τῶν ἐν πενίᾳ ἢ τῶν ἐν νόσοις ὄντων καὶ λιμῷ καταφρονήσῃ, ἑαυτὸν ταλανίζων, ἀλλὰ μεθ' ὑπομονῆς καὶ εὐχαριστίας ἅπαντα φέρων, ἤδη ταῖς χρησταῖς ἐλπίσι τρέφηται, τὰς ἀπορρήτους ἐκείνας ἀναμένων ἀμοιβὰς, καὶ τῶν πόνων τὰς ἀντιδόσεις. Καὶ ἐπὶ πᾶσι τούτοις. Τί ἐστιν, Ἐπὶ πᾶσι τούτοις ; Εἰπὼν, ὅτι σὺ μὲν ἅπαντα ἐν τῷ παρόντι βίῳ ἀπέλαβες, ἅπερ ἡγοῦ εἶναι ἀγαθὰ, καὶ ὅτι οὗτος ἀπέλαβεν ἅπερ σὺ ἐνόμιζες εἶναι κακὰ, τοῦτο προσέθηκε, διδάσκων αὐτὸν, ὅτι καὶ ἀκόλουθον ἕκαστον τέλος ἐδέξατο ἐπὶ πᾶσι τοῖς ῥηθεῖσι· σὲ μὲν μετὰ τὸ τῶν ἀγαθῶν ὧν ἐνόμιζες ἀπολαύειν, ἡ θλῖψις καὶ ἡ στενοχωρία καὶ τὸ πῦρ τὸ ἄσβεστον, τοῦτον δὲ μετὰ τὸ προσπαλαῖσαι ἐν διηνεκεῖ τῇ ζωῇ οἷς ἐνόμιζες αὐτὸς εἶναι κακοῖς, ἡ ἄνεσις καὶ ἡ τῶν ἀγαθῶν ἀπόλαυσις καὶ ἡ μετὰ τῶν ἁγίων λῆξις ἐδέξατο. Ἐπειδὴ τοίνυν τὸ τέλος ἀκόλουθον ἕκαστος εὗρε, καὶ σὲ μὲν ἡ πλατεῖα πύλη καὶ ἡ εὐρύχωρος ὁδὸς εἰς ταύτην τὴν στενοχωρίαν καταντῆσαι πεποίηκε, τοῦτον δὲ ἡ στενὴ καὶ τεθλιμμένη εἰς ταύτην ἤγαγε τὴν ἄνεσιν, Καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται. Ὅρα τὸν πένητα, τὸν ἡλκωμένον (πάλιν γὰρ ταῦτα λέγω), τῷ πατριάρχῃ συναριθμούμενον, καὶ τῷ χορῷ τῶν δικαίων κατειλεγμένον. Μεταξὺ γὰρ ἡμῶν καὶ ὑμῶν, φησίν. Εἶδες οἵα λῆξις διεδέξατο τὸν μεθ' ὑπομονῆς καὶ εὐχαριστίας τὴν χαλεπὴν ἐκείνην ἀρῥωστίαν καὶ τὸν λιμὸν ἐνέγκαντα ; Μεταξὺ γὰρ ἡμῶν καὶ ὑμῶν, φησὶ, χάσμα μέγα ἐστήρικται. Πολὺ, φησὶν, ἐστὶ τὸ διεῖργον, καὶ οὐχ ἁπλῶς χάσμα, ἀλλὰ μέγα. Καὶ γὰρ ἀληθῶς πολὺ τὸ μέσον τῆς ἀρετῆς καὶ τῆς κακίας, καὶ πολλὴ ἡ διαφορά· ἡ μὲν γάρ ἐστι πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ στενὴ καὶ τεθλιμμένη· ἡ μὲν τρυφὴ πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ πενία καὶ ἡ ἔνδεια στενὴ καὶ τεθλιμμένη. Ὥσπερ οὖν ἐνταῦθα ἐναντίαι εἰσὶν αἱ ὁδοὶ, καὶ ὁ μὲν τὴν παρθενίαν ἑλόμενος τὴν στενὴν ὁδεύει καὶ τεθλιμμένην, καὶ ὁ τὴν σωφροσύνην μεταδιώκων, καὶ ὁ τὴν ἀκτημοσύνην ἀσπαζόμενος, καὶ ὁ τῆς κενοδοξίας ὑπερορῶν, ὁ δὲ τὴν πλατεῖαν ὁδεύειν σπεύδων καὶ τὴν εὐρύχωρον, μέ⟨θ⟩ῃ καὶ τρυφῇ καὶ χρημάτων μανίᾳ καὶ ἀκολασίᾳ καὶ ταῖς ἐπιβλαβέσι θεωρίαις ἑαυτὸν ἐκδίδωσι, καὶ πολλὴ ἑκατέρων ἐστὶν ἡ διαφορά· οὕτω δὴ καὶ ἐν τῷ τῆς κολάσεως καιρῷ καὶ τῆς ἀνταποδόσεως, τῶν ἀμοιβῶν πολὺ τὸ μέσον ἔστιν εὑρεῖν. Χάσμα γὰρ, φησὶ, μέγα ἐστήρικται μεταξὺ ἡμῶν, τουτέστι, τῶν δικαίων, τῶν ἐναρέτων, τῶν τὴν λῆξιν ἐκείνην λαχόντων· καὶ ὑμῶν, τουτέστι, τῶν ἐν πονηρίᾳ καὶ κακίᾳ καταδαπανηθέντων. Καὶ τοσοῦτόν ἐστι μέγα τὸ χάσμα, ὥστε μήτε ἐντεῦθεν ἑστῶτά τινα πρὸς ὑμᾶς διαβῆναι δύνασθαι, μήτε ἐκεῖθεν πρὸς ἡμᾶς διαπερᾶσαι. Εἶδες χάσματος μέγεθος ; εἶδες ἀπόκρισιν γεέννης βαρυτέραν ; Ἆρα ἐν προοιμίοις ἀκούσαντες τὴν εὐημερίαν τοῦ πλουσίου καὶ τὴν πολλὴν θεραπείαν ἣν εἶχε παρὰ πάντων δορυφορούμενος, καὶ καθ' ἑκάστην ἡμέραν τῇ τρυφῇ προσηλωμένος, οὐκ ἐνομίζετε μακαριστὸν εἶναι ; καὶ πάλιν ὁρῶντες τὸν πένητα ἐπὶ τοῦ πυλῶνος ἐρῥιμμένον καὶ τοῖς χαλεποῖς ἕλκεσιν ἐκείνοις ἐκδεδομένον, οὐκ ἐταλανίζετε αὐτοῦ τὴν ζωήν ; Ἀλλ' ἰδοὺ νῦν ἀπὸ τοῦ τέλους τῶν