Migne Reading Room

PG 48 · cols. 959–962 · Read from the page

Homily on the Kalends

Homily on the Kalends

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:959Read from the page
θι, καὶ συνέγνως διὰ τὸν Θεόν. Νυνὶ δὲ πολλοὶ τούναντίον ποιοῦσι, καὶ ἐπὶ τῶν φίλων, καὶ ἐπὶ τῶν οἰκετῶν. Ὅταν μὲν γὰρ εἰς αὐτοὺς ἁμάρτωσιν, πικροὶ καὶ ἀσύγγνωστοι γίνονται δικασταί· ὅταν δὲ εἰς τὸν Θεὸν ἐνυβρίζωσι, καὶ τὰς ἑαυτῶν ἀπόλωσι ψυχὰς, οὐδένα ποιοῦνται λόγον. Πάλιν, φίλους ποιῆσαι χρή; Διὰ τὸν Θεὸν ποίησον. Ἐχθροὺς ποιῆσαι χρή; Διὰ τὸν Θεὸν ποίησον. Καὶ πῶς ἔστι φίλους ποιῆσαι διὰ τὸν Θεὸν καὶ ἐχθρούς; Ἂν μὴ τὰς φιλίας ἐκείνας ἐφελκώμεθα, ὅθεν ἐστὶ χρήματα λαβεῖν, ὅθεν κοινωνῆσαι τραπέζης, ὅθεν προστασίας ἀνθρωπίνης τυχεῖν, ἀλλ' ἐκείνους θηρεύωμεν καὶ ποιῶμεν φίλους, τοὺς δυναμένους ἡμῶν ἀεὶ ῥυθμίσαι τὴν ψυχὴν, συμβουλεῦσαι τὰ δέοντα, ἁμαρτάνουσιν ἐπιτιμῆσαι, πλημμελοῦντας ἐλέγξαι, ὑποσκελιζομένους ἀνορθῶσαι, καὶ συμβουλῇ καὶ εὐχαῖς βοηθοῦντας προσαγαγεῖν τῷ Θεῷ. Πάλιν ἐχθροὺς ἔξεστι ποιῆσαι διὰ τὸν Θεόν. Ἐὰν ἴδῃς τινὰ ἀκόλαστον, μιαρὸν, πονηρίας γέμοντα, δογμάτων ἀκαθάρτων πεπληρωμένον, ὑποσκελίζοντά σε καὶ παραβλάπτοντά σε, ἀπόστηθι καὶ ἀποπήδησον, καθάπερ καὶ ὁ Χριστὸς ἐκέλευσεν εἰπών· Ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ, κελεύων τοὺς φίλους ἐκείνους, τοὺς ἐν ὀφθαλμῶν τάξει ποθεινοὺς ὄντας, καὶ ἀναγκαίους ἐν τοῖς βιωτικοῖς πράγμασιν, ἀποκόπτειν, καὶ ἐκβάλλειν, ἂν παραβλάπτωσιν εἰς τὴν τῆς ψυχῆς σωτηρίαν ἡμᾶς. Ἂν συλλόγων κοινωνῇς, καὶ λόγον ἀποτείνῃς μακρὸν, διὰ τὸν Θεὸν καὶ τοῦτο ποίησον, κἂν σιγᾷς, διὰ τὸν Θεὸν σίγησον. Καὶ πῶς ἔστι συλλόγου κοινωνεῖν διὰ τὸν Θεόν; Ἂν συγκαθήμενός τισι, μηδὲν περὶ βιωτικῶν διαλέγῃ πραγμάτων, μηδὲ τῶν ἁπλῶν καὶ εἰκῆ καὶ οὐδὲν ἡμῖν προσηκόντων, ἀλλὰ περὶ φιλοσοφίας τῆς ἡμετέρας, περὶ γεέννης, περὶ βασιλείας οὐρανῶν, ἀλλὰ μὴ τὰ περιττὰ καὶ ἀνόνητα, οἷον· τίς ἀρχῆς ἐπέβη; τίς παρελύθη τῆς ἀρχῆς; τίνος οὖν ἕνεκεν ὁ δεῖνα ἐζημίωται; πόθεν ὁ δεῖνα ἐκέρδανε καὶ εὐπορώτερος γέγονε; τί κατέλιπεν ὁ δεῖνα τῷ δεῖνι τελευτῶν; πῶς δὲ ὁ δεῖνα ἀπέτυχεν, εἰς τοὺς πρώτους τῶν κληρονόμων ἐγγραφήσεσθαι προσδοκήσας; καὶ πολλὰ ἕτερα τοιαῦτα. Μὴ δὴ τὰ τοιαῦτα διαλεγώμεθα, μηδὲ ἑτέρων διαλεγόντων ἀνεχώμεθα· ἀλλὰ σκοπῶμεν τί ποιοῦντας, ἢ τί λέγοντας ἔστιν ἀρέσαι Θεῷ. Πάλιν ἔστι σιγῆσαι διὰ τὸν Θεὸν, ὑβριζόμενος, λοιδορούμενος, μυρία πάσχων κακὰ, ἂν φέρῃς γενναίως, καὶ μηδὲν ῥῆμα βλάσφημον ἐξενέγκῃς εἰς τὸν ταῦτα ποιοῦντα. Οὐκ ἐπαινέσαι δὲ καὶ ψέξαι μόνον, οὐδὲ ἔνδον μεῖναι καὶ ἐξελθεῖν, οὐδὲ φθέγξασθαι καὶ σιγῆσαι, ἀλλὰ καὶ κλαῦσαι καὶ λυπηθῆναι, καὶ ἡσθῆναι καὶ εὐφρανθῆναι ἔστιν εἰς δόξαν Θεοῦ. Ὅταν γὰρ ἴδῃς ἢ ἀδελφὸν ἁμαρτάνοντα, ἢ σαυτὸν παραπτώματι περιπεσόντα, εἶτα στενάξῃς καὶ λυπηθῇς, ἐκέρδανας ἀπὸ τῆς λύπης σωτηρίαν ἀμεταμέλητον, καθάπερ ὁ Παῦλός φησιν· Ἡ γὰρ κατὰ Θεὸν λύπη σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Ἂν ἴδῃς εὐδοκιμοῦντα ἕτερον, εἶτα μὴ βασκήνῃς, ἀλλ' ὡς ἐπὶ οἰκείοις ἀγαθοῖς εὐχαριστήσῃς τῷ Θεῷ, τῷ ποιήσαντι λαμπρόν σου τὸν ἀδελφὸν, καὶ τῆς χαρᾶς ταύτης πολὺν ἔλαβες τὸν μισθόν.
