Migne Reading Room

PG 48 · cols. 953–958 · Read from the page

Homily on the Kalends

Homily on the Kalends

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:953Read from the page
Τοῦ αὐτοῦ λόγος ἐν ταῖς καλάνδαις, μὴ προελθόντος τοῦ ἐπισκόπου Ἀντιοχείας Φλαβιανοῦ. Ἐλέχθη δὲ κατὰ τῶν παρατηρούντων τὰς νεομηνίας, καὶ κατὰ τὴν πόλιν (a) χορείας τελούντων, καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου· Τὰ πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.
A discourse of the same on the Kalends, when Flavian the Bishop of Antioch did not come forth in public; spoken against those who observe the new moons and hold choral dances throughout the city (a), and upon the saying of the Apostle: Do all things to the glory of God.
αʹ. Καθάπερ χορὸς τὸν χορυφαῖον ἐπιζητεῖ, καὶ ναυτῶν πλήρωμα τὸν κυβερνήτην, οὕτω καὶ ὁ τῶν ἱερέων τούτων σύλλογος τὸν ἀρχιερέα καὶ κοινὸν πατέρα τήμερον. Ἀλλ' ἐπὶ μὲν τοῦ χοροῦ καὶ τοῦ πλοίου πολὺ καὶ τοῦ κόσμου καὶ τῆς ἀσφαλείας ἡ τῶν προεστώτων ἀπουσία παρασπᾶται πολλάκις· ἐνταῦθα δὲ οὐχ οὕτως. Ει γὰρ καὶ μὴ τῇ σαρκὶ πάρεστιν, ἀλλὰ τῷ πνεύματι πάρεστι, καὶ νῦν μεθ' ἡμῶν ἐστιν οἴκοι καθήμενος, ὥσπερ καὶ ἡμεῖς μετ' ἐκείνου ἑστῶτες ἐνταῦθα. Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις, τοὺς ἐκ πολλοῦ διαστήματος ὄντας συναγαγεῖν εἴωθε καὶ συνδεῖν. Τὸν γοῦν ἐν ἀλλοτρίᾳ διατρίβοντα καὶ μακροῖς διειργόμενον ἡμῶν πελάγεσιν ἂν φιλῶμεν, καθ' ἑκάστην φανταζόμεθα τὴν ἡμέραν, ὥσπερ οὖν ὅταν πρός τινα ἀηδῶς ἔχωμεν, οὐδ' ἐγγὺς ἑστῶτα βλέπειν δοκοῦμεν πολλάκις. Οὕτω παρούσης μὲν ἀγάπης οὐδὲν βλάβος ἐκ τοῦ κατὰ τὸν τόπον διαστήματος, ἀπούσης δὲ οὐδὲν ὄφελος ἐκ τῆς τῶν τόπων ἐγγύτητος. Πρώην γοῦν ἡμῶν ἐγκωμιαζόντων τὸν μακάριον Παῦλον, οὕτως ἐσκιρτήσατε, ὡς αὐτὸν ὁρῶντες παρόντα· καίτοι τὸ μὲν σῶμα ἐν τῇ βασιλίδι κεῖται Ῥώμῃ, ἡ δὲ ψυχὴ ἐν ταῖς χερσὶ τοῦ Θεοῦ· Δικαίων γὰρ ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος· ἀλλ' ὅμως ἡ τῆς ἀγάπης δύναμις πρὸ τῶν ὀφθαλμῶν αὐτὸν ἔστησε τῶν ὑμετέρων. Καὶ ἐβουλόμην μὲν εἰς τὴν αὐτὴν ὑπόθεσιν καταβῆναι καὶ τήμερον, ἀλλὰ πρὸς ἕτερα κατεπείγοντα ἡμῖν ὁ λόγος ὥρμηται, τὰ σήμερον ὑπὸ τῆς πόλεως ἁπάσης ἁμαρτηθέντα. Τοὺς γὰρ ἀκούοντας τῶν ἐγκωμίων Παύλου πρότερον τῆς ἀρετῆς τοῦ Παύλου ζηλωτὰς εἶναι χρὴ, καὶ τῆς τοιαύτης ἀκροάσεως ἀξίους. Ἐπεὶ οὖν οὐ πάρεστιν ἡμῖν ὁ πατὴρ, φέρε, ταῖς εὐχαῖς ταῖς ἐκείνου θαρῥήσαντες τῆς πρὸς ὑμᾶς διδασκαλίας ἁψώμεθα. Καὶ γὰρ Μωϋσῆς οὐ παρὼν τῷ σώματι τοῖς πολεμοῦσιν, οὐδὲν ἔλαττον τῶν πολεμούντων, ἀλλὰ καὶ πολλῷ πλέον, εἰς τὴν μάχην συνετέλεσεν ἐκείνην, τῇ τῶν χειρῶν ἐκτάσει τὰ πράγματα τῶν οἰκείων ἐπαίρων, καὶ φοβερὰ τοῖς ἐναντίοις ποιῶν. Ὥσπερ γὰρ ἡ τῆς ἀγάπης δύναμις οὐ διείργεται διαστήματι τόπου, οὕτως οὐδὲ ἡ τῆς εὐχῆς ἐνέργεια, ἀλλ' ὥσπερ ἐκείνη τοὺς ἀλλήλων ἀφεστῶτας συνδεῖ, οὕτω καὶ αὕτη τοὺς πόρῥωθεν ὄντας τὰ μέγιστα ὠφε-
1. Just as a chorus seeks out its leader, and a ship's crew its helmsman, so too does the assembly of these priests seek out the archpriest and common father today. Yet in the case of the chorus and the vessel, the absence of those presiding often detracts greatly both from order and from safety; whereas here it is not so. For even if he is not present in the flesh, yet he is present in the spirit, and is with us now while sitting at home, just as we too are with him while standing here. For such is the power of love: it is accustomed to gather together and bind fast those who are a great distance apart. Accordingly, if we love one who dwells in a foreign land and is sundered from us by wide seas, we picture him every day, just as, when we are ill-disposed towards someone, often we do not even seem to behold him when he stands near by. Thus when love is present, there is no harm from distance of place, whereas when it is absent, there is no benefit from nearness of places. Why, the other day, when we were delivering encomiums upon the blessed Paul, you leapt up just as though beholding him present; and yet his body lies in the imperial city of Rome, while his soul is in the hands of God—For the souls of the righteous are in the hand of God, and no torment shall touch them (Wisd. 3:1)—nevertheless, the power of love set him before your eyes. And I was wishing indeed to enter upon the same theme today also, but our discourse has hastened on to other urgent matters, the sins committed today by the whole city. For those who listen to the encomiums of Paul ought first to be zealous emulators of Paul's virtue, and worthy of such a hearing. Since, therefore, our father is not present with us, come, taking courage from his prayers, let us set our hand to your instruction. For Moses too, though not present in body with those fighting, contributed no less than the combatants—nay, much more—to that battle, raising up the affairs of his own people by the outstretching of his hands, and making them formidable to their adversaries (Exod. 17:11). For just as the power of love is not sundered by distance of place, so neither is the efficacy of prayer; but just as the former binds together those separated from one another, so too this latter is able in the highest degree to benefit those who are afar off-
Notes, col. 953

On the reading

Printed Ει, for Εἰ.

