Migne Reading Room

PG 48 · cols. 963–968 · Read from the page

Seven sermons on Lazarus

Seven sermons on Lazarus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:963Read from the page
Μετὰ τὰς Καλάνδας τῇ ἑξῆς ἐν Ἀντιοχείᾳ λεχθεὶς κατὰ μεθυόντων, καὶ περὶ τῶν εἰς καπηλεῖα εἰσιόντων καὶ εἰς τὴν πόλιν χορείας τελούντων, καὶ ὅτι τὸν διδάσκαλον οὐ χρὴ ἀπογινώσκειν τῶν μαθητῶν, κἂν πρὸς τὸ παρὸν μὴ πείθωνται, καὶ εἰς τὸν πτωχὸν Λάζαρον καὶ τὸν πλούσιον.
Delivered at Antioch on the day after the Kalends against drunkards, and concerning those who enter taverns and hold dances in the city; and that the teacher must not despair of his disciples even if for the present they are not persuaded; and on poor Lazarus and the rich man.
Λόγος πρῶτος.
Discourse I.
αʹ. Τὴν χθὲς ἡμέραν, ἑορτὴν οὖσαν σατανικὴν, ἐποιήσατε ὑμεῖς ἑορτὴν πνευματικὴν, μετὰ πολλῆς τῆς εὐνοίας τοὺς παρ' ἡμῶν δεξάμενοι λόγους, καὶ τὸ πλέον ἐνταῦθα τῆς ἡμέρας διατρίψαντες, καὶ μέθην μεθυσθέντες σωφροσύνης γέμουσαν, καὶ μετὰ τοῦ Παύλου χορεύσαντες. Διπλοῦν τοίνυν οὕτω τὸ κέρδος ὑμῖν γέγονεν, ὅτι καὶ τῆς ἀτάκτου τῶν μεθυόντων ἀπηλλάγητε χορείας, καὶ σκιρτήματα ἐσκιρτήσατε πνευματικὰ, πολλήν εὐταξίαν ἔχοντα· καὶ μετέσχετε κρατῆρος, οὐκ ἄκρατον ἐκχέοντος, ἀλλὰ διδασκαλίας πεπληρωμένου πνευματικῆς· καὶ αὐλὸς ἐγένεσθε καὶ κιθάρα τῷ Πνεύματι τῷ ἁγίῳ· καὶ τῶν ἄλλων τῷ διαβόλῳ χορευόντων, ὑμεῖς ὄργανα καὶ σκεύη πνευματικὰ κατασκευάσαντες ἑαυτοὺς, διὰ τῆς ἐνταῦθα διατριβῆς, ἐδώκατε τῷ Πνεύματι κροῦσαι τὰς ὑμετέρας ψυχὰς, καὶ τὴν παρ' ἑαυτοῦ χάριν ἐμπνεῦσαι ταῖς ὑμετέραις καρδίαις· ὅθεν καὶ παναρμόνιον ἠχήσατε μέλος, οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰς ἄνω δυνάμεις εὐφραῖνον.
1. Yesterday, though it was a satanic feast, you made a spiritual feast, having received the words from us with much goodwill, and having spent the greater part of the day here, and having drunk an intoxication full of sobriety, and having danced in chorus with Paul. Thus a twofold gain has accrued to you: both that you were delivered from the disorderly choral dance of the drunkards, and that you leapt spiritual leapings having much good order; and you partook of a mixing-bowl pouring forth not unmixed wine, but filled with spiritual teaching; and you became a flute and a lyre to the Holy Spirit; and while the others were dancing to the devil, you, having fashioned yourselves into spiritual instruments and vessels through your stay here, gave your souls to the Spirit to strike, and to breathe the grace from Himself into your hearts; whence also you sounded forth an all-harmonious melody, gladdening not men only, but also the powers above.
Φέρε οὖν καὶ σήμερον κατὰ μέθης ὁπλίσωμεν τὴν γλῶσσαν, καὶ τὸν ὑγρὸν καὶ διαῤῥέοντα καταβάλωμεν βίον· κατηγορήσωμεν τῶν ἐν αὐτῇ διημερευόντων, οὐχ ἵνα αὐτοὺς καταισχύνωμεν, ἀλλ' ἵνα αὐτοὺς αἰσχύνης ἀπαλλάξωμεν· οὐχ ἵνα αὐτοὺς ὀνειδίσωμεν, ἀλλ' ἵνα αὐτοὺς διορθωσώμεθα· οὐχ ἵνα αὐτοὺς ἐκπομπεύσωμεν, ἀλλ' ἵνα πομπῆς ἀσχήμονος ἀπαγάγωμεν, καὶ τῶν τοῦ διαβόλου χειρῶν ἐξαρπάσωμεν· ὁ γὰρ ἐν μέθῃ διημερεύων καὶ τρυφῇ καὶ ἀδηφαγίᾳ, ὑπ' αὐτὴν τοῦ διαβόλου τὴν τυραννίδα γεγένηται. Καὶ γένοιτο μέν τι πλέον γενέσθαι ἐκ τῶν ἡμετέρων ῥημάτων· ἂν δ' ἄρα τοῖς αὐτοῖς ἐπιμένωσι καὶ μετὰ τὴν παραίνεσιν, οὐδὲ οὕτως ἡμεῖς ἀποστησόμεθα τῆς πρὸς αὐτοὺς συμβουλῆς· καὶ γὰρ αἱ κρῆναι, κἂν μηδεὶς ὑδρεύηται, ῥέουσι, καὶ αἱ πηγαὶ, κἂν μηδεὶς ἀρύηται, ἀναβλύζουσι, καὶ οἱ ποταμοὶ, κἂν μηδεὶς πίνῃ, τρέχουσι. Δεῖ τοίνυν καὶ τὸν λέγοντα, κἂν μηδεὶς προσέχῃ, τὰ παρ' ἑαυτοῦ πάντα πληροῦν.