ve him, and you have forgiven for God's sake. Nowadays, however, many do the opposite, both with regard to friends and with regard to household servants. For when they sin against them, they become bitter and unforgiving judges; whereas when they insult God, and destroy their own souls, they take no account of it. Again, must one make friends? Make them for God's sake. Must one make enemies? Make them for God's sake. And how is it possible to make friends and enemies for God's sake? If we do not draw to ourselves those friendships whence it is possible to obtain money, whence to share a table, whence to gain human patronage, but hunt after and make friends of those men who are able always to regulate our soul, to counsel what is needful, to rebuke us when we sin, to reprove us when we err, to set us upright when we are tripped up, and, aiding us by counsel and prayers, to bring us near to God. Again, it is possible to make enemies for God's sake. If you see someone licentious, defiled, full of wickedness, filled with unclean doctrines, tripping you up and harming you, withdraw and leap away, just as Christ also commanded, saying: If thy right eye offend thee, pluck it out and cast it from thee (Matt. 5:29), commanding us to cut off and cast out those friends who are as cherished in rank as eyes, and indispensable in worldly affairs, if they harm us with regard to the salvation of our soul. If you partake in gatherings, and draw out a long discourse, do this also for God's sake; and even if you keep silent, keep silent for God's sake. And how is it possible to partake in a gathering for God's sake? If, while sitting with certain people, you converse nothing about worldly affairs, nor about idle and random things that in no way concern us, but about our philosophy, about Gehenna, about the kingdom of the heavens, and not superfluous and unprofitable things, such as: Who has acceded to office? Who has been deposed from office? For what reason, then, has so-and-so been fined? Whence has so-and-so made gain and become wealthier? What did so-and-so leave to so-and-so at his death? And how did so-and-so fail of his hope, having expected to be inscribed among the foremost of the heirs? and many other such things. Let us not, then, converse on such matters, nor endure it when others converse on them; but let us consider by doing what, or saying what, it is possible to please God. Again, it is possible to keep silent for God's sake: when insulted, reviled, suffering tenthousand evils, if you bear it nobly, and utter no reviling word against him who does these things. And not only to praise and to censure, nor only to remain within and to go out, nor only to speak and to keep silent, but also to weep and to grieve, and to be glad and to rejoice, is possible to the glory of God. For when you see either a brother sinning, or yourself having fallen into a transgression, and thereupon groan and grieve, you have gained from the grief a salvation not to be repented of, just as Paul says: For godly grief worketh salvation not to be repented of (2 Cor. 7:10). If you see another flourishing in repute, and thereupon do not envy him, but give thanks to God, Who has made your brother illustrious, as though over your own good things, you have also received an abundant reward for this joy.
