σαι, πότερον τοῦ τόπου δεῖ καταφρονῆσαι, τὸν καιρὸν δὲ φυλάξαι, ἢ τοῦ καιροῦ καταφρονήσαντας, τὸν τόπον τηρῆσαι. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· Ἐπέταξε καὶ ἐν τῷ πρώτῳ μηνὶ, καὶ ἐν Ἱεροσολύμοις τὸ πάσχα γίνεσθαι, καὶ ἐν καιρῷ καὶ ἐν τόπῳ διωρισμένῳ. Ὑποθώμεθα τοίνυν δύο τινὰς εἶναι ποιοῦντας τὸ πάσχα, καὶ ὁ μὲν παραβαινέτω τὸν τόπον, τὸν δὲ καιρὸν τηρείτω· ὁ δὲ τηρείτω μὲν τὸν τόπον, παραβαινέτω δὲ τὸν καιρόν· καὶ ποιείτω ὁ μὲν τὸν καιρὸν τηρῶν, παραβαίνων δὲ τὸν τόπον ἐν τῷ πρώτῳ μηνὶ, καὶ τῶν Ἱεροσολύμων ἔξω που μακράν· ὁ δὲ τὸν τόπον τηρῶν, παραβαίνων δὲ τὸν καιρὸν, ποιείτω μὲν ἐν Ἱεροσολύμοις τὸ πάσχα, μὴ τῷ πρώτῳ δὲ μηνὶ, ἀλλὰ τῷ δευτέρῳ· εἶτα ἴδωμεν τίς τῶν δύο τούτων ἐστὶν ὁ ἐγκαλούμενος, τίς δὲ ὁ εὐδοκιμῶν, ὁ παραβὰς τὸν καιρὸν, καὶ ἐν τῷ τόπῳ ποιήσας, ἢ ὁ τὸν τόπον καταλιπὼν, καὶ τὸν καιρὸν φυλάξας. Ἂν γὰρ ὁ τὸν καιρὸν μὲν παραβὰς ἵνα εἴσω ποιήσῃ τῆς πόλεως, ἀποδοχῆς ἄξιος ὢν φανῇ, ὁ δὲ τὸν καιρὸν μὲν φυλάξας, καταλιπὼν δὲ τὸν τόπον, ἐγκλημάτων καὶ κατηγορίας ὥσπερ ἀσεβήσας, εὔδηλον, ὅτι καὶ οὗτοι παρανομοῦσιν, ἐν τῷ τόπῳ μὴ ποιοῦντες, κἂν μυριάκις λέγωσι τὸν καιρὸν τηρεῖν. Πόθεν οὖν τοῦτο ἔσται δῆλον; Ἀπ' αὐτοῦ τοῦ Μωϋσέως. Ἐπειδὴ γὰρ ἐποίησαν ἔξω τὸ πάσχα, προσῆλθον, φησὶ, τινὲς τῷ Μωϋσῇ, λέγοντες· Ἡμεῖς ἀκάθαρτοί ἐσμεν ἐπὶ ψυχῇ ἀνθρώπου· μὴ ὑστερήσωμεν προσενεγκεῖν τὸ δῶρον Κυρίου κατὰ καιρὸν αὐτοῦ ἐν μέσῳ υἱῶν Ἰσραήλ; Καὶ εἶπε πρὸς αὐτοὺς Μωϋσῆς· Στῆτε αὐτοῦ, καὶ ἀκούσομαι τί ἐντελεῖται Κύριος περὶ ὑμῶν. Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων· Ἄνθρωπος ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ ἀνθρώπου, ἢ ἐν ὁδῷ μακρᾷ, ἢ ἐν ὑμῖν, ἐν ταῖς γενεαῖς ὑμῶν, ποιήσει τὸ πάσχα ἐν τῷ μηνὶ τῷ δευτέρῳ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὃς ἂν ᾖ, φησὶν, ἐν ἀποδημίᾳ κατὰ τὸν πρῶτον μῆνα, μὴ ποιείτω τῆς πόλεως ἔξω, ἀλλ' ἐν τῷ δευτέρῳ μηνὶ, ἵνα φθάσῃ εἰς Ἱεροσόλυμα, καὶ παραβαινέτω τὸν καιρὸν, ἵνα μὴ τῆς πόλεως ἐκπέσῃ· ἀπ' αὐτοῦ δεικνὺς, ὅτι ἡ τοῦ τόπου παρατήρησις τῆς τοῦ καιροῦ παρατηρήσεώς ἐστιν ἀναγκαιοτέρα. Τί τοίνυν ἔχοιεν ἂν εἰπεῖν οἱ τῆς πόλεως ἔξω ποιοῦντες; Ὅταν γὰρ τὸ ἀναγκαιότερον παραβῶσιν, οὐδὲ ἡ ἐν τῷ μικροτέρῳ παρατήρησις ὑπὲρ αὐτῶν ἀπολογήσασθαι δύναται. Ὥστε κἂν μυριάκις δοκῶσι μὴ παραβαίνειν τὸν καιρὸν, ἐσχάτην παρανομίαν παρανομοῦσι. Καὶ τοῦτο οὐκ ἐντεῦθεν δῆλον μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν προφητῶν. Ὅταν γὰρ φαίνωνται ἐκεῖνοι, μήτε θύσαντες, μήτε ᾠδὴν ᾄσαντες ἐπὶ γῆς ἀλλοτρίας, μήτε νηστείαν τοιαύτην τινὰ νηστεύσαντες, ποίαν ἔχοιεν ἂν οὗτοι συγγνώμην; Καίτοι γε ἐκεῖνοι προσδοκῶντες ἀπολήψεσθαι τὴν τοιαύτην αὐτῶν πολιτείαν, ὅμως ἔμενον τῷ νόμῳ πειθόμενοι, καὶ τὰ τοῦ νόμου πληροῦντες· τοῦτο γὰρ ὁ νόμος ἔλεγεν· οὗτοι δὲ μηδὲ ἐλπίδα τινὰ ἔχοντες τὴν προτέραν ἀπολήψεσθαι πολιτείαν (ποῦ γὰρ ἔχουσιν ἀπὸ τῶν προφητῶν δεῖξαι τοῦτο;) οὐδὲ οὕτως ἀνέχονται ἡσυχάζειν. Καίτοι εἰ καὶ προσεδόκων ἀπολήψεσθαι, καὶ οὕτω μιμεῖσθαι ἔδει τοὺς ἁγίους ἐκείνους, καὶ νηστεύειν, μηδὲ ἄλλο τοιοῦτον ποιεῖν.
