armed their hands with swords and clubs against Him, He then blinded them all; for to say, Whom do you seek? was the act of One manifesting this. For since Judas continually said: What are you willing to give me, and I will deliver Him up to you? the Lord, wishing both to persuade the Jews and to teach him that He comes willingly to the Passion, and that the whole matter is His own doing, that man's knavery not having been able to prevail over Him, when the traitor himself was standing with them all, says, Whom do you seek? Thus that man did not know Him Whom he was about to deliver up, for He blinded his sight; and not this only, but He also cast them all flat upon their backs through this voice. And since neither did this render them more reasonable, nor did it cause that foul man to desist from his betrayal, but he remained incurable, not even so again did Christ withdraw from His goodwill and care towards him; rather, see how most shamingly He touches his shameless soul, and utters words sufficient to soften even a stony mind. For when he rushed to kiss Him, what does He say? Judas, with a kiss do you betray the Son of man? Do you not feel shame at the very form of the betrayal? And these things Christ spoke, touching him, and reminding him of their former intimacy. Yet nevertheless, though the Lord both did and spoke so many things, that man did not become better, not on account of the weakness of Him Who gave counsel, but on account of his own sloth. Yet Christ, even though He foreknew all these things, did not cease from beginning to end displaying everything on His own part. Knowing all these things ourselves also, therefore, beloved, we must continually and perpetually regulate and love those of our brethren who have been neglected, even if no gain come from our counsel. For if He Who knew that the end would be such employed so great a providence towards him who was about to reap nothing from this exhortation, of what pardon should we be worthy, when, not even knowing the outcome of affairs, we are so slothful concerning our neighbours' salvation, abandoning them after a first and second counsel? And along with all that has been said, let us also consider our own case: that when God converses with us every single day through the prophets, through the apostles, every single day we disregard Him; and nevertheless He does not desist from both conversing with and perpetually exhorting those who spurn the rein and do not pay heed. And Paul cries aloud, saying: On behalf of Christ we are ambassadors, as though God were entreating through us; we beseech you on behalf of Christ, be reconciled to God. For if one must also say something marvellous, he who foreknows that the one receiving the counsel will altogether be persuaded, and thus gives counsel, is not worthy of such great praises as he who has often spoken and given counsel and failed, yet does not desist even so.
Τὸν μὲν γὰρ πρότερον ἡ τοῦ πεισθήσεσθαι ἐλπὶς τὸν ἀκούοντα, κἂν ἁπάντων νωθέστερος ᾖ, διεγείρει πρὸς τὴν παραίνεσιν· οὗτος δὲ ὁ συνεχῶς συμβουλεύων
For in the former case the hope that the hearer will be persuaded rouses him to exhortation, even if he be more sluggish than all; whereas this man who continually gives counsel
PG 48:970Read from the page
καὶ παρακουόμενος, εἶτα οὐκ ἀφιστάμενος, θερμοτάτης καὶ γνησιωτάτης ἀγάπης τεκμήριον ἐπιδείκνυται, ἐλπίδι μὲν οὐδεμιᾷ τοιαύτῃ τρεφόμενος, διὰ δὲ τὸ πρὸς τὸν ἀκούοντα φίλτρον μόνον τῆς περὶ τὸν ἀδελφὸν οὐκ ἀφιστάμενος ἐπιμελείας. Ἀλλ' ὅτι μὲν χρὴ μηδέποτε ἀφίστασθαι τῶν πεπτωκότων, κἂν προειδότες ὦμεν, ὅτι οὐ πεισθήσονται ἡμῖν, ἱκανῶς ἀποδέδεικται. Δεῖ δὲ λοιπὸν ἐπὶ τὴν τῶν τρυφώντων κατηγορίαν βαδίσαι. Ἕως γὰρ ἂν ἑστήκῃ ἡ ἑορτὴ αὕτη, καὶ τὰ ἕλκη τῆς μέθης ἐν ταῖς τῶν μεθυόντων ἐργάζεται ψυχαῖς ὁ διάβολος, καὶ ἡμᾶς τὰ φάρμακα ἐπιτιθέναι χρή.
and being disregarded, and then not desisting, displays a proof of the warmest and most genuine love, being nourished by no such hope, but out of affection towards the hearer alone not desisting from solicitude for his brother. Yet that one must never desist from those who have fallen, even if we foreknow that they will not be persuaded by us, has been sufficiently demonstrated. For the rest, we must proceed to the accusation of those who live in luxury. For so long as this festival stands, and the devil works the ulcers of drunkenness in the souls of the drunken, we too must apply the remedies.
ςʹ. Χθὲς μὲν οὖν τὸν Παῦλον αὐτοῖς ἐπετειχίσαμεν λέγοντα· Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Σήμερον δὲ τὸν Παύλου Δεσπότην δείξομεν αὐτοῖς, οὐχὶ παραινοῦντα μόνον, οὐδὲ συμβουλεύοντα ἀπέχεσθαι τρυφῆς, ἀλλὰ καὶ κολάζοντα τὸν ἐν τρυφῇ ζῶντα, καὶ τιμωρούμενον. Ἡ γὰρ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου καὶ τῶν ἑκατέροις συμβάντων ἱστορία οὐδὲν ἕτερον ἢ τοῦτο ἐνδείκνυται. Μᾶλλον δὲ, ἵνα μὴ παρέργως τοῦτο ποιήσωμεν, ἄνωθεν ὑμῖν αὐτὴν ἀναγνώσομαι τὴν παραβολήν. Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς· πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο εἰς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος, καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι, περιέλειχον τὰ ἕλκη αὐτοῦ. Τίνος μὲν οὖν ἕνεκεν ἐν παραβολαῖς ἐλάλει ὁ Δεσπότης, καὶ τί δήποτε τῶν παραβολῶν τὰς μὲν ἔλυε, τὰς δὲ οὐκ ἔλυε, καὶ τί πότ' ἐστιν ἡ παραβολὴ, καὶ ὅσα τοιαῦτα, εἰς ἕτερον καιρὸν ταμιευσόμεθα, ὥστε μὴ τοῦ κατεπείγοντος ἀποστῆναι λόγου νῦν· ἐκεῖνο δὲ τέως πρὸς ὑμᾶς ἐροῦμεν μόνον, τίς ἐστι τῶν εὐαγγελιστῶν ὁ τὴν παραβολὴν ταύτην εἰρηκέναι τὸν Χριστὸν εἰπών. Τίς οὖν ἐστιν; Ὁ Λουκᾶς μόνος. Καὶ γὰρ καὶ τοῦτο ἀναγκαῖον εἰδέναι, ὅτι τῶν εἰρημένων τὰ μὲν οἱ τέσσαρες εἶπον, τὰ δὲ κατ' ἰδίαν ἕκαστος ἀπολαβών.
