Migne Reading Room

PG 48 · cols. 867–872 · Read from the page

Eight orations against the Jews

Eight orations against the Jews

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:867Read from the page
πάσης ἡμερῶν παρατηρήσεως ἀπαλλάξας αὐτόν. Οὐ γὰρ ταὐτὸν πάσχα καὶ τεσσαμακοστὴ, ἀλλ' ἕτερον πάσχα, καὶ ἕτερον τεσσαρακοστή. Τεσσαρακοστὴ μὲν γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ γίνεται, πάσχα δὲ τρίτον τῆς ἑβδομάδος· ἔστι δ' ὅτε καὶ τέταρτον, μᾶλλον δὲ ὁσάκις ἂν βουλώμεθα· πάσχα γὰρ οὐ νηστεία ἐστὶν, ἀλλ' ἡ προσφορὰ καὶ ἡ θυσία ἡ καθ' ἑκάστην γινομένη σύναξιν. Καὶ ὅτι τοῦτό ἐστιν, ἄκουσον τοῦ Παύλου λέγοντος, Τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός· καὶ, Ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Ὥστε ὁσάκις ἂν προσίῃς μετὰ καθαροῦ συνειδότος, πάσχα ἐπιτελεῖς, οὐχ ὅταν νηστεύῃς, ἀλλ' ὅταν τῆς θυσίας ἐκείνης μετέχῃς. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Πάσχα δέ ἐστι, τὸ τὸν θάνατον καταγγέλλειν. Καὶ γὰρ ἡ σήμερον γινομένη προσφορὰ, καὶ ἡ χθὲς ἐπιτελεσθεῖσα, καὶ ἡ καθ' ἑκάστην ἡμέραν ὁμοία ἐστὶ καὶ ἡ αὐτὴ τῇ γινομένῃ κατὰ τὴν ἡμέραν ἐκείνην τὴν τοῦ Σαββάτου, καὶ οὐδὲν ἐκείνη ταύτης σεμνοτέρα, οὐδὲ αὕτη ἐκείνης εὐτελεστέρα, ἀλλὰ μία καὶ ἡ αὐτὴ, ὁμοίως φρικτὴ καὶ σωτήριος.
freeing him from every observance of days. For Pasch and Lent are not the same thing, but Pasch is one thing and Lent another. For Lent takes place once in the year, whereas Pasch takes place three times a week, and sometimes four, or rather as often as we wish; for Pasch is not a fast, but the offering and the sacrifice that takes place at every synaxis. And that this is so, hear Paul saying: Christ our Pasch was sacrificed for us (1 Cor. 5:7); and: As often as you eat this bread and drink the cup, you proclaim the Lord's death (1 Cor. 11:26). So as often as you approach with a pure conscience, you celebrate Pasch — not when you fast, but when you partake of that sacrifice. For as often as you eat this bread and drink this cup, you proclaim the Lord's death. And Pasch is the proclaiming of His death. For indeed the offering made today, and the one celebrated yesterday, and the one made every day is like unto and the very same as the one made on that Sabbath day, and that one is in no way more venerable than this, nor is this one slighter than that, but one and the same, equally awesome and saving.
Τίνος οὖν ἕνεκεν νηστεύομεν, φησὶ, τὰς τεσσαράκοντα ταύτας ἡμέρας; Πολλοὶ τὸ παλαιὸν τοῖς μυστηρίοις προσῄεσαν ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ μάλιστα κατὰ τὸν καιρὸν τοῦτον, καθ' ὃν ὁ Χριστὸς αὐτὰ παρέδωκε. Συνειδότες οὖν οἱ πατέρες τὴν βλάβην τὴν γινομένην ἐκ τῆς ἠμελημένης προσόδου, συνελθόντες ἐτύπωσαν ἡμέρας τεσσαράκοντα νηστείας, εὐχῶν, ἀκροάσεως, συνόδων, ἵν' ἐν ταῖς ἡμέραις ταύταις καθαρθέντες μετ' ἀκριβείας ἅπαντες καὶ δι' εὐχῶν, καὶ δι' ἐλεημοσύνης, καὶ διὰ νηστείας, καὶ διὰ παννυχίδων, καὶ διὰ δακρύων, καὶ δι' ἐξομολογήσεως, καὶ διὰ τῶν ἄλλων ἁπάντων, οὕτω κατὰ δύναμιν τὴν ἡμετέραν μετὰ καθαροῦ συνειδότος προσίωμεν. Καὶ ὅτι μέγα κατώρθωσαν, διὰ τῆς συγκαταβάσεως ταύτης εἰς συνήθειαν ἡμᾶς νηστείας καταστήσαντες, δῆλον ἐκεῖθεν. Ἡμεῖς μὲν γὰρ ἂν διὰ παντὸς τοῦ ἐνιαυτοῦ μένωμεν βοῶντες καὶ κηρύττοντες νηστείαν, οὐδεὶς προσέχει τοῖς λεγομένοις· ἂν δὲ ἐπιστῇ μόνον ὁ τῆς τεσσαρακοστῆς καιρὸς, καὶ μηδενὸς παραινοῦντος μηδὲ συμβουλεύοντος, καὶ ὁ σφόδρα νωθρότατος διανίσταται, τὴν παρὰ τοῦ καιροῦ λαμβάνων συμβουλὴν καὶ παραίνεσιν. Ἂν οὖν ἔρηταί σε Ἰουδαῖος καὶ Ἕλλην, τίνος ἕνεκεν νηστεύεις, μὴ εἴπῃς, ὅτι διὰ τὸ πάσχα, μηδὲ ὅτι διὰ τὸν σταυρὸν, ἐπεὶ πολλὴν αὐτῷ δίδως τὴν λαβήν· οὐ γὰρ διὰ τὸ πάσχα νηστεύομεν, οὐδὲ διὰ τὸν σταυρὸν, ἀλλὰ διὰ τὰ ἁμαρτήματα τὰ ἡμέτερα, ἐπειδὴ μέλλομεν μυστηρίοις προσιέναι· ἐπεὶ τό γε πάσχα οὐ νηστείας ἐστὶν οὐδὲ πένθους, ἀλλὰ εὐφροσύνης καὶ χαρᾶς ὑπόθεσις. Ὁ γὰρ σταυρὸς ἀνεῖλε τὴν ἁμαρτίαν, καθάρσιον τῆς οἰκουμένης ἐγένετο, καταλλαγὴ χρονίας ἔχθρας, ἀνέῳξε τοῦ οὐρανοῦ τὰς πύλας, τοὺς μισουμένους φίλους ἐποίησεν, εἰς τὸν οὐρανὸν ἐπανήγαγεν, ἐν δεξιᾷ τοῦ θρόνου ἐκάθισε τὴν ἡμετέραν φύσιν, μυρία ἕτερα παρέσχεν ἡμῖν ἀγαθά. Οὐ τοίνυν πενθεῖν οὐδὲ κατεστάλθαι χρὴ, ἀγάλλεσθαι δὲ καὶ χαίρειν ὑπὲρ τούτων ἁπάντων. Διὰ τοῦτο καὶ Παῦλός φησιν, Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν, Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν
