Migne Reading Room

PG 48 · cols. 1041–1046 · Read from the page

Seven sermons on Lazarus

Seven sermons on Lazarus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:1041Read from the page
ἀστέρες εἰσὶ πολλοὶ καὶ ἥλιος καὶ σελήνη, οὕτω καὶ διαφορὰ δικαίων. Ἄλλη γὰρ δόξα ἡλίου, καὶ ἄλλη σελήνης, καὶ ἄλλη δόξα ἀστέρων. Τὰ μὲν γὰρ διαφέρει ἐν δόξῃ, τὰ δὲ ἐλαττοῦται· καὶ καθάπερ εἰσὶ σώματα ἐπουράνια, οὕτω καὶ σώματα ἐπίγεια· καὶ ὥσπερ ἐν τοῖς σώμασιν ὁ μὲν ἔλαφος, ὁ δὲ κύων, ὁ δὲ λέων, ὁ δὲ ἄλλο θηρίον, ὁ δὲ ἀσπὶς, ὁ δὲ ἄλλο τι τῶν τοιούτων· οὕτω καὶ ἐν τοῖς ἁμαρτήμασι διαφοραί. Τῶν ἀνθρώπων τοίνυν οἱ μὲν εἰσὶ δίκαιοι, οἱ δὲ ἁμαρτωλοί· ἀλλὰ καὶ ἐν τοῖς δικαίοις πολλὴ διαφορὰ, καὶ ἐν τοῖς ἁμαρτωλοῖς πολλὴ καὶ ἄπειρος. Ἀλλὰ πρόσεχε· Εἰ καὶ δίκαιος ᾖ τις, κἂν μυριάκις ᾖ δίκαιος, καὶ πρὸς αὐτὴν ἀναβῇ τὴν κορυφὴν, ὥστε ἀπηλλάχθαι ἁμαρτημάτων, οὐ δύναται καθαρὸς εἶναι κηλῖδος, κἂν μυριάκις ᾖ δίκαιος, ἀλλ' ἄνθρωπός ἐστι. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Διὰ τοῦτο κελευόμεθα εἰς τὴν εὐχὴν λέγειν· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ἵνα τῇ συνηθείᾳ τῆς εὐχῆς ἀναμνησθῶμεν ἐκεῖ ὅτι ὑπεύθυνοί ἐσμεν κολάσεσι. Καὶ γὰρ Παῦλος ὁ ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ ναὸς τοῦ Θεοῦ, τὸ στόμα τοῦ Χριστοῦ, ἡ λύρα τοῦ Πνεύματος, ὁ διδάσκαλος τῆς οἰκουμένης, ὁ γῆν καὶ θάλασσαν περιελθὼν, ὁ τὰς ἀκάνθας τῶν ἁμαρτιῶν ἀνασπάσας, ὁ τὰ σπέρματα τῆς εὐσεβείας καταβαλὼν, ὁ βασιλέων εὐπορώτερος, ὁ πλουσίων δυνατώτερος, ὁ στρατιωτῶν ἰσχυρότερος, ὁ φιλοσόφων φιλοσοφώτερος, ὁ ῥητόρων εὐγλωττότερος, ὁ μηδὲν ἔχων καὶ πάντα κεκτημένος, ὁ ἐν τῇ σκιᾷ αὐτοῦ θάνατον λύων, ὁ ἐν τοῖς ἱματίοις αὐτοῦ τὰ νοσήματα φυγαδεύων, ὁ ἐν θαλάσσῃ τρόπαια στήσας, ὁ ἁρπαγεὶς ἕως τρίτου οὐρανοῦ, καὶ εἰς παράδεισον εἰσελθὼν, ὁ τὸν Χριστὸν Θεὸν ἀνακηρύξας, ἐκεῖνος λέγει· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. Ὁ τοσοῦτον καὶ τηλικοῦτον κεκτημένος ἀρετῶν πλῆθος, λέγει· Ὁ δὲ ἀνακρίνων με Κύριός ἐστι.
there are many stars and sun and moon, so too is there a difference among the righteous. For there is one glory of the sun, and another of the moon, and another glory of the stars (1 Cor. 15:41). For some excel in glory, and others fall short; and just as there are heavenly bodies, so too there are earthly bodies (1 Cor. 15:40); and just as among bodies one is a stag, another a dog, another a lion, another some other wild beast, another an asp, and another some other such creature, so too among sins there are differences. Of men, then, some are righteous, and others sinners; yet among the righteous also there is a great difference, and among sinners a great and boundless one. Yet give heed: Even if someone be righteous, even if ten thousand times he be righteous, and ascend to the very summit, so as to be rid of sins, he cannot be clean of stain, even if ten thousand times he be righteous; nay, he is a man. For who shall boast that he has a pure heart? Or who shall speak boldly that he is clean from sin (Prov. 20:9)? On this account we are bidden to say in our prayer: Forgive us our debts (Matt. 6:12), so that by the habit of the prayer we may be reminded there that we are liable to punishments. For even Paul the apostle, the vessel of election (Acts 9:15), the temple of God, the mouth of Christ, the lyre of the Spirit, the teacher of the inhabited world, he who went round earth and sea, he who plucked up the thorns of sins, he who sowed the seeds of godliness, wealthier than kings, more powerful than rich men, stronger than soldiers, more philosophical than philosophers, more eloquent than orators, having nothing and possessing all things (2 Cor. 6:10), loosing death by his shadow, putting diseases to flight by his garments (Acts 19:12), setting up trophies at sea, caught up as far as the third heaven, and having entered into Paradise (2 Cor. 12:2-4), having proclaimed Christ as God—that man says: I am conscious of nothing against myself, yet I am not hereby justified. He who possessed so great and so mighty a multitude of virtues says: But He Who examines me is the Lord (1 Cor. 4:4).