6. Yesterday, then, we raised up Paul as a bulwark against them, saying: Whether you eat, or drink, or do anything, do all things to the glory of God. But today we shall show them Paul's Master, not exhorting only, nor counselling to abstain from luxury, but also punishing the one living in luxury, and taking vengeance on him. For the history of the rich man and of Lazarus and of the things that befell both of them demonstrates nothing other than this. Or rather, lest we do this cursorily, I shall read the parable itself to you from the beginning. There was a certain rich man, and he was clothed in purple and fine linen, making merry every day splendidly; and there was a certain beggar by name Lazarus, who had been cast at his gateway covered with sores, and desiring to be fed from the crumbs that fell from the rich man's table; moreover even the dogs, coming, licked his sores. For what sake, then, the Master spoke in parables, and why ever He resolved some of the parables and did not resolve others, and what ever a parable is, and all such things, we shall reserve for another season, so as not to depart from the urgent discourse now; meanwhile we shall tell this alone to you, who of the evangelists it is who said that Christ spoke this parable. Who, then, is it? Luke alone. For this too is necessary to know, that of the things spoken, the four spoke some, while each took others separately on his own.
Τίνος ἕνεκεν; Ἵνα καὶ τῶν λοιπῶν ἀναγκαία ἡμῖν ἡ ἀνάγνωσις γένηται, καὶ τὸ τῆς συμφωνίας ἐξαίρετον διαφανῇ. Εἰ μὲν γὰρ πάντες ἅπαντα εἶπον, οὐκ ἂν πᾶσι μετὰ σπουδῆς προσείχομεν, ἀρκοῦντος ἑνὸς διδάξαι τὸ πᾶν· εἰ δὲ πάντες πάντα ἐξηλλαγμένα εἶπον, οὐκ ἂν ἐφάνη τὸ τῆς συμφωνίας ἐξαίρετον. Διὰ τοῦτο καὶ κοινῇ πάντες πολλὰ ἔγραψαν, καὶ κατ' ἰδίαν ἕκαστος ἀπολαβών. Ὅπερ οὖν Χριστὸς διὰ τῆς παραβολῆς διδάσκει, τοῦτό ἐστιν. Ἄνθρωπός τις, φησὶν, ἦν πλούσιος κακίᾳ πολλῇ συζῶν, οὐδεμιᾶς πεῖραν ἐδέχετο συμφορᾶς, ἀλλὰ πάντα αὐτῷ ὥσπερ ἐκ πηγῶν ἐπέρῥει. Ὅτι γὰρ οὐδὲν τῶν ἀδοκήτων συνέβαινεν αὐτῷ, οὐδ' ἀθυμίας ὑπόθεσις, οὐδ' ἀνωμαλία τις βιωτικὴ, αὐτὸ τοῦτο ἠνίξατο τὸ εἰπεῖν, ὅτι ηὐφραίνετο καθ' ἡμέραν. Ὅτι δὲ κακίᾳ συνέζη, δῆλον μὲν καὶ ἐκ τοῦ λαχόντος αὐτῷ τέλους, καὶ πρὸ τοῦ τέλους δὲ ἐκ τῆς περὶ τὸν πένητα γενομένης ὑπεροψίας. Ὅτι γὰρ οὐ μόνον ἐκεῖνον τὸν ἐν
For what sake? So that the reading of the rest also might become necessary for us, and the excellence of their harmony might shine forth. For if all had spoken all things, we would not attend to all with diligence, since one would suffice to teach the whole; and if all had spoken all things differently, the excellence of their harmony would not have appeared. On this account both all in common wrote many things, and each separately took others on his own. What Christ, then, teaches through the parable is this. There was a certain rich man, he says, living in great wickedness; he received experience of no calamity, but all things flowed in upon him as though from fountains. For that nothing unexpected befell him, nor matter for despondency, nor any unevenness of life, this very saying hinted, that he made merry every day. And that he lived in wickedness is manifest both from the end allotted to him, and before the end also from the disdain shown towards the poor man. For that not only him who was in
PG 48:971Read from the page