PG 48:954Read from the page
λεῖν δύναται. Θαρῥοῦντες τοίνυν ἐπὶ τὴν μάχην χωρῶμεν. Καὶ γὰρ καὶ ἡμῖν πόλεμος συνέστηκε νῦν, οὐκ Ἀμαληκιτῶν ἐπελθόντων, καθάπερ τότε, οὐδ' ἑτέρων τινῶν βαρβάρων καταδραμόντων, ἀλλὰ δαιμόνων πομπευσάντων ἐπὶ τῆς ἀγορᾶς.
to benefit. Taking courage, therefore, let us advance to the battle. For with us also a war has now been joined, not with Amalekites attacking, just as then, nor with certain other barbarians overrunning us, but with demons parading in procession upon the market-place.
Αἱ γὰρ διαβολικαὶ παννυχίδες αἱ γινόμεναι τήμερον, καὶ τὰ σκώμματα, καὶ αἱ λοιδορίαι, καὶ αἱ χορεῖαι αἱ νυκτεριναὶ, καὶ ἡ καταγέλαστος αὕτη κωμῳδία, παντὸς πολεμίου χαλεπώτερον τὴν πόλιν ἡμῶν ἐξῃχμαλώτισαν, καὶ δέον ἐπὶ τούτοις κατεστάλθαι, πενθεῖν, καταδύεσθαι, καὶ τοὺς ἡμαρτηκότας, καὶ τοὺς οὐχ ἡμαρτηκότας, τοὺς μὲν ὑπὲρ ὧν ἐπλημμέλησαν, τοὺς δὲ ὑπὲρ ὧν τοὺς ἀδελφοὺς εἶδον ἀσχημονήσαντας· περιχαρὴς ἡμῖν ἡ πόλις γέγονε καὶ φαιδρὰ, καὶ ἐστεφάνωται, καὶ καθάπερ γυνὴ φιλόκοσμος καὶ πολυτελὴς, οὕτως ἡ ἀγορὰ φιλοτίμως ἐκαλλωπίσατο σήμερον, χρυσία περιθεμένη, καὶ ἱμάτια πολυτελῆ, καὶ ὑποδήματα, καὶ ἕτερά τινα τοιαῦτα, τῶν ἐν τοῖς ἐργαστηρίοις ἑκάστου τῇ τῶν οἰκείων ἔργων ἐπιδείξει τὸν ὁμότεχνον παραδραμεῖν φιλονεικοῦντος. Ἀλλ' αὕτη μὲν ἡ φιλοτιμία, εἰ καὶ παιδικῆς ἐστι διανοίας, καὶ ψυχῆς οὐδὲν μέγα οὐδὲ ὑψηλὸν φανταζομένης, ἀλλ' ὅμως οὐ τοσαύτην ἐπισύρεται βλάβην, ἀλλ' ἀνόητός τίς ἐστι μόνον σπουδὴ, γέλωτα καταχέουσα τῶν περὶ ταῦτα ἐσπουδακότων. Εἰ γὰρ καλλωπίζειν βούλει, μὴ τὸ ἐργαστήριον, ἀλλὰ τὴν σαυτοῦ ψυχήν· μὴ τὴν ἀγορὰν, ἀλλὰ τὴν διάνοιαν· ἵνα ἄγγελοι θαυμάσωσι, καὶ ἀρχάγγελοι τὸ γινόμενον ἀποδέξωνται, καὶ ὁ τῶν ἀγγέλων Δεσπότης ἀμείψηταί σε ταῖς παρ' ἑαυτοῦ δωρεαῖς· ὡς αὕτη γε ἡ ἐπίδειξις, ἡ νῦν γινομένη, καὶ γέλωτα καὶ βασκανίαν φέρει, παρὰ μὲν τῶν ὑψηλοτέρων τὴν διάνοιαν γέλωτα, παρὰ δὲ τῶν τὰ αὐτὰ νοσούντων βασκανίαν καὶ φθόνον πολύν.
For the diabolical all-night vigils that are taking place today, and the jeers, and the revilings, and the nocturnal dances, and this ridiculous farce, have led our city captive more grievously than any enemy; and when people ought over these things to behave soberly, to mourn, to sink down in shame—both those who have sinned and those who have not sinned, the former for the offences they committed, the latter for having seen their brethren acting unseemly—our city has become overjoyed and bright, and has crowned itself with garlands; and just like a woman fond of adornment and extravagant, so the market-place has ambitiously bedecked itself today, putting on gold ornaments, and costly garments, and sandals, and certain other such things, with each man in the workshops vying to outstrip his fellow-craftsman by the display of his own wares. Yet this rivalry, even if it belongs to a childish mind and a soul that imagines nothing great or sublime, nevertheless does not draw in its train so great a harm, but is only a foolish eagerness, pouring laughter upon those who have busied themselves about these things. For if you wish to adorn, adorn not the workshop, but your own soul; not the market-place, but your mind; so that angels may marvel, and archangels may welcome what is done, and the Master of the angels may requite you with the gifts that come from Himself; since this display at least, which is now taking place, brings both laughter and malicious envy—laughter from those who are loftier in mind, and malicious envy and much jealousy from those who suffer from the same maladies.