"For what reason, then, do we fast," says one, "these forty days?" Many in olden times used to approach the mysteries casually and at random, and most of all at this season at which Christ handed them down. The fathers, therefore, realizing the harm arising from careless approach, having assembled, appointed forty days of fasting, prayers, hearing of the word, and assemblies, in order that in these days, having all been cleansed with exactness both through prayers, and through almsgiving, and through fasting, and through all-night vigils, and through tears, and through confession, and through all the other means, we might thus according to our power approach with a pure conscience. And that they accomplished a great thing by establishing us in a habit of fasting through this condescension is plain from this: for if we remain all through the year crying out and proclaiming fasting, no one gives heed to what is said; yet if the season of Lent merely comes round, even with no one exhorting or advising, the very most sluggish man rouses himself, taking counsel and exhortation from the season itself. If, therefore, a Jew or a Greek asks you for what reason you fast, do not say that it is on account of Pasch, nor on account of the cross, since you give him a great hold against us; for we fast not on account of Pasch, nor on account of the cross, but on account of our own sins, since we are about to approach the mysteries; since Pasch, at least, is an occasion not of fasting or mourning, but of gladness and joy. For the cross took away sin, became the expiation of the inhabited world, the reconciliation of ancient enmity, opened the gates of heaven, made those who were hated into friends, led our nature back up into heaven, seated it at the right hand of the throne, and bestowed ten thousand other good things upon us. One ought not, therefore, to mourn or be downcast, but to exult and rejoice over all these things. For this reason Paul too says: But far be it from me to boast, save in the cross of our Lord Jesus Christ (Gal. 6:14). And again: But God commends His own love towards us, in that while we were yet sinners
Notes, col. 867

On the reading

Printed τεσσαμακοστὴ, for τεσσαρακοστὴ.

PG 48:868Read from the page
Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Καὶ ὁ Ἰωάννης οὕτω πώς φησιν· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον. Πῶς; εἰπέ. Καὶ πάντα παραδραμὼν τἄλλα, τὸν σταυρὸν τέθεικεν. Εἰπὼν γὰρ, Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ἐπήγαγεν, Ὅτι τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἔδωκεν, ἵνα σταυρωθῇ, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Εἰ τοίνυν ἀγάπης ὑπόθεσις καὶ καύχημα ὁ σταυρὸς, μὴ λέγωμεν ὅτι δι' αὐτὸν πενθοῦμεν· οὐ γὰρ πενθοῦμεν δι' ἐκεῖνον, μὴ γένοιτο! ἀλλὰ διὰ τὰ οἰκεῖα ἁμαρτήματα. Διὰ τοῦτο νηστεύομεν.
Christ died for us (Rom. 5:8). And John speaks somewhat thus: For God so loved the world (John 3:16). How? Tell me. And passing over all other things, he set down the cross. For having said: God so loved the world, he added: That He gave His Only-begotten Son, that He might be crucified, that every one who believes in Him should not perish, but have eternal life. If, therefore, the cross is a ground of love and a boast, let us not say that we mourn on account of it; for we do not mourn on account of it — far be it! — but on account of our own sins. For this reason we fast.