τῷ πυλῶνι, ἀλλ' οὐδ' ἄλλον τινὰ ἠλέει, αὐτὸς ἐκεῖνος τοῦτο ἔδειξεν. Εἰ γὰρ τὸν ἐν τῷ πυλῶνι διηνεκῶς ἐρῥιμμένον, καὶ πρὸ τῶν ὀφθαλμῶν κείμενον, ὃν καθ' ἑκάστην ἡμέραν, καὶ ἅπαξ, καὶ δὶς, καὶ πλεονάκις, ὁρᾷν ἠναγκάζετο εἰσιὼν καὶ ἐξιών· οὐ γὰρ ἐν ἀμφόδῳ, οὐδ' ἐν κρυπτῷ καὶ στενωπῷ κατέκειτο τόπῳ, ἀλλ' ἔνθα συνεχεῖς τὰς εἰσόδους καὶ τὰς ἐξόδους ποιούμενος ὁ πλούσιος, ἄκων αὐτὸν ὁρᾷν ἠναγκάζετο· εἰ τοίνυν τοῦτον οὐκ ἠλέησε, τὸν ἐν τοσούτῳ χαλεπῷ πάθει κατακείμενον, καὶ ἀπορίᾳ τοσαύτῃ συζῶντα, μᾶλλον δὲ διὰ παντὸς τοῦ βίου ἀῤῥωστίᾳ ταλαιπωροῦντα, καὶ ἀῤῥωστίᾳ χαλεπωτάτῃ· πρὸς τίνα ἂν τῶν ἐντυγχανόντων ἐπεκάμφθη ποτέ; Καὶ γὰρ εἰς τὴν προτέραν ἡμέραν παρέδραμε, τὴν δευτέραν εἰκὸς ἦν τι παθεῖν· εἰ δὲ καὶ ἐν ταύτῃ παρεῖδεν, ἀλλὰ τὴν τρίτην, ἢ τὴν τετάρτην, ἢ τὴν μετ' ἐκείνην, πάντως αὐτὸν ἐπικαμφθῆναι ἔδει, καὶ εἰ τῶν θηρίων ἀγριώτερος ἦν. Ἀλλ' οὐδὲν ἔπαθε τοιοῦτον· ἀλλὰ καὶ ἐκείνου τοῦ δικαστοῦ, τοῦ μήτε τὸν Θεὸν φοβουμένου, μήτε ἀνθρώπους αἰδουμένου καὶ ἰταμώτερος καὶ ἀπηνέστερος γέγονεν. Ἐκεῖνον μὲν γὰρ ἡ τῆς χήρας συνέχεια, καὶ ταῦτα ὠμὸν ὄντα καὶ ἄγριον, δοῦναι τὴν χάριν ἔπεισε, καὶ πρὸς τὴν ἱκετηρίαν ἐπέκαμψε· τοῦτον δὲ οὐδὲ τοῦτο ἴσχυσεν ἐπικάμψαι πρὸς τὴν τοῦ πένητος ἀντίληψιν· καίτοι γε οὐκ ἴση ἦν ἡ αἴτησις, ἀλλ' αὕτη πολλῷ εὐκολωτέρα καὶ δικαιοτέρα. Ἡ μὲν γὰρ κατὰ τῶν ἐχθρῶν αὐτὸν παρεκάλει, οὗτος δὲ ἠξίου λῦσαι λιμὸν, καὶ μὴ περιιδεῖν ἀπολλύμενον· κἀκείνη μὲν ἠνώχλει παρακαλοῦσα, οὗτος δὲ πολλάκις τῆς ἡμέρας ἐφαίνετο τῷ πλουσίῳ σιγῇ κείμενος· πολὺ δὲ τοῦτο ἱκανὸν μαλάξαι μᾶλλον καὶ λιθίνην διάνοιαν. Ἐνοχλούμενοι γὰρ πολλάκις καὶ παροξυνόμεθα· ὅταν δὲ τοὺς δεομένους βοηθείας ἴδωμεν σιγῇ πολλῇ παρεστῶτας, καὶ μηδὲν φθεγγομένους, ἀλλ' ἀποτυγχάνοντας μὲν ἀεὶ, μὴ δυσχεραίνοντας δὲ, ἀλλὰ σιγῇ φαινομένους μόνον ἡμῖν, κἂν αὐτῶν τῶν λίθων ὦμεν ἀναισθητότεροι, τὴν ὑπερβολὴν τῆς ἐπιεικείας αἰδεσθέντες κατακαμπτόμεθα. Καὶ ἕτερον δέ τι πρὸς τούτοις τούτων οὐκ ἔλαττον ἦν, τὸ καὶ τὴν ὄψιν αὐτὴν ἐλεεινὴν εἶναι τοῦ πένητος, λιμῷ καὶ ἀῤῥωστίᾳ μακρᾷ κατεργασθεῖσαν. Ἀλλ' ὅμως οὐδὲν τούτων τὸν ἀνήμερον ἐκεῖνον ἐμάλαξε.
the gateway, nay, he pitied no other man either, that very man himself demonstrated this. For if the one perpetually cast at the gateway, and lying before his eyes, whom every single day, once, twice, and more often, he was compelled to see going in and going out—for he lay not in a crossway, nor in a hidden and narrow place, but where the rich man, making his continual entrances and exits, was compelled unwillingly to see him—if, then, he did not pity this man, lying in so grievous a suffering, and living in such great want, or rather distressed throughout his whole life with infirmity, and most grievous infirmity, towards whom of those he met would he ever have been bent to pity? For even if on the first day he passed by, on the second it was likely that he would feel something; and if even on this he overlooked him, yet on the third, or the fourth, or the one after that, he ought altogether to have relented, even if he were more savage than wild beasts. Yet he felt nothing of the sort; nay, he became both more shameless and more ruthless even than that judge who neither feared God nor respected men. For the widow's persistence persuaded that man, harsh and savage though he was, to grant the favour, and bent him to her supplication; whereas not even this availed to bend this man to the succour of the poor man; and yet the request was not equal, but this one was far easier and more just. For she entreated him against her enemies, whereas this man asked to relieve his hunger, and not to overlook him perishing; and she troubled him by entreating, whereas this man appeared many times a day to the rich man lying in silence; and this is much more able to soften even a stony mind. For when troubled we are often even provoked; but when we see those in need of help standing by in great silence, and uttering nothing, yet failing always, and not chafing, but only showing themselves to us in silence, even if we be more insensible than the very stones, reverencing the excess of their gentleness we are bent down. And there was also another thing besides these not less than they, namely that the very sight of the poor man was pitiable, wasted away by hunger and long infirmity. Yet nevertheless none of these things softened that untamed man.