PG 48:960Read from the page
εʹ. Τί γένοιτ' ἂν οὖν, εἰπέ μοι, τῶν βασκάνων ἐλεεινότερον, ὅταν ἐξὸν καὶ χαίρειν καὶ κερδαίνειν διὰ τὴν χαρὰν, αὐτοὶ καὶ λυπεῖσθαι αἱρῶνται μᾶλλον ἐπὶ ταῖς τῶν ἑτέρων εὐδοκιμήσεσι, καὶ μετὰ τῆς λύπης ἔτι καὶ κόλασιν ἐπισπᾶσθαι παρὰ τοῦ Θεοῦ, καὶ τιμωρίαν ἀφόρητον; Καὶ τί χρὴ λέγειν ἐπαίνους, καὶ ψόγους, καὶ λύπας, καὶ χαρὰς, ὅπου γε καὶ ἀπὸ τῶν μικροτάτων αὐτῶν καὶ εὐτελεστάτων πραγμάτων τὰ μέγιστ' ἔστι καρπώσασθαι, ἂν διὰ τὸν Θεὸν αὐτὰ ποιῶμεν; Τί γὰρ τοῦ κείρασθαι εὐτελέστερον; Ἀλλ' ἔστι καὶ τοῦτο ποιῆσαι διὰ τὸν Θεόν. Ὅταν γὰρ μὴ τὴν κόμην διαθῇς, μηδὲ καλλωπίσῃς τὴν ὄψιν, μηδὲ πρὸς δέλεαρ καὶ ἀπάτην τῶν ὁρώντων σαυτὸν κατακοσμήσῃς, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχε καὶ ὅσον ἡ χρεία ἀπαιτεῖ μόνον, διὰ τὸν Θεὸν τοῦτο ἐποίησας, καὶ πάντως ἕξεις τὸν μισθὸν, ὅτι ἐπιθυμίαν ἐκόλασας πονηρὰν, καὶ φιλοτιμίαν ἄκαιρον ἐνέκοψας. Ει γὰρ ὁ ποτήριον μόνον ψυχροῦ δοὺς διὰ τὸν Θεὸν, βασιλείαν οὐρανῶν κληρονομήσει, ὁ πάντα ποιῶν διὰ τὸν Θεὸν ἐννόησον πόσης ἀπολαύσεται τῆς ἀμοιβῆς. Ἔστι καὶ βαδίζειν διὰ τὸν Θεὸν, καὶ βλέπειν διὰ τὸν Θεόν. Πῶς ἔστι βλέπειν διὰ τὸν Θεὸν, καὶ βαδίζειν; Ὅταν μὴ πρὸς πονηρίαν τρέχῃς, ὅταν μὴ περιεργάζῃ τὰ ἀλλότρια κάλλη, ὅταν ἰδὼν γυναῖκα ἀπαντῶσαν, χαλινώσῃς τὸν ὀφθαλμὸν, τειχίσῃς τὴν ὄψιν τῷ τοῦ Θεοῦ φόβῳ, διὰ τὸν Θεὸν τοῦτ' ἐποίησας· ὅταν τὰ μὴ πολυτελῆ, καὶ μαλακωτέρους ἡμᾶς ποιοῦντα, ἀλλὰ τὰ δυνάμενα ἡμᾶς σκέπειν, ταῦτα περιβαλλώμεθα μόνον. Ἔστι καὶ μέχρις ὑποδημάτων τοῦτον ἐξαγαγεῖν τὸν νόμον. Καὶ γὰρ πολλοὶ πρὸς τοῦτο βλακείας καὶ ἀσωτίας ἐξώλισθον, ὡς καὶ τὰ ὑποδήματα καλλωπίζειν, καὶ πάντοθεν αὐτὰ ποικίλλειν, οὐχ ἧττον ἢ τὰς ὄψεις ἕτεροι· ὅπερ ψυχῆς ἐστιν ἀκαθάρτου καὶ διεφθαρμένης. Ει γὰρ καὶ αὐτὸ μικρὸν εἶναι δοκεῖ, ἀλλὰ μεγάλης ἐξωλείας δεῖγμα καὶ ἔλεγχος ἂν εἴη τοῦτο, καὶ ἐπ' ἀνδρῶν καὶ ἐπὶ γυναικῶν. Ἔξεστι τοίνυν καὶ ὑποδήμασι χρῆσθαι διὰ τὸν Θεὸν, ὅταν πανταχοῦ τὴν χρείαν ἐπιζητῶμεν, καὶ τοῦτο μέτρον τῆς ἀπολαύσεως ποιώμεθα. Καὶ ὅτι καὶ διὰ βαδίσεως καὶ διὰ στολῆς ἔστ⟨ι⟩ τὸν Θεὸν δοξάσαι, ἄκουσον τί φησι σοφός τις ἀνήρ· Στολισμὸς ἀνδρὸς, καὶ γέλως ὀδόντων, καὶ βῆμα ποδὸς ἀναγγέλλει τὰ περὶ αὐτοῦ. Ὅταν γὰρ κατεσταλμένοι [καὶ σεμνοὶ], καὶ σεμνότητος γέμοντες, καὶ πολλὴν πανταχόθεν ἐπιδεικνύμενοι τὴν σωφροσύνην φαινώμεθα· καὶ ἀπὸ ψιλῆς τῆς συντυχίας καὶ ὁ ἄπιστος, καὶ ὁ ἀκόλαστος, καὶ ὁ θορυβώδης τὸν τοιοῦτον ἰδὼν θαυμάσεται, κἂν ἁπάντων ἀναισθητότερος ᾖ. Κἂν γυναῖκα ἀγώμεθα, διὰ τὸν Θεὸν τοῦτο ποιῶμεν, ἵνα σωφρονῶμεν, οὐχ ἵνα τὴν οὐσίαν εὐπορωτέραν ἐργαζώμεθα, ἵνα ψυχῆς εὐγένειαν ἐπιζητῶμεν, μὴ χρημάτων περιουσίαν, μηδὲ προγόνων περιφάνειαν, ἀλλὰ τρόπων ἀρετὴν καὶ ἐπιείκειαν· συνέμπορον τοῦ βίου λαμβάνωμεν, οὐχὶ καπηλείας κοινωνόν. Καὶ τί δεῖ πάντα καταλέγειν; Ἔξεστι γὰρ λοιπὸν ἡμῖν ἐκ τῶν εἰρημένων ἕκαστον ἐφοδεύειν τῶν γινομένων καὶ πραττομένων, καὶ πάντα διὰ τὸν Θεὸν