Migne Reading Room

PG 48 · cols. 1047–1052 · Read from the page

Seven sermons on Lazarus

Seven sermons on Lazarus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:1047Read from the page
καὶ κηδεμονικὸν, ὃς, ἐπειδὴ οἶδε τὴν ἀσθένειαν τῆς φύσεως τῆς ἡμετέρας, ἐπειδὰν ἁμαρτήματί τινι περιπέσωμεν ῥᾳθυμίᾳ ὑποσκελισθέντες, ἓν μόνον ἐπιζητεῖ παρ' ἡμῶν, μὴ ἀπογνῶναι, ἀλλὰ ἀποστῆναι τοῦ πλημμελήματος, καὶ πρὸς τὴν ἐξομολόγησιν ἐπειχθῆναι. Κἂν τοῦτο ποιήσωμεν, ταχεῖαν ἡμῖν τὴν συγχώρησιν ἐπαγγέλλεται· αὐτὸς γάρ ἐστιν ὁ λέγων· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Ταῦτα τοίνυν εἰδότες, μὴ καταφρονῶμεν τοῦ οὕτω φιλανθρώπου Δεσπότου, ἀλλὰ περιγινώμεθα τῆς συνηθείας τῆς ἐπιβλαβοῦς· καὶ μὴ τὴν πλατεῖαν πύλην, καὶ εὐρύχωρον ὁδὸν βαδίζωμεν· καθάπερ σήμερον ἠκούσατε τοῦ κοινοῦ πάντων Δεσπότου παραινοῦντος ἐν τῷ Εὐαγγελίῳ, καὶ λέγοντος· Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτῆς. Ἀκούσας πλατεῖαν πύλην, καὶ εὐρῦχωρον ὁδὸν, μὴ τοῖς προοιμίοις ἀπατηθῇς, μηδὲ, ὅτι πολλοὶ εἰσέρχονται δι' αὐτῆς, τοῦτο ἴδῃς, ἀλλ' ἐννόει ὅτι εἰς στενὸν καταστρέφει τέλος. Κἀκεῖνο δὲ συνετῶς λογίζου, ὅτι οὐ περὶ αἰσθητῆς πύλης ἐστὶν ὁ λόγος, οὐδὲ περὶ ὁδοῦ ἁπλῶς, ἀλλὰ περὶ πάσης τῆς ζωῆς τῆς ἡμετέρας, καὶ περὶ ἀρετῆς καὶ κακίας ἐστὶν ἡ παραίνεσις. Διά τοι τοῦτο καὶ ἀρχόμενος οὕτως ἤρξατο λέγων, Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, τὴν τῆς ἀρετῆς πύλην οὕτω καλῶν. Εἶτα εἰπὼν, ὅτι Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, διδάσκει ἡμᾶς λοιπὸν τὴν αἰτίαν, δι' ἣν τοῦτο παραινεῖ. Εἰ γὰρ καὶ στενὴ, φησὶν, αὕτη, καὶ πολὺν ἔχει τὸν κάματον ἐν τῇ εἰσόδῳ, ἀλλ' ἐὰν μικρὸν κάμητε, εἰς πολὺ πλάτος ἐκβήσεσθε καὶ εὐρυχωρίαν πολλὴν τὴν ἄνεσιν δυναμένην ὑμῖν παρασχεῖν. Μὴ τοίνυν ὅτι στενή ἐστι, φησὶν, ἴδητε, μηδὲ τὰ προοίμια ὑμᾶς θορυβείτω, μηδὲ τὸ στενὸν τῆς εἰσόδου ὀκνηροὺς ἀπεργαζέσθω· ἡ γὰρ πλατεῖα αὕτη πύλη, καὶ ἡ εὐρύχωρος ὁδὸς εἰς ἀπώλειαν καταστρέφει. Διὸ καὶ πολλοὶ τῇ ἀρχῇ καὶ τοῖς προοιμίοις ἀπατώμενοι, καὶ οὐδὲν τῶν μελλόντων προορώμενοι, εἰς τὴν ἀπώλειαν ἑαυτοὺς ἐκδιδόασι. Διὰ τοῦτό φησιν, ὅτι Πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτῆς. Καὶ καλῶς αὐτὴν πλατεῖαν πύλην ἐκάλεσε, καὶ εὐρύχωρον ὁδὸν τὴν ἐπὶ τὴν ἀπώλειαν ἀπάγουσαν. Οἱ γὰρ ἐπὶ τὰς ἱπποδρομίας ἀναβαίνειν σπεύδοντες, καὶ τὰς ἄλλας τὰς σατανικὰς θεωρίας, καὶ τῆς σωφροσύνης ἀμελοῦντες, καὶ τῆς ἀρετῆς οὐδένα λόγον ποιούμενοι, καὶ ἀσελγαίνειν βουλόμενοι, καὶ οἱ τῇ τρυφῇ καὶ τῇ γαστριμαργίᾳ ἑαυτοὺς ἐκδιδόντες, καὶ περὶ τὴν τῶν χρημάτων μανίαν καὶ λύτταν καθ' ἑκάστην ἡμέραν δαπανώμενοι, καὶ πρὸς τὰ τοῦ παρόντος βίου πράγματα κεχηνότες, διὰ τῆς πλατείας πύλης βαδίζουσι καὶ εὐρυχώρου ὁδοῦ· ἀλλ' ἐπειδὰν ἐπὶ πολὺ προέλθωσι, καὶ πολλὰ τῶν ἁμαρτημάτων ἑαυτοῖς τὰ φορτία συνάξωσι, καταδαπανώμενοι, ἐλθόντες εἰς τὸ τῆς ὁδοῦ τέλος, οὐκέτι περαιτέρω προελθεῖν δύνανται, τῆς στενότητος τῆς ὁδοῦ πιεζούσης αὐτοὺς, διὰ τὸ μὴ δύνασθαι τῷ ὄγκῳ τῷ ἁμαρτημάτων βαρυναμένους ταύτην διελθεῖν· διὸ ἀνάγκη εἰς αὐτὸν τῆς ἀπωλείας τὸν κρημνὸν αὐτοὺς καταστρέψαι. Ποῖον οὖν ὄφελος, εἰπέ
and provident, Who, since He knows the weakness of our nature, whenever we fall into some offence after being tripped up by sloth, seeks one thing alone from us: not to despair, but to desist from the offence, and to hasten to confession. And if we do this, He promises us swift forgiveness; for He Himself is the One Who says: Does he who falls not rise again, or does he who turns away not turn back? (Jer. 8:4.) Knowing these things, therefore, let us not despise a Master Who so loves mankind, but let us overcome our harmful habit; and let us not walk through the wide gate and the spacious way; just as today you heard the common Master of all exhorting in the Gospel, and saying: Enter through the narrow gate, for wide is the gate and spacious is the way that leads away to perdition, and many are those who enter through it (Matt. 7:13). Having heard of a wide gate and a spacious way, be not deceived by the outset, nor look at this, that many enter through it, but consider that it ends in a narrow issue. And reckon this also prudently, that the discourse is not about a visible gate, nor about a road simply, but the exhortation is about our whole life, and about virtue and vice. On this very account, at the start too He began thus, saying, Enter through the narrow gate, so calling the gate of virtue. Then, having said, Enter through the narrow gate, He teaches us next the reason why He exhorts to this. For even if this gate is narrow, He says, and involves much toil at the entrance, yet if you labour a little, you will issue forth into great breadth and ample room able to afford you much relief. Do not, therefore, look at the fact that it is narrow, He says, nor let the outset trouble you, nor let the narrowness of the entrance make you hesitant; for this wide gate and the spacious way end in perdition. Wherefore many also, being deceived by the beginning and the outset, and foreseeing none of the things to come, give themselves over to perdition. For this reason He says that Wide is the gate, and spacious is the way that leads away to perdition, and many are those who enter through it. And well did He call it a wide gate, and the way leading away to perdition a spacious way. For those who hasten to go up to the horse-races, and the other satanic spectacles, and neglect temperance, and make no account of virtue, and wish to live wantonly, and those who give themselves over to luxury and gluttony, and waste away every day in the madness and rage for money, and gape after the affairs of this present life, walk through the wide gate and the spacious way; yet when they have advanced far along, and have gathered many burdens of sins for themselves, being worn down, upon reaching the end of the way, they can no longer advance any further, as the narrowness of the way presses them hard, because weighed down by the mass of sins they cannot pass through it; wherefore they must of necessity plunge down the very precipice of perdition. What profit is there then, tell
Notes, col. 1047