εʹ. Ὁ γοῦν κατηχούμενος οὐδέποτε πάσχα ἐπιτελεῖ, καίτοι νηστεύων κατ' ἐνιαυτὸν, ἐπειδὴ προσφορᾶς οὐ κοινωνεῖ, ὥσπερ οὖν καὶ ὁ μὴ νηστεύων, ἂν μετὰ καθαροῦ προσέλθῃ συνειδότος, πάσχα ἐπιτελεῖ, κἂν σήμερον, κἂν αὔριον, κἂν ὁποτεοῦν μετάσχῃ τῆς κοινωνίας. Οὐ γὰρ ἐν παρατηρήσει καιρῶν, ἀλλ' ἐν συνειδότι καθαρῷ ἡ ἀρίστη κρίνεται πρόσοδος. Ἡμεῖς δὲ τοὐναντίον ποιοῦμεν. Τὴν μὲν διάνοιαν οὐ καθαίρομεν, εἰ δὲ τῇ ἡμέρᾳ προσέλθοιμεν ἐκείνῃ, νομίζομεν πάσχα ἐπιτελεῖν, κἂν μυρίων γέμωμεν ἁμαρτημάτων. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἀλλὰ κἂν ἐν αὐτῷ τῷ Σαββάτῳ προσέλθῃς μετὰ πονηροῦ συνειδότος, ἐξέπεσες τῆς κοινωνίας, ἀπῆλθες οὐκ ἐπιτελέσας τὸ πάσχα· ὥσπερ οὖν κἂν σήμερον κοινωνῇς, τὰ ἁμαρτήματα ἀπονιψάμενος, τὸ πάσχα ἐπετέλεσας ἀκριβῶς. Ἐχρῆν τοίνυν τὴν ἀκρίβειαν ταύτην ὑμᾶς καὶ τὴν εὐτονίαν μὴ ἐν τῇ τῶν καιρῶν παρατηρήσει, ἀλλ' ἐν τῇ προσόδῳ φυλάττειν. Καὶ καθάπερ αἱρεῖσθε νῦν πάντα ὑπομεῖναι, ἢ μεταθεῖναι τὴν συνήθειαν, οὕτως ἔδει τούτου μὲν καταφρονεῖν, πάντα δὲ αἱρεῖσθαι πάσχειν καὶ ποιεῖν, ὥστε μὴ μεθ' ἁμαρτημάτων προσιέναι. Ὅτι γὰρ οὐδεὶς λόγος καιρῶν τῷ Θεῷ καὶ παρατηρήσεως τοιαύτης, ἄκουσον αὐτοῦ δικάζοντος· Πεινῶντά με εἴδετε, φησὶ, καὶ ἐθρέψατε, διψῶντα, καὶ ἐποτίσατε, γυμνὸν, καὶ περιεβάλετε· καὶ τοῖς ἐξ εὐωνύμων τὰ ἐναντία τούτοις ἐγκαλεῖ. Καὶ πάλιν ἄλλον ἐπεισαγαγὼν ἐπὶ μνησικακίᾳ κολάζει· Πονηρὲ γὰρ, φησὶ, δοῦλε, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Πάλιν τὰς παρθένους, ἐπειδὴ ἔλαιον οὐκ εἶχον ἐν ταῖς λαμπάσι, τοῦ νυμφῶνος ἀπέκλεισεν· ἕτερον, ἐπειδὴ ἔνδυμα γάμου οὐκ ἔχων εἰσῆλθεν, ἀλλὰ ῥυπαρὰ ἠμφίεστο ἱμάτια, πορνείαν καὶ ἀκαθαρσίαν περιβεβλημένος· ὅτι δὲ τῷ δεῖνι μηνὶ καὶ τῷ δεῖνι ἐποίησε τὸ πάσχα, οὐδεὶς ἐκολάσθη ποτὲ οὐδὲ ἐνεκλήθη. Καὶ τί λέγω περὶ ἡμῶν τῶν ἀπηλλαγμένων πάσης τοιαύτης ἀνάγκης, καὶ ἄνω πολιτευομένων ἐν τοῖς οὐρανοῖς, ἔνθα μῆνες, καὶ ἥλιος, καὶ σελήνη, καὶ ἐνιαυτῶν περίοδος οὐκ ἔστιν; Οὐδὲ γὰρ ἐπ' αὐτῶν τῶν Ἰουδαίων, ἂν ἀκριβῶς ἐπιστῆσαι ἐθελήσῃ τις, οὐ πολὺν ὄψεται τοῦ χρόνου γινόμενον λόγον, ἀλλὰ τὸν τῶν Ἱεροσολύμων αὐτοῦ τόπον προτιμώμενον. Ἐπειδὴ γὰρ προσελθόντες ἄνθρωποι τῷ Μωϋσῇ ἔλεγον, Ἀκάθαρτοί ἐσμεν ἐπὶ ψυχῇ· πῶς
5. The catechumen, at any rate, never celebrates Pasch, although he fasts year by year, since he does not share in the offering; just as, on the other hand, even he who does not fast, if he approaches with a pure conscience, celebrates Pasch, whether today, or tomorrow, or whensoever he partakes of communion. For the best approach is judged not by observance of seasons, but by a pure conscience. Yet we do the opposite: we do not cleanse our mind, yet if we should approach on that day, we suppose we celebrate Pasch, even though we teem with ten thousand sins. But these things are not so, they are not; rather, even if on the Sabbath itself you approach with an evil conscience, you have fallen from communion, you have gone away without celebrating the Pasch; just as, then, even if you communicate today, having washed away your sins, you have celebrated the Pasch strictly. You ought, therefore, to have kept this strictness and earnestness not in the observance of seasons, but in your approach. And just as you now choose to endure all things rather than alter your custom, so you ought to have disregarded this, and chosen to suffer and do all things so as not to approach with sins. For that God takes no account of seasons and such observance, hear Him sitting in judgement: You saw Me hungry, says He, and fed Me; thirsty, and gave Me drink; naked, and clothed Me (Matt. 25:35-36); and those on the left hand He charges with the opposites of these. And again, bringing in another, He punishes him for bearing a grudge: For, wicked servant, says He, I forgave you all that debt; ought not you also to have had mercy on your fellow-servant, even as I too had mercy on you (Matt. 18:32-33)? Again, the virgins, since they had no oil in their lamps, He shut out of the bridal chamber (Matt. 25:8-10); another, since he entered having no wedding garment (Matt. 22:11-12), but was clad in filthy garments, wrapped round in fornication and uncleanness; whereas because one kept the Pasch in such-and-such a month and such-and-such another, no one was ever punished or accused. And why do I speak of us who have been freed from every such necessity, and have our citizenship above in the heavens, where there are no months, nor sun, nor moon, nor cycle of years? For not even in the case of the Jews themselves, if anyone wishes to attend closely, will he see much account taken of the time, but rather His own place of Jerusalem preferred. For since men came to Moses and said: We are unclean through a dead body; how