ποιεῖν. Καὶ καθάπερ οἱ ἔμποροι περιπλέοντες τὸ πέλαγος, καὶ εἰς πόλεις ὁρμίζοντες, οὐ πρότερον ἀποβαίνουσι τοῦ λιμένος, οὐδὲ εἰς τὴν ἀγορὰν ἀναβαίνουσιν, ἕως ἂν πύθωνται, ὅτι κέρδος ἔχει τι τῶν ἐκεῖ ἀποτεθειμένων· οὕτω καὶ σὺ μηδὲν μήτε πράξῃς, μήτ' εἴπῃς, ἂν μὴ κέρδος ἔχῃ τὸ κατὰ Θεόν. Καὶ μή μοι λέγε ὅτι οὐ δυνατὸν διὰ τὸν Θεὸν πάντα ποιεῖν. Ὅταν γὰρ ὑπόδεσις, καὶ κουρὰ, καὶ ἱματίων στολὴ, καὶ βάδισις, καὶ ὄψις, καὶ ῥήματα,
5. What, then, tell me, could be more pitiable than envious men, when, though it is in their power both to rejoice and to gain through the joy, they themselves choose rather both to grieve over the good repute of others, and along with their grief to draw down upon themselves chastisement from God as well, and unbearable punishment? And why need one speak of praises, and censures, and griefs, and joys, seeing that even from the very smallest and most trivial things it is possible to reap the greatest fruits, if we do them for God's sake? For what is more trivial than having one's hair shorn? Yet it is possible to do even this for God's sake. For when you do not arrange your hair, nor embellish your countenance, nor bedeck yourself as a bait and deceit for beholders, but simply and casually and only so far as need demands, you have done this for God's sake, and you will assuredly have the reward, because you have chastened wicked desire, and cut short untimely vanity. For if he who gives a cup of cold water only for God's sake shall inherit the kingdom of the heavens (Matt. 10:42), consider how great a recompense he shall enjoy who does all things for God's sake! It is possible also to walk for God's sake, and to look for God's sake. How is it possible to look for God's sake, and to walk? When you do not run to wickedness; when you do not pry curiously into the beauty of others; when, upon seeing a woman meeting you, you bridle your eye, and wall round your sight with the fear of God, you have done this for God's sake; when we clothe ourselves only in things that are not costly and do not render us softer, but that are able to shelter us. It is possible to extend this law even down to sandals. For indeed many have slipped out to such a pitch of effeminacy and profligacy as even to embellish their sandals, and variegate them on every side, no less than others do their countenances—which is the mark of an unclean and corrupted soul. For even if this in itself seems to be a small thing, yet it would be a token and proof of great perdition, both in men and in women. It is possible, therefore, to use even sandals for God's sake, when everywhere we seek out need, and make this the measure of our enjoyment. And that it is possible both through gait and through attire to glorify God, hear what a certain wise man says: A man's attire, and the laughter of his teeth, and the step of his foot declare the things concerning him (Ecclus. 