Τίς οὖν καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Ἀμήχανον τοίνυν εἶναι ἄνθρωπόν τινα ἀναμάρτητον. Τί γὰρ λέγεις; δίκαιός ἐστιν; ἐλεήμων ἐστί; φιλόπτωχός ἐστιν; Ἀλλ' ἔχει τι ἐλάττωμα· ἢ ὑβρίζει ἀκαίρως, ἢ κενοδοξεῖ, ἢ ἄλλο τι τοιοῦτον ποιεῖ· οὐ γὰρ δεῖ πάντα καταλέγειν. Ὁ μὲν ἐλεήμων, ἀλλ' οὐ σώφρων πολλάκις· ὁ δὲ σώφρων μὲν, ἀλλ' οὐκ ἐλεήμων· ὁ μὲν ἐν ταύτῃ τῇ ἀρετῇ ὀνομάζεται, ὁ δὲ ἐν ἐκείνῃ. Ἔστω τις δίκαιος· καὶ πολλάκις μὲν δίκαιός ἐστι, καὶ ἔχει πάντα τὰ ἀγαθὰ, καὶ ἔσχεν ἀπόνοιαν διὰ τὴν δικαιοσύνην, καὶ ἐλυμήνατο αὐτῷ τὴν δικαιοσύνην ἡ ἀπόνοια. Ὁ Φαρισαῖος οὐκ ἦν δίκαιος, νηστεύων δὶς τοῦ σαββάτου; καὶ τί φησιν; Οὐκ εἰμὶ ὡς οι λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες καὶ πλεονέκται. Καὶ πολλάκις ἀπὸ καθαροῦ συνειδότος εἰς ἀπόνοιαν ἦλθέ τις· καὶ ὅπερ οὐκ ἔβλαψεν αὐτὸν ἡ ἁμαρτία, ἔβλαψεν αὐτὸν ἡ ἀπόνοια. Οὐκ ἔστι γοῦν ἄνθρωπον καθ' ὅλου οὕτως εἶναι δίκαιον, ὡς καθαρὸν εἶναι ἀπὸ ἁμαρτίας, καὶ πάλιν, οὐκ ἔστιν ἄνθρωπον οὐδένα κακὸν εἶναι, ὡς μὴ ἔχειν τι κἂν μικρὸν ἀγαθόν. Οἷόν τι λέγω· Ὁ δεῖνα ἁρπάζει καὶ πλεονεκτεῖ καὶ λυμαίνεται, ἀλλ' ἐνίοτε ἐλεημοσύνην δίδωσιν, ἀλλ' ἐνίοτε σώφρων ἐστὶν, ἀλλ' ἐνίοτε λόγον ἔχει χρηστὸν, ἀλλ' ἐνίοτε κἂν ἑνὶ ἀνδρὶ ἐβοήθησεν, ἀλλ' ἐνίοτε ἔκλαυσεν, ἀλλ' ἐνίοτε ἐστύγνασεν. Οὔτε οὖν δίκαιός ἐστι χωρὶς ἁμαρ-
Who then shall boast that he has a pure heart? Or who shall speak boldly that he is clean from sin (Prov. 20:9)? It is impossible, then, for any man to be sinless. For what do you say? Is he righteous? Is he merciful? Is he a lover of the poor? Yet he has some defect: either he insults unseasonably, or is vainglorious, or does some other such thing; for there is no need to recount everything. One man is merciful, yet often not temperate; another is temperate indeed, yet not merciful; the one is renowned in this virtue, the other in that. Suppose someone is righteous; and often indeed he is righteous, and has all good things, and yet he conceived arrogance on account of his righteousness, and arrogance marred his righteousness for him. Was not the Pharisee righteous, fasting twice in the week? And what does he say? I am not as the rest of men, extortioners and covetous (Luke 18:11-12). And often from a pure conscience someone has come into arrogance; and wherein sin did not harm him, arrogance harmed him. It is not possible, therefore, for a man altogether so to be righteous as to be clean from sin, and again, it is not possible for any man at all to be evil so as not to have some good, even if small. What sort of thing do I mean? Such a one snatches and is covetous and despoils, yet sometimes he gives alms, yet sometimes he is temperate, yet sometimes he has a kind word, yet sometimes he has helped at least one man, yet sometimes he has wept, yet sometimes he has been saddened. Neither, then, is a righteous man without
Notes, col. 1041

On the reading

Printed οι, for οἱ.

PG 48:1042Read from the page
τίας, οὔτε ἐστὶν ἁμαρτωλὸς καθόλου ἔρημος ἀγαθοῦ. Τί τοῦ Ἀχαὰβ χαλεπώτερον; ἥρπασε καὶ ἐφόνευσεν· ἀλλ' ὅμως ἐπειδὴ ἐστύγνασε, λέγει τῷ Ἠλίᾳ ὁ Θεός· Εἶδες πῶς κατενύγη Ἀχαὰβ, εἶδες ἐν τοσούτῳ βυθῷ κακῶν πῶς εὑρέθη τι μικρὸν ἀγαθόν; Τί Ἰούδα χεῖρον τοῦ προδότου, τοῦ αἰχμαλωτισθέντος ὑπὸ τῆς φιλαργυρίας; ἀλλ' ὅμως καὶ αὐτὸς ἐποίησε κἂν μικρόν τι μετὰ ταῦτα ἀγαθόν. Ἥμαρτον γὰρ, φησὶ, παραδοὺς αἷμα ἀθῶον. Ὅπερ οὖν ἔλεγον· οὐ γάρ ἐστι φύσει ἡ κακία, ἵνα μὴ ἔχῃ χώραν ἡ ἀρετή. Τὸ πρόβατον οὐδέποτε δύναται γενέσθαι ἄγριον, φύσει γὰρ ἔχει τὸ ἥμερον· ὁ λύκος οὐδέποτε δύναται γενέσθαι ἥμερος, φύσει γὰρ ἔχει τὸ ἄγριον. Οὐ λύονται οὖν οἱ νόμοι τῆς φύσεως, οὐδὲ σαλεύονται, ἀλλὰ μένουσιν ἀκίνητοι. Ἐπὶ ἐμοῦ τοῦτο οὐκ ἔνι, ἀλλὰ καὶ ἄγριος γίνομαι ὅταν βούλωμαι, καὶ ἥμερος ὅταν θέλω· οὐ γὰρ φύσει δέδεμαι, ἀλλ' ἐλευθερίᾳ προαιρέσεως τετίμημαι. Ὅπερ οὖν εἶπον, οὔτε ἀγαθός τις οὕτως ἐστὶν, ὡς μὴ ἔχειν μικρὰν κηλῖδα, οὔτε πονηρός τις οὕτως ἐστὶν, ὡς μὴ ἔχειν κἂν μικρὸν ἀγαθόν.