PG 48:869Read from the page
ἵνα μὴ ὑστερήσωμεν ἀπὸ τῶν δώρων τοῦ Κυρίου; Στῆτε αὐτοῦ, φησὶ, καὶ ἀνοίσωμεν ἐπὶ τὸν Θεόν. Εἶτα ἐπειδὴ ἀνήνεγκε, κατήνεγκε νόμον λέγοντα, ὅτι Ἄν τις ἀκάθαρτος ἐπὶ ψυχῇ ᾖ, ἢ ἐν ὁδῷ μακρᾷ, καὶ μὴ δύνηται ποιῆσαι ἐν τῷ πρώτῳ μηνὶ τὸ πάσχα, ποιήσει ἐν τῷ δευτέρῳ. Εἶτα ἐπὶ μὲν τῶν Ἰουδαίων ἡ τοῦ χρόνου λύεται παρατήρησις, ἵνα εἰς τὰ Ἱεροσόλυμα τὸ πάσχα γένηται· σὺ δὲ οὐ προτιμᾷς τοῦ χρόνου τῆς Ἐκκλησίας τὴν συμφωνίαν, ἀλλ' ἵνα δόξῃς ἡμέρας παρατηρεῖν, εἰς τὴν κοινὴν ἁπάντων ἡμῶν ἐμπαροινεῖς μητέρα, καὶ τὴν ἁγίαν διατέμνεις σύνοδον; καὶ πῶς ἂν ἄξιος εἴης συγγνώμης, ὑπὲρ τοῦ μηδενὸς τοσαῦτα ἁμαρτάνειν αἱρούμενος;
shall we not fall short of the gifts of the Lord (Num. 9:7)? Stand there, says he, and let us bring the matter before God (Num. 9:8). Then, after he had brought it up, he brought down a law saying: If anyone be unclean through a dead body, or on a far journey, and cannot keep the Passover in the first month, he shall keep it in the second (Num. 9:10-11). So then, in the case of the Jews, the observance of the time is dissolved in order that the Passover may take place at Jerusalem; and do you not prefer harmony with the Church to the time, but in order that you may seem to observe days, act like a drunken brawler against the common mother of us all, and cleave the holy synod asunder? And how could you be worthy of pardon, choosing to commit such great sins over nothing?
Καὶ τί χρὴ λέγειν περὶ Ἰουδαίων; Ὅτι γὰρ οὐδὲ σφόδρα βουλομένοις ἡμῖν καὶ σπουδάζουσι δυνατὸν πάντως τηρῆσαι τὴν ἡμέραν ἐκείνην, καθ' ἣν ἐσταυρώθη, δῆλον ἐκεῖθεν. Εἰ γὰρ καὶ μὴ παρέβαινον Ἰουδαῖοι, μηδὲ ἀγνώμονες ἦσαν, μηδὲ ἀναίσθητοι, μηδὲ ῥάθυμοι καὶ καταφρονηταὶ, μηδὲ ἐκπεπτώκεσαν τῆς πατρῴας πολιτείας, ἀλλ' ἀκριβῶς αὐτὴν ἐτήρουν νῦν, οὐδὲ οὕτω δυνατὸν ἦν ἡμῖν ἀκολουθοῦσιν αὐτοῖς ἐπιλαβέσθαι τῆς ἡμέρας αὐτῆς, καθ' ἣν ἐσταυρώθη, καὶ τὸ πάσχα ἐπετέλεσε. Καὶ πῶς, ἐγὼ λέγω. Ἡνίκα ἐσταυροῦτο, τότε ἡ πρώτη τῶν ἀζύμων ἦν, καὶ παρασκευή· ἀμφότερα δὲ ταῦτα οὐ δυνατὸν ἀεὶ συμπεσεῖν. Ἰδοὺ γοῦν κατὰ τὸν παρόντα ἐνιαυτὸν ἡ πρώτη τῶν ἀζύμων εἰς κυριακὴν ἡμέραν ἐμπίπτει, καὶ ἀνάγκη πᾶσαν νηστεῦσαι τὴν ἑβδομάδα, καὶ τοῦ πάθους παρελθόντος, καὶ τοῦ σταυροῦ γενομένου καὶ τῆς ἀναστάσεως, ἡμεῖς μένομεν νηστεύοντες. Καὶ πολλάκις τοῦτο συνέβη, μετὰ τὸν σταυρὸν, μετὰ τὴν ἀνάστασιν, μηδέπω τῆς ἑβδομάδος ἀπαρτισθείσης, τὴν νηστείαν ἐπιτελεῖσθαι· οὕτως οὐδεμία καιροῦ παρατήρησίς ἐστι.
And why need one speak of the Jews? For that not even if we wish it exceedingly and strive earnestly is it at all possible for us to keep that day on which He was crucified, is plain from this: even if the Jews did not transgress, and were neither thankless, nor senseless, nor slothful and scornful, nor had fallen from their ancestral polity, but kept it strictly even now, not even so would it have been possible for us, by following them, to lay hold of the very day on which He was crucified and celebrated the Passover. And how so, I tell you. When He was being crucified, it was then the first day of unleavened bread, and the Preparation; yet it is not possible for both these to coincide always. Behold, at any rate, in the present year the first day of unleavened bread falls upon the Lord's day, and there is every necessity to fast the whole week, and after the Passion has passed by, and the cross has taken place and the resurrection, we remain fasting. And often this has happened, that after the cross, after the resurrection, when the week has not yet been completed, the fast is still kept; thus there is no observance of a fixed season.
Μὴ τοίνυν φιλονεικῶμεν, μηδὲ ἐκεῖνο λέγωμεν, Τοσοῦτον ἐνήστευσα χρόνον, καὶ νῦν μεταθήσομαι; Δι' αὐτὸ μὲν οὖν τοῦτο μετάθου· ἐπειδὴ τοσοῦτον ἀπεσχίσθης χρόνον τῆς Ἐκκλησίας, ἐπάνελθε λοιπὸν πρὸς τὴν μητέρα. Οὐδεὶς λέγει, Ἐπειδὴ τοσοῦτον χρόνον ἐν ἔχθρᾳ διέμεινα, αἰσχύνομαι καταλλαγῆναι νῦν. Αἰσχύνη γάρ ἐστιν, οὐ τὸ μεταβάλλεσθαι πρὸς τὸ βέλτιον, ἀλλὰ τὸ μένειν ἐπὶ τῆς ἀκαίρου φιλονεικίας. Τοῦτο καὶ Ἰουδαίους ἀπώλεσεν, οἳ τὴν παλαιὰν ἐπιζητοῦντες ἀεὶ συνήθειαν, πρὸς ἀσέβειαν ἀπεσύροντο.