Come, then, today also let us arm our tongue against drunkenness, and cast down the sodden and dissolute life; let us accuse those who pass their whole days in it, not that we may put them to shame, but that we may free them from shame; not that we may reproach them, but that we may set them right; not that we may parade them in disgrace, but that we may lead them away from an unseemly parade, and snatch them out of the devil's hands; for he who passes his days in drunkenness and luxury and gluttony has come under the very tyranny of the devil. And may some advantage come from our words; yet if they persist in the same ways even after our exhortation, not even so shall we desist from our counsel towards them; for springs, even if no one draws water, flow, and fountains, even if no one bails from them, gush up, and rivers, even if no one drinks, run on. He who speaks, therefore, must also, even if no one pays heed, fulfil all that lies with himself.
Καὶ γὰρ νόμος ἡμῖν τοῖς τὴν τοῦ λόγου διακονίαν ἐγκεχειρισμένοις παρὰ τοῦ φιλανθρώπου κεῖται Θεοῦ, μηδέποτε τὰ παρ' ἑαυτῶν ἐλλιμπάνειν, μηδὲ σιγᾷν, κἂν ἀκούῃ τις, κἂν παρατρέχῃ. Ὁ γοῦν Ἱερεμίας, ἐπειδὴ πολλὰ τοῖς Ἰουδαίοις ἀπειλῶν, καὶ τὰ μέλλοντα προαναφωνῶν δεινὰ, παρὰ τῶν ἀκουόντων ἐκωμῳδεῖτο, καὶ δι' ὅλης ἐγελᾶτο τῆς ἡμέρας, ἐβουλεύσατό ποτε τῆς προφητείας ἀποστῆναι ἐκείνης,
For a law is laid down for us who have been entrusted with the ministry of the word by God Who loves mankind, never to leave undone what lies with us, nor to keep silence, whether someone listens or runs past. Jeremiah, for instance, since when threatening many things to the Jews and foreannouncing the dreadful things to come he was mocked by his hearers and laughed at throughout the whole day, once purposed to withdraw from that prophecy,
Notes, col. 963

On the reading

Printed 965, for 963.

Printed πολλήν, for πολλὴν.

Printed εις καπηλεῖα, for εἰς καπηλεῖα.

Printed εις τὴν, for εἰς τὴν.

PG 48:964Read from the page
ἀνθρώπινόν τι παθὼν, καὶ τὰ σκώμματα καὶ τὰς λοιδορίας οὐκ ἐνεγκών. Καὶ ἄκουε αὐτοῦ τοῦτο δηλοῦντος δι' ὧν φησιν· Ἐγενόμην εἰς γέλωτα ὅλην τὴν ἡμέραν· εἶπον· οὐ μὴ λαλήσω, οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου. Καὶ ἐγένετο ἐν ἐμοὶ ὡς πῦρ καιόμενον καὶ φλεγμαῖνον ἐν τοῖς ὀστέοις μου· παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐβουλευσάμην ἀποστῆναι τῆς προφητείας, φησὶν, ἐπειδὴ οὐκ ἤκουον οἱ Ἰουδαῖοι· καὶ ἅμα τοῦτο ἐβουλευσάμην, καθάπερ πῦρ εἰς τὴν ψυχὴν ἐνέπεσε τὴν ἐμὴν ἡ τοῦ πνεύματος ἐνέργεια, καὶ πάντα τὰ ἔνδον κατέφλεγεν, ἐπιδαπανῶσά μου τὰ ὀστᾶ, καὶ κατεσθίουσα οὕτως, ὡς μὴ δύνασθαί με ἐνεγκεῖν τὸν ἐμπρησμὸν ἐκεῖνον. Εἰ δὲ ὁ γελώμενος καὶ χλευαζόμενος ἐκεῖνος καὶ καθ' ἑκάστην λοιδορούμενος τὴν ἡμέραν, ἐπειδὴ ἐβουλεύσατο σιγῆσαι, τοσαύτην ὑπέστη τιμωρίαν, τίνος ἂν εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, τοιοῦτον μὲν οὐδέπω παθόντες οὐδὲν, διὰ δὲ τὴν ῥᾳθυμίαν τινῶν μικροψυχήσαντες, καὶ τῆς διδασκαλίας ἀποστάντες τῆς πρὸς ἐκείνους, καὶ μάλιστα, ὅταν τοσοῦτοι οἱ προσέχοντες ὦσι;
having suffered something human, and not bearing the jeers and the revilings. And hear him declaring this through what he says: I became a laughing-stock all the day long; I said: I will not speak, neither will I name the name of the Lord. And it became in me as a burning fire and flaming in my bones; I am undone on every side, and cannot bear it. And what he says is of this sort: I purposed to withdraw from prophecy, he says, since the Jews would not listen; and as soon as I purposed this, the working of the Spirit fell like fire into my soul, and burned up all things within, consuming my bones besides, and devouring them so that I was not able to bear that conflagration. Now if that man, who was laughed at and scoffed at and reviled every single day, because he purposed to keep silence, underwent so great a punishment, of what pardon should we be worthy, who have not yet suffered anything of the kind, yet on account of the sloth of certain people have grown faint-hearted and withdrawn from teaching them, and especially when those who pay heed are so many?
βʹ. Ταῦτα δὲ λέγω, οὐκ ἐμαυτὸν παραμυθούμενος, οὐδὲ παρακαλῶν· καὶ γὰρ πέπεικα τὴν ἐμαυτοῦ ψυχὴν, ἕως ἂν ἐμπνέω, καὶ δοκῇ τῷ Θεῷ κατὰ τὸν παρόντα βίον ἡμᾶς εἶναι, ταύτην πληροῦν τὴν διακονίαν, καὶ ἄν τε προσέχῃ τις, ἄν τε μὴ προσέχῃ, τὸ ἐπιταχθὲν ποιεῖν· ἀλλ' ἐπειδή τινές εἰσιν οἱ τὰς τῶν πολλῶν ἐκλύοντες χεῖρας, καὶ πρὸς τῷ μηδὲν αὐτοὺς χρήσιμον εἰς τὸν βίον εἰσφέρειν τὸν ἡμέτερον, καὶ τὴν ἑτέρων παραλύοντες σπουδὴν, χλευάζοντες καὶ διακωμῳδοῦντες, καὶ λέγοντες· ἀπόστηθι συμβουλεύων, παῦσαι παραινῶν· οὐ βούλονταί σοι προσέχειν, μηδὲν κοινὸν ἔχε πρὸς αὐτούς· ἐπειδή τινές εἰσι ταῦτα λέγοντες, τὴν πονηρὰν καὶ ἀπάνθρωπον ταύτην γνώμην καὶ διαβολικὴν ἐπιβουλὴν τῆς ψυχῆς τῶν πολλῶν ἐκκόψαι βουλόμενος, μακρότερον τοῦτον ποιῶ τὸν λόγον. Καὶ γὰρ καὶ χθὲς οἶδα πολλοὺς εἰρηκότας ταῦτα τὰ ῥήματα, οἳ, ἐπειδάν τινας εἶδον ἐν καπηλείῳ διατρίψαντας, γελῶντες καὶ χλευάζοντες ἔλεγον· πάνυγε γὰρ ἐπείσθησαν· ὅλως οὐδεὶς εἰς καπηλεῖον εἰσῆλθε· ἅπαντες ἐσωφρόνησαν.