sin, nor is a sinner wholly destitute of good. What was harsher than Ahab? He snatched and murdered; yet nevertheless, since he was saddened, God says to Elijah: Have you seen how Ahab was pricked in heart (3 Kings 21:29), have you seen how in so great a depth of evils some small good was found? What was worse than Judas the traitor, who was taken captive by love of money? Yet nevertheless even he did some small good after these things. For I have sinned, says he, in betraying innocent blood (Matt. 27:4). As I was saying, then: vice does not exist by nature, so that virtue should have no place. The sheep can never become wild, for it has gentleness by nature; the wolf can never become gentle, for it has wildness by nature. The laws of nature, then, are not loosed, nor are they shaken, but they remain immovable. In my case this is not so, but I become both wild whenever I wish, and gentle whenever I will; for I have not been bound by nature, but have been honoured with freedom of choice. As I said, then, neither is any good man so good as not to have a small stain, nor is any wicked man so wicked as not to have even some small good.
Ἐπεὶ οὖν πάντων ἀντίδοσίς ἐστι, καὶ πάντων ἐστὶν ἀμοιβή· κἂν γὰρ φονεὺς ᾖ τις, κἂν πονηρός τις ᾖ, κἂν πλεονέκτης, ποιήσῃ δὲ καλὸν, μένει αὐτῷ τοῦ καλοῦ ἡ ἀνταπόδοσις, καὶ οὐ διὰ τὰ κακὰ, ἃ ἐποίησεν, ἄμισθον γίνεται τὸ καλόν. Καὶ πάλιν, κἂν μυρία τις ἐργάζηται ἀγαθὰ, ποιήσῃ δέ τι φαῦλον, μένει αὐτῷ τοῦ φαύλου ἡ ἀνταπόδοσις. Κάτεχε ταῦτα, τήρει αὐτὰ ὀχυρὰ καὶ ἀκίνητα. Οὔτε ἀγαθός τίς ἐστι χωρὶς ἁμαρτίας, οὔτε κακός τίς ἐστι χωρὶς δικαιοσύνης. Τὰ αὐτὰ γὰρ λέγω πάλιν, ἵνα ῥιζώσω, ἵνα φυτεύσω, ἵνα εἰς βάθος θήσω. Ἐμβάλλει γάρ τινας μερίμνας ὁ διάβολος εἰς τὴν ψυχὴν, βουλόμενος ἀποβουκολῆσαι ὑμῶν τὴν διάνοιαν, καὶ λυμήνασθαι τὰ παρ' ἐμοῦ λεγόμενα· διὰ τοῦτο εἰς βάθος αὐτὰ καταφέρω. Ἐὰν γὰρ ὧδε τηρήσῃς ἀσφαλῶς, κἂν ἔξω ἀπέλθῃς, ἀπολέσαι αὐτὰ οὐ δύνασαι. Ὥσπερ γὰρ, ἐὰν βάλω χρυσίον εἰς βαλάντιον, σφίγγω καὶ σφραγίζομαι, ἵνα καὶ ἐμοῦ ἀπόντος ὁ λῃστὴς μὴ λάβῃ, οὕτω καὶ ἐπὶ τῆς ὑμετέρας ἀγάπης ποιῶ· τῇ συνεχείᾳ τῆς διδασκαλίας σφίγγω καὶ σφραγῖδας ἐπιτίθημι, καὶ ἀσφαλίζομαι ὑμῶν τὴν γνώμην, ἵνα μὴ γένηται ἐξίτηλος τῇ ῥᾳθυμίᾳ, ἀλλ' ἵνα τηρήσας μᾶλλον, τῇ ἐνταῦθα γαλήνῃ τὸν ἔξω θόρυβον ἀποκρούσωμαι. Οὐ τοίνυν ταῦτα πολυλογίας τὰ λεγόμενα, ἀλλ' ἐπιμελείας καὶ φιλοστοργίας καὶ πόθου τοῦ διδασκάλου, ἵνα μὴ ἀποῤῥυῇ τὰ λεγόμενα. Ταῦτα γὰρ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές· διδάξαι βούλομαι, οὐχ ἁπλῶς ἐπιδείξασθαι. Οὐκ ἔστιν οὖν τις δίκαιος, ὃς οὐκ ἔχει ἁμαρτίαν· καὶ οὐκ ἔστι τις ἁμαρτωλὸς ὃς οὐκ ἔχει ἀγαθόν· ἀλλ' ἐπειδὴ ἑκάστων ἐστὶν ἀντίδοσις, βλέπε τί γίνεται· Ὁ ἁμαρτωλὸς ἀπολαμβάνει τῶν ἀγαθῶν αὐτοῦ ἰσόῤῥοπον τὴν ἀντίδοσιν, ἐάν τι ἔχῃ κἂν μικρὸν ἀγαθόν· καὶ ὁ δίκαιος ἀπολαμβάνει τῆς ἁμαρτίας αὐτοῦ τὴν ἰσόῤῥοπον κρίσιν, κἂν μικρόν τι ποιήσῃ κακόν. Τί οὖν γίνεται,
Since, then, there is a recompense for all things, and there is a requital for all things: for even if someone be a murderer, even if someone be wicked, even if a covetous man, yet does a good deed, the repayment of the good remains for him, and the good does not become unrewarded because of the evil deeds which he did. And again, even if someone works ten thousand good deeds, yet does some base thing, the repayment of the base thing remains for him. Hold fast these things, keep them secure and immovable. Neither is any good man without sin, nor is any bad man without righteousness. For I say the same things again, that I may root them, that I may plant them, that I may set them deep. For the devil casts certain cares into the soul, wishing to beguile away your understanding, and to mar the things spoken by me; on this account I bring them down deep. For if you keep them securely here, even if you go away outside, you cannot lose them. For just as, if I put gold into a purse, I draw it tight and seal it, so that even in my absence the robber may not take it, so too do I act towards your charity: by the continuity of the teaching I draw it tight and set seals upon it, and make secure your mind, lest it grow faded through indolence, but rather that, having kept it, by the calm here I may beat back the tumult outside. These things spoken, then, do not come of loquacity, but of the care and tender affection and longing of the teacher, lest the things spoken slip away. For to say these things is not irksome to me, while for you it is safe (Phil. 3:1); I wish to teach, not simply to make a display. There is no righteous man, then, who does not have sin; and there is no sinner who does not have good; yet since there is a recompense for each, see what comes to pass: The sinner receives in full a recompense equivalent to his good deeds, if he has any good, even if small; and the righteous man receives in full a judgement equivalent to his sin, even if he does some small evil. What then comes to pass,
PG 48:1043Read from the page
Quid ergo accidit, et quid facit Deus? Peccato terminum definivit, praesentem vitam et futurum aevum: si quis ergo justus fuerit, qui mali quidpiam perpetrarit et hic morbo laborarit ac supplicio sit affectus, ne turberis, sed apud te cogita et dicito: justus iste quidpiam mali fecit aliquando, et illud hic recipit, ne illic plectatur.