Let us not, therefore, be contentious, nor say that word: "I have fasted so long a time, and shall I now change?" Nay, for this very reason change: since for so long a time you have been torn away from the Church, come back from now on to your mother. No one says: "Since for so long a time I have remained in enmity, I am ashamed to be reconciled now." For shame lies not in changing for the better, but in remaining in untimely contentiousness. This destroyed the Jews also, who, ever seeking after their ancient custom, were dragged away into ungodliness.
Καὶ τί λέγω περὶ νηστείας καὶ ἡμερῶν παρατηρήσεως, ὁ Παῦλος τὸν νόμον διετέλει φυλάττων, καὶ πολὺν ὑπέμεινεν ἱδρῶτα, καὶ πολλὰς μὲν ὁδοιπορίας, πολλὰς δὲ ἠνέσχετο ταλαιπωρίας ἑτέρας, καὶ πάντων ἐκράτει τῶν ὁμηλίκων κατὰ τὴν τῆς πολιτείας ἐκείνης ἀκρίβειαν· ἀλλ' ὅμως μετὰ τὸ πρὸς τὸ ἄκρον ἐλάσαι τῆς πολιτείας ἐκείνης, ἐπειδὴ συνεῖδεν ὅτι ἐπ' ὀλέθρῳ καὶ βλάβῃ πάντα ἔπραττεν, εὐθέως μετέθετο. Καὶ οὐκ εἶπε πρὸς ἑαυτὸν, Τί τοῦτο; τοσαύτην ζημιοῦμαι σπουδήν; τοσοῦτον ἀπολῶ πόνον; ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο ταχύτερον μετετέθη, ἵνα μὴ μένῃ πάλιν ἐπὶ τῆς αὐτῆς ζημίας, καὶ τῆς ἐν τῷ νόμῳ δικαιοσύνης κατεφρόνησεν, ἵνα τὴν ἐκ πίστεως λάβῃ· καὶ βοᾷ λέγων, Ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἐὰν προσφέρῃς τὸ δῶρόν σου, φησὶν, ἐπὶ τὸ
And why do I speak of fasting and the observance of days? Paul continued keeping the law, and endured much sweat, and bore up under many journeys and many other hardships, and surpassed all his contemporaries in the strictness of that way of life; yet nevertheless, after driving on to the very summit of that way of life, when he realized that he was doing all things to his ruin and harm, straightway he changed course. And he did not say to himself: "What is this? Shall I forfeit such great zeal? Shall I lose so much labour?" Nay, for this very reason he changed course all the more quickly, lest he remain once more in the same loss, and he despised the righteousness that is in the law, that he might receive the righteousness that is from faith; and he cries aloud, saying: What things were gains to me, these I have counted loss for Christ (Phil. 3:7). If you offer your gift, says He, upon the
PG 48:870Read from the page
θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου· Τί λέγεις; ἂν μὲν ὁ ἀδελφός σου ἔχῃ τι κατὰ σοῦ, οὐ συγχωρεῖ σοι προσενεγκεῖν τὴν θυσίαν, ἕως ἂν αὐτῷ καταλλαγῇς· Ἐκκλησίας δὲ ὁλοκλήρου, καὶ τοσούτων πατέρων ἐχόντων κατὰ σοῦ, τολμᾷς καὶ ὑπομένεις, μὴ καταλύσας τὴν ἔχθραν τὴν ἄκαιρον ταύτην, τοῖς θείοις προσελθεῖν μυστηρίοις; καὶ πῶς ἂν δύναιο πάσχα ἐπιτελεῖν οὕτω διακείμενος; Ταῦτα οὐχὶ πρὸς ἐκείνους λέγω μόνους, ἀλλὰ καὶ πρὸς ὑμᾶς τοὺς ὑγιαίνοντας, ἵνα ὅσους ἂν ἴδητε τοιούτους ὄντας, μετὰ ἀκριβείας πολλῆς καὶ προσηνείας ἐκλέγοντες συναγάγητε, καὶ πρὸς τὴν μητέρα ἐπαναγάγητε. Κἂν ἀντιτείνωσι, κἂν σκιρτῶσι, κἂν ὁτιοῦν ἕτερον πράττωσι, μὴ ἀποκάμωμεν, ἕως ἂν αὐτοὺς πείσωμεν· οὐδὲν γὰρ εἰρήνης ἴσον καὶ συμφωνίας. Διὰ τοῦτο καὶ εἰσιὼν ὁ πατὴρ, οὐ πρότερον ἐπὶ τὸν θρόνον ἀναβαίνει τοῦτον, ἕως ἂν ἅπασιν ὑμῖν εἰρήνην ἐπεύξηται, καὶ ἀναστὰς οὐ πρότερον ἄρχεται τῆς πρὸς ὑμᾶς διδασκαλίας, ἕως ἂν ἅπασι δῷ τὴν εἰρήνην. Καὶ μέλλοντες εὐλογεῖν οἱ ἱερεῖς, πρότερον τοῦτο ὑμῖν ἐπευξάμενοι, οὕτω τῆς εὐλογίας ἄρχονται.
altar, and there remember that your brother has something against you, go, first be reconciled to your brother, and then come and offer your gift (Matt. 5:23-24). What do you say? If your brother has something against you, He does not permit you to offer the sacrifice until you are reconciled to him; yet when an entire Church and so many fathers have something against you, do you dare and endure, without having ended this untimely enmity, to approach the divine mysteries? And how could you celebrate Pasch while so disposed? These things I say not to those men alone, but also to you who are in health, so that as many as you may see to be such, singling them out with great care and gentleness you may gather them in and lead them back to their mother. Even if they resist, even if they kick against you, even if they do anything else whatsoever, let us not grow weary until we persuade them; for nothing is equal to peace and harmony. For this reason the father too, upon entering, does not ascend this throne before he has prayed for peace upon all of you, and upon rising he does not begin his teaching to you before he has given peace to all. And when the priests are about to bless, having first prayed for this upon you, they thus begin the blessing.