serve both: whether one must disregard the place and guard the season, or disregarding the season, keep the place. And what I mean is of this sort: He enjoined that the Pasch should take place both in the first month and in Jerusalem, both at an appointed season and in an appointed place. Let us suppose, therefore, that there are two men keeping the Pasch, and let the one transgress the place, yet keep the season; and let the other keep the place, yet transgress the season; and let him who keeps the season, while transgressing the place, keep it in the first month, yet somewhere far outside Jerusalem; while he who keeps the place, yet transgresses the season, let him keep the Pasch in Jerusalem, not in the first month, however, but in the second; then let us see which of these two is the one accused, and which is the one approved: he who transgressed the season and kept it in the place, or he who abandoned the place and guarded the season. For if he who transgressed the season so that he might keep it inside the city appear worthy of acceptance, while he who guarded the season, yet abandoned the place, appear worthy of charges and accusation as having acted impiously, it is manifest that these men also act unlawfully by not keeping it in the place, even though they say ten thousand times that they keep the season. Whence then will this be evident? From Moses himself. For since they kept the Pasch outside, some approached Moses, he says, saying: We are unclean by reason of the soul of a man; shall we be kept back from bringing the offering of the Lord at its season in the midst of the sons of Israel? And Moses said to them: Stand there, and I shall hear what the Lord will command concerning you. And the Lord spoke to Moses, saying: Speak to the sons of Israel, saying: A man whoever becomes unclean by reason of the soul of a man, or on a far journey, or among you, in your generations, shall keep the Pasch in the second month (Num. 9:7-10). And what He means is of this sort: Whoever is abroad, says He, during the first month, let him not keep it outside the city, but in the second month, so that he may arrive at Jerusalem, and let him transgress the season, so that he may not fall short of the city; showing thereby that the observance of the place is more necessary than the observance of the season. What, therefore, would those keeping it outside the city have to say? For when they transgress what is more necessary, not even the observance in the lesser matter is able to plead in their defence. So that even though ten thousand times they seem not to transgress the season, they commit the utmost lawlessness. And this is evident not hence alone, but also from the prophets. For when those men appear neither to have sacrificed, nor to have sung a song in an alien land (Ps. 136:4), nor to have fasted any such fast, what pardon would these men have? And yet those men, expecting that they would receive back such a polity of theirs, nevertheless remained obeying the law, and fulfilling the things of the law—for this is what the law said—whereas these men, not having even any hope that they will receive back their former polity (for whence are they able to show this from the prophets?), do not endure even thus to keep quiet. And yet even if they expected to receive it back, even so they ought to imitate those holy men, and to fast [so printed for neither to fast], nor to do any other such thing.