βʹ. Ἀλλ', ὅπερ ἔφην, οὐ τοσούτων ἐγκλημάτων ἀξία αὕτη ἡ φιλοτιμία· οἱ δὲ ἐν τοῖς καπηλείοις ἀγῶνες γινόμενοι τήμερον, οὗτοι μὲν μάλιστα ὀδυνῶσι, καὶ ἀσωτίας καὶ ἀσεβείας ἐμπεπλησμένοι πολλῆς· ἀσεβείας μὲν, ὅτι παρατηροῦσιν ἡμέρας οἱ ταῦτα ποιοῦντες, καὶ οἰωνίζονται, καὶ νομίζουσιν, εἰ τὴν νουμηνίαν τοῦ μηνὸς τούτου μεθ' ἡδονῆς καὶ εὐφροσύνης ἐπιτελέσαιεν, καὶ τὸν ἅπαντα τοιοῦτον ἕξειν ἐνιαυτόν· ἀσωτίας δὲ, ὅτι ὑπὸ τὴν ἕω γυναῖκες καὶ ἄνδρες φιάλας καὶ ποτήρια πληρώσαντες μετὰ πολλῆς τῆς ἀσωτίας τὸν ἄκρατον πίνουσι. Ταῦτα ἀνάξια τῆς ἡμε-
2. Yet, as I said, this rivalry is not deserving of so great accusations; whereas the contests taking place in the taverns today—these most of all cause grief, being filled with much debauchery and impiety: impiety, on the one hand, because those who do these things observe days, and divine by omens, and suppose that if they celebrate the new moon of this month with pleasure and merriment, they will have the whole year such as well; and debauchery, on the other hand, because at daybreak women and men, having filled bowls and cups, drink unmixed wine with much debauchery. These things are unworthy of our-
PG 48:955Read from the page
τέρας φιλοσοφίας, κἂν ὑμεῖς ποιῆτε, κἂν ἑτέρους ποιοῦντας περιίδητε, κἂν οἰκέτας, κἂν φίλους, κἂν γείτονας. Οὐκ ἤκουσας Παύλου λέγοντος· Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς· φοβοῦμαι μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς.
philosophy, whether you do them yourselves, or overlook others doing them, whether household servants, or friends, or neighbours. Did you not hear Paul saying: You observe days and months and seasons and years; I am afraid, lest perhaps I have laboured in vain among you (Gal. 4:10-11)?
Ἄλλως δὲ καὶ τῆς ἐσχάτης ἀνοίας ἂν εἴη ἀπὸ τῆς μιᾶς ἡμέρας, εἰ δεξιὰ γένοιτο, καὶ τοῦ παντὸς τοῦτο προσδοκᾷν ἐνιαυτοῦ· οὐκ ἀνοίας δὲ μόνον, ἀλλὰ καὶ διαβολικῆς ἐνεργείας ἡ κρίσις αὕτη, μὴ τῇ οἰκείᾳ σπουδῇ καὶ προθυμίᾳ, ἀλλὰ ταῖς τῶν ἡμερῶν περιόδοις τὰ κατὰ τὸν βίον ἐπιτρέπειν τὸν ἡμέτερον. Δεξιὸς ὁ ἐνιαυτὸς ἔσται σοι δι' ὅλου, οὐκ ἐὰν ἐν νουμηνίᾳ μεθύῃς, ἀλλ' ἐὰν καὶ ἐν νουμηνίᾳ, καὶ καθ' ἑκάστην ἡμέραν τὰ τῷ Θεῷ δοκοῦντα ποιῇς. Πονηρὰ γὰρ ἡμέρα καὶ ἀγαθὴ γίνεται, οὐ παρὰ τὴν οἰκείαν φύσιν, οὐδὲν γὰρ ἡμέρα διενήνοχεν ἡμέρας, ἀλλὰ παρὰ τὴν ἡμετέραν σπουδὴν καὶ ῥᾳθυμίαν. Ἂν δικαιοσύνην ἐργάσῃ, χρηστή σοι γέγονεν ἡ ἡμέρα· ἂν ἁμαρτίαν ἐργάσῃ, πονηρὰ καὶ κολάσεως γέμουσα. Ἂν ταῦτα φιλοσοφῇς, καὶ οὕτω διακείμενος ᾖς, ἅπαντα δεξιὸν ἕξεις τὸν ἐνιαυτὸν, εὐχὰς, ἐλεημοσύνας καθ' ἑκάστην ἐργαζόμενος τὴν ἡμέραν· ἂν δὲ τῆς μὲν κατὰ σαυτὸν ἀρετῆς ἀμελῇς, ἀρχαῖς δὲ μηνῶν καὶ ἀριθμοῖς ἡμερῶν ἐμπιστεύσῃς σου τῆς ψυχῆς τὴν εὐφροσύνην, πάντων ἔρημος ἔσῃ τῶν κατὰ σαυτὸν ἀγαθῶν. Ὅπερ οὖν καὶ ὁ διάβολος συνιδὼν, καὶ σπουδάζων ἡμῶν ἐκλῦσαι τοὺς περὶ τὴν ἀρετὴν πόνους, καὶ τῆς ψυχῆς σβέσαι τὴν προθυμίαν, ταῖς ἡμέραις ἐπιγράφειν ἐπαίδευσε τὰς εὐπραγίας καὶ τὰς κακοπραγίας. Ὁ γὰρ πείσας ἑαυτὸν ὅτι ἡμέρα ἐστὶ κακὴ καὶ ἀγαθὴ, οὔτε ἐν τῇ κακῇ τῶν ἀγαθῶν ἔργων ἐπιμελήσεται, ὡς εἰκῆ πάντα ποιῶν, καὶ οὐδὲν ὠφελῶν διὰ τὴν τῆς ἡμέρας ἀνάγκην· οὔτε ἐν τῇ ἀγαθῇ πάλιν τοῦτο ἐργάσεται, ὡς οὐδὲν ἐκ τῆς οἰκείας παραβλαπτόμενος ῥαθυμίας, διὰ τὴν τῆς πάλιν ἡμέρας εὐκληρίαν· καὶ οὕτως ἑκατέρωθεν τὴν ἑαυτοῦ προδώσει σωτηρίαν· καὶ ποτὲ μὲν ὡς ἀνόνητα πονῶν, ποτὲ δὲ ὡς περιττὰ, ἐν ἀργίᾳ καὶ πονηρίᾳ βιώσεται. Ὅπερ οὖν εἰδότας φεύγειν δεῖ τοῦ διαβόλου τὰς μεθοδείας, καὶ ταύτην ἐκβαλεῖν τῆς διανοίας τὴν ψῆφον, καὶ μὴ παρατηρεῖν ἡμέρας, μηδὲ τὴν μὲν μισεῖν, τὴν δὲ φιλεῖν. Οὐ γὰρ ἵνα ἡμᾶς εἰς ῥαθυμίαν ἐμβάλῃ μόνον, ἀλλ' ἵνα καὶ τοῦ Θεοῦ τὰ δημιουργήματα διαβάλῃ, ταῦτα ὁ πονηρὸς δαίμων ἐκεῖνος σκευωρεῖ, καὶ εἰς ἀσέβειαν ὁμοῦ καὶ εἰς ῥᾳθυμίαν τὰς ἡμετέρας καθελκύσαι βουλόμενος ψυχάς.