On the reading

Printed εὐρῦχωρον, for εὐρύχωρον.

Printed τῷ ἁμαρτημάτων, for τῶν ἁμαρτημάτων.

Printed βαρυναμένους, for βαρυνομένους.

PG 48:1048Read from the page
μοι, πρὸς ὀλίγον τὴν εὐρύχωρον βαδίσαντας, ἐν διηνεκεῖ ἀπωλείᾳ γενέσθαι, καὶ ὄναρ, ὡς εἰπεῖν, τρυφήσαντας, ἐν ἀληθείᾳ κολάζεσθαι;
me, after walking the spacious way for a little while, to end in perpetual perdition, and after revelling in luxury as in a dream, so to speak, to be chastised in truth?
Ὅπερ γάρ ἐστι μιᾶς νυκτὸς ὄναρ, τοῦτο ἅπας ὁ παρὼν βίος πρὸς τὴν διαδεξομένην ἡμᾶς κόλασιν καὶ τιμωρίαν. Μὴ γὰρ, ἵνα ἁπλῶς ἀναγινώσκωμεν, ταῦτα γέγραπται; Διὰ τοῦτο ἡ τοῦ Πνεύματος χάρις γραφῇ τοὺς τοῦ Κυρίου λόγους παραδοθῆναι πεποίηκεν, ἵνα προφυλακτικὰ τῶν παθῶν τῶν ἡμετέρων φάρμακα ἐντεῦθεν λαμβάνοντες, τὴν ἐπηρτημένην κόλασιν διαφυγεῖν δυνηθῶμεν. Διὰ τοῦτο καὶ τότε κατάλληλα τοῖς τραύμασιν αὐτῶν τὰ φάρμακα ἐπιτιθεὶς ὁ Δεσπότης ἡμῶν Χριστὸς ἔλεγε παραινῶν· Εἰσέλθετε διὰ τῆς στενῆς πύλης. Στενὴν δὲ αὐτὴν ἐκάλει, οὐκ ἐπειδὴ τῇ φύσει στενὴ τυγχάνει, ἀλλ' ἐπειδὴ ἡ γνώμη ἡ ἡμετέρα πρὸς ῥᾳθυμίαν μᾶλλον ῥέπουσα, στενὴν αὐτὴν εἶναι νομίζει. Οὐδὲ γὰρ ἵνα ἀποστρέψῃ ἡμᾶς, διὰ τοῦτο στενὴν αὐτὴν ὠνόμασεν, ἀλλ' ἵνα τὸ πλάτος τῆς ἑτέρας φυγόντες καὶ ἐκ τοῦ τέλους ἑκάστην καταμαθόντες, οὕτω ταύτην μᾶλλον ἑλώμεθα.
For what the dream of a single night is, this the whole present life is in comparison with the chastisement and punishment that will succeed us. For have these things been written merely so that we may read them? For this reason the grace of the Spirit caused the words of the Lord to be handed down in writing, so that taking thence remedies preventive of our passions, we may be able to escape the chastisement hanging over us. For this reason at that time also our Master Christ, applying remedies suited to their wounds, said by way of exhortation: Enter through the narrow gate. Now He called it narrow, not because it happens to be narrow by nature, but because our resolve, inclining rather towards sloth, deems it to be narrow. Nor did He name it narrow in order to turn us away, but so that, fleeing the breadth of the other and learning the nature of each from its end, we may thus choose this one rather.
γʹ. Ἀλλ' ἵνα πᾶσιν ὁ λόγος εὐσίνοπτος γένηται, φέρε, εἰ δοκεῖ, παραγάγωμεν εἰς μέσον τοὺς διὰ τῆς πλατείας πύλης εἰσελθόντας καὶ διὰ τῆς εὐρυχώρου βαδίσαντας, καὶ ἴδωμεν οἷον αὐτοὺς ἐδέξατο τέλος, καὶ τοὺς διὰ τῆς στενῆς πύλης εἰσελθόντας καὶ τεθλιμμένης ὁδοῦ, καὶ καταμάθωμεν καὶ τούτους αἷα ἐδέξαντο τὰ ἀγαθά. Ἕνα τοίνυν τῶν διὰ ταύτης τῆς πύλης εἰσελθόντων τῆς πλατείας, καὶ ἕνα τῶν διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ βαδισάντων εἰς μέσον ὑμῖν προθέντες, δείξωμεν τῶν παρὰ τοῦ Κυρίου εἰρημένων τὴν ἀλήθειαν, αὐτῇ πάλιν τῇ τοῦ Κυρίου παραβολῇ χρησάμενοι. Τίς οὖν ἐστιν ὁ διὰ τῆς πλατείας πύλης εἰσελθὼν, καὶ τὴν εὐρύχωρον ὁδὸν βαδίσας; Πρότερον γὰρ προσήκει δεῖξαι τίς οὗτός ἐστι, καὶ πόσον μῆκος ὥδευσεν ὁδοῦ τῇ πλατείᾳ βαδίζων, καὶ τότε φανερὸν ὑμῖν ποιῆσαι, εἰς οἷον κατέστρεψε τέλος. Καὶ οἶδα μὲν, ὅτι συνετοὶ ὄντες ἤδη συνήκατε τὸ μέλλον ῥηθήσεσθαι· ἀλλ' ὅμως καὶ ἡμᾶς ἀναγκαῖον εἰπεῖν. Ἀναμνήσθητέ μοι τοῦ πλουσίου ἐκείνου, τοῦ καθ' ἑκάστην ἡμέραν τὴν πορφύραν καὶ τὰ βύσσινα ἐνδιδυσκομένου, καὶ λαμπρῶς ἑστιωμένου, καὶ παρασίτους καὶ κόλακας τρέφοντος, καὶ πολὺν τὸν ἄκρατον ἐγχεομένου, καὶ γαστριζομένου καθ' ἑκάστην ἡμέραν, καὶ τῇ τρυφῇ τῇ πολλῇ ἑαυτὸν ἐκδεδωκότος, καὶ διὰ τῆς πλατείας πύλης εἰσελθόντος, καὶ ἐν ἡδονῇ καὶ εὐθυμίᾳ βιωτικῇ διηνεκῶς τυγχάνοντος. Πάντα γὰρ αὐτῷ ὥσπερ ἐκ πηγῶν ἐπέῤῥει, θεραπεία πολλὴ, τρυφὴ ἄφατος, σώματος ὑγεία, χρημάτων περιουσία, τιμὴ παρὰ τῶν πολλῶν, αἱ παρὰ τῶν κολάκων εὐφημίαι, καὶ οὐδὲν ἦν αὐτῷ τέως τὸ λυποῦν. Καὶ τὸ δὴ μεῖζον, ὅτι ἐν τοσαύτῃ κραιπάλῃ καὶ ἀδηφαγίᾳ διημερεύων, οὐ μόνον ὑγείας ἀπήλαυσε σωματικῆς καὶ ἀδείας πάσης, ἀλλὰ καὶ τὸν πένητα Λάζαρον ἐπὶ τοῦ πυλῶνος κατακείμενον καὶ ἡλκωμένον καὶ ὑπὸ τῶν κυνῶν κυκλούμενον καὶ διαλειχόμενον καὶ λιμῷ τηκόμενον ἀνηλεῶς παρέτρεχεν, οὐδὲ ψιχίων αὐτῷ μεταδιδούς. Καὶ ὁ μὲν διὰ τῆς πύλης τῆς πλατείας εἰσελθὼν, τὴν εὐρύχωρον ὁδὸν ἐβάδιζε, τὴν τῆς τρυφῆς, τὴν τῆς ἀκολασίας, τὴν τοῦ γέλωτος, τὴν τῆς ἀνέσεως, τὴν τῆς γαστριμαργίας, τὴν τῆς μέθης, τῆς τῶν χρημάτων περιβολῆς, τῆς ἐν τῇ ἐσθῆτι βλακείας.
3. Yet so that the discourse may be easy for all to take in at a glance, come, if it seems good, let us bring forward into our midst those who have entered through the wide gate and walked through the spacious way, and see what sort of end received them, and those also who have entered through the narrow gate and straitened way, and learn thoroughly what sort of good things these too received. Setting before you in our midst, therefore, one of those who entered through this wide gate, and one of those who walked through the narrow and straitened way, let us show the truth of the things spoken by the Lord, making use once again of the Lord's own parable. Who then is he who entered through the wide gate, and walked the spacious way? For first it is fitting to show who this man is, and how great a length of road he journeyed walking by the wide way, and then to make clear to you in what sort of end he terminated. And I know indeed that, being discerning, you have already grasped what is about to be said; yet nevertheless it is necessary for us also to say it. Call to mind for me that rich man, who every day clothed himself in purple and fine linen, and feasted splendidly (cf. Luke 16:19), and fed parasites and flatterers, and poured in much unmixed wine, and gorged his belly every day, and had given himself over to great luxury, and had entered through the wide gate, and was continually in worldly pleasure and merriment. For all things flowed in upon him as though from fountains: a large retinue of servants, unspeakable luxury, bodily health, abundance of wealth, honour from the multitude, acclamations from flatterers, and there was nothing meanwhile to grieve him. And what is more, while spending his whole days in such debauchery and voracity, he not only enjoyed bodily health and complete security, but also mercilessly passed by the poor man Lazarus lying at his gateway, covered with sores, surrounded and licked all over by the dogs, and wasting away with famine, not imparting to him even a share of the crumbs (cf. Luke 16:20-21). And he, having entered through the wide gate, walked the spacious way — the way of luxury, that of licentiousness, that of laughter, that of ease, that of gluttony, that of drunkenness, of the amassing of wealth, of effeminate softness in raiment.
Notes, col. 1048