2. These things I speak not to console or comfort myself; for I have persuaded my own soul, so long as I breathe and it seems good to God that we should be in this present life, to fulfil this ministry, and whether someone pays heed or does not pay heed, to do what has been enjoined; but since there are some who slacken the hands of the many, and besides contributing nothing useful themselves to our life, also unnerve the zeal of others, scoffing and ridiculing, and saying: Desist from counselling, cease exhorting; they do not wish to pay heed to you, have nothing in common with them—since there are some who say these things, wishing to cut out this wicked and inhuman opinion and diabolical plot from the souls of the many, I make this discourse somewhat lengthy. For yesterday too I know that many uttered these words, who, whenever they saw certain people spending time in a tavern, laughing and scoffing said: Oh yes, they were thoroughly persuaded; nobody at all entered a tavern; everyone has come to his senses!
Τί λέγεις, ἄνθρωπε; τοῦτο γὰρ ὑπεσχόμεθα πάντας ἐν μιᾷ σαγηνεύειν ἡμέρᾳ; Εἰ γὰρ δέκα μόνον ἐπείσθησαν, εἰ γὰρ πέντε μόνον, εἰ γὰρ εἷς, οὐχ ἱκα-
What do you say, man? Did we promise this, to catch all in our net in a single day? For if ten only were persuaded, if five only, if one, is it not suf-
PG 48:965Read from the page
νὸν ἡμῖν εἰς παραμυθίαν; Ἐγὼ δὲ καὶ ὑπερβολὴν ἑτέραν ποιοῦμαι. Κείσθω μηδένα πεπεῖσθαι τοῖς ἡμετέροις λόγοις, ὅπερ ἀδύνατον εἰς τοσαύτας ἀκοὰς σπειρόμενον λόγον ἄκαρπον γενέσθαι ποτέ· πλὴν ἀλλὰ κείσθω τοῦτο αὐτό· οὐδὲ οὕτως ἀκερδὴς ἡμῖν ὁ λόγος.
ficient for us for consolation? Yet I make even a further supposition. Let it be granted that no one has been persuaded by our words—though it is impossible that a word sown into so many ears should ever prove fruitless; nevertheless let this very thing be granted: not even so is our discourse unprofitable to us.
Εἰ γὰρ καὶ εἰσῆλθον εἰς καπηλεῖον, ἀλλ' οὐ μετὰ τῆς αὐτῆς ἀναισχυντίας εἰσῆλθον, ἀλλὰ καὶ ἐπὶ τῆς τραπέζης πολλάκις τῶν ἡμετέρων ἐμνήσθησαν λόγων, τῆς ἐπιτιμήσεως, τῆς ἐπιπλήξεως, καὶ μνησθέντες ᾐσχύνθησαν, ἠρυθρίασαν κατὰ διάνοιαν· οὐ μετὰ τοσαύτης ἰταμότητος τὰ εἰωθότα ἔπραξαν. Τοῦτο δὲ ἀρχὴ σωτηρίας καὶ μεταβολῆς ἀρίστης, τὸ ὅλως αἰσχυνθῆναι, τὸ ὅλως καταγνῶναι τῶν γινομένων. Πρὸς τούτοις δὲ οὐκ ἔλαττον καὶ ἕτερον ἡμῖν ἐκ τούτου γεγένηται κέρδος. Ποῖον δὴ τοῦτο; Τὸ καὶ τοὺς σωφρονοῦντας σεμνοτέρους ποιῆσαι, καὶ πεῖσαι διὰ τῶν εἰρημένων ὅτι ἄριστα πάντων εἰσὶ βεβουλευμένοι, μὴ συναπαγόμενοι τοῖς πολλοῖς. Οὐκ ἀνέστησα τοὺς νοσοῦντας; ἀλλὰ τοὺς ὑγιεῖς ἀσφαλεστέρους ἐποίησα· οὐκ ἀπήγαγέ τινας τῆς κακίας ὁ λόγος; ἀλλὰ τοὺς ἐν ἀρετῇ ζῶντας ἀκριβεστέρους εἰργάσατο. Εἴπω τι καὶ πρὸς τούτοις τρίτον. Οὐκ ἔπεισα σήμερον; ἀλλ' αὔριον ἴσως δυνήσομαι πεῖσαι. Ἀλλ' οὐδὲ αὔριον; ἀλλὰ μετὰ τὴν αὔριον, ἢ καὶ μετ' ἐκείνην ἴσως. Ὁ σήμερον ἀκούσας καὶ διακρουσάμενος, αὔριον ἴσως ἀκούσεται καὶ καταδέξεται· ὁ δὲ σήμερον καὶ αὔριον καταφρονήσας, μετὰ πλείους ἴσως ἡμέρας προσέξει τοῖς λεγομένοις. Καὶ γὰρ καὶ ἁλιεὺς πολλάκις δι' ὅλης τῆς ἡμέρας κενὸν ἀνασπάσας τὸ δίκτυον, ἐν ἑσπέρᾳ πολλάκις ἀναχωρεῖν μέλλων, τὸν δι' ὅλης αὐτὸν τῆς ἡμέρας διαφυγόντα ἰχθὺν ἁλιεύσας ἀπῆλθεν. Εἰ δὲ μέλλοιμεν διὰ τὰς ἀεὶ γινομένας ἀποτυχίας ἐν ἀργίᾳ εἶναι, καὶ τῶν πραγμάτων ἀφίστασθαι πάντων, ἅπας ἡμῖν ὁ βίος ἀπολεῖται· καὶ οὐχὶ τὰ πνευματικὰ μόνον, ἀλλὰ καὶ τὰ βιωτικὰ οἰχήσεται πάντα. Καὶ γὰρ ὁ γεωργὸς, εἰ μέλλοι διὰ τὰς ἅπαξ καὶ δὶς καὶ πολλάκις γινομένας τῶν ἀέρων ἀνωμαλίας τῆς γεωργίας ἀποπηδᾷν, λιμῷ ταχέως ἀπολούμεθα πάντες. Καὶ κυβερνήτης δὲ, εἰ διὰ τὸν ἅπαξ καὶ δὶς καὶ πολλάκις συμβάντα χειμῶνα φύγοι τὴν θάλατταν, ἄπλωτον ἡμῖν ἔσται τὸ πέλαγος, καὶ ἄχρηστος καὶ ἐντεῦθεν ἡμῖν ὁ βίος πάλιν γενήσεται. Καθ' ἑκάστην δὲ τέχνην ἐπιὼν, εἰ ταῦτα παραινοίης καὶ συμβουλεύοις, πάντα ἄρδην ἀπολεῖται, καὶ ἀοίκητος ἔσται ἡ γῆ. Ἅπερ οὖν ἅπαντες εἰδότες, κἂν ἅπαξ, κἂν δὶς, κἂν πολλάκις ἀποτύχωσι τοῦ τέλους τῶν πραγμάτων, ἐν οἷς εἰσι καὶ διατρίβουσι, πάλιν αὐτῶν ἐπιλαμβάνονται μετὰ τῆς αὐτῆς προθυμίας.