Besides, it would also be the utmost folly, from a single day, if it should turn out propitious, to expect this of the whole year as well; and not of folly only, but also of diabolical working is this judgement—to entrust the affairs of our life not to our own diligence and zeal, but to the cycles of days. The year will be propitious to you throughout, not if you get drunk at the new moon, but if both at the new moon and on every single day you do the things that seem good to God. For a day becomes evil or good, not by its own nature—for day differs in nothing from day—but by our diligence and sloth. If you work righteousness, the day has become good for you; if you work sin, evil and fraught with punishment. If you practise this philosophy and are so disposed, you will have the whole year propitious, performing prayers and almsdeeds every day; whereas if you neglect the virtue that depends upon yourself, and entrust the gladness of your soul to the beginnings of months and numbers of days, you will be bereft of all good things of your own. Perceiving which very thing, the devil, being eager to slacken our toils for virtue and to quench the zeal of the soul, taught men to ascribe their good fortunes and misfortunes to the days. For he who has persuaded himself that a day is evil or good will neither care for good works on the evil day, thinking that he does all in vain and avails nothing owing to the necessity of the day; nor again on the good day will he do this, thinking that he is nowise harmed by his own sloth owing again to the good fortune of the day; and thus on both sides he will betray his own salvation, and at one time thinking he labours unprofitably, at another superfluously, he will live in idleness and wickedness. Knowing this, therefore, we must flee the wiles of the devil, and cast this verdict out of our mind, and not observe days, nor hate the one and love the other. For not only that he may cast us into sloth, but also that he may slander the creations of God, does that wicked demon concoct these things, wishing to drag our souls down at once into impiety and into sloth.
Ἀλλ' ἡμᾶς ἀποπηδᾷν χρὴ, καὶ σαφῶς εἰδέναι ὅτι οὐδὲν κακὸν, ἀλλ' ἁμαρτία μόνον, καὶ οὐδὲν ἀγαθὸν, ἀλλ' ἀρετὴ μόνον, καὶ τὸ διὰ πάντων ἀρέσκειν Θεῷ, Οὐ ποιεῖ μέθη εὐφροσύνην, ἀλλ' εὐχὴ πνευματική· οὐκ οἶνος, ἀλλὰ λόγος διδασκαλικός. Ὁ οἶνος χειμῶνα, ὁ δὲ λόγος γαλήνην ἐργάζεται· ἐκεῖνος θόρυβον ἐπεισάγει, οὗτος ταραχὴν ἐκβάλλει· ἐκεῖνος σκοτοῖ τὴν διάνοιαν, οὗτος ἐσκοτισμένην φωτίζει· ἐκεῖνος ἀθυμίας τὰς οὐκ οὔσας ἐμβάλλει, οὗτος τὰς οὔσας ἀπελαύνει. Οὐδὲν γὰρ οὕτως εὐθυμίαν καὶ εὐφροσύνην ποιεῖν εἴωθεν, ὡς τὰ περὶ φιλοσοφίας δόγματα, τὸ τῶν παρόντων ὑπερορᾷν πραγμάτων, τὸ πρὸς τὰ μέλλοντα κεχηνέναι, τὸ μηδὲν τῶν ἀνθρωπίνων βέβαιον εἶναι νομίζειν, μὴ πλοῦτον, μὴ δυναστείαν, μὴ τιμὰς, μὴ θεραπείας. Ἂν ταῦτα εἰδῇς φιλοσοφεῖν, κἂν πλουτοῦντα θεάσῃ τινὰ, οὐ δηχθήσῃ φθόνῳ, κἂν εἰς πενίαν καταπέσῃς, οὐ ταπεινωθήσῃ
But we must leap away, and know clearly that nothing is evil save sin alone, and nothing good save virtue alone, and pleasing God in all things. Drunkenness does not produce gladness, but spiritual prayer; not wine, but instructive discourse. Wine works a tempest, whereas discourse works a calm; the former brings in tumult, the latter casts out disorder; the former darkens the mind, the latter enlightens it when darkened; the former instils despondencies that did not exist, the latter drives away those that do exist. For nothing is so accustomed to produce cheerfulness and gladness as the doctrines of philosophy: to despise present things, to gaze eagerly towards things to come, to deem nothing among human affairs steadfast—not wealth, not power, not honours, not retinues of attendants. If you know how to practise this philosophy, even if you behold someone growing rich, you will not be bitten with jealousy; even if you fall into penury, you will not be humbled
Notes, col. 955