What then comes to pass, and what does God do? For sin He has appointed a bound—the present life and the age to come: if therefore someone is righteous, yet has committed some slight evil, and here suffers sickness and is visited with chastisement, be not troubled, but reflect within thyself and say: This righteous man once committed some small fault, and he receives its requital here so that he may not be punished hereafter.
Cur peccatoribus res prospere succedant. — Rursus peccatorem si videris rapientem, fraudantem, sexcenta mala perpetrantem, qui prosperis tamen successibus utatur, tum tu cogita bonum aliquod eum olim fecisse, ac bona illum hic recipere, ne illic mercedem reposcat. Ita licet justus sit quispiam, et aliquid adversi patiatur, hic idcirco recipit, ut hic peccatum deponat, et purus illuc discedat. Quod si fuerit peccator aliquis sexcentis malis coopertus, et qui sexcentis insanabilibus morbis laboret, qui rapiat, qui fraudet: idcirco prospero rerum successu fruitur, ne mercedem illic repetat. Quoniam ergo et Lazarum peccata quaedam habere contigerat, et divitem aliquod bonum habere, propterea dicit Abraham: nihil hic require, bona illic tua recepisti, et Lazarus mala sua. Atque ut intelligas haec a me temere non dici, verum ita se rem habere, dicit: Recepisti bona tua. Quae tandem? Fecisti aliquid boni? Recepisti opes tuas, sanitatem, delicias, potentiam, honorem: nihil tibi debetur, recepisti bona tua.
Why affairs prosper for sinners. — Conversely, if thou seest a sinner plundering, defrauding, and perpetrating countless evils, yet enjoying prosperous fortune, consider then that he once did some good deed and is receiving his good things here, lest he demand a reward hereafter. Thus, even though someone be righteous and suffer some adversity, he receives it here for this reason—that he may lay aside his sin here and depart thither pure. And if there be some sinner covered with countless evils, labouring under countless incurable maladies, plundering and defrauding, he enjoys prosperity here for this reason—that he may not claim a reward hereafter. Since, therefore, it had befallen both Lazarus to have certain sins and the rich man to have some good deed, on that account Abraham says: Seek nothing here; yonder thou didst receive back thy good things, and Lazarus his evil things. And so that thou mayest understand that these things are not spoken by me at random, but that the matter truly stands so, he says: Thou didst receive back thy good things. What good things, pray? Didst thou do some good deed? Thou didst receive back thy wealth, thy health, thy luxury, thy power, thine honour: nothing is owed to thee, thou hast received back thy good things.
IN HOMILIAM ADVERSUS EOS QUI AD LUDOS CIRCENSES PROFICISCUNTUR
ON THE HOMILY AGAINST THOSE WHO GO OFF TO THE CIRCUS GAMES.
Hanc concionem in serie homiliarum de Lazaro reponendam esse deprehendimus. Etenim numero 3, de Lazari et divitis parabola mox dicturus Chrysostomus, sic habet: Unum igitur ex iis qui per latam hanc portam intrarunt, et unum ex iis qui per angustam et arctam viam incesserunt vobis in medium proferentes, eorum quae a Domino dicta sunt veritatem ostendamus, et eadem rursus Domini parabola utamur. Et paucis interpositis eos eadem parabola jam imbutos declarans, sic pergit: Ac
We have discovered that this discourse ought to be restored to its place in the series of homilies on Lazarus. For in section 3, Chrysostom, being about to speak presently of the parable of Lazarus and the rich man, has it thus: Bringing forward before you, therefore, one of those who entered through this wide gate, and one of those who walked along the narrow and straitened way (Matt. 7:13-14), let us show the truth of the things spoken by the Lord, and let us again make use of the same parable of the Lord. And after a few intervening words, declaring them already imbued with the same parable, he proceeds thus: And
ADVERSUS EOS, QUI AD LUDOS CIRCENSES PROFICISCUNTUR, ET IN ILLUM EVANGELII LOCUM, INTRATE PER ANGUSTAM PORTAM, QUIA LATA PORTA, ET SPATIOSA VIA EST, QUAE DUCIT AD PERDITIONEM, ET MULTI SUNT, QUI INTRANT PER EAM (Matth. 7. 13): ET SUB FINEM IN DIVITEM ET IN LAZARUM.