For even if they entered a tavern, yet they did not enter with the same shamelessness, but even at the table they often remembered our words, our rebuke, our chiding, and remembering them they felt shame, they blushed in their mind; they did not do their customary things with such reckless audacity. And this is the beginning of salvation and of the best change: to feel shame at all, to condemn at all what is being done. Besides these, moreover, no less a second gain has accrued to us from this. Of what sort is this? That we also made those who are sober-minded more earnest, and persuaded them through what was said that they have taken the best counsel of all in not being carried away with the many. Did I not raise up the sick? Yet I made the healthy more secure; did the discourse not lead some away from wickedness? Yet it rendered those living in virtue more exact. Let me say also a third thing in addition to these. Did I not persuade today? Yet tomorrow perhaps I shall be able to persuade. Not tomorrow either? Yet the day after tomorrow, or even after that perhaps. He who heard today and put it off, tomorrow perhaps will hear and accept it; and he who has despised it today and tomorrow, after more days perhaps will pay heed to what is said. For a fisherman also, having often drawn up his net empty throughout the whole day, often in the evening when about to depart has caught the fish that eluded him throughout the whole day and gone away. Now if on account of the failures that continually occur we were to remain in idleness and withdraw from all affairs, our whole life will be ruined; and not spiritual matters only, but also all affairs of this life will perish. For the husbandman also, if on account of the irregularities of the weather that occur once and twice and often he were to leap away from tillage, we shall all speedily perish of famine. And a pilot too, if on account of the storm that has befallen once and twice and often he should flee the sea, the deep will be unsailed for us, and from there also our life will again become useless. And if, going through each craft, you were to exhort and counsel these things, all will be utterly ruined, and the earth will be uninhabitable. Knowing all these things, then, even if once, even if twice, even if often men fail of the end of the undertakings in which they are engaged and spend their time, they take hold of them again with the same eagerness.
γʹ. Ἅπερ ἅπαντα δὴ καὶ ἡμεῖς εἰδότες, ἀγαπητοὶ, μὴ, παρακαλῶ, μὴ ταῦτα φθεγγώμεθα, μηδὲ λέγωμεν· τί δεῖ λόγων ἡμῖν τοσούτων; οὐδὲν ἐκ τῶν λόγων τούτων ὄφελος γίνεται. Καὶ γὰρ ὁ γηπόνος ἅπαξ καὶ δὶς καὶ πολλάκις τὴν αὐτὴν σπείρας ἄρου-
3. Knowing all these things ourselves also, beloved, let us not, I beseech you, let us not utter these things, nor say: What need have we of so many words? No benefit comes from these words. For the tiller of the soil, having sown the same field once and twice and often,
PG 48:966Read from the page
ραν, καὶ ἀποτυχὼν τοῦ κέρδους, πάλιν αὐτὴν εἰργάσατο, καὶ ἐν ἑνὶ πολλάκις ἐνιαυτῷ τοῦ παντὸς χρόνου τὴν ζημίαν ἀνέσωσε. Καὶ ἔμπορος δὲ ναυάγια πολλὰ πολλάκις ὑπομείνας, οὐκ ἀπέστη τοῦ λιμένος, ἀλλὰ καὶ πλοῖον καθείλκυσε, καὶ ναύτας ἐμισθώσατο, καὶ χρήματα δανεισάμενος τῶν αὐτῶν ἥψατο πραγμάτων, καίτοι τοῦ μέλλοντος ὁμοίως ὄντος ἀδήλου. Καὶ ἕκαστος δὲ τῶν ὁτιοῦν μετιόντων οὕτω ποιεῖν εἰώθασιν, ὥσπερ ὁ γεωργὸς καὶ ὁ ἔμπορος. Εἶτα ἐκεῖνοι μὲν τοσαύτῃ χρῶνται πρὸς τὰ βιωτικὰ σπουδῇ, καίτοι τοῦ τέλους ὄντος ἀδήλου, ἡμεῖς δὲ, ἂν εἰπόντες μὴ ἀκουσθῶμεν, εὐθέως ἀποστησόμεθα; καὶ ποίαν ἕξομεν συγγνώμην; τίνα δὲ ἀπολογίαν; Καίτοι ἐκείνοις μὲν ἐν ταῖς ἀποτυχίαις οὐδείς ἐστιν ὁ τὴν ζημίαν παραμυθησόμενος, οἷον ἐὰν ἐπικλύσῃ τὸ πλοῖον ἡ θάλασσα, οὐδεὶς τὴν πενίαν τοῦ ναυαγοῦντος διορθώσεται· ἂν καταχώσῃ τὴν ἄρουραν ἐπομβρία, καὶ ἀποπνίξῃ τὰ σπέρματα, ἀνάγκη κεναῖς τὸν γεωργὸν οἴκαδε ἀναχωρῆσαι χερσίν. Ἐφ' ἡμῶν δὲ τῶν λεγόντων καὶ παραινούντων οὐχ οὕτως.