On the reading

Printed ῥαθυμίας, for ῥᾳθυμίας.

Printed ῥαθυμίαν, for ῥᾳθυμίαν.

Printed Θεῷ, Οὐ, for Θεῷ. Οὐ.

PG 48:956Read from the page
τῇ πτωχείᾳ· οὕτω διαπαντὸς ἑορτάζειν δύνασαι. Τὸν γὰρ Χριστιανὸν οὐχὶ μῆνας, οὐδὲ νουμηνίας, οὐδὲ κυριακὰς ἑορτάζειν χρὴ, ἀλλὰ διὰ παντὸς τοῦ βίου τὴν αὐτῷ πρέπουσαν ἑορτὴν ἄγειν. Τίς δ' αὐτῷ πρέπουσα ἑορτή; Ἀκούσωμεν Παύλου λέγοντος· Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ἂν τοίνυν καθαρὸν ἔχῃς τὸ συνειδὸς, ἑορτὴν ἔχεις διαπαντὸς, χρησταῖς συντρεφόμενος ἐλπίσι, καὶ ἐντρυφῶν τῇ τῶν μελλόντων ἀγαθῶν προσδοκίᾳ· ὥσπερ οὖν ἂν ἀπαῤῥησίαστον ἔχῃς, καὶ ἁμαρτημάτων πολλῶν ὑπεύθυνος ᾖς, κἂν μυρίαι ὦσιν ἑορταὶ καὶ πανηγύρεις, τῶν πενθούντων οὐδὲν ἄμεινον διακείσῃ. Τί γὰρ ὄφελός μοι λαμπρᾶς ἡμέρας, τῆς ψυχῆς ἐσκοτισμένης μοι τῷ συνειδότι; Εἰ δὲ ἄρα τι καὶ καρπώσασθαι ἀπὸ νουμηνίας βούλει, ἐκεῖνο ποίησον. Ὅταν ἴδῃς ἐνιαυτὸν πληρωθέντα, εὐχαρίστησον τῷ Δεσπότῃ, ὅτι σε εἰσήγαγεν εἰς τὴν περίοδον ταύτην τῶν ἐνιαυτῶν· κατάνυξόν σου τὴν καρδίαν, ἀναρίθμησαί σου τὸν χρόνον τῆς ζωῆς, εἰπὲ πρὸς ἑαυτόν· Αἱ ἡμέραι τρέχουσι καὶ παρέρχονται, οἱ ἐνιαυτοὶ πληροῦνται, πολὺ τῆς ὁδοῦ προεκόψαμεν· ἆρα τί ἡμῖν εἴργασται καλόν; ἆρα μὴ κενοὶ καὶ ἔρημοι δικαιοσύνης ἁπάσης ἐντεῦθεν ἀπελευσόμεθα, τὸ δικαστήριον ἐπὶ θύραις, πρὸς γῆρας ἡμῶν ἐπείγεται λοιπὸν ἡ ζωή.
by poverty; thus you are able to keep feast continually. For the Christian ought not to celebrate months, nor new moons, nor Lord's days, but throughout his whole life to keep the feast that befits him. And what is the feast that befits him? Let us hear Paul saying: Therefore let us keep the feast, not with old leaven, nor with the leaven of malice and wickedness, but with the unleavened bread of sincerity and truth (1 Cor. 5:8). If, therefore, you have a pure conscience, you have a feast continually, being nourished upon good hopes, and luxuriating in the expectation of good things to come; just as, if you have a conscience bereft of boldness and are guilty of many sins, even though there be tenthousand feasts and festival assemblies, you will be in no better state than those who mourn. For what benefit is a bright day to me, when my soul is darkened by my conscience? Yet if indeed you wish to reap some fruit from a new moon also, do this: when you see a year fulfilled, give thanks to the Master because He has brought you into this cycle of the years; pierce your heart with compunction, reckon up the time of your life, say to yourself: The days run on and pass by, the years are being fulfilled, we have advanced far along the way; what good, then, has been wrought by us? Shall we perhaps depart hence empty and destitute of all righteousness? The judgment-court is at the doors; for the rest, our life hastens on towards old age.