On the reading

Printed εὐσίνοπτος, for εὐσύνοπτος.

Printed αἷα, for οἷα.

PG 48:1049Read from the page
Καὶ μέχρι πολλοῦ πάντα τὸν χρόνον τῆς παρούσης ζωῆς τὴν εὐρύχωρον ὁδὸν ἐβάδισεν, οὐδενὸς λυπηροῦ πεῖραν λαβὼν, ἀλλὰ πάντοτε ἐξ οὐρίας φερόμενος, καὶ ἅτε δὴ ἀεὶ δι' εὐρυχώρου βαδίζων ὁδοῦ, μετὰ πολλῆς τῆς ἀδείας διέτρεχεν. Οὐδαμοῦ σκόπελοι, οὐδαμοῦ κρημνοὶ, οὐδαμοῦ ὕφαλοι σπιλάδες, οὐδαμοῦ ναυάγιον, οὐδαμοῦ ἀνώμαλος μεταβολὴ, ἀλλὰ διηνεκῶς στερεὰν καὶ ἰσόπεδον ὁδεύων, οὕτω τὸν παρόντα βίον διέδραμε, καθ' ἑκάστην τὴν ἡμέραν ὑπὸ τῶν κυμάτων τῆς κακίας καταποντιζόμενος, καὶ οὐ λαμβάνων αἴσθησιν· καθ' ἑκάστην ἡμέραν σπαραττόμενος ὑπὸ τῶν ἀτόπων ἐπιθυμιῶν, καὶ μᾶλλον ἡδόμενος· διηνεκῶς πολιορκούμενος ὑπὸ ἀσελγείας, ὑπὸ γαστριμαργίας, ὑπὸ τῆς τῶν χρημάτων μανίας, καὶ οὐδεμίαν τῶν δεινῶν λαμβάνων τὴν αἴσθησιν, οὐδὲ προϊδεῖν δυνάμενος τῆς ὁδοῦ τὸ τέλος, ἀλλὰ τὸ παρὸν ἡδὺ μόνον καρπούμενος, οὐδεμίαν ἔννοιαν ἐλάμβανε τῆς διηνεκοῦς ὀδύνης, ἀλλὰ ἀπατώμενος, ὡς εἰπεῖν, ἐβάδιζε τὴν εὐρύχωρον ὁδὸν, εἰς αὐτὸν τὸν κρημνὸν ἐπειγόμενος, ὑπὸ τῆς πολλῆς μέθης συνιδεῖν οὐκ ἔχων. Ἡ γὰρ ἐν πᾶσι τοῖς βιωτικοῖς εὐημερία καταβαπτίσασα αὐτοῦ τὸν λογισμὸν, ἐτύφλωσε τὸ ὄμμα τῆς διανοίας, καὶ καθάπερ πεπηρωμένος λοιπὸν τὰς ὄψεις, οὕτως ἐβάδιζεν, οὐκ εἰδὼς ποῦ φέρεται· τάχα δὲ οὐδὲ ἔννοιαν ἐλάμβανε τῆς ἀνθρωπίνης φύσεως, ὁρῶν ἑαυτὸν οὐδεμίαν δυσκολίαν ὑπομένοντα. Οὐδὲ γὰρ ἐτρύφα μόνον, ἀλλὰ καὶ ἐπλούτει· οὐδὲ ἐπλούτει μόνον, ἀλλὰ καὶ ὑγείας σώματος ἀπήλαυεν· οὐδὲ ὑγείας σώματος ἀπήλαυε μόνον, ἀλλὰ καὶ θεραπείας, καὶ οὐ θεραπείας μόνον πολλῆς, ἀλλὰ καὶ ἐπιῤῥέοντα ὥσπερ ἐκ πηγῶν αὐτῷ πάντα ὁρῶν, ἐν ἡδονῇ διῆγε διηνεκεῖ. Εἴδετε, ἀγαπητοὶ, τὸν διὰ τῆς πλατείας πύλης εἰσελθόντα, καὶ τὴν εὐρύχωρον ὁδὸν δι' ὅλου βαδίσαντα, ὅσης ἀνέσεως ἀπήλαυεν;
And for a long while, throughout the whole time of this present life, he walked the spacious way, having experienced nothing grievous, but being borne along always by a favouring breeze, and inasmuch as he was always walking through a spacious way, he coursed along with great security. Nowhere were there crags, nowhere precipices, nowhere submerged reefs, nowhere shipwreck, nowhere an uneven change of fortune, but travelling continually upon firm and level ground, so he ran through this present life — every day whelmed beneath the waves of wickedness, and taking no perception of it; every day torn to pieces by shameful passions, and all the more delighted; continually besieged by wantonness, by gluttony, by the madness for money, and taking no perception at all of the terrible ills, nor able to foresee the end of the way, but reaping only present pleasure, he took no thought at all of perpetual anguish, but being deceived, so to speak, he walked the spacious way, hurrying on to the very precipice, unable to perceive it on account of his great drunkenness. For his prosperity in all worldly things, having whelmed his reasoning, blinded the eye of his mind, and just as though maimed henceforth in his sight, so he walked on, not knowing whither he was being borne; and perhaps he did not even take thought of human nature, seeing himself enduring no hardship at all. For he did not revel in luxury alone, but also abounded in wealth; nor did he abound in wealth alone, but also enjoyed bodily health; nor did he enjoy bodily health alone, but also attendance, and not numerous attendance alone, but seeing all things flowing in upon him as though from fountains, he passed his days in perpetual pleasure. Did you see, beloved, how much ease he enjoyed who entered through the wide gate, and walked the spacious way throughout?