Καὶ ὁ διάκονος δὲ κελεύων εὔχεσθαι μετὰ τῶν ἄλλων, καὶ τοῦτο ἐπιτάττει κατὰ τὴν εὐχὴν, αἰτεῖν τὸν ἄγγελον τῆς εἰρήνης, καὶ τὰ προκείμενα πάντα εἰρηνικὰ, καὶ τῆς συνόδου ταύτης ἀπολύων ὑμᾶς, τοῦτο ὑμῖν ἐπεύχεται λέγων, Πορεύεσθε ἐν εἰρήνῃ· καὶ οὐδὲν ὅλως ἔνι οὔτε εἰπεῖν, οὔτε πρᾶξαι ταύτης χωρίς. Αὕτη γάρ ἐστιν ἡ τροφὸς ἡμῶν καὶ μήτηρ, θάλπουσα μετὰ πολλῆς τῆς ἀκριβείας ἡμᾶς. Εἰρήνην δὲ λέγω, οὐ τὴν ἀπὸ προσρήσεως ψιλῆς, οὐδὲ τὴν ἀπὸ τῆς κοινωνίας τῶν τραπεζῶν, ἀλλὰ τὴν κατὰ Θεὸν εἰρήνην, τὴν ἐκ τῆς συμφωνίας τῆς πνευματικῆς, ἣν πολλοὶ διασπῶσι νῦν, ὑπὲρ ἀκαίρου φιλονεικίας τὰ ἡμέτερα καθαιροῦντες, καὶ τὰ Ἰουδαίων αὔξοντες, ἐκείνους ἀξιοπιστοτέρους διδασκάλους τῶν οἰκείων πατέρων ἡγούμενοι, καὶ τοῖς χριστοκτόνοις περὶ τοῦ πάθους πιστεύοντες· οὗ τί γένοιτ' ἂν ἀλογώτερον; Οὐκ οἶδας ὅτι ἐκεῖνο τύπος, τοῦτο δὲ ἀλήθεια; Ὅρα γὰρ πόσον τὸ διάφορον. Ἐκεῖνο θάνατον ἐκώλυε σωματικὸν, τοῦτο ὀργὴν ἔλυσε τὴν κατὰ τῆς οἰκουμένης φερομένην ἁπάσης· ἐκεῖνο Αἰγύπτου τότε ἀπήλλαξε, τοῦτο εἰδωλολατρείας ἠλευθέρωσεν· ἐκεῖνο τὸν Φαραὼ, τοῦτο τὸν διάβολον ἀπέπνιξε· μετ' ἐκεῖνο Παλαιστίνη, μετὰ τοῦτο οὐρανός.
And the deacon too, bidding you pray along with the other petitions, enjoins this as well in the prayer: to ask for the angel of peace, and that all things set before us be peaceful; and in dismissing you from this assembly, he prays for this upon you, saying: Go in peace; and it is altogether impossible either to say or to do anything apart from this. For she is our nurse and mother, cherishing us with great care. And I mean peace — not that which comes from bare salutation, nor that from fellowship at tables, but peace according to God, that which springs from spiritual harmony, which many now tear apart, pulling down our own cause over untimely contentiousness and exalting that of the Jews, deeming those men more trustworthy teachers than their own fathers, and believing the Christ-slayers concerning the Passion — than which what could be more unreasonable? Do you not know that the former was a type, whereas this is the truth? For behold how great the difference is: the former warded off bodily death, this dissolved the wrath borne against the whole inhabited world; the former freed men from Egypt at that time, this liberated them from idolatry; the former drowned Pharaoh, this choked the devil; after the former came Palestine, after this comes heaven.
Τί τοίνυν τῷ λύχνῳ προσεδρεύεις, τοῦ ἡλίου φανέντος; τί δὲ τῷ γάλακτι τρέφεσθαι βούλει, στερεᾶς σοι διδομένης τροφῆς; Διὰ τοῦτο ἐτράφης γάλακτι, ἵνα μὴ μένῃς ἐν τῷ γάλακτι· διὰ τοῦτό σοι ὁ λύχνος ἐφάνη, ἵνα πρὸς τὸν ἥλιον χειραγωγηθῇς. Μὴ τοίνυν, τῶν τελειοτέρων παραγενομένων πραγμάτων, πρὸς τὰ πρότερα ἐπανατρέχωμεν, μηδὲ ἡμέρας καὶ καιροὺς καὶ ἐνιαυτοὺς παρατηρῶμεν, ἀλλὰ πανταχοῦ τῇ Ἐκκλησίᾳ μετ' ἀκριβείας ἑπώμεθα, τὴν ἀγάπην καὶ τὴν εἰρήνην προτιμῶντες ἁπάντων. Εἰ γὰρ καὶ ἐσφάλλετο ἡ Ἐκκλησία, οὐ τοσοῦτον κατόρθωμα ἀπὸ τῆς τῶν χρόνων ἀκριβείας ἦν, ὅσον ἔγκλημα ἀπὸ τῆς διαιρέσεως καὶ τοῦ σχίσματος τού-
Why, therefore, do you sit beside the lamp when the sun has appeared? And why do you wish to be fed on milk when solid food is given to you? For this reason you were fed on milk, that you might not remain on milk; for this reason the lamp appeared to you, that you might be led by the hand to the sun. Now that the more perfect things have come, therefore, let us not run back to the former things, nor observe days and seasons and years, but everywhere follow the Church strictly, preferring love and peace above all things. For even if the Church were mistaken, there would not be so great an achievement from exactness of seasons as there is blame from division and from this schism