ζʹ. Πρώτη μὲν οὖν κακία αὕτη ὠμότητος, καὶ ἀπανθρωπία ὑπερβολὴν οὐκ ἔχουσα. Οὐ γάρ ἐστιν ἴσον ἐν πενίᾳ ζῶντα μὴ βοηθεῖν τοῖς δεομένοις, καὶ τοσαύτης ἀπολαύοντα τρυφῆς, λιμῷ τηκομένους ἑτέρους περιορᾷν. Πάλιν οὐκ ἔστιν ἴσον, ἅπαξ ἢ δεύτερον ἰδόντα πτωχὸν, παραδραμεῖν, καὶ καθ' ἑκάστην ἡμέραν βλέποντα μηδὲ ὑπὸ τῆς κατὰ τὴν ὄψιν συνεχείας πρὸς τὸν ἔλεον καὶ τὴν φιλανθρωπίαν διαναστῆναι ταύτην. Πάλιν οὐκ ἔστιν ἴσον ἐν συμφοραῖς ὄντα καὶ ἀθυμίαις καὶ κακῶς τὴν ψυχὴν διακείμενον μὴ βοηθεῖν τοῖς πλησίον, καὶ τοσαύτης ἀπολαύοντα εὐφροσύνης καὶ διηνεκοῦς εὐπραγίας, λιμῷ τηκομένους ἑτέρους περιορᾷν, καὶ ἀποκλεῖσαι τὰ σπλάγχνα, καὶ μηδὲ ὑπὸ τῆς χαρᾶς αὐτῆς γενέσθαι φιλανθρωπότερον. Ἴστε γὰρ δήπου τοῦτο, ὅτι κἂν ἁπάντων ὦμεν ἀγριώτεροι, ταῖς εὐπραγίαις ἡμερώτεροι καὶ χρηστότεροι πεφύκαμεν γίνεσθαι. Ἀλλ ἐκεῖνος οὐδὲ ὑπὸ τῆς εὐημερίας βελτίων ἐγένετο, ἀλλ' ἔμενεν ἐκτεθη-
7. This, then, was a first vice of cruelty, and inhumanity admitting no surpassing. For it is not equal when living in poverty not to help those in need, and when enjoying so great luxury to overlook others wasting away with hunger. Again, it is not equal, upon seeing a beggar once or twice, to pass by, and while beholding him every day not even by the continuance of the sight to be roused up to pity and this philanthropy. Again, it is not equal when in calamities and despondencies and ill disposed in soul not to help one's neighbours, and when enjoying so great gladness and continual prosperity to overlook others wasting away with hunger, and to shut up one's bowels of compassion, and not even by joy itself to become more humane. For you surely know this, that even if we be more savage than all men, by successes we are naturally disposed to become gentler and kinder. Yet that man did not become better even by prosperity, but remained brutal-
Notes, col. 971

On the reading

Printed Ἀλλ, for Ἀλλ'.

PG 48:972Read from the page
ριωμένος, μᾶλλον δὲ καὶ θηρίου παντὸς ὠμότητα καὶ ἀπανθρωπίαν τοῖς τρόποις ἀπέκρυψεν. Ἀλλ' ὅμως ὁ μὲν ἐν πονηρίᾳ ζῶν καὶ ἀπανθρωπίᾳ πάσης ἀπήλαυεν εὐπραγίας, ὁ δὲ δίκαιος καὶ ἀρετῆς ἐπιμελούμενος ἐν ἐσχάτοις ἦν κακοῖς. Ὅτι γὰρ δίκαιος ὁ Λάζαρος ἦν, πάλιν καὶ ἐνταῦθα τὸ τέλος ἀπέδειξε, καὶ πρὸ τοῦ τέλους αὐτὴ ἡ κατὰ τὴν πενίαν ὑπομονή. Ἆρα οὐ δοκεῖτε αὐτὰ παρόντα τὰ πράγματα ὁρᾷν; Πλήρης τῷ πλουσίῳ ἡ ναῦς τῆς ἐμπορίας ἦν, καὶ ἐξ οὐρίας ἔπλει. Ἀλλὰ μὴ θαυμάσητε· εἰς ναυάγιον γὰρ ἠπείγετο, ἐπειδὴ τὸν φόρτον οὐκ ἠθέλησε διαθέσθαι μετ' εὐλαβείας. Βούλει σοι καὶ ἑτέραν εἴπω κακίαν αὐτοῦ; Τὸ καθ' ἑκάστην ἡμέραν τρυφᾷν ἀδεῶς. Καὶ γὰρ καὶ τοῦτο κακία ἐσχάτη, οὐχὶ νῦν, ὅτε τοσαύτην ἀπαιτούμεθα φιλοσοφίαν, ἀλλὰ καὶ ἐν ἀρχῇ ἐπὶ τῆς Παλαιᾶς, ὅτε οὐ τοσαύτης φιλοσοφίας ἐπίδειξις ἦν. Ἄκουσον γοῦν τί φησιν ὁ προφήτης· Οὐαὶ οἱ ἐρχόμενοι εἰς ἡμέραν κακὴν, οἱ ἐγγίζοντες καὶ ἁπτόμενοι σαββάτων ψευδῶν. Τί ἐστιν, οἱ ἁπτόμενοι σαββάτων ψευδῶν;
ized, or rather even cast into the shade the cruelty and inhumanity of every wild beast by his ways. Yet nevertheless the one living in wickedness and inhumanity enjoyed every prosperity, while the righteous man who cared for virtue was in extreme evils. For that Lazarus was righteous, here again both the end demonstrated, and before the end his very endurance in poverty. Do you not seem to behold the things themselves present? Full of merchandise was the ship for the rich man, and it sailed with a fair wind. Yet do not marvel; for it was hastening to shipwreck, since he did not wish to dispose of the cargo with pious care. Do you wish me to tell you another vice of his also? Living in luxury every day without fear. For this too is extreme wickedness, not only now, when so great philosophy is demanded of us, but also in the beginning under the Old Covenant, when there was not a display of so great philosophy. Hear at least what the prophet says: Woe to those who come to an evil day, who draw near and touch false sabbaths. What is, who touch false sabbaths?