AGAINST THOSE WHO GO OFF TO THE CIRCUS GAMES, AND ON THAT PASSAGE OF THE GOSPEL, ENTER YE IN AT THE STRAIT GATE, FOR WIDE IS THE GATE AND BROAD IS THE WAY THAT LEADETH TO DESTRUCTION, AND MANY THERE BE WHICH GO IN THEREAT (Matt. 7:13); AND TOWARDS THE CLOSE, ON THE RICH MAN AND LAZARUS.
1. Consuetam rursus attingere doctrinam volo, et spiritualem mensam vobis apponere: sed piget me cunctorque, dum video nullum vos ex assidua doctrina fructum capere.
1. Once again I wish to take up my accustomed teaching and set a spiritual table before you; yet it irks me and I hesitate when I see you reaping no fruit from this constant instruction.
PG 48:1044Read from the page
Quid igitur? Nihilne Lazarus peccavit? Imo vero, et Lazarus mala sua: cum tu bona tua recepisti, tum Lazarus mala: propterea nunc iste consolatur, tu vero cruciaris. Itaque si quando justum videris hic punitum, beatum illum praedica, et dicito: justus hic vel peccatum habet, et illud recipit, ac purus illuc abit: aut plus plectitur quam peccarit, et illi accessio justitiae reputatur. Illic enim ratio supputatur, aitque justo Deus: tantum habes a me: fortasse vero decem obolos illi credit, et rationem illi decem obolorum subducit. Quod si obolos sexaginta expenderit, ait illi Deus: Decem tibi obolos imputo ad peccatum, et ad justitiam quinquaginta. Verum ut discas id, quod restat, ad justitiam illi reputari, justus erat Job, sine crimine, verax, colens Deum, abstinens ab omni mala re: punitum hic fuit ejus corpus, ut illic mercedem reposceret. Quid enim ait illi Deus? Aliter putas me tibi respondisse, quam ut appareas justus (Job. 40. 3)? Eamdem igitur cum justis patientiam exhibentes, et aequalem rectae illorum conversationi tolerantiam exhibentes, parata sanctis Deum diligentibus bona recipiamus: quae nobis omnibus assequi contingat gratia et benignitate Domini nostri Jesu Christi, cui gloria et imperium in saecula saeculorum. Amen.
What then? Did Lazarus sin in no way? Nay rather, Lazarus also had his evil things: when thou didst receive back thy good things, then Lazarus received his evil things; therefore now he is comforted, whilst thou art tormented. Accordingly, whenever thou seest a righteous man punished here, proclaim him blessed, and say: This righteous man either has a sin and receives its due here, and departs thither pure; or else he is punished beyond what he sinned, and it is reckoned to him as an increase of righteousness. For there an account is cast up, and God says to the righteous man: So much hast thou of Mine: perchance He entrusts ten obols to him, and casts up an account with him for the ten obols. And if he has expended sixty obols, God says to him: Ten obols I impute to thee for sin, and fifty for righteousness. Yet that thou mayest learn that what remains over is reckoned to him for righteousness, Job was righteous, without blame, true, worshipping God, abstaining from every evil thing (cf. Job 1:1): his body was punished here, so that there he might claim his reward. For what does God say to him? Dost thou suppose that I have answered thee otherwise than that thou mayest appear righteous (Job 40:3 Vulg.; 40:8 LXX)? Displaying, therefore, the same patience as the righteous, and displaying an endurance equal to their upright manner of life, may we receive the good things prepared for the saints who love God: which may it befall us all to attain, by the grace and loving-kindness of our Lord Jesus Christ, to Whom be glory and dominion unto the ages of ages. Amen.
scio equidem vos homines perspicaces jam quod dicturi simus intelligere, nihilominus tamen a nobis dici necesse est. Et postea de divite et Lazaro pluribus agit. Demum numero 5, postquam Lazari mortem cum divitis obitu contulerat : Lubenter enim, ait, hanc rem saepe verso, ἡδέως γὰρ ταῦτα στρέφω συνεχῶς, ut nemo ex illis, qui egestate vel morbis et fame premuntur, se contemnat, et seipsum miserum arbitretur; sed patienter, etc. Ex quibus perspicuum est, hanc paulo post homilias illas
I know indeed that you, being discerning men, already understand what we are about to say, yet nevertheless it is necessary that it be spoken by us. And afterwards he treats at greater length concerning the rich man and Lazarus. Finally, in section 5, after he had compared the death of Lazarus with the decease of the rich man: Gladly indeed, says he, do I turn this matter over often — "for gladly do I turn these things over continually" — so that none of those who are weighed down by penury or diseases and famine may despise himself and deem himself wretched; but patiently, etc. From which it is evident that this homily was delivered shortly after those homilies
Quandoquidem agricola quoque postquam liberali manu semina sinui terrae commisit, neque dignum laboribus germen videt exoriri, non eadem cum animi alacritate agriculturam exercet: quoniam spes ubertatis frugum semper molestiam laborum imminuit.
For indeed the husbandman also, after he has entrusted the seeds with a liberal hand to the bosom of the earth, and sees no shoot springing forth worthy of his labours, does not practise tillage with the same alacrity of mind; since the hope of a rich yield of fruits always lessens the irksomeness of toils.
Notes, col. 1044

On the reading

Printed Quld, for Quid.

Printed enlm, for enim.

