ρον καταφρονούμενον, ἐννόησον τὸν πλούσιον εὐημεροῦντα καὶ ἀπολαύοντα τρυφῆς, καὶ μηδέν σε θορυβείτω τῶν ἐν τῷ βίῳ γινομένων. Ἐὰν γὰρ λογισμὸν ἔχῃς ἠκριβωμένον, οὐ βαπτίζει σε τὰ κύματα, οὐ γίνεται ὑποβρύχιον τὸ πλοῖον, ἐὰν τῇ διακρίσει τῶν λογισμῶν διαιρῇς τῶν πραγμάτων τὴν φύσιν. Τί μοι λέγεις, Τὸ σῶμά μου στενοχωρεῖται ; Ἡ διάνοιά σου μὴ παραβλαβείη. Ὁ δεῖνα πλούσιος καὶ πονηρός· καὶ τί τοῦτο ; ἀλλ' ἡ κακία οὐκ αἰσθητή. Μή μοι ἀπὸ τῶν ἔξωθεν τὸν ἄνθρωπον, ἀλλὰ τῶν ἔνδοθεν δοκίμαζε. Ἐὰν ἴδῃς δένδρον, τὰ φύλλα καταμανθάνεις, ἢ τὸν καρπόν ; Οὕτω δὴ καὶ ἐπὶ τοῦ ἀνθρώπου, ἐὰν ἴδῃς ἄνθρωπον, μὴ τὰ ἔξωθεν δοκίμαζε, ἀλλὰ τὰ ἔνδοθεν· τὸν καρπὸν καταμάνθανε, καὶ μὴ τὰ φύλλα. Μήποτε ἀγριελαία μὲν ἔστι, νομίζεται δὲ ἐλαία· μήποτε λύκος μὲν ἔστι, νομίζεται δὲ εἶναι ἄνθρωπος. Μὴ τοίνυν ἀπὸ τῆς φύσεως καταμάνθανε, ἀλλ' ἀπὸ τῆς προαιρέσεως, μὴ ἀπὸ τῆς ὄψεως, ἀλλ' ἀπὸ τῆς γνώμης· καὶ οὐκ ἀπὸ τῆς γνώμης μόνον, ἀλλὰ καὶ περιεργάζου αὐτοῦ τὸν βίον. Εἰ φιλοπτωχίαν ἔχει, ἄνθρωπός ἐστιν· εἰ δὲ ἐν ἐμπορίαις ἀναστρέφεται, δρῦς ἐστιν· εἰ δὲ θυμῷ θηριώδης ἐστὶ, λέων ἐστίν· εἰ δὲ ἅρπαξ ἐστὶ, λύκος ἐστίν· εἰ δὲ ὕπουλός ἐστι, ἀσπίς ἐστι. Καὶ εἰπέ · Ἐγὼ ἄνθρωπον ζητῶ, τί μοι ἔδειξας θηρίον ἀντὶ ἀνθρώπου ; Μάθε τί ποτε ἀρετὴ ἀνθρώπου, καὶ μὴ θορυβοῦ. Ἦν τοίνυν ὁ Λάζαρος ἐν τῷ πυλῶνι κείμενος, ἡλκωμένος, λιμῷ τηκόμενος· οἱ δὲ κύνες ἐρχόμενοι ἔλειχον αὐτοῦ τὰ τραύματα· τοῦ ἀνθρώπου οἱ κύνες φιλανθρωπότεροι ἔλειχον αὐτοῦ τὰ τραύματα, καὶ τὴν σηπεδόνα περιῄρουν καὶ ἐξεκάθαιρον. Ἔκειτο δὲ ἐκεῖνος καθάπερ χρυσίον ἐν καμίνῳ παρακαθεζόμενος, καὶ δοκιμώτερος γινόμενος· οὐκ εἶπεν ὃ πολλοὶ τῶν πενήτων· Ταῦτα προνοίας ; ἆρα Θεὸς ἐφορᾷ τὰ ἀνθρώπινα ; ἐγὼ ἐν δικαιοσύνῃ, καὶ πένομαι, καὶ οὗτος ἐν ἀδικίᾳ , καὶ πλουτεῖ ; Οὐδὲν τούτων ἐλογίσατο, ἀλλὰ παρεχώρει τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ φιλανθρωπίας· τὴν ψυχὴν τὴν ἑαυτοῦ ἀποσμήχων, τὴν καρτερίαν φέρων, τὴν ὑπομονὴν ἐνδεικνύμενος, κείμενος τῷ σώματι, καὶ τρέχων τῇ διανοίᾳ, ἐπτερωμένος τῇ γνώμῃ, τὸ βραβεῖον ἁρπάζων, ἀναδὺς τῶν κακῶν, καὶ τῶν ἀγαθῶν μάρτυς. Οὐκ εἶπεν · Παράσιτοι μετὰ δαψιλείας ἀπολαύουσι, ἐγὼ δὲ ψιχίων οὐ καταξιοῦμαι· ἀλλὰ τί ; Ηὐχαρίστει, καὶ ἐδόξαζε τὸν Θεόν. Ἐγένετο ἀποθανεῖν αὐτούς· ἀπέθανεν ὁ πλούσιος, καὶ ἐτάφη· ἀπῆλθε καὶ ὁ Λάζαρος· οὐ γὰρ ἂν εἴποιμι, ἀπέθανε. Τοῦ μὲν γὰρ πλουσίου ὁ θάνατος θάνατος καὶ τάφος , τοῦ δὲ πένητος ὁ θάνατος ἀποδημία, καὶ πρὸς τὰ βελτίω μετάστασις, καὶ ἀπὸ τοῦ σκάμματος ἐπὶ τὰ βραβεῖα ὁ δρόμος , ἀπὸ τοῦ πελάγους ἐπὶ τὸν λιμένα, ἀπὸ τῆς παρατάξεως ἐπὶ τὸ τρόπαιον, ἀπὸ τῶν ἱδρώτων ἐπὶ τὸν στέφανον. Ἀπῆλθον ἀμφότεροι ἐκεῖ, ὁποῦ τὰ ἀληθινὰ πράγματα· ἐλύθη τὸ θέατρον, καὶ ἀπεκαλύφθη τὰ προσωπεῖα.