Οἱ Ἰουδαῖοι νομίζουσιν, ὅτι δι' ἀργίαν αὐτοῖς τὸ σάββατον δέδοται. Οὐκ ἔστι δὲ αὕτη ἡ αἰτία, ἀλλ' ἵνα τῶν βιωτικῶν ἑαυτοὺς ἀπαγαγόντες, τὴν σχολὴν ἅπασαν εἰς τὰ πνευματικὰ ἀναλίσκωσιν. Ὅτι γὰρ οὐκ ἀργίας ἐστὶ τὸ σάββατον, ἀλλ' ἐργασίας ἐστὶ πνευματικῆς ὑπόθεσις, ἀπ' αὐτῶν τῶν πραγμάτων δῆλον. Ὁ γοῦν ἱερεὺς διπλοῦν ἔργον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ποιεῖ· καὶ καθ' ἑκάστην ἡμέραν ἁπλῆς ἀναφερομένης θυσίας, διπλῆν ἀναφέρειν κελεύεται τότε. Εἰ δὲ καθάπαξ ἀργίας ἦν τὸ σάββατον, πρὸ τῶν ἄλλων τὸν ἱερέα ἀργεῖν ἐχρῆν. Ἐπεὶ οὖν οἱ Ἰουδαῖοι τῶν βιωτικῶν ἀπαλλαγέντες πραγμάτων, τοῖς πνευματικοῖς οὐ προσεῖχον, σωφροσύνῃ καὶ ἐπιεικείᾳ καὶ ἀκροάσει θείων λογίων, ἀλλὰ τοὐναντίον ἐποίουν, γαστριζόμενοι, μεθύοντες, διαρῥηγνύμενοι, τρυφῶντες, διὰ τοῦτο κατηγόρησεν αὐτῶν ὁ προφήτης. Εἰπὼν γὰρ, Οὐαὶ οἱ ἐρχόμενοι εἰς ἡμέραν κακὴν, καὶ ἐπαγαγὼν, Οἱ ἐφαπτόμενοι σαββάτων ψευδῶν, ἔδειξε διὰ τῆς ἐπαγωγῆς, πῶς ἦν αὐτοῖς τὰ σάββατα ψευδῆ. Πῶς οὖν αὐτὰ ἐποίουν ψευδῆ; Τῷ κακίαν ἐργάζεσθαι, τρυφῶντες, μεθύοντες, καὶ τὰ μυρία αἴσχιστα καὶ χαλεπὰ πράσσοντες. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τῶν ἑξῆς. Δείκνυσι γὰρ ὃ λέγω δι' ὧν εὐθὺς ἐπάγει καὶ λέγει· Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐπὶ τῶν στρωμνῶν αὐτῶν, οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ βουκολίων γαλαθηνὰ, οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι. Ἔλαβες τὸ σάββατον, ἵνα τῆς πονηρίας ἀπαλλάξῃς τὴν ψυχήν· σὺ δὲ αὐτὴν κατεργάζῃ πλέον. Τί γὰρ ἂν γένοιτο τῆς βλακείας ταύτης χεῖρον, ἢ τὸ ἐπὶ κλινῶν ἐλεφαντίνων καθεύδειν; Αἱ ἄλλαι ἁμαρτίαι κἂν μικράν τινα ἡδονὴν ἔχωσιν, οἷον ἡ μέθη, ἡ πλεονεξία καὶ ἀσωτία· τὸ δὲ ἐπὶ κλινῶν ἐλεφαντίνων καθευδῆσαι, ποίαν ἡδονὴν ἔχει; ποίαν παραμυθίαν; Μὴ γὰρ ἡδίω καὶ γλυκύτερον ἡμῖν τὸν ὕπνον ἐργάζεται τῆς κλίνης τὸ κάλλος; Φορτικώτατον μᾶλλον μὲν οὖν καὶ ἐπαχθέστατον τοῦτο, ἐὰν νοῦν
The Jews suppose that the sabbath has been given to them for idleness. Yet this is not the cause, but so that, withdrawing themselves from worldly affairs, they might spend all their leisure upon spiritual things. For that the sabbath is not a matter of idleness, but of spiritual work, is manifest from the very facts. The priest, at least, performs a double work on that day; and whereas every day a single sacrifice is offered up, he is commanded then to offer up a double one. Now if the sabbath were altogether a day of idleness, the priest before others ought to have been idle. Since, therefore, the Jews, freed from worldly affairs, did not attend to spiritual things, to sobriety and gentleness and the hearing of divine oracles, but did the contrary, gorging their bellies, getting drunk, bursting asunder, living in luxury, on this account the prophet accused them. For having said, Woe to those who come to an evil day, and having subjoined, Who lay hold of false sabbaths, he showed through the addition how the sabbaths were false for them. How, then, did they make them false? By working wickedness, living in luxury, getting drunk, and practising ten thousand most shameful and grievous deeds. And that this is true, hear what follows. For he shows what I say through the things which he straightway subjoins and says: Those who sleep upon beds of ivory, and wanton upon their couches, who eat kids from the flocks, and sucking calves from the herds, who drink strained wine, and anoint themselves with the chief ointments. You received the sabbath so that you might free your soul from wickedness; yet you work it the more. For what could become worse than this slackness, than sleeping upon beds of ivory? Other sins may have at least some slight pleasure, such as drunkenness, covetousness, and prodigality; but to sleep upon beds of ivory, what pleasure does it have? What comfort? Does the beauty of the bed render sleep more pleasant and sweeter for us? Nay rather, this is most burdensome and most oppressive, if sense
PG 48:973Read from the page