19:27). For when we appear composed [and grave], and full of gravity, and displaying much sobriety on every side, even from a bare encounter both the unbeliever, and the licentious man, and the turbulent man, upon seeing such a one, will marvel, even if he be the most insensible of all. And even if we take a wife, let us do this for God's sake, that we may live chastely, not that we may make our substance wealthier; that we may seek out nobility of soul, not superfluity of money, nor illustriousness of ancestors, but virtue and gentleness of manners; let us take a fellow-traveller of life, not a partner in huckstering. And why need one recount all things? For hereafter it is possible for us from what has been said to go through each one of the things that happen and are done, and to do all things for God's sake. And just as merchants sailing round the sea, and putting in at cities, do not first disembark from the harbour, nor go up into the market-place, until they have learned that something of the wares stored up there holds a profit; so too do you neither do nor say anything, unless it holds the profit that is according to God. And do not say to me that it is not possible to do all things for God's sake. For when sandals, and haircutting, and attire of garments, and gait, and look, and words,
Notes, col. 960

On the reading

Printed Ει, for Εἰ.

Printed Ει, for Εἰ.

PG 48:961Read from the page
καὶ συνέδρια, καὶ εἴσοδοι καὶ ἔξοδοι, καὶ σκώμματα καὶ ἔπαινοι, καὶ ψόγοι καὶ ἐγκώμια, καὶ φιλίαι καὶ ἔχθραι δύνωνται διὰ τὸν Θεὸν γίνεσθαι, τί ἐστι λοιπὸν ὃ μὴ δυνατὸν γενέσθαι διὰ τὸν Θεὸν, ἂν θέλωμεν; Τί δεσμοφύλακος χεῖρον; οὐ πάντων βίος ὁ πονηρότατος εἶναι δοκεῖ; Ἀλλ' ἔξεστι τῷ βουλομένῳ κἀκεῖθεν κερδᾶναι, ὅταν τῶν δεδεμένων φείδηται, ὅταν τοὺς ἀδίκως ἐμβεβλημένους θεραπεύῃ, ὅταν μὴ πραγματεύηται ἀπ' ἀλλοτρίας συμφορᾶς, ὅταν κοινὸς προκέηται λιμὴν τοῖς δεομένοις ἅπασι. Οὕτως ὁ δεσμοφύλαξ ἐκεῖνος ἐσώθη ὁ ἐπὶ Παύλου· ὅθεν δῆλον ὅτι πάντοθεν, ἂν θέλωμεν, δυνάμεθα πραγματεύεσθαι.
and councils, and entrances and exits, and jests and praises, and censures and encomiums, and friendships and enmities are able to come about on account of God, what remains that is not possible to come about on account of God, if we wish? What is worse than a jailer? Does not his life seem to be the most wicked of all? Yet it is possible for him who wishes to gain even from there, when he spares the prisoners, when he tends those unjustly cast in, when he does not traffic out of another's misfortune, when a common harbour lies open for all who are in need. Thus that jailer in the time of Paul was saved; whence it is clear that from every quarter, if we wish, we are able to trade for gain.