PG 48:1045Read from the page
ἐπειδὰν δαψιλεῖ τῇ χειρὶ τὰ σπέρματα τοῖς κόλποις τῆς γῆς παρακατάθηται, καὶ μὴ ἀξίαν τῶν πόνων ἴδῃ τὴν βλάστην γινομένην, οὐ μετὰ τῆς αὐτῆς προθυμίας τῆς γεωργίας ἅπτεται· ἡ γὰρ ἐλπὶς ἀεὶ τῆς τῶν καρπῶν φορᾶς ὑποτέμνεται τὸ βαρὺ τῶν πόνων. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς τὸν πολὺν τοῦτον πόνον τῆς διδασκαλίας κούφως ἂν ἠνέγκαμεν, εἰ ἐμάθομεν πλέον τι γινόμενον ἐκ τῆς παραινέσεως τῆς ἡμετέρας εἰς ὠφέλειαν τὴν ὑμετέραν. Νυνὶ δὲ ὅταν θεασώμεθα, ὅτι μετὰ τὰς τοσαύτας ἡμῶν παραινέσεις, μετὰ τὰς τοσαύτας νουθεσίας καὶ ἐπιπλήξεις (οὐδὲ γὰρ ἐπαυσάμεθα συνεχῶς ὑμᾶς ὑπομιμνήσκοντες τοῦ φοβεροῦ δικαστηρίου καὶ τῶν εὐθυνῶν τῶν ἀπαραιτήτων, καὶ τοῦ πυρὸς ἐκείνου τοῦ ἀσβέστου, καὶ τοῦ σκώληκος τοῦ ἀτελευτήτου). τινὲς τῶν ταῦτα ἀκουόντων (οὐδὲ γὰρ κατὰ πάντων ἐκφέρω τὴν ψῆφον, μὴ γένοιτο), πάντων τούτων ἐπιλαθόμενοι, πάλιν ἐπὶ τὴν σατανικὴν θεωρίαν τῆς ἱπποδρομίας ἑαυτοὺς ἐκδεδώκασι, ποίᾳ λοιπὸν προσδοκίᾳ τῶν αὐτῶν ἁψόμεθα πόνων, καὶ τὴν διδασκαλίαν αὐτοῖς ταύτην τὴν πνευματικὴν παραθήσομεν, ὁρῶντες μηδὲν πλέον αὐτοὺς ἐντεῦθεν καρπουμένους, ἀλλ' ἁπλῶς συνηθείᾳ τινὶ κατακολουθοῦντας, καὶ κροτοῦντας μὲν τὰ παρ' ἡμῶν λεγόμενα, καὶ δεικνύντας ἡμῖν ὡς μεθ' ἡδονῆς δέχονται τοὺς ἡμετέρους λόγους, καὶ μετὰ τοῦτο πάλιν ἐπὶ τὸν ἱππόδρομον τρέχοντας, καὶ μείζονας τοὺς κρότους ἐπὶ τοὺς ἡνιόχους ἐπιδεικνυμένους καὶ ἀκάθεκτον τὴν μανίαν, καὶ μετὰ πολλοῦ τοῦ τόνου συντρέχοντας, καὶ πρὸς ἀλλήλους πολλάκις διαπληκτιζομένους καὶ λέγοντας, ὅτι ὁ μὲν τῶν ἵππων οὐ καλῶς ἔδραμεν, ὁ δὲ ὑποσκελισθεὶς κατέπεσεν, καὶ ὁ μὲν τούτῳ τῷ ἡνιόχῳ ἑαυτὸν προσνέμει, ὁ δὲ τῷ ἑτέρῳ· καὶ οὐδαμοῦ ἔννοια οὐδὲ ὑπόμνησις τῶν ἡμετέρων λόγων, οὐδὲ τῶν πνευματικῶν καὶ φρικτῶν μυστηρίων τῶν ἐνταῦθα τελουμένων, ἀλλὰ καθάπερ αἰχμάλωτοι γενόμενοι ὑπὸ τῶν τοῦ διαβόλου παγίδων, ἐκεῖ διημερεύουσι, τῇ σατανικῇ θεωρίᾳ ἑαυτοὺς ἐκδεδωκότες, καὶ εἰς αἰσχύνην προκείμενοι καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τοῖς τὰ ἡμέτερα διασύρειν βουλομένοις;
when with a bounteous hand he has entrusted the seeds to the bosom of the earth, and sees the sprouting come forth unworthy of his labours, does not set his hand to tillage with the same eagerness; for the hope of the bearing of fruits always lightens the heaviness of toils. In the very same way we too would lightly have borne this great labour of teaching, if we had learned that something more was coming about from our exhortation towards your benefit. But now, when we behold that after so many exhortations of ours, after so many admonitions and rebukes (for neither have we ceased continually reminding you of the fearful tribunal and the inexorable reckonings, and of that unquenchable fire, and of the undying worm [cf. Mark 9:44]), some of those who hear these things (for I do not pronounce this verdict against all, far be it!), forgetting all these things, have again given themselves over to the satanic spectacle of the horse-races, with what expectation henceforth shall we take up the same labours, and set before them this spiritual teaching, seeing them reaping nothing more therefrom, but merely following along out of some habit, and applauding indeed the things spoken by us, and showing us that they receive our words with pleasure, and after this running off again to the hippodrome, and displaying louder applause for the charioteers and uncontrollable frenzy, and rushing together with great vehemence, and often wrangling with one another and saying that one of the horses did not run well, while another was tripped up and fell, and one allies himself with this charioteer, another with the other; and nowhere is there a thought or remembrance of our words, nor of the spiritual and awesome mysteries celebrated here, but just as though taken captive by the snares of the devil, they spend the whole day there, having given themselves over to the satanic spectacle, and exposing themselves to disgrace before both Jews and Greeks and those who wish to ridicule our affairs?