Ἀλλὰ μηδεὶς τῶν ταῦτα ἀκουόντων πρὸ τοῦ τέλους μακαρίσαι αὐτὸν ἀνάσχηται, ἀλλὰ ἀναμεινάτω τῶν πραγμάτων τὸ τέλος, καὶ τότε οἴσει τὴν ψῆφον. Εἰ δοκεῖ τοίνυν, καὶ τὸν διὰ τῆς στενῆς πύλης εἰσελθόντα, καὶ τὴν τεθλιμμένην ὁδὸν ὁδεύσαντα παραγάγωμεν εἰς μέσον, καὶ οὕτω τὸ τέλος ἀμφοτέρων θεασάμενοι, τὴν προσήκουσαν περὶ ἑκάστου ψῆφον οἴσομεν. Τίνα δὲ ἄλλον ἔχομεν νῦν παραγαγεῖν, ἢ τὸν Λάζαρον, τὸν ἐπὶ τοῦ πυλῶνος τοῦ πλουσίου κατακείμενον, καὶ ὑπὸ τῶν ἑλκῶν ἐκείνων πολιορκούμενον, καὶ ὁρῶντα τὰς γλώσσας τῶν κυνῶν ψαυούσας αὐτοῦ τῶν τραυμάτων, καὶ μηδὲ ἀπελάσαι τούτους ἰσχύοντα; Καθάπερ γὰρ ἐκεῖνος διὰ τῆς πλατείας εἰσελθὼν, τὴν εὐρύχωρον ἐβάδιζεν· οὕτω δὴ καὶ ὁ μακάριος οὗτος (μακάριον γὰρ αὐτὸν ἤδη καλῶ διὰ τῆς στενῆς εἰσελθεῖν ἑλόμενον) εἰσῆλθε διὰ τῆς στενῆς πύλης τῆς ἀπεναντίας ἐκείνης πάντα ἐχούσης. Καθάπερ ἐκεῖνος διηνεκῶς ἐτρύφα, οὕτω καὶ οὗτος λιμῷ παλαίων διετέλει. Καὶ ἐκεῖνος μὲν μετὰ τῆς τρυφῆς καὶ ὑγείας σώματος ἀπήλαυε καὶ χρημάτων περιουσίας, καὶ ἐν γαστριμαργίᾳ καὶ μέθῃ διημερεύων κατεδαπανᾶτο· οὗτος δὲ μετὰ τοῦ λιμοῦ καὶ ἐσχάτῃ πενίᾳ περιβεβλημένος καὶ νόσῳ διηνεκεῖ καὶ ἕλκεσιν ἀφορήτοις, οὐδὲ τῆς ἀναγκαίας ηὐπόρει τροφῆς, ἀλλὰ τῶν ψιχίων ἐπεθύμει τῶν ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου, καὶ οὐδὲ τούτων ἠξίωτο.
Yet let none of those who hear these things endure to call him blessed before the end, but let him await the end of affairs, and then he will pronounce his verdict. If it seems good, therefore, let us bring forward into our midst him also who entered through the narrow gate, and journeyed along the straitened way, and thus, having beheld the end of both, we will pronounce the fitting verdict concerning each. And whom else have we now to bring forward than Lazarus, him who lay cast down at the rich man's gateway, and was besieged by those ulcers, and saw the tongues of the dogs touching his wounds, and did not even have strength to drive them off? For just as that man, having entered through the wide gate, walked the spacious way, so indeed this blessed man also (for I call him blessed already because he chose to enter through the narrow gate) entered through the narrow gate that had all things opposite to that other. Just as that man revelled in luxury continually, so also this man continued wrestling with famine. And whereas that man, along with his luxury, enjoyed bodily health as well and abundance of wealth, and wasted away spending his days in gluttony and drunkenness, this man, along with famine, was clothed in extreme poverty and perpetual sickness and unbearable ulcers, and did not even have a supply of necessary nourishment, but longed for the crumbs that fell from the rich man's table, and was not even deemed worthy of these (cf. Luke 16:20-21).
Εἶδες πῶς διὰ τῆς στενῆς πύλης οὗτος εἰσελθὼν, τὴν τεθλιμμένην ὁδὸν διηνεκῶς ἐβάδιζεν; εἶδες πῶς
Did you see how this man, having entered through the narrow gate, walked the straitened way continually? Did you see how
PG 48:1050Read from the page
ἐκεῖνος διὰ τῆς πλατείας πύλης καὶ τῆς εὐρυχώρου ὁδοῦ ἐπορεύετο; Ἀλλ' ἴδωμεν λοιπὸν ἑκατέρων τὸ τέλος, καὶ πῶς μὲν ἐκεῖνος εἰς στενὸν κατέστρεψε τέλος, πῶς δὲ οὗτος εἰς πλατὺ καὶ πολλῆς ἀνέσεως γέμον· ἵνα ταῦτα μαθόντες ἀκριβῶς, μὴ τὴν εὐρύχωρον ἐκ παντὸς τρόπου διώκωμεν ὁδὸν, μηδὲ διὰ τῆς πλατείας πύλης εἰσέρχεσθαι σπουδάζωμεν, ἀλλὰ τὴν στενὴν πύλην μεταδιώκωμεν, καὶ τὴν τεθλιμμένην ὁδὸν βαδίζωμεν, ἵνα εἰς χρηστὸν καὶ ἀνέσεως γέμον τέλος καταντῆσαι δυνηθῶμεν.
that man journeyed through the wide gate and the spacious way? Yet let us now see the end of both, and how on the one hand that man terminated in a narrow end, and how on the other this man terminated in a broad end teeming with much relief; so that, having learned these things exactly, we may by no means pursue the spacious way, nor strive to enter through the wide gate, but may pursue after the narrow gate, and walk the straitened way, so that we may be able to arrive at a good end teeming with relief.
Ἐπειδὴ γὰρ τὸ τέλος τῆς ἑκάστου ζωῆς ἔφθασεν, ὅρα τί φησι περὶ τοῦ τὴν τεθλιμμένην ὁδεύοντος πρότερον. Ἐγένετο δὲ, φησὶν, ἀποθανεῖν τὸν πτωχὸν, καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ. Τάχα οἱ ἄγγελοι ἀπῆγον αὐτὸν προηγούμενοι καὶ δορυφοροῦντες, καὶ εἰς τὸ τῆς ἀνέσεως χωρίον μετὰ τὰς πολλὰς ἐκείνας θλίψεις καὶ τὴν στενὴν ὁδοιπορίαν ἀποκαθιστῶντες. Εἶδες ὅσον τῆς στενῆς πύλης καὶ τῆς τεθλιμμένης ὁδοῦ τὸ πλάτος ἐν τῷ τέλει φαίνεται; Ὅρα λοιπὸν καὶ τῆς εὐρυχώρου ὁδοῦ τὰ ὀλέθρια τέλη. Ἀπέθανε, φησὶ, καὶ ὁ πλούσιος, καὶ ἐτάφη. Οὐδεὶς ὁ προηγούμενος, οὐδεὶς ὁ δορυφορῶν, οὐδεὶς ὁ ὁδηγῶν, καθάπερ τὸν Λάζαρον. Ἐπειδὴ γὰρ ἐν τῇ εὐρυχώρῳ ὁδῷ τούτων ἁπάντων ἀπήλαυε, καὶ πολλοὺς ἔσχε τοὺς δορυφοροῦντας, τοὺς θεραπεύοντας, τοὺς κόλακας λέγω, τοὺς παρασίτους, ἡνίκα πρὸς τὸ τέλος ἔφθασε, γυμνὸς καὶ ἔρημος ἁπάντων