rus despised, consider the rich man prospering and enjoying luxury, and let nothing of the things that happen in life trouble you. For if you have an exact reasoning, the waves do not submerge you, the vessel does not sink under water, if by the discernment of your reasonings you distinguish the nature of things. Why do you say to me: My body is straitened? May your understanding suffer no harm! So-and-so is rich and wicked: and what is that? Yet his badness is not perceptible to the senses. Do not test a man for me from things without, but from things within. If you see a tree, do you examine the leaves, or the fruit? Just so in the case of man also, if you see a man, do not test the things without, but the things within; examine the fruit, and not the leaves. Perhaps it is a wild olive, yet is supposed an olive; perhaps he is a wolf, yet is supposed to be a man. Do not, therefore, examine from nature, but from chosen purpose; not from outward look, but from intent; and not from intent alone, but also pry carefully into his life. If he has love for the poor, he is a man; if he conducts himself in traffickings, he is an oak; if he is savage in temper, he is a lion; if he is rapacious, he is a wolf; if he is festering underneath, he is an asp. And say: I seek a man; why did you show me a wild beast in place of a man? Learn what the virtue of a man ever is, and do not be troubled. Lazarus, then, was lying in the gateway, ulcerated, melting away with famine; and the dogs coming licked his wounds (cf. Luke 16:20-21); the dogs, more humane than the man, licked his wounds, and took away and cleansed out the putrefaction. And that man lay sitting beside it just like gold in a furnace, and becoming more approved; he did not say what many of the poor say: Are these things of providence? Does God watch over human affairs? Am I in righteousness, and poor, while this man is in unrighteousness, and rich? None of these things did he reckon, but he yielded place to the incomprehensible depth of the loving-kindness of God: wiping clean his own soul, bearing endurance, displaying patience, lying prostrate in body, and running in understanding, winged in resolve, seizing the prize, rising up out of evils, and a witness of good things. He did not say: Parasites enjoy with lavishness, while I am not counted worthy even of crumbs; but what? He gave thanks, and glorified God. It came to pass that they died: the rich man died, and was buried (cf. Luke 16:22); Lazarus also departed—for I would not say, he died. For the death of the rich man is death and tomb, whereas the death of the poor man is a journey abroad, and a removal towards better things, and the race from the pit to the prizes, from the open sea to the harbour, from the battle-line to the trophy, from sweats to the crown. Both departed thither, where the true realities are: the theatre was disbanded, and the masks were unveiled.
Καθάπερ γὰρ ἐν τῷ θεάτρῳ τούτῳ ἐν μεσημβρίᾳ μέσῃ παραπετάσματα γίνεται, καὶ εἰσέρχονται πολλοὶ τῶν σκηνικῶν, ὑποκρινόμενοι , προσωπεῖα ἐν τῇ ὄψει ἔχοντες, καὶ μῦθον παλαιὸν ἀπαγγέλλοντες, καὶ τὰ πράγματα διηγούμενοι, καὶ ὁ μὲν γίνεται φιλόσοφος, οὐκ ὢν φιλόσοφος, ὁ δὲ γίνεται βασιλεὺς , οὐκ ὢν βασιλεὺς, ἀλλὰ σχῆμα ἔχων διὰ τῆς ὑφηγήσεως· ὁ δὲ ἰατρὸς οὐδὲ ξύλον μεταχειρίσασθαι δυνάμενος ,
For just as in this theatre at midday curtains are put up, and many of the stage-players enter, acting parts, wearing masks upon their face, and reciting an ancient myth, and recounting the deeds, and one man becomes a philosopher though he is not a philosopher, and another becomes a king though he is not a king, but holds the outward form through the stage-direction; and another a physician, though unable even to handle a piece of wood,