γʹ. Ταῦτα ἀπὸ νουμηνίας φιλοσόφει, ταῦτα ἀπὸ τῆς περιόδου τῶν ἐνιαυτῶν ἀναμιμνήσκου· τῆς μελλούσης ἡμέρας ἀναλογιζώμεθα, μήποτε καὶ πρὸς ἡμᾶς εἴπῃ τις ἐκεῖνο, τὸ πρὸς τοὺς Ἰουδαίους εἰρημένον τῷ προφήτῃ· Ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν, καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς. Ταύτην τὴν ἑορτὴν ἣν εἶπον ἐγὼ, τὴν διηνεκῆ, καὶ περιόδους ἐτῶν οὐκ ἀναμένουσαν, οὐδὲ περιγραφομένην ἡμέραις, καὶ πλούσιος καὶ πένης ἄγειν δυνήσεται ὁμοίως· οὐ γὰρ χρημάτων ἐνταῦθα χρεία, οὐδ' εὐπορίας, ἀλλ' ἀρετῆς μόνης. Οὐκ ἔχεις χρήματα; ἀλλ' ἔχεις τοῦ Θεοῦ τὸν φόβον, πάντων χρημάτων εὐπορώτερον θησαυρὸν, οὐκ ἀναλισκόμενον, οὐ μεταβαλλόμενον, οὐ δαπανώμενον. Ἴδε εἰς τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, τὴν γῆν, τὴν θάλασσαν, τὸν ἀέρα, τὰ γένη τῶν ζώων, τὰ παντοδαπὰ φυτὰ, τὴν φύσιν τῶν ἀνθρώπων ἅπασαν· ἐννόησον ἀγγέλους, ἀρχαγγέλους, τὰς ἀνωτέρας δυνάμεις· ἀναμνήσθητι ὅτι ταῦτα πάντα τοῦ Δεσπότου σου ἐστὶ κτήματα. Οὐκ ἔστι δὲ οὕτως εὐπόρου Δεσπότου δοῦλον πένητα εἶναι, ἐὰν ἵλεω τὸν ἑαυτοῦ Κύριον ἔχῃ. Τὸ παρατηρεῖν ἡμέρας οὐ Χριστιανικῆς φιλοσοφίας, ἀλλ' Ἑλληνικῆς πλάνης ἐστίν. Εις τὴν ἄνω πόλιν ἀπεγράψω, εἰς τὴν ἐκεῖ πολιτείαν τελεῖς, ἀγγέλοις σαυτὸν ἀναμίξας· οὗ οὐκ ἔστι φῶς εἰς σκότος λῆγον, οὐθ' ἡμέρα εἰς νύκτα τελευτῶσα, ἀλλὰ διαπαντὸς ἡμέρα, διαπαντὸς φῶς. Πρὸς ἐκεῖνα τοίνυν βλέπωμεν διαπαντός. Τὰ ἄνω γὰρ, φησὶ, ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Οὐδὲν ἔχεις κοινὸν πρὸς τὴν γῆν, ἔνθα ἡλίου δρόμοι, καὶ περίοδοι, καὶ ἡμέραι· ἀλλ' ἐὰν ὀρθῶς ζῇς, ἡ νὺξ ἡμέρα σοι γίνεται· ὥσπερ οὖν τοῖς ἐν ἀσελγείᾳ καὶ μέθῃ καὶ ἀκολασίᾳ βιοῦσιν ἡ ἡμέρα αὐτῶν πρὸς τὸ τῆς νυκτ⟨ὸ⟩ς μεταφέρεται σκότος, οὐ τοῦ ἡλίου σβεννυμένου, ἀλλὰ τῆς ἐκείνων διανοίας τῇ μέθῃ σκοτιζομένης. Τὸ προς
3. Meditate upon these things from the new moon, recall these things from the cycle of the years; let us take thought for the day to come, lest perhaps someone should speak to us also that saying spoken by the prophet towards the Jews: Their days failed in vanity, and their years with haste (Ps. 77:33). This feast of which I spoke—the perpetual one, which neither awaits cycles of years nor is circumscribed by days—both rich man and poor man will be able to keep alike; for here there is no need of money, nor of affluence, but of virtue alone. Do you have no money? Yet you have the fear of God, a treasure richer than all money, neither expended, nor altered, nor squandered. Look upon heaven, and the heaven of heaven, the earth, the sea, the air, the kinds of living creatures, the manifold plants, the whole nature of mankind; consider angels, archangels, the higher powers; call to mind that all these things are possessions of your Master. And it is not possible for the servant of so wealthy a Master to be poor, if he has his own Lord propitious. Observing days belongs not to Christian philosophy, but to Hellenic error. You were enrolled in the city above, you belong to the commonwealth there, having mingled yourself with angels: where there is no light ending in darkness, nor day closing in night, but continual day, continual light. To those things, therefore, let us look continually. For seek the things that are above, says he, where Christ is, sitting at the right hand of God (Col. 3:1). You have nothing in common with the earth, where there are courses of the sun, and cycles, and days; but if you live rightly, night becomes day for you; just as, accordingly, for those who live in wantonness and drunkenness and licentiousness, their day is turned into the darkness of night, not with the sun being quenched, but with their mind being darkened by drunkenness. To
Notes, col. 956