PG 48:871Read from the page
του· νυνὶ δὲ οὐδείς μοι περὶ καιροῦ λόγος, ἐπειδὴ οὐδὲ τῷ Θεῷ, καθάπερ ἀπεδείξαμεν, ἐπεὶ καὶ ὑπὲρ τούτου πολλοὺς ἀνήλωσα λόγους· ἀλλὰ ἓν μόνον ζητῶ, ὅπως ἐν ειρήνῃ καὶ ὁμονοίᾳ ἅπαντα ποιῶμεν, ὅπως μὴ, νηστευόντων ἡμῶν καὶ τοῦ δήμου παντὸς, καὶ τῶν ἱερέων τὰς κοινὰς ποιουμένων ὑπὲρ τῆς οἰκουμένης ἱκετηρίας, σὺ μένῃς μεθύων ἐπὶ τῆς οἰκίας. Ἐννόησον πῶς διαβολικῆς τοῦτό ἐστιν ἐνεργείας, καὶ ὡς οὐχ ἓν μόνον, οὐδὲ δύο, οὐδὲ τρία ἐστὶ τὰ ἁμαρτήματα, ἀλλὰ πολλῷ πλείω. Ἀποσχίζει σε τῆς ἀγέλης, καὶ καταγινώσκειν σε παρασκευάζει πατέρων τοσούτων, εἰς φιλονεικίαν ἐμβάλλει, πρὸς Ἰουδαίους ὠθεῖ, σκάνδαλόν σε αὖ πάλιν προτίθησι καὶ τοῖς οἰκείοις καὶ τοῖς ἀλλοτρίοις. Πῶς γὰρ δυνησόμεθα ἐγκαλεῖν ἐκείνοις μένουσιν ἐπὶ τῆς οἰκίας, ὅταν σὺ πρὸς ἐκείνους τρέχῃς; Οὐ ταῦτα δὲ μόνον ἐστὶ τὰ ἁμαρτήματα, ἀλλ' ὅτι καὶ μεγάλη βλάβη γένοιτ' ἂν, ὅταν μήτε Γραφῶν, μήτε συνόδων, μήτε εὐλογίας, μήτε κοινῶν εὐχῶν ἀπολαύῃς ἐν ταῖς νηστείαις ἐκείναις, ἀλλὰ μετὰ πονηροῦ συνειδότος ἅπαντα τοῦτον διάγῃς τὸν χρόνον, δεδοικὼς καὶ τρέμων μὴ γένῃ κατάφωρος, καθάπερ τις ἀλλόφυλος καὶ ἀλλογενὴς, δέον μετὰ παρῥησίας, μεθ' ἡδονῆς, μετὰ εὐφροσύνης, μετ' ἐλευθερίας ἁπάσης κοινῇ μετὰ τῆς Ἐκκλησίας πάντα ἐπιτελεῖν. Οὐδὲ γὰρ ἡ Ἐκκλησία χρόνων ἀκρίβειαν οἶδεν· ἀλλ' ἐπειδὴ παρὰ τὴν ἀρχὴν πᾶσιν ἔδοξε τοῖς πατράσι διῃρημέ-
yet at present I make no account of the season, since neither does God, just as we have demonstrated, for upon this matter too I have expended many discourses; but one thing alone I seek, that in peace and concord we may do all things, so that, while we and the whole people are fasting, and the priests are offering the common supplications on behalf of the inhabited world, you may not remain drinking intemperately at home. Consider how much a work of diabolical agency this is, and how the sins are not one alone, nor two, nor three, but far more. It severs you from the flock, and prepares you to condemn so many Fathers, casts you into contentiousness, thrusts you towards the Jews, and once again sets you forth as a stumbling-block both to those of the household and to outsiders. For how shall we be able to accuse those who remain at home, when you run to them? Nor are these alone the sins, but great harm would also arise, when in those fasts you enjoy neither Scriptures, nor assemblies, nor blessing, nor common prayers, but pass all this time with an evil conscience, fearing and trembling lest you be caught in the act, just like some alien and foreigner, whereas you ought with boldness, with pleasure, with gladness, with all freedom to accomplish all things in common with the Church. For neither does the Church know exactness of seasons; but since from the beginning it seemed good to all the Fathers, sundered
(a) ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ, ΕΙΣ ΤΑΣ ΣΑΛΠΙΓΓΑΣ ΤΟΥ ΠΑΣΧΑ ΑΥΤΩΝ. ΕΛΕΧΘΗ ΔΕ ΕΝ ΑΝΤΙΟΧΕΙᾼ ΕΝ Τῌ ΜΕΓΑΛῌ ΕΚΚΛΗΣΙᾼ.
(a) By the Same, Against the Jews, on the Trumpets of Their Passover; Delivered at Antioch in the Great Church.
Λόγος τέταρτος.
Discourse IV.