ἔχωμεν. Ὅταν γὰρ ἐννοήσῃς ὅτι, σοῦ καθεύδοντος ἐπὶ κλίνης ἐλεφαντίνης, ἕτερος οὐδ' ἄρτου μετὰ ἀδείας ἀπολαύειν ἔχει, οὐ καταγνώσεταί σου τὸ συνειδὸς, καὶ ἐπαναστήσεται κατηγοροῦν τῆς ἀνωμαλίας ταύτης; Εἰ δὲ τὸ ἐπὶ ἐλεφαντίνων κλινῶν καθεύδειν ἔγκλημα, ὅταν καὶ ἀργύρῳ περιβεβλημέναι πάντοθεν ὦσι, ποίαν ἕξομεν ἀπολογίαν; Βούλει κάλλος κλίνης ἰδεῖν; Ἐγώ σοι δείκνυμι νῦν, οὐκ ἰδιωτικῆς, οὐδὲ στρατιωτικῆς, ἀλλὰ βασιλικῆς κλίνης εὐπρέπειαν. Κἂν γὰρ φιλοτιμότατος ᾖς πάντων, εὖ οἶδα ὅτι τῆς τοῦ βασιλέως κλίνης οὐκ ἐθελήσεις ἔχειν εὐπρεπεστέραν· καὶ τὸ δὴ μεῖζον, οὐ τοῦ τυχόντος βασιλέως, ἀλλὰ τοῦ πρώτου, καὶ τοῦ πάντων βασιλέων βασιλικωτέρου, καὶ μέχρι νῦν ᾀδομένου πανταχοῦ τῆς οἰκουμένης· δείκνυμί σοι κλίνην τὴν τοῦ μακαρίου Δαυῖδ. Ποταπὴ τοίνυν ἦν ἐκείνη; Οὐκ ἀργύρῳ καὶ χρυσῷ, ἀλλὰ δάκρυσι καὶ ἐξομολογήσεσι πάντοθεν ἦν κεκαλλωπισμένη. Καὶ ταῦτα αὐτός φησιν οὕτω λέγων· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ὥσπερ γὰρ μαργαρῖται τὰ δάκρυα αὐτῇ ἐπεπήγει πάντοθεν.
we have. For when you reflect that, while you sleep upon a bed of ivory, another has not even bread to enjoy with security, will not your conscience condemn you, and rise up accusing this inequality? And if sleeping upon beds of ivory is an accusation, when they are also clad with silver on every side, what defence shall we have? Do you wish to see the beauty of a bed? I show you now the comeliness, not of a private, nor of a military, but of a royal bed. For even if you be the most ambitious of all men, I know well that you will not wish to have a bed more comely than the king's; and what is greater indeed, not of any chance king, but of the first, and the most kingly of all kings, and sung even until now everywhere in the inhabited world: I show you the bed of the blessed David. Of what sort, then, was that? Not with silver and gold, but with tears and confessions on every side was it adorned. And he himself says these things, speaking thus: Every night I will wash my bed; with my tears I will drench my couch. For like pearls the tears were set fast upon it on every side.
ηʹ. Καὶ σκόπει μοι φιλόθεον ψυχήν· ἐπειδὴ γὰρ ἐν ἡμέρᾳ πολλαὶ αἱ φροντίδες ἀρχόντων, ταξιαρχῶν, ἐθνῶν, δήμων, στρατιωτῶν, πολέμων, εἰρήνης, τῶν πολιτικῶν πραγμάτων, τῶν κατὰ τὴν οἰκίαν, τῶν πόρῥωθεν, τῶν πλησίον, περιεῖλκον αὐτὸν καὶ ἀπῆγον· τὴν σχολὴν, ἣν πάντες εἰς τὸ καθεύδειν ἀναλίσκομεν, εἰς ἐξομολόγησιν καὶ εὐχὰς καὶ δάκρυα ἀνήλισκεν ἐκεῖνος. Καὶ οὐχὶ μίαν τοῦτο ἐποίησε νύκτα, τὴν δὲ δευτέραν ἐπαύσατο, οὐδὲ δύο καὶ τρεῖς, τὰς δὲ μεταξὺ διέλιπεν, ἀλλὰ καθ' ἑκάστην νύκτα τοῦτο ἔπραττε. Λούσω γὰρ καθ' ἑκάστην νύκτα, φησὶ, τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω, τὴν δαψίλειαν τῶν δακρύων καὶ τὴν συνέχειαν ἐμφαίνων. Πάντων γὰρ ἡσυχαζόντων, καὶ ἐν ἠρεμίᾳ ὄντων, μόνος τῷ Θεῷ τότε ἐνετύγχανε, καὶ παρῆν ὁ ἀκοίμητος ὀφθαλμὸς ὀδυρομένῳ καὶ θρηνοῦντι καὶ τὰ οἰκεῖα ἐξαγγέλλοντι κακά. Τοιαύτην καὶ σὺ κατασκεύασον κλίνην. Ὁ μὲν γὰρ ἄργυρος περικείμενος καὶ φθόνον παρὰ ἀνθρώπων ἐγείρει, καὶ ὀργὴν ἐκκαίει τὴν ἄνωθεν.
8. And consider for me a God-loving soul; for since by day many cares—of rulers, of commanders, of nations, of peoples, of soldiers, of wars, of peace, of civic affairs, of household matters, of things from afar, of things near at hand—drew him round and led him away, the leisure which we all spend upon sleeping, that man spent upon confession and prayers and tears. And he did not do this for one night, and cease on the second, nor for two and three, and leave off on the nights between, but every night he practised this. For every night I will wash, says he, my bed; with my tears I will drench my couch, indicating the abundance of his tears and their continuity. For when all were keeping quiet and were at rest, alone he then made intercession with God, and the sleepless Eye was present to him as he lamented and mourned and declared his own evils. Prepare for yourself also such a bed. For silver laid round both rouses envy from men, and kindles wrath from above.