ϛʹ. Τί φόνου χαλεπώτερον, εἰπέ μοι; Ἀλλ' ἠδυνήθη ποτὲ δικαιοσύνην τεκεῖν τῷ ποιήσαντι τοῦτο τὸ τόλμημα· τοσοῦτόν ἐστι τὸ διὰ τὸν Θεόν τι ποιεῖν. Καὶ πῶς ἠδυνήθη δικαιοσύνην ἐργάσασθαι φόνος; Οἱ Μαδιηναῖοι ποτὲ βουλόμενοι τὸν Θεὸν ἐκπολεμῶσαι τοῖς Ἰουδαίοις, καὶ ταύτῃ προσδοκῶντες αὐτῶν περιέσεσθαι, εἰ τῆς εὐνοίας αὐτοὺς ἀποστερήσαιεν τοῦ Δεσπότου, κόρας καλλωπίσαντες, καὶ τοῦ στρατοπέδου προστήσαντες, ἐδελέασαν αὐτοὺς, καὶ εἰς πορνείαν ἤγαγον, εἶτα ἐκεῖθεν εἰς ἀσέβειαν. Τοῦτο ἰδὼν Φινεὲς, μεταχειρισάμενος ξίφος, καὶ πορνεύοντας δύο καταλαβὼν, ἐν αὐτῇ τῇ ἁμαρτίᾳ ἀμφοτέρους ἐξεκέντησε, καὶ ἔστησε τοῦ Θεοῦ τὴν ὀργὴν ἀπὸ τῆς γνώμης. Καὶ τὸ μὲν γενόμενον φόνος ἦν, τὸ δὲ κατορθούμενον ἐξ ἐκείνου σωτηρία τῶν ἀπολλυμένων ἁπάντων, ὅθεν καὶ δικαιοσύνην ἤνεγκε τῷ ποιήσαντι. Καὶ οὐ μόνον οὐκ ἐμίανε τὰς χεῖρας, ἀλλὰ καὶ καθαρωτέρας εἰργάσατο ὁ φόνος ἐκεῖνος, καὶ μάλα εἰκότως· οὐ γὰρ τοὺς ἀναιρεθέντας μισῶν, ἀλλὰ τῶν λοιπῶν φειδόμενος τοῦτ' εἰργάσατο· ἀπέκτεινε δύο, καὶ ἔσωσε μυριάδας ἀπείρους. Καθάπερ γὰρ ἰατροὶ ποιοῦσι τὰ σεσηπότα τῶν μελῶν ἐκτέμνοντες, ὁλόκληρον σώζουσι τὸ σῶμα [καὶ ὑγιές]· οὕτω κἀκεῖνος ἐποίησε. Διὰ τοῦτό φησιν ὁ ψαλμῳδός· Ἔστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν, ἕως τοῦ αἰῶνος. Ἀθάνατος γοῦν ἡ μνήμη τοῦ κατορθώματος μένει. Πάλιν ἕτερος ηὔξατο, καὶ προσέκρουσε τῷ Θεῷ· τοσοῦτόν ἐστι τὸ μὴ ποιεῖν τι διὰ τὸν Θεόν· ὁ Φαρισαῖος λέγω. Ἀλλ' ὥσπερ Φινεὲς φόνον ποιήσας εὐ-
6. What is harder than murder, tell me? Yet it was once able to beget righteousness for him who did this daring deed; so great a thing it is to do anything on account of God. And how was murder able to work righteousness? The Midianites, wishing once to set God at war with the Jews, and expecting in this way to prevail over them if they should deprive them of the goodwill of the Master, adorned maidens and set them before the camp, baited them, and led them into fornication, then from there into impiety. Seeing this, Phinehas took a sword in hand, and catching two committing fornication, pierced them both through in the very sin, and stayed the wrath of God from its purpose. And what took place was murder, while what was achieved from it was the salvation of all who were perishing, whence it also brought righteousness to him who did it. And that murder not only did not defile his hands, but even rendered them purer, and quite reasonably so; for not out of hatred for those slain, but sparing the rest, did he work this: he killed two, and saved countless myriads. For just as physicians do when they cut away the putrefied members, and save the body whole [and sound], so too did he. On this account the psalmist says: Phinehas stood up and made atonement, and the breach abated, and it was reckoned to him for righteousness from generation to generation, for evermore. Immortal, then, remains the memory of the right deed. Again, another prayed, and offended God—so great a thing it is not to do anything on account of God: I mean the Pharisee. But just as Phinehas, having committed murder, was ap-
AD HOMILIAS DE LAZARO
ON THE HOMILIES ON LAZARUS