γέγονε μετὰ τὰς πολλὰς ἐκείνας ἀνέσεις, μᾶλλον δὲ μετὰ τὴν βραχεῖαν ἐκείνην ἄνεσιν καὶ εὐημερίαν. Ἅπας γὰρ ὁ παρὼν βίος βραχὺς, τῷ μέλλοντι αἰῶνι συγκρινόμενος. Μετὰ τὴν βραχεῖαν τοίνυν ἄνεσιν, ἧς ἀπήλαυσε τὴν εὐρύχωρον ὁδὸν βαδίζων, τὸ τῆς στενοχωρίας καὶ τῆς θλίψεως χωρίον αὐτὸν ἐδέξατο. Καὶ ἐκεῖνος μὲν ἐν τοῖς κόλποις τοῦ πατριάρχου ἐπανεπαύετο, τῶν πόνων καὶ τῆς πολλῆς ταλαιπωρίας τὰς ἀμοιβὰς ἀπολαμβάνων, καὶ μετὰ τὸν λιμὸν καὶ τὰ ἕλκη καὶ τὴν ἐν τῷ πυλῶνι κατάκλισιν, τῆς ἀποῤῥήτου ἐκείνης ἀνέσεως καὶ οὐδὲ λόγῳ ἑρμηνευθῆναι δυναμένης μετεῖχεν· οὗτος δὲ μετὰ τὴν τρυφὴν καὶ ἄνεσιν καὶ γαστριμαργίαν τὴν πολλὴν καὶ τὴν μέθην εἰς τὴν ἀπαραίτητον κόλασιν ἐκείνην καταντήσας ἀπετηγανίζετο. Καὶ ἵνα ἑκάτερος αὐτῶν διὰ τῶν πραγμάτων μάθῃ, ὁ μὲν τῆς στενῆς ὁδοῦ τὸ κέρδος, ὁ δὲ τῆς εὐρυχώρου τὴν ζημίαν καὶ τὸν ὄλεθρον, ἀπὸ πολλοῦ τοῦ διαστήματος ἀλλήλους ὁρῶσιν. Ἄκουε δὲ πῶς· Καὶ ἐν τῷ ᾅδῃ, φησὶν, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. Ἐμοὶ δὲ δοκεῖ, ὅτι θεασάμενος τὴν ἀθρόαν οὕτω τῶν πραγμάτων μεταβολὴν, καὶ τὸν μὲν ἐν τῷ πυλῶνι ἐῥειμμένον, καὶ ταῖς γλώσσαις τῶν κυνῶν προκείμενον, τοσαύτης ἀπολαύοντα τῆς παῤῥησίας, καὶ τοῖς κόλποις τοῦ πατριάρχου ἐνδιαιτώμενον, ἑαυτὸν δὲ τοσαύτῃ αἰσχύνῃ περιβεβλημένον, καὶ μετὰ ταύτης καὶ ὑπὸ τοῦ πυρὸς ἀποτηγανιζόμενον, πλείονα τῆς ὀδύνης τὴν αἴσθησιν ἐλάμβανεν. Ὁρῶν τοιγαροῦν εἰς τὸ ἐναντίον τὰ πράγματα μεταστάντα, καὶ αὐτὸν μὲν, ὡς εἰπεῖν, ἐν ὀνείρῳ καὶ σκιᾷ τρυφήσαντα, καὶ νῦν τὴν ἀφόρητον κόλασιν ὑπομένοντα, καὶ μετὰ τὴν εὐρύχωρον ὁδὸν καὶ τὴν πλατεῖαν πύλην εἰς οὕτω
For when the end of each man's life arrived, see what it says first concerning him who journeyed along the straitened way. And it came to pass, it says, that the poor man died, and that he was carried away by the angels into the bosom of Abraham (Luke 16:22). Perhaps the angels led him away going before him and escorting him as a bodyguard, and restoring him to the region of relief after those many afflictions and that narrow journey. Did you see how great the breadth of the narrow gate and the straitened way appears at the end? See now also the ruinous issues of the spacious way. And the rich man also died, it says, and was buried (Luke 16:22). There was no one going before him, no one escorting him as a bodyguard, no one guiding him, as with Lazarus. For since on the spacious way he enjoyed all these things, and had many escorting him, attending him — I mean the flatterers, the parasites — when he arrived at the end, he became naked and bereft of all after those many comforts, or rather after that brief ease and prosperity. For the whole present life is brief, when compared with the age to come. After the brief ease, therefore, which he enjoyed while walking the spacious way, the region of straitness and affliction received him. And whereas that man rested in the bosom of the patriarch, receiving the recompenses of his labours and great misery, and after the famine and the ulcers and his lying at the gateway, partook of that unspeakable relief which cannot even be expressed in speech, this man, after his luxury and ease and great gluttony and drunkenness, having arrived at that inexorable chastisement, was parched in the flame. And so that each of them might learn through the facts themselves — the one the gain of the narrow way, the other the loss and ruin of the spacious way — they see one another from a great distance. And hear how: And in Hades, it says, lifting up his eyes, being in torments, he sees Abraham from afar, and Lazarus in his bosom (Luke 16:23). And to me it seems that upon beholding so sudden a reversal of affairs, and him who had been cast down at his gateway and exposed to the tongues of the dogs enjoying so great boldness and dwelling in the bosom of the patriarch, while he himself was clothed in so great disgrace, and along with this was also parched by the fire, he received a keener perception of his anguish. Seeing, accordingly, that affairs had shifted to the opposite, and that he himself, after revelling in luxury as in a dream and a shadow, so to speak, was now enduring unbearable chastisement, and after the spacious way and the wide gate had come into so
Notes, col. 1050