Τίς ἂν οὖν, κἂν σφόδρα ᾖ λίθινος, ἢ καὶ ἀναίσθητος, ταῦτα ἀναλγήτως ἐνεγκεῖν δυνήσεται, μήτι γε ἡμεῖς οἱ πατρικὴν φιλοστοργίαν περὶ πάντας ὑμᾶς ἐπιδείκνυσθαι σπουδάζοντες; Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ τὸ λυποῦν ἡμᾶς, ὅτι ἀνόνητον τὸν ἡμέτερον ἐπιδείκνυσθε κάματον, ἀλλὰ πολλῷ πλέον ἡμῶν καθάπτεται, ὅταν ἐννοήσωμεν ὅτι βαρυτέραν ἑαυτοῖς οἱ ταῦτα ποιοῦντες ἐργάζονται τὴν κατάκρισιν. Ἡμεῖς γὰρ τῶν πόνων τὴν ἀμοιβὴν ἀναμένομεν παρὰ τοῦ Δεσπότου· τὸ γὰρ ἡμέτερον ἅπαν πεποιήκαμεν, καὶ τὸ ἀργύριον κατεβάλομεν, καὶ τὸ τάλαντον τὸ ἐμπιστευθὲν ἡμῖν διενείμαμεν, καὶ οὐδὲν τῶν εἰς ἡμᾶς ἡκόντων παραλελοίπαμεν· οἱ δὲ τὰ ἀργύρια δεξάμενοι ταῦτα τὰ πνευματικὰ, ποίαν ἕξουσιν, εἰπέ μοι, ἀπολογίαν, ποίαν δὲ συγγνώμην, ὅταν μὴ μόνον αὐτὰ ἀπαιτῶνται, ἀλλὰ καὶ τὴν τούτων ἐργασίαν; ποίοις ὀφθαλμοῖς ὄψονται τὸν κριτήν; πῶς οἴσουσι τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν, τὰ κολαστήρια τὰ ἀφόρητα : Μὴ γὰρ εἰς ἄγνοιαν ἔχουσι καταφυγεῖν; Καθ' ἑκάστην ἡμέραν ἐνηχοῦμεν, παραινοῦμεν, προτρεπόμεθα, δεικνύομεν τῆς ἀπάτης τὸν ὄλεθρον, τῆς βλάβης τὸ μέγεθος, τῆς σατανικῆς πανηγύρεως τὸν δόλον, καὶ οὐδὲ οὕτω καθικέσθαι ἠδυνήθημεν. Καὶ τί λέγω τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν; Τέως τὰ ἐν-
Who then, even if he be utterly of stone or altogether insensible, will be able to bear these things without pain, much less we who strive to display a fatherly affection towards you all? For it is not this alone that grieves us, that you render our toil fruitless, but it touches us far more deeply when we reflect that those who do these things work out a heavier condemnation for themselves. For we await the recompense of our labours from the Master; for we have done all that is ours to do, and have deposited the silver, and have distributed the talent entrusted to us (cf. Matt. 25:14-27), and have left undone none of the things that pertain to us; whereas those who have received these spiritual moneys, what defence will they have, tell me, and what pardon, when not only the principal itself is demanded of them, but also the profit thereof? With what eyes will they behold the Judge? How will they endure that fearful day, the unbearable torments? For can they take refuge in ignorance? Every day we din it into your ears, we exhort, we urge, we point out the ruin of the deceit, the magnitude of the harm, the guile of the satanic festival, and not even so have we been able to reach you. And why do I speak of that fearful day? Meanwhile, the things he-
Notes, col. 1045

On the reading

Printed ἀτελευτήτου). τινὲς, for ἀτελευτήτου), τινὲς.

Printed ἀφόρητα : Μὴ, for ἀφόρητα; Μὴ.

PG 48:1046Read from the page
ταῦθα γυμνάσωμεν. Πῶς, εἰπέ μοι, οἱ τῆς σατανικῆς ἐκείνης μετασχόντες θεωρίας δυνήσονται μετὰ παῤῥησίας ἐνταῦθα παραγενέσθαι, τὸ συνειδὸς ἔχοντες κατεξανιστάμενον καὶ καταβοῶν μεγάλα; Ἢ οὐκ ἀκούουσιν οὗτοι τοῦ μακαρίου Παύλου λέγοντος τοῦ διδασκάλου τῆς οἰκουμένης, Τίς κοινωνία φωτὶ πρὸς σκότος, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Πόσης γὰρ οὐκ ἂν εἴη καταγνώσεως ἄξιον, ὅταν ὁ πιστὸς καὶ τῶν ἐνταῦθα τελουμένων καὶ εὐχῶν καὶ φρικτῶν μυστηρίων καὶ πνευματικῆς διδασκαλίας ἀπολαύων, μετὰ τὴν ἐνταῦθα τελετὴν ἀπελθὼν καθέζηται εἰς τὴν σατανικὴν ἐκείνην θεωρίαν μετὰ τοῦ ἀπίστου, μετὰ τοῦ ἐν τῷ σκότει τῆς ἀσεβείας πλανωμένου, ὁ τῷ φωτὶ τοῦ τῆς δικαιοσύνης ἡλίου καταυγασθείς; Πῶς, εἰπέ μοι, λοιπὸν ἐπιστομίσαι δυνησόμεθα ἢ Ἕλληνας ἢ Ἰουδαίους; πῶς δὲ ἐναγαγεῖν αὐτοὺς ἰσχύσομεν, καὶ πείσομεν μετατάξασθαι εἰς τὴν εὐσέβειαν, ὅταν ὁρῶσι τοὺς μεθ' ἡμῶν τεταγμένους εἰς τὰ ὀλέθρια ἐκεῖνα καὶ πάσης λύμης γέμοντα θέατρα συμφυρομένους αὐτοῖς; Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, μετὰ τὸ παραγενέσθαι ἐνταῦθα, καὶ ἐκκαθᾶραι τὸν λογισμὸν, καὶ τὴν διάνοιαν εἰς νῆψιν ἀγαγεῖν καὶ κατάνυξιν, πάλιν ἀπελθὼν ἐκεῖ καταῤῥυπαίνεις ἑαυτόν; Ἢ οὐκ ἀκούεις σοφοῦ τινος λέγοντος· Εἷς οἰκοδομῶν καὶ εἷς καθαιρῶν τί ὠφέλησαν πλέον ἢ κόπους; Ὃ δὴ καὶ νῦν γίνεται. Ὅταν γὰρ τὰ ἐνταῦθα ὑφ' ἡμῶν οἰκοδομηθέντα διὰ τῆς συνεχοῦς διδασκαλίας καὶ τῆς παραινέσεως ταύτης τῆς πνευματικῆς, ἀπελθὼν ἀθρόον ἐκεῖ πάντα καθέλῃς, καὶ εἰς ἔδαφος, ὡς εἰπεῖν, καταγάγῃς, ποῖον ὄφελος πάλιν ἡμᾶς ἄνωθεν τὰ τῆς οἰκοδομῆς ἐπιδείκνυσθαι, καὶ πάλιν ὑμᾶς τὰ τῆς καθαιρέσεως; πόσης τοῦτο ἀνοίας οὐκ ἂν εἴη καὶ παραπληξίας; Εἰπὲ γάρ μοι, εἰ ἐθεάσω ἐν ταῖς αἰσθηταῖς ταύταις οἰκοδομαῖς ταῖς διὰ τῶν λίθων γινομέναις τοῦτό τινα ποιοῦντα, οὐχὶ ὡς μεμηνότι αὐτῷ προσέξεις καὶ εἰκῇ καὶ μάτην κοπτομένῳ, καὶ εἰς οὐδὲν δέον πάντα τὰ αὐτοῦ καταναλίσκοντι; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς οἰκοδομῆς ταύτης τῆς πνευματικῆς λογίζου, καὶ τὴν αὐτὴν ἔκφερε ψῆφον. Ἰδοὺ γάρ· ἡμεῖς μὲν, ἐπειδὴ εἰς τοῦτο ἐτάχθημεν παρὰ τῆς τοῦ Θεοῦ χάριτος, καθ' ἑκάστην ἡμέραν τὴν οἰκοδομὴν ταύτην τὴν πνευματικὴν εἰς ὕψος ἐγείρομεν, καὶ πρὸς τὴν τῆς ἀρετῆς διδασκαλίαν ὑμᾶς ἐνάγειν σπουδάζομεν· τινὲς δὲ τῶν ἐνταῦθα συντρεχόντων τὴν μετὰ πολλοῦ πόνου αὐξηθεῖσαν οἰκοδομὴν ἐν μιᾷ καιροῦ ῥοπῇ μονονουχὶ ταῖς οἰκείαις χερσὶ διὰ τῆς ἀφάτου ταύτης ῥᾳθυμίας εἰς ἔδαφος κατάγουσιν, ἡμῖν μὲν πολλὴν τὴν ἀθυμίαν ἐντεῦθεν τίκτοντες, ἑαυτοῖς δὲ μέγιστον τὸν ὄλεθρον καὶ τὴν ζημίαν ἀφόρητον.