On the reading

Printed Εις, for Εἰς.

Printed προς, for πρὸς.

PG 48:957Read from the page
ἡμέρας ἐπτοῆσθαι τοιαύτας, καὶ πλείονα ἐν αὐταῖς δέχεσθαι ἡδονὴν, καὶ λύχνους ἅπτειν ἐπὶ τῆς ἀγορᾶς, καὶ στεφανώματα πλέκειν, παιδικῆς ἀνοίας ἐστίν. Σὺ δὲ ταύτης ἀπήλλαξαι τῆς ἀσθενείας, καὶ εἰς ἄνδρας τελεῖς, καὶ εἰς τὴν τῶν οὐρανῶν ἐνεγράφης πολιτείαν. Μὴ τοίνυν ἐπὶ τῆς ἀγορᾶς ἀνακαύσῃς πῦρ αἰσθητὸν, ἀλλ' ἐπὶ τῆς διανοίας ἄναψον φῶς πνευματικόν. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Τοῦτο τὸ φῶς πολλήν σοι φέρει τὴν ἀμοιβήν. Μὴ τὴν θύραν τῆς οἰκίας στεφανώσῃς, ἀλλὰ τοιαύτην ἐπίδειξαι πολιτείαν, ὥστε τὸν τῆς δικαιοσύνης στέφανον σῇ κεφαλῇ παρὰ τῆς τοῦ Χριστοῦ δέξασθαι χειρός. Μηδὲν εἰκῆ, μηδὲ ἁπλῶς γενέσθω· οὕτω Παῦλος ἐπέταξε πάντα εἰς δόξαν Θεοῦ ποιεῖν. Εἴτε γὰρ ἐσθίετε, φησὶν, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Καὶ πῶς ἔστι, φησὶ, φαγεῖν καὶ ποιεῖν εἰς δόξαν Θεοῦ; Κάλεσον πένητα, κοινωνὸν ποίησον τῆς τραπέζης τὸν Χριστὸν, καὶ εἰς δόξαν Θεοῦ ἔφαγες καὶ ἔπιες. Ἀλλ' οὐ τοῦτο μόνον ἐπέταξεν εἰς δόξαν Θεοῦ ποιεῖν, ἀλλὰ καὶ τὰ λοιπὰ ἅπαντα, οἷόν ἐστιν ἐμβαλεῖν εἰς τὴν ἀγορὰν, καὶ οἴκοι μεῖναι· ἀμφότερα ταῦτα διὰ τὸν Θεὸν γενέσθω. Καὶ πῶς ἔστιν ἀμφότερα ταῦτα γίνεσθαι διὰ τὸν Θεόν; Ὅταν εἰς ἐκκλησίαν βαδίζῃς, ὅταν εὐχῆς μετέχῃς, ὅταν διδασκαλίας πνευματικῆς, ἡ πρόοδος εἰς δόξαν Θεοῦ γέγονε. Πάλιν ἔστιν οἴκοι διὰ τὸν Θεὸν μεῖναι. Πῶς καὶ τίνι τρόπῳ; Ὅταν ἀκούσῃς θορύβους, ἀταξίας καὶ πομπὰς διαβολικὰς, πονηρῶν ἀνθρώπων καὶ ἀκολάστων τὴν ἀγορὰν πεπληρωμένην, οἴκοι μένε, καὶ τῆς ταραχῆς ἀπαλλάττου ταύτης, καὶ ἔμεινας εἰς δόξαν Θεοῦ. Ὥσπερ δὲ τὰς οἴκοι διατριβὰς καὶ τὰς ἐξόδους ἔξεστι ποιεῖσθαι διὰ τὸν Θεὸν, οὕτω καὶ ἐπαίνους καὶ ψόγους.
be fluttered with excitement over such days, and to receive greater pleasure in them, and to light lamps upon the market-place, and to weave garlands, belongs to childish folly. But you have been delivered from this weakness, and are ranked among men, and have been enrolled in the commonwealth of the heavens. Do not, therefore, kindle a sensible fire upon the market-place, but upon your mind kindle a spiritual light. For let your light shine, says He, before men, so that they may see your good works, and glorify our Father Who is in the heavens (Matt. 5:16). This light brings you an abundant recompense. Do not crown the door of your house with garlands, but display such a way of life as to receive the crown of righteousness upon your head from the hand of Christ. Let nothing be done in vain, nor at random: thus Paul commanded us to do all things to the glory of God. For whether you eat, says he, or drink, or whatsoever you do, do all things to the glory of God (1 Cor. 10:31). And how is it possible, says one, to eat and to do to the glory of God? Invite a poor man, make Christ a sharer of your table, and you have eaten and drunk to the glory of God. Yet he commanded us to do not this alone to the glory of God, but all the rest as well—such as entering into the market-place, and remaining at home: let both of these be done for God's sake. And how is it possible for both of these to take place for God's sake? When you walk to church, when you partake of prayer, when of spiritual instruction, the going forth has become to the glory of God. Again, it is possible to remain at home for God's sake. How and in what manner? When you hear of tumults, disorders, and diabolical processions, of the market-place filled with wicked and licentious men, remain at home, and rid yourself of this disturbance, and you have remained to the glory of God. And just as it is possible to make one's stayings at home and goings out for God's sake, so too praises and censures.
Καὶ πῶς ἔστιν εἰς δόξαν Θεοῦ τινα ἐπαινέσαι, φησὶ, καὶ αἰτιάσασθαι; Καθίζεσθε πολλάκις ἐν τοῖς ἐργαστηρίοις, ὁρᾶτε παριόντας πονηροὺς καὶ φαύλους ἀνθρώπους, τὰς ὀφρῦς ἀνασπῶντας, πεφυσιωμένους, παρασίτους καὶ κόλακας πολλοὺς ἐπισυρομένους, πολυτελῆ φοροῦντας ἱμάτια, πολλὴν περιβεβλημένους τὴν φαντασίαν, τὰ πάντων ἁρπάζοντας, πλεονεκτοῦντας. Ἂν ἀκούσῃς τινὸς λέγοντος, Οὐχὶ ζηλωτὸς οὗτος, οὐχὶ μακάριος; ἐπιτίμησον, ἐγκάλεσον, ἐπιστόμισον, ταλάνισον, δάκρυσον· τοῦτό ἐστι ψέξαι διὰ τὸν Θεόν. Ὁ ψόγος διδασκαλία τοῖς συγκαθημένοις φιλοσοφίας καὶ ἀρετῆς ὁ τοιοῦτος, μηκέτι περὶ τὰ βιωτικὰ κεχηνέναι. Εἰπὲ πρὸς τὸν ταῦτα εἰρηκότα· Διὰ τί μακάριος οὗτος; ἐπειδὴ θαυμαστὸν ἵππον ἔχει καὶ χρυσοχάλινον, καὶ οἰκέτας πολλοὺς κέκτηται, καὶ φαιδρὰν περιβέβληται στολὴν, καὶ μέθῃ καὶ τρυφῇ διαρῥήγνυται καθ' ἑκάστην ἡμέραν; Ἀλλὰ διὰ τοῦτο ἄθλιος ἂν εἴη καὶ ταλαίπωρος, καὶ μυρίων δακρύων ἄξιος. Ὁρῶ γοῦν ὑμᾶς οὐδὲν δυναμένους ἐπαινέσαι τῶν αὐτοῦ, ἀλλὰ τὰ ἐκτὸς αὐτοῦ πάντα, τὸν ἵππον, τὸν χαλινὸν, τὰ ἱμάτια, ὧν οὐδέν ἐστι πρὸς αὐτόν. Τί γένοιτ' ἂν οὖν ἀθλιώτερον, εἰπέ μοι, τούτου, ὅταν ὁ μὲν ἵππος αὐτοῦ, καὶ ὁ χαλινὸς τοῦ ἵππου, καὶ τῶν
And how is it possible, says one, to praise someone to the glory of God, and to blame him? You often sit in the workshops; you see wicked and worthless men passing by, raising their eyebrows, puffed up, trailing many parasites and flatterers after them, wearing costly garments, clad in much ostentation, plundering the goods of all, defrauding. If you hear someone saying, Is not this man enviable, is he not blessed? rebuke him, accuse him, stop his mouth, deem the man wretched, weep over him: this is to censure for God's sake. Such censure is a lesson in philosophy and virtue to those sitting with you, not to gaze eagerly any longer upon worldly things. Say to the man who has spoken these words: Why is this man blessed? Because he has an admirable horse with a golden bridle, and possesses many household servants, and is clad in bright raiment, and bursts with drunkenness and luxury every day? Nay, on this account he would be wretched and miserable, and deserving of tenthousand tears! Why, I see that you are able to praise nothing that is his own, but only all the things outside him—the horse, the bridle, the garments—none of which has anything to do with him. What, then, tell me, could be more wretched than this man, when his horse, and the bridle of his horse, and the
Notes, col. 957