On the reading

Printed ἐῥειμμένον, for ἐῤῥιμμένον.

PG 48:1051Read from the page
στενὸν καταστρέψαντα τέλος· ἐπ' ἐκείνου δὲ τὰ ἐναντία συμβεβηκότα, καὶ διὰ τὴν ἐνταῦθα ὑπομονὴν τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν αὐτὸν ἀπολαύοντα· καὶ ἐν ἀμηχανίᾳ γεγονὼς, καὶ τῇ πείρᾳ μαθὼν τὴν ἀπάτην, ἣν ὑπέμεινε δι' ὅλου τὴν εὐρύχωρον ὁδὸν ἑλόμενος, ἱκετηρίαν τίθησι πρὸς τὸν πατριάρχην, καὶ ἐλεεινὰ φθέγγεται ῥήματα, καὶ δακρύων γέμοντα. Καὶ ὁ πρὸ τούτου μηδὲ ἐπιστρεφόμενος, μηδὲ ἰδεῖν ἀνεχόμενος τὸν Λάζαρον, τὸν πένητα, τὸν ἐν τῷ πυλῶνι ἐρριμμένον, ἀλλὰ καὶ βδελυττόμενος αὐτὸν, ὡς εἰπεῖν, διὰ τὴν τῶν ἑλκῶν δυσωδίαν, καὶ τὴν οἰκείαν βλακείαν, ἐν ᾗ διηνεκῶς τρυφῶν διῆγε, νῦν ἱκετεύει τὸν πατριάρχην, καί φησι· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Ἱκανὰ τὰ ῥήματα εἰς οἶκτον ἀφελκύσασθαι· ἀλλ' ὅμως οὐδὲ οὕτως ὤνησέ τι πλέον· ἄκαιρος γὰρ ἡ ἐξομολόγησις καὶ ἡ παράκλησις οὐκ ἐν καιρῷ τῷ δέοντι γινομένη. Πέμψον, φησὶ, τὸν Λάζαρον ἐκεῖνον, τὸν πένητα, ὃν πρὸ τούτου ἐβδελυττόμην, ᾧ τῶν ψιχίων οὐ μετεδίδουν· ἐκείνου δέομαι νῦν, καὶ τὸν δάκτυλον ἐκεῖνον ἐπιζητῶ, ὃν οἱ κύνες ἔλειχον. Εἶδες πῶς συνέστειλεν αὐτὸν ἡ τιμωρία; εἶδες πῶς εἰς στενὸν τέλος κατήντησεν ἡ εὐρύχωρος ὁδός; Καὶ οὐ ποιεῖται πρὸς τὸν Λάζαρον τὴν ἱκετηρίαν, ἀλλὰ πρὸς τὸν πατριάρχην. Εἰκότως· οὐδὲ γὰρ ἀντιβλέψαι ἐτόλμα τῷ πένητι. Ἐνενόει γὰρ, οἶμαι, τὴν οἰκείαν ἀπανθρωπίαν, καὶ τὸ ἀνηλεὲς λογιζόμενος ὅπερ εἰς αὐτὸν ἐπεδείξατο, ὑπώπτευεν αὐτὸν ἴσως μηδὲ ἀποκρίσεως ἀξιοῦν. Διά τοι τοῦτο οὐδὲ πρὸς αὐτὸν ποιεῖται τὴν παράκλησιν, ἀλλὰ τὸν πατριάρχην ἱκετεύει. Ἀλλ' ὅμως οὐδὲ οὕτως ἐκέρδανέ τι πλέον. Τοσοῦτον κακόν ἐστιν ἡ ἀκαιρία, καὶ τὸ τὸν δεδομένον ἡμῖν τῆς ζωῆς καιρὸν παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας εἰς τὴν τῆς ἡμετέρας σωτηρίας ὑπόθεσιν προδιδόναι. Ποῖον γὰρ ἀδάμαντα οὐκ ἂν κατέκαμψε ταῦτα τὰ ῥήματα, καὶ εἰς οἶκτον καὶ συμπάθειαν ἤγαγεν;
ending at a narrow close; whereas in that man's case the opposite things had come to pass, and on account of his endurance here he was enjoying those ineffable good things; and having fallen into helplessness, and having learned by experience the deceit which he underwent throughout by having chosen the spacious road, he lays his supplication before the patriarch, and utters pitiable words, full of tears. And he who before this did not even turn round towards, nor endure even to look upon Lazarus, the poor man, who had been cast down in the gateway, nay rather even loathed him, so to speak, on account of the foul stench of his sores, and his own indolent ease, wherein he continually passed his life in luxury, now beseeches the patriarch, and says: Father Abraham, have mercy on me, and send Lazarus, that he may dip the tip of his finger in water, and cool my tongue, for I am tormented in this flame. The words were sufficient to draw one to pity; yet nevertheless not even thus did it avail him anything further; for unseasonable was the confession, and the entreaty took place not at the due season. Send, says he, that Lazarus, the poor man, whom before this I loathed, to whom I did not give a share of the crumbs; of that man I stand in need now, and I seek after that finger which the dogs licked. Did you see how punishment humbled him? Did you see how the spacious road arrived at a narrow end? And he makes his supplication not to Lazarus, but to the patriarch. With good reason; for he did not even dare to look the poor man in the face. For he had in mind, I suppose, his own inhumanity, and reckoning up the mercilessness which he had displayed towards him, he suspected that perhaps he would not even deem him worthy of an answer. On this very account he does not even make his appeal to him, but beseeches the patriarch. Yet nevertheless not even thus did he gain anything further. So great an evil is unseasonableness, and betraying the season of life given to us by the loving-kindness of God as the groundwork of our salvation. For what adamant would these words not have bent down, and led to pity and compassion?