Qua anni tempestate et qua die primam de Lazaro homiliam habuerit Chrysostomus, cum ipse titulus declarat, μετὰ τὰς καλάνδας τῇ ἑξῆς ἐν Ἀντιοχείᾳ λεχθείς, Postridie Kalendas Antiochiae habitus sermo ; tum etiam hoc concionis exordium Hesternum diem, cum esset festum Satanae, fecistis festum Spiritus, Quia multo cum animi studio recepistis ea quae a nobis dicebantur, etc. Unde inferas primam illam de Lazaro homiliam dictam fuisse secundo Januarii die, post festum Saturnalium, quod vere festum Satanae erat, ubi temulentiae, tri-
At what season of the year and on what day Chrysostom delivered the first homily on Lazarus is declared both by the title itself—spoken at Antioch on the day after the Kalends, A discourse delivered at Antioch on the day after the Kalends—and also by this opening of the sermon: Yesterday, though it was a feast of Satan, you made a feast of the Spirit, because with much zeal of mind you received the things that were spoken by us, etc. Whence you may infer that this first homily on Lazarus was delivered on the second day of January, after the feast of the Saturnalia, which truly was a feast of Satan, when to drunkenness, re-
PG 48:962Read from the page
δοκίμησεν, οὕτω καὶ οὗτος οὐ παρὰ τὴν εὐχὴν, ἀλλὰ παρὰ τὴν γνώμην, μεθ' ἧς ηὔξατο, κατέπεσε προσκρούσας. Οὕτως ὅταν μὴ διὰ τὸν Θεὸν γίνηταί τι, κἂν πνευματικὸν ᾖ τὸ γινόμενον, τὰ μέγιστα βλάψειεν· ὥσπερ οὖν ὅταν διὰ τὸν Θεὸν γίνηται, κἂν βιωτικὸν ᾖ τὸ γινόμενον, τὰ μέγιστα ὠφελεῖ τὸν μετὰ φιλοθέου γνώμης ποιοῦντα. Τί γὰρ φόνου χεῖρον καὶ χαλεπώτερον; ἀλλ' ὅμως δίκαιον εἰργάσατο τὸν τολμήσαντα. Ποίαν οὖν ἕξομεν ἀπολογίαν ἡμεῖς οἱ λέγοντες, ὅτι οὐ δυνατὸν πάντοθεν κερδαίνειν, καὶ πάντα διὰ τὸν Θεὸν ἐργάζεσθαι, ὅταν εὑρεθῇ τις καὶ ἀπὸ φόνου κερδάνας; Ἂν ἐθέλωμεν προσέχειν, διὰ παντὸς τοῦ βίου τὴν πνευματικὴν ταύτην ἐμπορευσόμεθα πραγματείαν, κἂν πρίασθαί τι, κἂν ἀποδόσθαι δέῃ· οἷον ὅταν μὴ πλέον τῆς νενομισμένης ἀπαιτῶμεν τιμῆς, ὅταν μὴ τοὺς καιροὺς τῆς στενοχωρίας παρατηρῶμεν, καὶ τότε τοῖς δεομένοις μεταδιδῶμεν· Ὁ γὰρ τιμιουλκῶν σῖτον δημοκατάρατος, φησί. Καὶ τί χρὴ καθ' ἕκαστον λέγειν, δέον δι' ἑνὸς ὑποδείγματος τὸ πᾶν συλλαβεῖν; Καθάπερ γὰρ οἱ οἰκοδόμοι, ἐπειδὰν μέλλωσι τοῖχον ἐγείρειν, σπαρτίον τείναντες ἀπὸ γωνίας εἰς γωνίαν, οὕτως ὑφαίνουσι τὴν οἰκοδομὴν, ὥστε μὴ ἀνώμαλον αὐτῆς γενέσθαι τὴν ἐπιφάνειαν· οὕτω δὴ καὶ ἡμεῖς ἀντὶ σπαρτίου τὸ ῥῆμα τοῦτο τείναντες τὸ λέγον· Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ἕτερον ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Ἄν τε εὐχώμεθα, ἄν τε νηστεύωμεν, ἄν τε ἐγκαλῶμεν, ἄν τε συγγινώσκωμεν, ἄν τε ἐπαινῶμεν, ἄν τε ψέγωμεν, ἄν τε εἰσίωμεν, ἄν τε ἐξίωμεν, ἄν τε πωλῶμεν, ἄν τε ἀγοράζωμεν, ἄν τε σιγῶμεν, ἄν τε διαλεγώμεθα, ἄν τε ἄλλο ὁτιοῦν πράττωμεν, εἰς δόξαν Θεοῦ πάντα ποιῶμεν, κἂν μή τι εἰς δόξαν Θεοῦ γίνηται, μηδὲ γινέσθω, μηδὲ λεγέσθω παρ' ἡμῶν· ἀλλ' ἀντὶ βακτηρίας μεγάλης, ἀνθ' ὅπλου καὶ ἀσφαλείας, ἀντὶ θησαυρῶν ἀφάτων, ὅπουπερ ἂν ὦμεν, τὸ ῥῆμα τοῦτο μεθ' ἑαυτῶν περιφέρωμεν, ἐγγράψαντες τῇ διανοίᾳ, ἵνα πάντα εἰς δόξαν Θεοῦ καὶ ποιήσαντες καὶ εἰπόντες καὶ πραγματευσάμενοι, τῆς παρ' αὐτοῦ τύχωμεν δόξης καὶ ἐνταῦθα καὶ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν. Τοὺς γὰρ δοξάζοντάς με, φησὶ, δοξάσω. Μὴ τοίνυν ῥήμασιν, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων αὐτὸν δοξάζωμεν συνεχῶς σὺν Χριστῷ τῷ Θεῷ ἡμῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