Τὰ δὲ τοιαῦτα δάκρυα, οἷα τὰ τοῦ Δαυῖδ, καὶ αὐτὸ τὸ τῆς γεέννης οἶδε κατασβέσαι πῦρ. Βούλει σοι καὶ ἑτέραν δείξω κλίνην; τὴν τοῦ Ἰακὼβ λέγω. Ἔδαφος εἶχεν ὑποκείμενον, καὶ λίθον ὑπὸ τὴν κεφαλὴν αὐτοῦ· διὰ τοῦτο καὶ τὸν νοητὸν εἶδε λίθον, καὶ τὴν κλίμακα ἐκείνην, δι' ἧς ἀνέβαινον καὶ κατέβαινον ἄγγελοι. Τοιαύτας ἐπινοῶμεν κλίνας καὶ ἡμεῖς, ἵνα καὶ τοιαῦτα βλέπωμεν ὀνείρατα. Ἂν δὲ ἐπὶ τῆς ἀργυρᾶς ὦμεν κατακείμενοι, οὐ μόνον οὐδεμίαν ἡδονὴν καρπωσόμεθα, ἀλλὰ καὶ ἀθυμίαν ὑπομενοῦμεν. Ὅταν γὰρ ἐννοήσῃς, ὅτι ἐν κρυμῷ ἐσχάτῳ, ἐν νυκτὶ μέσῃ, σοῦ καθεύδοντος ἐπὶ κλίνης, ὁ πένης ἐπὶ στιβάδος ἔρῥιπται ἐν τοῖς τῶν βαλανείων προπυλαίοις, καλάμην περιβεβλημένος, τρέμων, πηγνύμενος τῷ κρύει, ἀγχόμενος τῷ λιμῷ· κἂν ἁπάντων μᾶλλον λίθινος ᾖς, εὖ οἶδα, ὅτι καταγνώσῃ σαυτοῦ, σὺ μὲν ὑπὲρ τὴν χρείαν τρυφῶν, ἐκεῖνον δὲ μηδὲ τῶν κατὰ χρείαν ἀπολαύειν ἀφείς. Οὐδεὶς στρατευόμενος, φησὶν, ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις. Στρατιώτης εἶ
Whereas such tears as those of David know how to quench even the very fire of Gehenna. Do you wish me to show you another bed also? That of Jacob I mean. He had the ground underlying, and a stone under his head; on this account he also saw the spiritual Stone, and that ladder by which angels were ascending and descending. Let us too devise such beds, so that we may also see such dreams. But if we lie upon the silver bed, not only shall we reap no pleasure, but we shall even undergo despondency. For when you reflect that in extreme frost, at midnight, while you sleep upon a bed, the poor man has been cast upon a pallet of straw in the vestibules of the baths, wrapped in reed-straw, trembling, stiffened with the cold, choked with hunger—even if you be more stony than all men, I know well that you will condemn yourself, revelling beyond need while not suffering that man to enjoy even the things according to need. No one serving as a soldier, says he, entangles himself in the affairs of life. A soldier you are,
PG 48:974Read from the page
πνευματικός· στρατιώτης δὲ τοιοῦτος οὐ καθεύδει ἐπὶ κλίνης ἐλεφαντίνης, ἀλλὰ ἐπὶ ἐδάφους· οὐ χρίεται μύροις· τῶν γὰρ ἡταιρηκότων καὶ διεφθαρμένων ἡ τοιαύτη σπουδὴ, τῶν ἐπὶ τῆς σκηνῆς, τῶν ἐν ἀμελείᾳ ζώντων· σὲ δὲ οὐχὶ μύρων, ἀλλ' ἀρετῆς ἀποπνεῖν δεῖ. Οὐδὲν ψυχῆς ἀκαθαρτότερον, ὅταν τὸ σῶμα τοιαύτην ἔχῃ τὴν εὐωδίαν. Τῆς γὰρ δυσωδίας τῆς ἔνδον καὶ τῆς ἀκαθαρσίας δεῖγμα ἡ τοῦ σώματος καὶ τῶν ἱματίων εὐωδία γένοιτ' ἄν. Ὅταν γὰρ ἐπελθὼν ὁ διάβολος διαθρύψῃ τὴν ψυχὴν, καὶ βλακείας ἐμπλήσῃ πολλῆς, τότε καὶ εἰς τὸ σῶμα τῆς οἰκείας διαφθορᾶς τὴν κηλῖδα ἐναπομάσσεται διὰ τῶν μύρων. Καὶ καθάπερ οἱ κορύζῃ τινὶ καὶ κατάρῥῳ διηνεκῶς ἁλισκόμενοι, καὶ τὰ ἱμάτια καὶ τὰς χεῖρας καὶ τὴν ὄψιν μολύνουσι, τὸ διὰ τῶν ῥινῶν ῥέον συνεχῶς ἐναπομασσόμενοι· οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ πονηροῦ τούτου ῥεύματος τὴν κακίαν εἰς τὸ σῶμα ἐναπομάσσεται. Τίς γὰρ γενναῖόν τι καὶ χρηστὸν ὑπολήψεται περὶ τοῦ μύρων ὄζοντος καὶ γυναικιζομένου, μᾶλλον δὲ ἑταιριζομένου, καὶ ὀρχηστικὸν ἀναιρουμένου βίον; Πνείτω σου πνευματικῆς εὐωδίας ἡ ψυχὴ, ἵνα καὶ σαυτὸν καὶ τοὺς συγγινομένους σοι ὠφελῇς τὰ μέγιστα.
spiritual; and such a soldier does not sleep upon a bed of ivory, but upon the ground; he does not anoint himself with ointments; for such eagerness belongs to those who have played the harlot and been corrupted, to those upon the stage, to those living in heedlessness; whereas you must breathe forth not ointments, but virtue. Nothing is more unclean than a soul when the body has such a fragrance. For the fragrance of the body and of the garments may become a token of the stench within and of the uncleanness. For when the devil comes upon and enervates the soul, and fills it with great slackness, then he also wipes off upon the body the stain of its own corruption through the ointments. And just as those who are perpetually seized by some running at the nose and catarrh defile both their garments and their hands and their face, continually wiping off on them what flows through the nostrils; even so does the soul also wipe off upon the body the wickedness of this evil flux. For who will suppose anything noble and good concerning the one smelling of ointments and playing the woman, or rather playing the courtesan, and taking up a dancer's life? Let your soul breathe forth spiritual fragrance, so that you may benefit in the greatest things both yourself and those who associate with you.