Ἀλλ' ὅμως οὐδὲ οὕτως ὁ πατριάρχης ἐπινεύει τῇ αἰτήσει, ἀλλ' ἀποκρίσεως μὲν αὐτὸν ἀξιοῖ, διδάσκει δὲ αὐτὸν ὅτι αὐτὸς ἑαυτῷ αἴτιος τούτων ἐγένετο τῶν κακῶν. Φησὶ γὰρ πρὸς αὐτὸν ὁ πατριάρχης· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὁ μὲν παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ὑμῶν καὶ ἡμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσι. Φοβερὰ τὰ εἰρημένα, καὶ ἱκανὰ καθικέσθαι τῶν νοῦν ἐχόντων. Ἵνα γὰρ διδάξῃ αὐτὸν, ὅτι αὐτὸς μὲν τὴν οἰκείαν εὐσπλαγχνίαν περὶ αὐτὸν ἐπιδείκνυσι, καὶ εἰς οἶκτον ἐπικάμπτεται, ὁρῶν αὐτοῦ τῆς κολάσεως τὴν ἐπίτασιν, οὐδὲν δὲ πλέον αὐτῷ εἰς παραμυθίαν ἐνεγκεῖν δύναται, μονονουχὶ ἀπολογούμενος αὐτῷ φησιν, ὅτι Ἐβουλόμην χεῖρά σοι ὀρέξαι, καὶ ἐπικουφίσαι σου τὰς ἀλγηδόνας, καὶ τῶν τιμωριῶν ὑποτέμνεσθαι τὸ σφοδρὸν, ἀλλὰ προλαβὼν αὐτὸς ταύτης ἀπεστέρησας ἑαυτὸν τῆς παραμυθίας· διὰ τοῦτό φησι· Τέκνον, μνήσθητι. Ὅρα τοῦ πατριάρχου τὴν ἀγαθότητα· τέκνον αὐτὸν καλεῖ. Ἀλλὰ τοῦτο μὲν τὴν ἡμερότητα τὴν αὐτοῦ ἐμφῆναι δύναται, οὐδεμίαν δὲ αὐτῷ βοήθειαν παρέχει διὰ τὸ ὑφ' ἑαυτοῦ αὐτὸν προδίδοσθαι. Τέκνον, φησὶ, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· εἰς ἔννοιαν ἐλθὲ τῶν παρελθόντων, μὴ ἐπιλάθῃ πόσης τρυφῆς
Yet nevertheless not even thus does the patriarch nod assent to the request, but while he deems him worthy of an answer, he teaches him that he himself became to himself the cause of these evils. For the patriarch says to him: Child, remember that you received in full your good things in your life, and Lazarus in like manner the evil things; but now he is comforted, while you are in anguish. And besides all these things, between you and us a great chasm has been fixed, so that those who wish to cross over from hence to you may not be able, nor may those from thence cross over to us. Fearful are the things spoken, and sufficient to pierce those who have understanding. For in order that he may teach him that he for his part displays his own tender compassion towards him, and is bent to pity upon seeing the intensity of his punishment, yet can bring him nothing further for consolation, all but making defence of himself to him he says: I wished to stretch out a hand to you, and to lighten your pains, and to cut short the vehemence of the punishments, but you yourself beforehand deprived yourself of this consolation; on this account he says: Child, remember. See the goodness of the patriarch: he calls him child. Yet while this is able to manifest his gentleness, it affords him no help, because he was betrayed by himself. Child, says he, remember that you received in full your good things in your life; come to a recollection of the things that are past, do not forget how much luxury
PG 48:1052Read from the page
ἀπήλαυσας, πόσης ἀνέσεως, πόσης φαντασίας, πῶς ἐν γαστριμαργίᾳ καὶ μέθῃ πάντα τὸν βίον διετέλεσας, ἐν ἐκείνοις νομίζων εἶναι πάντα τὸν αἰῶνα, καὶ ἐκεῖνα ὁριζόμενος εἶναι τὰ ἀγαθά. Ἀπὸ τῆς ψήφου τῆς αὐτοῦ τὴν ἀπόκρισιν πρὸς αὐτὸν ἐποιήσατο. Οὐδὲν γὰρ ἐκεῖνος ὑψηλὸν φανταζόμενος, οὐδὲ τὰ μέλλοντα αὐτὸν διαδέχεσθαι κακὰ πρὸ τῶν ὀφθαλμῶν ἔχων, ἐκεῖνα ἀγαθὰ εἶναι ἐνόμιζε.
you enjoyed, how much relaxation, how much ostentatious pomp, how you spent your whole life in gluttony and drunkenness, supposing the whole age to consist in those things, and defining those things to be the good things. From his own verdict he made his answer to him. For that man, imagining nothing lofty, nor having before his eyes the evils that were to succeed for him, supposed those things to be good.
εʹ. Τοῦτο γὰρ καὶ νῦν ἔθος λέγειν τοῖς πολλοῖς τοῖς περὶ τρυφὴν καὶ τὴν ἀδηφαγίαν ἐπτοημένοις, ὅτι Πολλὰ ἀγαθὰ ἐσχήκαμεν, ὅταν βούλωνται ἀνάξαι τῆς πολλῆς τρυφῆς τὴν ἐπίτασιν. Μὴ κάλει ταῦτα ἁπλῶς ἀγαθὰ, ἄνθρωπε, ἐννοῶν ὅτι ταῦτα μὲν ἐδόθη παρὰ τοῦ Δεσπότου, ἵνα τῆς συμμετρίας ἀπολαύοντες, τὴν σύστασιν ἔχωμεν τῆς ζωῆς, καὶ τὴν ἀσθένειαν διακρατῶμεν τοῦ σώματος· ἕτερα δέ ἐστι τὰ ὄντως ἀγαθά.
5. For this even now is the custom for the many who are fluttered with excitement over luxury and gluttony to say: We have had many good things, when they wish to exalt the intensity of their great luxury. Do not call these things simply good, O man, bearing in mind that these things were given by the Master in order that, enjoying due measure, we might have the maintenance of life, and sustain the weakness of the body; whereas other things are the truly good things.