and having failed of the profit, tilled it again, and often in a single year recovered the loss of the whole time. And a merchant also, having often endured many shipwrecks, did not withdraw from the harbour, but both launched a vessel and hired sailors, and having borrowed money set his hand to the same affairs, even though the future was likewise uncertain. And every one of those who pursue anything whatsoever is accustomed to do thus, just like the husbandman and the merchant. Then, while they employ such great zeal for the affairs of this life, even though the end is uncertain, shall we, if having spoken we are not heard, straightway withdraw? And what pardon shall we have? And what defence? Yet for them in their failures there is no one who will console the loss—for instance, if the sea swamp the vessel, no one will redress the poverty of the shipwrecked man; if a flood of rain bury the field under silt and choke the seeds, the husbandman must needs return home with empty hands. In our case, however, who speak and exhort, it is not so.
Ἀλλὰ κἂν καταβάλῃς τὰ σπέρματα, καὶ ὁ ἀκροατὴς μὴ δέξηται, μηδὲ ἐνέγκῃ τὸν καρπὸν τῆς ὑπακοῆς, σὺ τὸν μισθὸν ἔχεις ἀπηρτισμένον παρὰ τοῦ Θεοῦ τῆς συμβουλῆς, καὶ τοσαύτην ἀπολήψῃ τὴν ἀμοιβὴν, καὶ παρακούσαντος ἐκείνου, ὅσην ἔλαβες ἂν, εἰ ὑπήκουσε· τὸ γὰρ σαυτοῦ πᾶν ἐπλήρωσας. Τοῦ μὴ πεῖσαι τοὺς ἀκούοντας οὐκ ἐσμὲν ὑπεύθυνοι, ἀλλὰ τοῦ συμβουλεῦσαι μόνον· τὸ μὲν γὰρ παραινέσαι ἡμέτερον, τὸ δὲ πεισθῆναι ἐκείνων. Καὶ καθάπερ ἂν ἡμῶν μὴ παραινεσάντων μυρία κατορθώσωσιν ἐκεῖνοι, μόνοις αὐτοῖς ἅπας ὁ μισθὸς κείσεται, ἡμῖν δὲ οὐδὲν ἔσται τὸ κέρδος, ἐπειδὴ μὴ συνεβουλεύσαμεν· οὕτως ἂν ἡμῶν παραινεσάντων ἐκεῖνοι μὴ προσέχωσιν, ἅπασα αὐτοὺς ἡ τιμωρία καταλήψεται, ἡμῖν δὲ οὐδὲν ἔσται ἔγκλημα, ἀλλὰ καὶ πολὺς ὁ μισθὸς ἀπαντήσεται παρὰ τοῦ Θεοῦ· τὸ γὰρ ἡμῶν ἅπαν ἐπληρώσαμεν. Καταβαλεῖν μόνον κελευόμεθα τὰ ἀργύρια ἐπὶ τοὺς τραπεζίτας, εἰπεῖν καὶ συμβουλεῦσαι. Εἰπὲ τοίνυν, καὶ παραίνεσον τῷ ἀδελφῷ. Ἀλλ' οὐκ ἤκουσεν; Ἀλλὰ σὺ τὸν μισθὸν ἔχεις ἀπηρτισμένον, μόνον ἂν ἀεὶ τοῦτο ποιῇς, ἂν μηδέποτε ἀποστῇς, ἕως ἂν πείσῃς, ἕως ἂν ἐμπνέῃς. Πέρας ἔστω τῆς συμβουλῆς ἡ ὑπακοὴ τοῦ τὴν παραίνεσιν ὑποδεχομένου. Ὁ διάβολος κατὰ τῆς σωτηρίας ἀεὶ τρέχει τῆς ἡμετέρας, οὐδὲν αὐτὸς κερδαίνων, ἀλλὰ καὶ τὰ μέγιστα βλαπτόμενος ἀπὸ τῆς σπουδῆς· ἀλλ' ὅμως τοσαύτην ἔχει μανίαν, ὡς καὶ πολλάκις ἀδυνάτοις ἐπιχειρεῖν πράγμασι, καὶ ἐπιθέσθαι μὴ μόνον ἐκείνοις, οὓς προσδοκᾷ πάντως ὑποσκελίζειν καὶ περιτρέπειν, ἀλλὰ καὶ οὓς εἰκὸς περιέσεσθαι τῶν μηχανημάτων αὐτοῦ. Τὸν γοῦν Ἰὼβ ἀκούων ἐπαινούμενον παρὰ τοῦ τὰ ἀπόῤῥητα πάντα εἰδότος Θεοῦ, προσεδόκησε δυνήσεσθαι καὶ περιτρέπειν· καὶ οὐκ ἀπέστη πάντα κινῶν καὶ μηχανώμενος ὁ δόλιος, ωστε ὑποσκελίσαι τὸν ἄν-
Rather, even if you cast down the seeds, and the hearer does not receive them nor bring forth the fruit of obedience, you have your reward for the counsel made complete from God, and you will receive as great a recompense, even when he has disregarded it, as you would have received if he had obeyed; for you fulfilled your own part wholly. We are not accountable for not persuading those who hear, but for counselling only; for to exhort is ours, whereas to be persuaded is theirs. And just as if, without our having exhorted them, they should achieve ten thousand right deeds, the whole reward will be laid up for them alone, while for us the gain will be nothing, since we did not give counsel; so too, if, when we have exhorted them, they do not pay heed, the whole punishment will overtake them, while against us there will be no charge, nay rather, a great reward will meet us from God; for we fulfilled our own part wholly. We are commanded only to put down the money with the bankers, to speak and to give counsel. Speak, therefore, and exhort your brother. Did he not hear? Yet you have your reward made complete, only if you always do this, if you never desist, until you persuade him, so long as you breathe. Let the limit of your counsel be the obedience of him who receives the exhortation. The devil always runs against our salvation, gaining nothing himself, but even suffering the greatest harm from his zeal; yet nevertheless he has such madness as often even to attempt impossible things, and to attack not only those whom he altogether expects to trip up and overthrow, but also those who are likely to overcome his devices. Hearing Job, for instance, praised by God Who knows all unutterable secrets, he expected that he would be able to overthrow him too; and the crafty one did not desist from moving and contriving everything so as to trip up the m-
Notes, col. 966

On the reading

Printed ωστε, for ὥστε.