On the reading

Printed ποιεῖν, for πίνειν.

PG 48:958Read from the page
ἱματίων τὸ κάλλος, καὶ ἡ σωματικὴ τῶν οἰκετῶν εὐεξία θαυμάζηται, αὐτὸς δὲ ἀνεγκωμίαστος παρατρέχῃ; Τί τοίνυν γένοιτ' ἂν πενέστερον τούτου, τοῦ μηδὲν ἔχοντος καλὸν οἰκεῖον μήθ' ὃ δυνήσεται ἐντεῦθεν ἀπενεγκεῖν, ἀλλὰ τοῖς ἀλλοτρίοις καλλωπιζομένου πᾶσιν; Οικεῖος γὰρ ἡμῶν κόσμος καὶ πλοῦτος οὐκ οἰκέται καὶ ἱμάτια καὶ ἵπποι, ἀλλὰ ψυχῆς ἀρετὴ, καὶ πλοῦτος ἀγαθῶν ἔργων, καὶ ἡ πρὸς τὸν Θεὸν παῤῥησία.
beauty of his garments, and the bodily vigour of his household servants are admired, while he himself passes by unpraised? What, then, could be poorer than this man, who has nothing noble of his own, nor aught that he will be able to carry away hence, but adorns himself with things that are all alien to him? For our own proper adornment and wealth are not household servants and garments and horses, but virtue of soul, and wealth of good works, and boldness of speech towards God.
δʹ. Πάλιν ἕτερον ἂν ἴδῃς πτωχὸν, ἀπεῤῥιμμένον, καταφρονούμενον πτωχείᾳ καὶ ἀρετῇ συζῶντα, καὶ ταλανιζόμενον παρὰ τῶν συγκαθημένων, ἐπαίνεσον τοῦτον, καὶ γέγονεν ὁ ἔπαινος τοῦ παρελθόντος παραίνεσις καὶ συμβουλὴ χρηστῆς καὶ ἀγαθῆς πολιτείας. Ει λέγουσιν, ἄθλιος καὶ ταλαίπωρος, εἰπὲ ὅτι πάντων μὲν οὖν οὗτος μακαριώτατος, τὸν Θεὸν ἔχων φίλον, ἀρετῇ συζῶν, πλοῦτον κεκτημένος οὐδέποτ' ἐπιλείποντα, συνειδὸς ἔχων καθαρόν. Τί γὰρ αὐτῷ βλάβος ἐκ τῆς ἐνδείας τῶν χρημάτων, ὅταν τὸν οὐρανὸν καὶ τὰ ἐν τῷ οὐρανῷ μέλλῃ κληρονομεῖν ἀγαθά; Ἂν οὕτω καὶ αὐτὸς φιλοσοφῇς, καὶ ἄλλους παιδεύῃς, πολλὴν λήψῃ καὶ τοῦ ψόγου καὶ τῶν ἐπαίνων τὴν μισθαποδοσίαν, ἀμφότερα εἰς δόξαν Θεοῦ ποιήσας. Καὶ ὅτι οὐ μάτην σε ψυχαγωγῶ ταῦτα λέγων, ἀλλὰ μεγάλη τις τοῖς οὕτω τὴν γνώμην διακειμένοις κεῖται παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀμοιβὴ, καὶ ἀρετή τις νενόμισται τὸ πρᾶγμα, τὸ τὰ τοιαῦτα ψηφίζεσθαι, περὶ τῶν οὕτω ζώντων, ἄκουσον τί φησιν ὁ προφήτης, καὶ πῶς ἐν τάξει κατορθωμάτων τίθησι τὸ τοὺς πονηρευομένους ἐξουθενεῖν, καὶ τοὺς φοβουμένους τὸν Θεὸν δοξάζειν. Μετὰ γὰρ τὸ καταλέξαι τὴν ἄλλην ἀρετὴν τοῦ μέλλοντος παρὰ τοῦ Θεοῦ τιμᾶσθαι, καὶ εἰπεῖν, οἷον εἶναι χρὴ τὸν ἐν τῷ ἁγίῳ κατοικοῦντα σκηνώματι, ὅτι ἄμωμον, καὶ ἐργαζόμενον δικαιοσύνην, καὶ ἀπόνηρον, καὶ τοῦτο προσέθηκεν· εἰπὼν γάρ· Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν· ἐπήγαγεν· Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει· δεικνὺς ὅτι καὶ τοῦτο ἕν τι τῶν κατορθωμάτων ἐστὶ, [τουτέστι], τὸ καταφρονεῖν τῶν πονηρῶν, καὶ ἐπαινεῖν καὶ μακαρίζειν τοὺς ἀγαθούς. Καὶ πάλιν ἀλλαχοῦ τὸ αὐτὸ τοῦτο δηλῶν ἔλεγεν· Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεὸς, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν. Ὃν ὁ Θεὸς ἐπαινεῖ, μὴ μέμψῃ· ἐπαινεῖ δὲ τὸν ἐν δικαιοσύνῃ ζῶντα, κἂν πτωχὸς ᾖ. Ὃν ὁ Θεὸς ἀποστρέφεται, μὴ ἐπαινέσῃς· ἀποστρέφεται δὲ τὸν ἐν πονηρίᾳ ζῶντα, κἂν πολὺν ᾖ περιβεβλημένος πλοῦτον. Ἀλλ' ἄν τ' ἐπαινῇς, ἄν τε ψέγῃς, ἀμφότερα ὡς ὁ Θεὸς βούλεται ποίει. Ἔστι καὶ ἐγκαλέσαι εἰς δόξαν Θεοῦ. Πῶς; Ἐπὶ τῶν οἰκετῶν ἀγανακτοῦμεν πολλάκις. Πῶς οὖν ἔστιν ἐγκαλέσαι διὰ τὸν Θεόν; Ἂν μεθύοντα ἴδῃς, ἂν κλέπτοντα, ἢ τὸν οἰκέτην, ἢ τὸν φίλον, ἢ ἕτερόν τινα τῶν σοι προσηκόντων, ἂν εἰς θέατρα τρέχοντα, ἂν τῆς ψυχῆς ἀμελοῦντα τῆς ἑαυτοῦ, ἂν ὀμνύοντα, ἂν ἐπιορκοῦντα, ἂν ψευδόμενον, ἀγανάκτησον, κόλασον, ἐπίστρεψον, διόρθωσαι· καὶ ταῦτα πάντα ἐποίησας διὰ τὸν Θεόν. Ἂν εἰς σὲ ἁμαρτάνοντα ἴδῃς, καὶ τῆς εἰς σὲ θεραπείας ἐλλείποντα, συγγνῶ-
4. Again, if you see another man poor, cast aside, despised, living with poverty and virtue, and deemed wretched by those sitting with you, praise this man, and your praise of the passer-by has become an exhortation and counsel towards a worthy and good way of life. If they say, He is wretched and miserable, say that, on the contrary, this man is the most blessed of all, having God as his friend, living with virtue, possessing wealth that never fails, having a pure conscience. For what harm comes to him from lack of money, when he is about to inherit heaven and the good things in heaven? If thus both you yourself practise philosophy and instruct others, you will receive an abundant reward both for your censure and for your praises, having done both to the glory of God. And that I do not beguile your soul in vain by saying these things, but that a great recompense is laid up from the God of the universe for those so disposed in judgement, and that the matter—to pass such verdicts concerning those who live thus—is accounted a virtue, hear what the prophet says, and how he places in the rank of righteous deeds the setting at naught of evil-doers and the glorifying of those who fear God. For after recounting the rest of the virtue of the man who is about to be honoured by God, and saying what sort of man he must be who dwells in His holy tabernacle—namely, blameless, and working righteousness, and free from malice—he added this also; for after saying: Who deceived not with his tongue, and did no evil to his neighbour, he brought in: In his sight an evil-doer is set at naught, but he glorifies those who fear the Lord (Ps. 14:3-4); showing that this also is one of the righteous deeds, [that is to say], to despise the wicked, and to praise and call blessed the good. And again elsewhere, declaring this very same thing, he said: But to me Thy friends, O God, have been exceedingly honoured; their principalities have been exceedingly strengthened (Ps. 138:17). Him whom God praises, do not blame; and He praises him who lives in righteousness, even if he be poor. Him from whom God turns away, do not praise; and He turns away from him who lives in wickedness, even if he be clad in much wealth. Yet whether you praise or censure, do both as God wills. It is possible also to reprove to the glory of God. How? We are often indignant with our household servants. How, then, is it possible to reprove for God's sake? If you see either your household servant, or your friend, or someone else belonging to you, getting drunk, if stealing, if running to theatres, if neglecting his own soul, if swearing, if forswearing himself, if lying, be indignant, chastise, turn him back, set him right; and you have done all these things for God's sake. If you see him sinning against you, and falling short in his service towards you, forgi-
Notes, col. 958

On the reading

Printed Οικεῖος, for Οἰκεῖος.

Printed Ει, for Εἰ.