Οὐδὲν γὰρ τούτων ἀγαθὸν, οὐ τρυφὴ, οὐ πλοῦτος, οὐκ ἐσθῆτος πολυτέλεια, ἀλλ' ὄνομα μόνον ἔχει. Τί δὲ λέγω ὄνομα μόνον ἔχει; ταῦτα μὲν οὖν πολλάκις καὶ ὀλέθρου ἡμῖν αἴτια γίνεται, ἐπειδὰν μὴ δεόντως αὐτοῖς χρησώμεθα. Ὁ γὰρ πλοῦτος τότε ἂν γένοιτο ἀγαθὸς τῷ κεκτημένῳ, ὅταν μὴ εἰς τρυφὴν μόνον αὐτὸν ἀναλίσκῃ, μηδὲ εἰς μέθην καὶ τὰς ἐπιβλαβεῖς ἡδονὰς, ἀλλ' ὅταν τῆς τρυφῆς συμμέτρως ἀπολαύων, τὰ λοιπὰ εἰς τὰς τῶν πενήτων διανέμῃ γαστέρας, τότε ἀγαθὸν ὁ πλοῦτος. Εἰ δὲ μέλλοι τις τρυφῇ ἑαυτὸν ἐκδιδόναι καὶ τῇ ἄλλῃ ἀσωτίᾳ, οὐ μόνον οὐδὲν αὐτὸν ὀνίνησιν, ἀλλὰ καὶ εἰς βαθὺν κρημνὸν κατάγει· ὃ δὴ καὶ ὁ πλούσιος οὗτος πέπονθε. Διό φησιν αὐτῷ ὁ πατριάρχης· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου. Ἐκεῖνα ἃ ἐνόμιζες εἶναι ὄντως ἀγαθὰ, ταῦτα ἀπέλαβες, καὶ Λάζαρος ὁμοίως τὰ κακὰ, οὐκ ἐπειδὴ Λάζαρος αὐτὰ κακὰ ἐνόμιζε, μὴ γένοιτο· ἀλλ' ἀπὸ τῆς ψήφου τοῦ πλουσίου καὶ τοῦτο ἐπήγαγεν. Ἐκεῖνος γὰρ ταύτην παρ' ἑαυτῷ κυρώσας τὴν ψῆφον, τὸν μὲν πλοῦτον καὶ τὴν τρυφὴν καὶ τὴν ἀκολασίαν καὶ τὴν ἄλλην βλακείαν ἀγαθὰ ἐνόμιζε, τὴν δὲ πενίαν καὶ τὸν λιμὸν καὶ τὴν χαλεπὴν ἀρρωστίαν κακὰ ὑπώπτευεν. Ὡς οὖν αὐτὸν ὑπελάμβανες, καὶ τὴν ἐψευσμένην κρίσιν ἐκείνην εἶχες, μνήσθητι ὅτι κατὰ τὴν σὴν ψῆφον καὶ σὺ τὰ ἀγαθὰ ἐκεῖνα ἀπέλαβες, τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύσας ὁδὸν, καὶ Λάζαρος ὁμοίως τὰ κακὰ κατὰ τὸν σὸν λόγον, τὴν στενὴν πύλην καὶ τὴν τεθλιμμένην βαδίσας ὁδόν. Ἐπεὶ οὖν σὺ μὲν τὰ προοίμια μόνον εἶδες τῆς ὁδοῦ, οὗτος δὲ καὶ πρὸς τὸ τέλος ἑώρα, οὐδὲν ἀπὸ τοῦ προοιμίου τῆς ὁδοῦ γινόμενος ὀκνηρότερος, διὰ τοῦτο νῦν ἐνταῦθα παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι, καὶ ἀπεναντίας ἀλλήλοις τὸ τέλος κατήντησεν. Εἴδετε δι' αὐτῶν τῶν πραγμάτων τῆς εὐρυχώρου καὶ πλατείας ὁδοῦ τὸ τέλος, ἐμάθετε τῆς στενῆς πύλης καὶ τῆς τεθλιμμένης ὁδοῦ ὅπως χρηστὸν τὸ πέρας ἐδέξατο τὸν ταύτην ἑλόμενον· ἀκούσατε δὴ καὶ τὸ φοβερώτερον· Καὶ ἐπὶ πᾶσι, φησὶ, τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν ἐκεῖ μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσι. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὸ λεχθὲν, ἀλλ' ἐννοήσωμεν τῶν λεχθέντων τὴν ἀκρίβειαν, καὶ ὅσης ἀπολαύει τῆς τιμῆς καὶ τῆς προεδρίας ὁ παρὰ τὸν πυλῶνα ἐρριμμένος, ὁ εὐκαταφρόνητος, ὁ πένης, ὁ τῷ λιμῷ διηνεκῶς παλαίων, ὁ τοῖς ἕλκεσι πολιορκούμενος, ὁ τοῖς κυσὶ προκείμενος.
For none of these things is good, neither luxury, nor wealth, nor costliness of raiment, but it has a name alone. Yet why do I say it has a name alone? Why, these things often even become for us a cause of destruction, whenever we do not use them duly. For wealth would then become good for its possessor when he does not spend it upon luxury alone, nor upon drunkenness and harmful pleasures, but when, enjoying luxury in due measure, he distributes the rest into the bellies of the poor: then wealth is a good thing. But if anyone should give himself up to luxury and to all other profligacy, not only does it profit him nothing, but it even brings him down to a deep precipice; which very thing this rich man also suffered. Wherefore the patriarch says to him: Child, remember that you received in full your good things in your life. Those things which you supposed to be truly good, these you received in full, and Lazarus in like manner the evil things—not because Lazarus supposed them evil, far be it!—but from the verdict of the rich man he adduced this also. For that man, having ratified this verdict with himself, supposed wealth and luxury and licentiousness and all other indolent ease to be good things, while poverty and famine and grievous infirmity he suspected to be evil things. As therefore you supposed him to be, and held that false judgement, remember that according to your verdict you also received in full those good things, having travelled the broad and spacious road, and Lazarus in like manner the evil things according to your reckoning, having walked the narrow gate and the afflicted road. Since therefore you on the one hand looked only at the preludes of the road, while this man looked also towards the end, becoming no whit more sluggish from the prelude of the road, on this account he is now comforted here, while you are in anguish, and the end has turned out in opposite ways for each of the two. You have seen through the facts themselves the end of the spacious and broad road; you have learned how kind an issue of the narrow gate and the afflicted road received him who chose this way; hear now also what is more fearful still: And besides all these things, says he, between us and you a great chasm has been fixed, so that those who wish to cross over from hence thither may not be able, nor may those from thence cross over to us. Let us not simply pass over what was spoken, beloved, but let us consider the exactness of the things spoken, and how great is the honour and the precedence enjoyed by him who had been cast down beside the gateway, the despised one, the poor man, who continually wrestled with famine, who was besieged by sores, who lay exposed to the dogs.
Ἡδέως γὰρ ταῦτα στρέφω συνεχῶς, ἵνα μηδεὶς
For gladly do I turn these things over continually, so that no one