PG 48:967Read from the page
θρωπον· καὶ οὐκ ἀπεγίνωσκεν ὁ μιαρὸς καὶ παμπόνηρος δαίμων ἐκεῖνος, καίτοι τοῦ Θεοῦ τοσαύτην τῷ δικαίῳ ψηφισαμένου τὴν ἀρετήν. Εἶτα οὐκ αἰσχυνόμεθα, οὐδὲ ἐρυθριάζομεν, εἰπέ μοι, εἰ, τοῦ διαβόλου μηδέποτε ἀπογινώσκοντος τῆς ἀπωλείας ἡμῶν, ἀλλ' ἀεὶ προσδοκῶντος αὐτὴν, αὐτοὶ τῆς τῶν ἀδελφῶν ἀπογνωσόμεθα σωτηρίας; Καίτοι ἐκεῖνον μὲν καὶ πρὸ τῆς πείρας ἀποστῆναι τῶν παλαισμάτων ἔδει· Θεὸς γὰρ ἦν ὁ μαρτυρῶν τῷ δικαίῳ τὴν ἀρετήν· ἀλλ' ὅμως οὐκ ἀπέστη, ἀλλ' ὑπὸ πολλῆς μανίας τῆς καθ' ἡμῶν καὶ μετὰ τὴν τοῦ Θεοῦ μαρτυρίαν ἤλπισε περιέσεσθαι τοῦ γενναίου τότε ἐκείνου. Ἡμᾶς δὲ οὐδέν ἐστι τοιοῦτον τὸ ποιοῦν εἰς ἀπόγνωσιν ἐμπίπτειν, καὶ ὅμως ἀφιστάμεθα. Καὶ ὁ μὲν διάβολος, καίτοι τοῦ Θεοῦ κωλύοντος, οὐκ ἀναχωρεῖ τῆς καθ' ἡμῶν μάχης· σὺ δὲ, τοῦ Θεοῦ προτρέποντός σε καὶ διεγείροντος εἰς τὴν ἀντίληψιν τῶν πεπτωκότων, ἀποπηδᾷς; Ἤκουσεν ὁ διάβολος τοῦ Θεοῦ λέγοντος· Ἄνθρωπος δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, καὶ ὅτι οὐδείς ἐστι τοιοῦτος τῶν ἐπὶ τῆς γῆς· καὶ μετὰ τοσαύτας καὶ τοιαύτας ψήφους ἐνέμεινεν ὅμως λέγων· μήποτε τῇ συνεχείᾳ καὶ τῷ μεγέθει τῶν ἐπαγομένων αὐτῷ κακῶν δυνηθῶ αὐτοῦ περιγίνεσθαι, καὶ τὸν μέγαν τοῦτον καθελεῖν πύργον;
an; and that foul and altogether wicked demon did not despair, even though God had voted so great a virtue to the righteous man. Then are we not ashamed, nor do we blush, tell me, if, while the devil never despairs of our perdition, but always expects it, we ourselves shall despair of the salvation of our brethren? Yet it behoved him even before the trial to withdraw from the wrestlings—for it was God Who bore witness to the righteous man's virtue; yet nevertheless he did not withdraw, but out of his great madness against us even after the testimony of God he hoped to prevail over that noble man at that time. As for us, there is nothing of the sort making us fall into despair, and yet we withdraw. And the devil, even though God hinders him, does not retreat from the battle against us; while you, when God urges you on and rouses you to the succour of the fallen, leap away? The devil heard God saying: A man righteous, true, God-fearing, abstaining from every evil deed, and that there is no one like him of those upon the earth; and after so many and such verdicts he abode nevertheless, saying: Perhaps by the continuity and the magnitude of the evils brought upon him I may be able to overcome him, and to pull down this great tower?
δʹ. Τίς οὖν ἡμῖν ἔσται συγγνώμη, ἀγαπητοὶ, τίς δὲ ἀπολογία, εἰ τοσαύτῃ τοῦ πονηροῦ δαίμονος καθ' ἡμῶν κεχρημένου μανίᾳ, ἡμεῖς μηδὲ τὸ πολλοστὸν τῆς τοσαύτης σπουδῆς εἰς τὴν σωτηρίαν τῶν ἡμετέρων ἀδελφῶν εἰσενέγκοιμεν, καὶ ταῦτα τὸν Θεὸν σύμμαχον ἔχοντες; Ὅταν γοῦν ἴδῃς σκληρὸν καὶ ἀπηνῆ τὸν ἀδελφὸν, καὶ μὴ προσέχοντά σοι, λέγε πρὸς σεαυτόν· Μήποτε τῷ χρόνῳ δυνηθῶμεν πεῖσαι; Οὕτω καὶ Παῦλος ἐκέλευσε ποιεῖν· Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δώῃ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας. Οὐχ ὁρᾷς τοὺς πατέρας, πῶς πολλάκις τῶν υἱῶν αὐτοῖς ἀπεγνωσμένων, παρακάθηνται δακρύοντες, θρηνοῦντες, καταφιλοῦντες, τὰ παρ' ἑαυτῶν εἰσφέροντες ἅπαντα ἕως ἐσχάτης ἀναπνοῆς; Τοῦτο καὶ σὺ περὶ τὸν ἀδελφὸν ποίησον. Καίτοι ἐκεῖνοι μὲν ἀπὸ τῶν θρήνων καὶ τῶν δακρύων οὔτε τὴν ἀῤῥωστίαν ἀπελάσαι, οὔτε τὸν θάνατον ἐπελθόντα ἀποκρούσασθαι δύνανται· σὺ δὲ ψυχὴν ἀπογνωσθεῖσαν τῇ καρτερίᾳ καὶ τῇ προσεδρίᾳ δυνήσῃ πολλάκις διὰ τῶν θρήνων καὶ τῶν δακρύων ἐπισπάσασθαι καὶ ἀναστῆσαι. Συνεβούλευσας, καὶ οὐκ ἔπεισας; δάκρυσον, καὶ καθάψῃ πολλάκις· στέναξον πικρὸν, ἵνα αἰδεσθείς σου τὴν κηδεμονίαν, ἐπιστρέψῃ πρὸς τὴν σωτηρίαν. Τί δυνήσομαι ἐγὼ μόνος ποιεῖν; οὐ γὰρ δὴ πᾶσιν ὑμῖν καθ' ἑκάστην συγγίνεσθαι δύναμαι μόνος τὴν ἡμέραν, οὐδὲ ἀρκῶ πλήθει τοσούτῳ διαλέγεσθαι μόνος.