πραγμάτων τὰ ἐναντία ὁρῶμεν γινόμενα, καὶ τὸν μὲν ἐν τηγάνοις μετὰ τὴν τρυφὴν ἐκείνην καὶ τὴν μέθην, τὸν δὲ ἐν τοῖς κόλποις τοῦ πατριάρχου μετὰ τὴν πενίαν ἐκείνην τὴν ἐσχάτην καὶ τὸν λιμόν. Ἀλλ' ἵνα μὴ εἰς πολὺ μῆκος ἐκτείνωμεν τὸν λόγον, ἀρκεῖ μέχρι τούτου συστεῖλαι τὴν διδασκαλίαν, καὶ παρακαλέσαι τὴν ὑμετέραν ἀγάπην, μὴ τὴν πλατεῖαν μεταδιώκειν πύλην, μηδὲ τὴν εὐρύχωρον ὁδὸν, μηδὲ τὴν ἄνεσιν ἐκ παντὸς τρόπου ζητεῖν, ἀλλὰ τὸ τέλος ἑκατέρας ἐννοοῦντας, ταύτην μὲν φεύγειν, λογιζομένους τὰ κατειληφότα τὸν πλούσιον τοῦτον, τὴν δὲ στενὴν πύλην μεταδιώκειν καὶ τὴν τεθλιμμένην ὁδὸν, ἵνα εἰς τὸ τῆς ἀνέσεως χωρίον μετὰ τὴν ἐνθάδε θλῖψιν καταντῆσαι δυνηθῶμεν. Φεύγετε τοίνυν, παρακαλῶ, τὰς σατανικὰς θεωρίας, καὶ τὴν ἐπιβλαβῆ τῶν ἱπποδρομιῶν θέαν. Διὰ γὰρ τοὺς ὑποσυρέντας καὶ πρὸς τὴν εὐρύχωρον ὁδὸν βαδίσαντας, ταῦτα εἰπεῖν προήχθημεν, ἵνα μαθόντες, ἐκείνην μὲν καταλίπωσι, τὴν δὲ τεθλιμμένην ὁδεύσαντες, τὴν τῆς ἀρετῆς λέγω, τῶν κόλπων τοῦ πατριάρχου ὁμοίως τῷ Λαζάρῳ ἀξιωθῶσι, καὶ τῆς γεέννης τοῦ πυρὸς κοινῇ πάντες ἐλευθερωθέντες, τῶν ἀπορῥήτων ἐκείνων ἀγαθῶν, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, ἀπολαύσωμεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν
of those who are in poverty or of those who are in sicknesses and famine may despise himself, deeming himself wretched, but bearing all things with endurance and thanksgiving, may already be nourished by good hopes, awaiting those ineffable recompenses and the returns for his toils. And beside all these things. What is, Beside all these things? Having said that you received in full in the present life all the things which you deemed to be good, and that this man received in full the things which you supposed to be evil, he added this, teaching him that a fitting end received each beside all the things that had been spoken: after the enjoyment of the good things which you supposed you enjoyed, affliction and distress and the unquenchable fire received you, whereas after wrestling in continual life with the things which you yourself supposed to be evil, relief and the enjoyment of good things and the lot with the saints received this man. Since, therefore, each found the fitting end, and the wide gate and the spacious way caused you to arrive at this distress, whereas the narrow and straitened way led this man into this relief, And beside all these things, between us and you a great chasm has been fixed. See the poor man, the one covered with sores (for again I say these things), numbered together with the patriarch, and enrolled in the choir of the righteous. For between us and you, he says. Did you see what sort of lot succeeded for him who bore with endurance and thanksgiving that grievous infirmity and famine? For between us and you, he says, a great chasm has been fixed. Great, he says, is that which parts us, and not simply a chasm, but a great one. For truly great is the interval between virtue and