Οὐδὲν γὰρ, οὐδὲν τρυφῆς χαλεπώτερον. Ἄκουσον τί περὶ αὐτῆς φησι πάλιν ὁ Μωϋσῆς· Ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ οὐκ εἶπεν, ὅτι ἀπέστη, ἀλλ', Ἀπελάκτισεν ὁ ἠγαπημένος, τὸ γαῦρον καὶ δυσήνιον αὐτοῦ παρεμφαίνων ἡμῖν. Καὶ πάλιν ἀλλαχοῦ· Φαγὼν καὶ πιὼν πρόσεχε σεαυτῷ, μήποτε ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου. Οὕτως ἡ τρυφὴ πρὸς λήθην ἐξάγειν εἴωθε. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ἐὰν καθίσῃς ἐπὶ τῆς τραπέζης, ἀναμνήσθητι ὅτι μετὰ τὴν τράπεζαν εὔχεσθαί σε δεῖ· καὶ οὕτω συμμέτρως ἔμπλησον τὴν γαστέρα, ἵνα μὴ βαρυνόμενος ἀδυνατήσῃς γόνυ κλῖναι, καὶ τὸν Θεὸν παρακαλέσαι. Οὐχ ὁρᾶτε τὰ ὑποζύγια, ὅτι μετὰ τὴν φάτνην ὁδοιπορίας ἅπτεται, καὶ ἀχθοφορεῖ, καὶ τὴν οἰκείαν διακονίαν ἀποπληροῖ; Σὺ δὲ μετὰ τὴν τράπεζαν ἄχρηστος πρὸς πᾶν ἔργον καὶ ἀνεπιτήδειος γίνῃ. Καὶ πῶς οὐκ ἔσῃ καὶ τῶν ὄνων αὐτῶν ἀτιμότερος; Τίνος ἕνεκεν; Ὅτι τότε μάλιστα νήφειν χρὴ καὶ ἐγρηγορέναι. Ὁ γὰρ μετὰ τὴν τράπεζαν καιρὸς εὐχαριστίας ἐστὶ καιρός· τὸν δὲ εὐχαριστοῦντα οὐχὶ μεθύειν, ἀλλὰ νήφειν δεῖ καὶ ἐγρηγορέναι. Ἀπὸ τραπέζης μὴ ἐπὶ κλίνην, ἀλλ' ἐπ' εὐχὴν τρεπώμεθα, ἵνα μὴ τῶν ἀλόγων ἀλογώτεροι γινώμεθα.
For nothing, nothing is more grievous than luxury. Hear what Moses again says concerning it: The beloved grew fat, grew thick, grew broad, and kicked out. And he did not say that he fell away, but, The beloved kicked out, indicating to us his haughtiness and unruliness. And again elsewhere: When you have eaten and drunk, take heed to yourself, lest ever you forget the Lord your God. Thus luxury is wont to lead out to forgetfulness. You too, therefore, beloved, if you sit down at the table, remember that after the table you must pray; and so fill your belly in due measure, lest, weighed down, you be unable to bend the knee and call upon God. Do you not see the beasts of burden, that after the manger they set to journeying, and bear burdens, and fulfil their own service? Whereas you after the table become useless and unfit for every work. And how shall you not be more dishonoured even than the very asses? For what sake? Because then most of all one must be sober and keep watch. For the season after the table is a season of thanksgiving; and the one giving thanks must not be drunk, but be sober and keep watch. From the table let us turn not to a bed, but to prayer, lest we become more irrational than the irrational beasts.
θʹ. Οἶδα ὅτι πολλοὶ καταγνώσονται τῶν λεγομένων, ὡς καινήν τινα καὶ παράδοξον συνήθειαν εἰσαγόντων τῷ βίῳ· ἀλλ' ἐγὼ μειζόνως τῆς πονηρᾶς καταγνώσομαι συνηθείας τῆς νῦν κατεχούσης ἡμᾶς. Ὅτι γὰρ μετὰ τροφὴν καὶ τράπεζαν οὐχ ὕπνον οὐδὲ εὐνὴν, ἀλλ' εὐχὰς καὶ θείων Γραφῶν ἀνάγνωσιν διαδέχεσθαι χρὴ, τοῦτο σαφέστερον ἐδήλωσεν ὁ Χριστός. Τὰ γοῦν ἄπειρα πλήθη τότε ἑστιάσας ἐπὶ τῆς ἐρήμου, οὐκ ἐπὶ κλίνην καὶ ὕπνον αὐτοὺς ἔπεμψεν, ἀλλ' ἐπὶ θείων ἀκρόασιν ἐκάλεσε λογίων. Οὐ γὰρ διέρῥηξεν αὐτῶν τὰς γαστέρας, οὐδὲ εἰς μέθην ἐξέβαλεν, ἀλλὰ πληρώσας αὐτῶν τὴν χρείαν, πρὸς τὴν πνευματικὴν ἦγε τρο-
9. I know that many will condemn the things being said, as bringing some new and paradoxical custom into life; yet I shall all the more condemn the evil custom now holding sway over us. For that after nourishment and table not sleep nor couch, but prayers and reading of the Divine Scriptures must succeed, Christ made this clearer. When He feasted the boundless multitudes at that time in the wilderness, at least, He did not send them to bed and sleep, but called them to the hearing of divine oracles. For He did not burst their bellies asunder, nor cast them out into drunkenness, but having fulfilled their need, led them to spiritual nour-