4. What pardon, then, shall we have, beloved, and what defence, if, when the wicked demon has employed such great madness against us, we should not contribute even the smallest fraction of such zeal towards the salvation of our brethren, and that too when we have God as our ally? Whenever, therefore, you see your brother hard and harsh, and not paying heed to you, say to yourself: Perhaps in time we may be able to persuade him? So also Paul commanded us to do: And a servant of the Lord must not quarrel, but be gentle towards all, in meekness instructing those who oppose themselves, if perhaps God may give them repentance unto the knowledge of the truth. Do you not see fathers, how often when their sons have been given up for lost, they sit beside them weeping, lamenting, kissing them tenderly, contributing all that lies with them up to the last breath? Do this yourself also concerning your brother. Yet they by their lamentations and tears are able neither to drive away the infirmity nor to beat back death when it comes on; whereas you by perseverance and constant attendance will often be able through lamentations and tears to draw to yourself and raise up a soul that had been given up for lost. Did you give counsel, and did not persuade? Weep, and you will often touch him; groan bitterly, so that reverencing your solicitude, he may turn back to salvation. What shall I alone be able to do? For surely I alone am not able to meet with you all every single day, nor do I alone suffice to converse with so great a multitude.
Ὑμεῖς δὲ, εἰ βουληθείητε τὴν ἀλλήλων διανείμασθαι σωτηρίαν, καὶ ἕκαστος ἕνα ἀπολαβεῖν τῶν ἡμελημένων ἀδελφῶν, ταχέως ἡμῖν τὰ τῆς οἰκοδομῆς αὐξηθήσεται. Καὶ τί χρὴ λέγειν τῶν μετὰ πολλὴν παραίνεσιν ἀνακτωμένων ἑαυτούς; Οὐδὲ γὰρ ἐκείνων τῶν ἀνίατα νοσούντων ἀφίστασθαι χρὴ καὶ ἀμελεῖν· κἂν προειδότες ὦμεν σαφῶς, ὅτι πολλῆς ἀπολαύσαντες τῆς σπουδῆς καὶ τῆς συμβουλῆς, οὐδὲν κερδανοῦσι
But as for you, if you should wish to divide among yourselves one another's salvation, and each one to take aside one of the neglected brethren, the work of edification will speedily increase for us. And what need is there to speak of those who recover themselves after much exhortation? For neither ought we to withdraw from and neglect even those who are incurably sick, even if we foreknow clearly that after enjoying much zeal and counsel they will gain nothing
PG 48:968Read from the page
πλέον. Εἰ δὲ παράδοξος ὑμῖν ὁ λόγος οὗτος εἶναι δοκεῖ, φέρε, ἀφ' ὧν ὁ Χριστὸς ἐποίησέ τε καὶ εἶπεν, ἀπὸ τούτων αὐτὸν πιστωσόμεθα. Ἡμεῖς μὲν γὰρ οἱ ἄνθρωποι τὸ μέλλον ἀγνοοῦμεν, ὅθεν οὐδὲ διισχυρίζεσθαι δυνάμεθα περὶ τῶν ἀκουόντων, εἴτε πεισθήσονται, εἴτε ἀπειθήσουσι τοῖς παρ' ἡμῶν λεγομένοις· ὁ δὲ Χριστὸς ταῦτα ἀμφότερα εἰδὼς σαφῶς, οὐ διέλιπε τὸν οὐκ ἀκουσόμενον αὐτοῦ διορθούμενος μέχρι τέλους.
further. And if this statement seems to you to be paradoxical, come, from the things that Christ both did and spoke let us confirm it. For we men are ignorant of the future, whence neither are we able to affirm positively concerning those who hear, whether they will be persuaded or will disobey the things spoken by us; whereas Christ, knowing both these things clearly, did not cease correcting up to the end him who would not listen to Him.