proved, so also this man, not on account of the prayer, but on account of the disposition with which he prayed, fell by giving offence. Thus when anything comes about not on account of God, even if what comes about be spiritual, it would do the greatest harm; just as, then, when it comes about on account of God, even if what comes about be secular, it greatly benefits him who does it with a God-loving purpose. For what is worse and harder than murder? Yet nevertheless it rendered righteous him who dared it. What defence, then, shall we have who say that it is not possible to gain from every quarter and to work all things on account of God, when someone is found who gained even from murder? If we are willing to pay heed, throughout our whole life we shall traffic in this spiritual business, even if one must buy something or sell it: as when we do not demand more than the customary price, when we do not watch for times of scarcity, and then impart to those in need; For he who drives up the price of corn is cursed by the people, he says. And why need one speak of each case severally, when one ought to comprehend the whole by a single example? For just as builders, whenever they are about to raise a wall, stretch a cord from corner to corner, and thus weave the structure so that its surface may not become uneven; even so let us also, in place of a cord, stretch this word which says: Whether you eat, or drink, or do anything else, do all things to the glory of God. Whether we pray, or fast, or accuse, or pardon, or praise, or blame, or enter in, or go out, or sell, or buy, or keep silence, or converse, or do anything else whatsoever, let us do all things to the glory of God; and if anything be not done to the glory of God, let it neither be done nor be spoken by us; but in place of a great staff, in place of a weapon and security, in place of unspeakable treasures, wherever we may be, let us carry this word about with ourselves, having inscribed it upon our mind, so that having both done and spoken and transacted all things to the glory of God, we may obtain the glory from Him both here and after our departure from here. For them that glorify Me, He says, I will glorify. Not in words, therefore, but also through deeds let us glorify Him continually with Christ our God, for to Him is due all glory, honour, and worship, now and always and unto the ages of ages. Amen.
pudiis, saltationibus, comessationibus, aliisque ex Bacchico illo furore consequentibus, operam dabat pars maxima civitatis. Videturque eodem anno habita quo homilia in Kalendas, quando ut dissolutos mores vi compesceret, strenue contra satanicam hanc consuetudinem concionatus est sanctus doctor ; idipsum enim declarat in exordio homiliae hujus primae de Lazaro. De anno autem ne probabili quidem conjectura quidpiam statuere possumus. Nam quae Hermantius atque Tillemontius dicunt, ut has homilias in annum 387 conferant,
vels, dances, carousings, and the other things resulting from that Bacchic frenzy, the greatest part of the city devoted itself. And it seems to have been delivered in the same year as the homily on the Kalends, when, to curb dissolute morals by force, the holy doctor preached strenuously against this satanic custom; for he declares that very thing in the opening of this first homily on Lazarus. Concerning the year, however, we cannot establish anything even by probable conjecture. For what Hermant and Tillemont say, in order to assign these homilies to the year 387,