re let us examine. How, tell me, will those who have shared in that satanic spectacle be able to come hither with boldness, having their conscience rising up against them and crying out aloud? Or do these men not hear the blessed Paul, the teacher of the world, saying: What fellowship has light with darkness, or what portion has a believer with an unbeliever? (2 Cor. 6:14-15.) For of how great condemnation would it not be worthy, when the believer, who enjoys both the rites celebrated here — prayers and awesome mysteries — and spiritual teaching, departs after the service here and sits at that satanic spectacle with the unbeliever, with him who wanders in the darkness of ungodliness, he who has been illumined by the light of the Sun of righteousness? How, tell me, shall we henceforth be able to stop the mouths of either Greeks or Jews? And how shall we prevail to lead them on, and persuade them to come over to godliness, when they see those enrolled with us mingling with them in those ruinous theatres teeming with every defilement? For on what account, tell me, after coming hither, and cleansing your reasoning, and bringing your mind to sobriety and compunction, do you go off there again and befoul yourself? Or do you not hear a certain wise man saying: One building up and one pulling down — what have they profited more than toils? (Sir. 34:23.) Which very thing is happening now also. For when the things built up here by us through continual teaching and this spiritual exhortation, you go off there and all at once pull down everything, and bring it down, so to speak, to the ground, what profit is there that we again display from the beginning the work of building up, and you again the work of pulling down? Of how great folly and derangement would this not be? For tell me, if in these visible buildings constructed of stones you saw someone doing this, will you not regard him as raving mad and wearying himself at random and in vain, and squandering all his possessions to no needful end? In the very same way reckon also concerning this spiritual building, and pronounce the same verdict. For behold: we, since we were appointed to this by the grace of God, every day raise this spiritual building on high, and strive to lead you on towards the teaching of virtue; whereas some of those who gather together here, in a single turn of a moment, all but with their own hands through this unspeakable sloth bring down to the ground the building raised with much labour, begetting thereby great despondency for us, and for themselves the greatest ruin and unbearable loss.
βʹ. Τάχα σφοδροτέραν τὴν ἐπιτίμησιν ἐποιησάμεθα· ὅσον μὲν πρὸς τὴν ἡμετέραν φιλοστοργίαν σφοδροτέραν, ὅσον δὲ πρὸς τὸ μέγεθος τοῦ πλημμελήματος οὐδὲ τὴν ἀξίαν. Ἀλλ' ὅμως ἐπειδὴ δεῖ καὶ τοῖς πεπτωκόσι χεῖρα ὀρέγειν, καὶ περὶ τοὺς τοσοῦτον ἐῤῥαθυμηκότας τὴν πατρικὴν εὔνοιαν ἐπιδείξασθαι, οὐδὲ οὕτως ἀπαγορεύομεν αὐτοῖς τὴν σωτηρίαν· μόνον ἐὰν βουληθῶσι μηκέτι τοῖς αὐτοῖς πάλιν περιπεσεῖν, ἀλλὰ μέχρι τούτου στῆσαι τὰ τῆς ῥᾳθυμίας, καὶ ἀπαγορεῦσαι ἑαυτοῖς τὴν ἐπὶ τὰς ἱπποδρομίας ἄνοδον, καὶ πᾶσαν τὴν τοιαύτην σατανικὴν θεωρίαν.
2. Perhaps we have made our rebuke too severe: in proportion to our affection, too severe, yet in proportion to the magnitude of the offence, not even what it deserves. Nevertheless, since one must stretch out a hand even to those who have fallen, and display fatherly goodwill towards those who have been so slothful, not even so do we despair of their salvation — if only they be willing no longer to fall again into the same faults, but to halt their sloth at this point, and to forbid themselves the ascent to the horse-races, and every such satanic spectacle.
Δεσπότην γὰρ ἔχομεν φιλάνθρωπον καὶ ἥμερον
For we have a Master Who loves mankind and is gentle