Τὸν γοῦν Ἰούδαν εἰδὼς οὐκ ἀποστησόμενον τῆς προδοσίας, οὐ διέλιπε συμβουλαῖς, παραινέσεσιν, εὐεργεσίαις, ἀπειλαῖς, παντὶ τρόπῳ διδασκαλίας ἀναστέλλων αὐτὸν ἐκ τῆς προδοσίας, καὶ συνεχῶς ἀνακρουόμενος, ὥσπερ τινὶ χαλινῷ, τῷ λόγῳ. Τοῦτο δὲ ποιεῖ, παιδεύων ἡμᾶς, κἂν προειδότες ὦμεν, ὅτι οὐ πεισθήσονται οἱ ἀδελφοὶ, τὰ παρ' ἑαυτῶν ἅπαντα ἀποπληροῦν, ὡς ἀπηρτισμένου τῆς συμβουλῆς ἡμῖν τοῦ μισθοῦ. Καὶ ὅρα πῶς συνεχῶς αὐτὸν καὶ σοφῶς ἀνέστελλε δι' ὧν ἔλεγεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ πάλιν· Οὐ περὶ πάντων ὑμῶν λέγω· οἶδα οὓς ἐξελεξάμην. Καὶ πάλιν· Εἷς ἐξ ὑμῶν διάβολός ἐστι. Καὶ ἠνείχετο πάντας ἐν ἀγωνίᾳ καθιστᾷν, ὥστε μὴ ἐκπομπεῦσαι τὸν προδότην, καὶ ἀναισχυντότερον ποιῆσαι τῇ τῶν ἐλέγχων περιφανείᾳ. Ὅτι γὰρ καὶ τοῖς ἄλλοις ἀγωνίαν καὶ φόβον ἐνέβαλε τὰ λεγόμενα, καίτοι μηδὲν ἑαυτοῖς συνειδόσι πονηρὸν, ἄκουσον πῶς ἕκαστος ἀγωνιῶν ἔλεγε· Μήτι ἐγώ εἰμι, Κύριε; Οὐ διὰ ῥημάτων δὲ μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων αὐτὸν ἐπαίδευεν. Ἐπειδὴ γὰρ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπεδείξατο πολλάκις καὶ διὰ πάντων, λεπροὺς καθαίρων, δαίμονας ἀπελαύνων, νοσοῦντας ἰώμενος, νεκροὺς ἐγείρων, παραλελυμένους σφίγγων, καὶ πάντας μὲν εὐηργέτησεν, ἐκόλασε δὲ οὐδένα, καὶ συνεχῶς ἔλεγεν, Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον· ἵνα μὴ νομίσῃ ὁ Ἰούδας, ὅτι εὐεργετεῖν μὲν μόνον οἶδεν ὁ Χριστὸς, κολάζειν δὲ οὐκέτι, καὶ τοῦτο αὐτὸν διδάσκει τὸ μέρος, οἷον ὅτι καὶ κολάζειν δύναται καὶ τιμωρεῖσθαι τοὺς ἁμαρτάνοντας.
Knowing Judas, for instance, that he would not desist from his betrayal, He did not cease by counsels, exhortations, benefits, threats, and every manner of teaching to hold him back from the betrayal, and continually to check him, as if with some bridle, by His word. And this He does, instructing us, even if we foreknow that our brethren will not be persuaded, to fulfil everything on our part, inasmuch as the reward of our counsel is made complete for us. And see how continually and wisely He held him back through what He said: One of you will betray Me. And again: I do not speak concerning all of you; I know whom I chose. And again: One of you is a devil. And He endured to place them all in anguish, so as not to parade the traitor in disgrace, and render him more shameless by the publicity of His reproofs. For that what was said cast anguish and fear into the others also, even though they were conscious of no evil in themselves, hear how each one in anguish said: Surely it is not I, Lord? And not through words only, but also through deeds He instructed him. For since He displayed His love for mankind often and in every way, cleansing lepers, driving away demons, healing the sick, raising the dead, bracing the paralysed, and conferred benefits on all, while He punished no one, and continually said, I came not to judge the world, but to save the world—lest Judas should suppose that Christ knows only how to confer benefits, and no longer how to punish, He teaches him this part also, namely that He is able also to chastise and to avenge Himself upon sinners.
εʹ. Καὶ ὅρα πῶς σοφῶς καὶ προσηκόντως καὶ τοῦτον μὲν ἐπαίδευσε, καὶ ἀνθρώπων οὐδένα κολάσαι οὐδὲ τιμωρήσασθαι ἠνέσχετο. Πῶς οὖν; Ἵνα μάθῃ τὴν τιμωρητικὴν αὐτοῦ δύναμιν ὁ μαθητής. Εἰ μὲν γὰρ ἐκόλασέ τινα, ἔδοξεν ἂν ἐναντιοῦσθαι ἑαυτῷ λέγοντι· Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. Πάλιν, εἰ μηδένα ἐκόλασεν, ἀδιόρθωτος ἔμενεν ὁ μαθητὴς, οὐ μανθάνων διὰ τῶν ἔργων τὴν κολαστικὴν αὐτοῦ δύναμιν. Τί οὖν ἵνα γένηται;
5. And see how wisely and fittingly He both instructed this man, and yet endured to chastise or avenge Himself upon no one among men. How then? So that the disciple might learn His punitive power. For on the one hand, if He had chastised someone, He would have seemed to contradict Himself when He said: I came not to judge the world, but to save the world. Again, if He had chastised no one, the disciple would have remained uncorrected, not learning through deeds His power to chastise. What then, so that this might come about?
Ὥστε καὶ τὸν μαθητὴν φοβηθῆναι καὶ μὴ καταφρονήσαντα γενέσθαι χείρω, καὶ ἀνθρώπων μηδένα πληγῆναι, μηδὲ κόλασιν ὑπομεῖναι καὶ τιμωρίαν, εἰς τὴν συκῆν τὴν δύναμιν ταύτην ἐπιδείκνυται ὁ Χριστὸς, εἰπὼν, Μηκέτι ἐκ σοῦ καρπὸς γένηται, καὶ ῥήματι ψιλῷ ξηράνας αὐτὴν παραχρῆμα. Οὕτω γὰρ οἵ τε ἄνθρωποι πάντες ἔμενον ἀβλαβεῖς, αὐτός τε τὴν ἑαυτοῦ δύναμιν ἐπεδείκνυτο, τοῦ φυτοῦ δεξαμένου τὴν τιμωρίαν. Καὶ ὁ μαθητὴς δὲ εἰ προσεῖχε, μεγάλην ἂν ἀπὸ τῆς κολάσεως ταύτης ἐκαρπώσατο τὴν ὠφέ-
So that both the disciple might be put in fear and not grow worse through contempt, and no one among men might be struck or undergo chastisement and punishment, Christ displays this power upon the fig tree, saying, Let no fruit come from you henceforth, and by a mere word withering it on the spot. For thus both all men remained unharmed, and He Himself displayed His own power, the plant having received the punishment. And the disciple too, if he had paid heed, would have reaped from this chastisement a great bene-