wickedness, and great is the difference: for the one is wide and spacious, and the other narrow and straitened; luxury is wide and spacious, whereas poverty and want are narrow and straitened. Just as here, therefore, the ways are contrary, and he who has chosen virginity travels the narrow and straitened way, as does he who pursues temperance, and he who embraces poverty, and he who despises vainglory, whereas he who hastens to travel the wide and spacious way gives himself up to drunkenness and luxury and madness for wealth and licentiousness and harmful spectacles, and great is the difference between the two: so indeed also in the time of punishment and retribution, one may find a great interval between the recompenses. For a great chasm, he says, has been fixed between us—that is, the righteous, the virtuous, those who obtained that lot—and you—that is, those squandered away in depravity and wickedness. And so great is the chasm that neither can anyone standing from here cross over to you, nor can anyone pass across from there to us. Did you see the magnitude of the chasm? Did you see an answer heavier than Gehenna? When at the outset you heard of the prosperity of the rich man and the great attendance he had, escorted by all and riveted each day to luxury, did you not suppose him blessed? And again, seeing the poor man cast down at the gateway and given over to those grievous sores, did you not deem his life wretched? Yet behold, now from the end of affairs we see the opposite coming to pass, and the one in frying-pans after that luxury and drunkenness, and the other in the bosom of the patriarch after that extreme poverty and famine. Yet lest we draw out our discourse to great length, it suffices to abridge our teaching at this point, and to exhort your charity not to pursue the wide gate, nor the spacious way, nor to seek relief in every manner, but, bearing in mind the end of each, to flee the one, reckoning the things that overtook this rich man, and to pursue the narrow gate and the straitened way, so that we may be able to arrive at the place of relief after the affliction here. Flee, therefore, I beseech you, satanic spectacles and the harmful sight of the horse-races. For on account of those swept away who walked towards the spacious way we were led on to speak these things, so that, having learned, they may forsake that way, and having travelled the straitened way—that of virtue, I mean—they may be counted worthy, in like manner with Lazarus, of the bosom of the patriarch, and, all being delivered in common from the Gehenna of fire, we may enjoy those ineffable good things which eye has not seen and ear has not heard; which may it befall us all to attain, by the grace and loving-kindness towards mankind of our Lord Jesus Christ, with Whom to the Father together with the Holy Spirit be glory, might, honour, now and always, and unto the ages of ages. Amen