αʹ. Πάλιν οἱ δείλαιοι καὶ πάντων ἀνθρώπων ἀθλιώτεροι νηστεύειν μέλλουσιν Ἰουδαῖοι, καὶ πάλιν ἀσφαλίσασθαι τὴν τοῦ Χριστοῦ ποίμνην ἀναγκαῖον. Ἐπεὶ καὶ ποιμένες, ἕως μὲν ἂν μηδὲν ἐνοχλῇ θηρίον, ὑπὸ δρῦν ἢ πεύκην ἑαυτοὺς ῥίψαντες τῷ καλάμῳ συρίζουσιν, ἀφέντες ἐπ' ἐξουσίας ἁπάσης τὰ πρόβατα νέμεσθαι· ἐπειδὰν δὲ λύκων καταδρομὴν αἴσθωνται γινομένην, ταχέως τὸν κάλαμον ῥίψαντες, τὴν σφενδόνην μεταχειρίζονται, καὶ τὴν σύριγγα ἀφέντες, ῥοπάλοις καὶ λίθοις ἑαυτοὺς καθοπλίζουσι, καὶ πρὸ τῆς ποίμνης στάντες, καὶ μέγα καὶ διωλύγιον ὀλολύξαντες, τῇ φωνῇ πολλάκις πρὸ τῆς βολῆς τὸ θηρίον ἀπήλασαν. Οὕτω δὴ καὶ ἡμεῖς ἐν μὲν ταῖς ἔμπροσθεν ἡμέραις, ὥσπερ ἐν λειμῶνί τινι, τῇ τῶν Γραφῶν διηγήσει σκιρτῶντες, οὐδενὸς ἡψάμεθα ἀγωνιστικοῦ λόγου· οὐδεὶς γὰρ ἦν ἡμῖν ὁ διενοχλῶν· ἐπειδὴ δὲ σήμερον οἱ λύκων ἁπάντων χαλεπώτεροι Ἰουδαῖοι περίστασθαι ἡμῶν τὰ πρόβατα μέλλουσιν, ἀνάγκη πυκτεύειν καὶ μάχεσθαι, ὅπως μηδὲν ἡμῖν θηριάλωτον γένηται. Καὶ μὴ θαυμάσητε, ει μετὰ δέκα καὶ πλείους ἡμέρας, τῆς νηστείας ἐκείνης ἀπαντᾷν μελλούσης, ἡμεῖς ἐντεῦθεν ἤδη καθοπλιζόμεθα, καὶ περιφράττομεν τὰς ὑμετέρας ψυχὰς, ἐπεὶ καὶ τῶν γεωργῶν οἱ φιλόπονοι, ἐπειδὰν ἔχωσι γείτονα χείμαρῥον παρασύροντα τὰς γεωργίας, οὐκ ἐν τῷ
1. Once again the wretched Jews, more miserable than all men, are about to fast, and once again it is necessary to make secure the flock of Christ. For shepherds too, so long as no wild beast troubles them, flinging themselves down under an oak or a pine, pipe upon the reed, leaving the sheep at full liberty to graze; but whenever they perceive an incursion of wolves taking place, quickly flinging away the reed, they take the sling in hand, and laying aside the pipe, arm themselves fully with clubs and stones, and standing before the flock, and crying out loud and piercingly, often by their voice drive off the wild beast before a missile is cast. Even so we also in the preceding days, gambolling as it were in a meadow in the exposition of the Scriptures, touched upon no contentious discourse; for there was no one troubling us; but since today the Jews, more grievous than all wolves, are about to surround our sheep, it is necessary to box and fight, lest anything of ours become the prey of wild beasts. And do not marvel if, when that fast is about to arrive after ten days and more, we already from this point arm ourselves fully and fence round your souls, since the industrious among husbandmen also, whenever they have a neighbouring winter-torrent sweeping away their tillages, not in the
Notes, col. 871

On the reading

Printed ειρήνῃ, for εἰρήνῃ.

Printed ει, for εἰ.

PG 48:872Read from the page
νοις ὁμοῦ συνελθεῖν, καὶ ταύτην ὁρίσαι τὴν ἡμέραν, τὴν συμφωνίαν πανταχοῦ τιμῶσα καὶ τὴν ὁμόνοια ἀγαπῶσα, κατεδέξατο τὸ ἐπιταχθέν. Ὅτι γὰρ ἀδύνατον ἢ ἡμᾶς, ἢ ὑμᾶς, ἢ ἕτερον ὁντιναοῦν αὐτῆς ἐπιλαβέσθαι τῆς κυριακῆς ἡμέρας, ἱκανῶς ἐν τοῖς ἔμπροσθεν ἀποδέδεικται. Μὴ τοίνυν σκιομαχῶμεν, μηδὲ ὑπὲρ τῶν τυχόντων φιλονεικοῦντες, ἐν τοῖς μεγάλοις ἑαυτοὺς καταβλάπτωμεν. Τὸ μὲν γὰρ τῷδε ἢ τῷδε χρόνῳ νηστεῦσαι οὐκ ἔγκλημα, τὸ δὲ σχίσαι Ἐκκλησίαν, καὶ φιλονείκως διατεθῆναι, καὶ διχοστασίας ἐμποιεῖν, καὶ τῆς συνόδου διηνεκῶς ἑαυτὸν ἀποστερεῖν, ἀσύγγνωστον καὶ κατηγορίας ἄξιον, καὶ πολλὴν ἔχει τὴν τιμωρίαν. Ἐνῆν μὲν οὖν καὶ πλείονα τούτων εἰπεῖν, ἀλλὰ τοῖς μὲν προσέχουσι καὶ τὰ εἰρημένα ἀρκεῖ, τοῖς δὲ μὴ προσέχουσιν οὐδὲ εἰ πλείω τούτων λεχθείη, ἔσται τι πλέον. Διόπερ ἐνταῦθα καταλύσαντες τὸν λόγον, κοινῇ πάντες εὐξώμεθα τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους ἐπανελθεῖν πρὸς ἡμᾶς, καὶ τὴν εἰρήνην ἀσπάσασθαι, καὶ τῆς ἀκαίρου φιλονεικίας ἀποστῆναι, καὶ τῆς ψυχρότητος ταύτης καταγελάσαντας, ὑψηλήν τινα καὶ μεγάλην λαβεῖν διάνοιαν, καὶ τῆς τῶν ἡμερῶν ἀπαλλαγῆναι παρατηρήσεως, ἵνα ὁμοθυμαδὸν πάντες ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων. Ἀμήν.
in place, to come together and appoint this day, honouring harmony everywhere and loving concord, she accepted what was enjoined. For that it is impossible for either us, or you, or any other person whatsoever to hit upon the very Lord's day has been sufficiently demonstrated in what preceded. Let us not then fight with shadows, nor by contending over trifles harm ourselves in great matters. For to fast at this time or at that is no accusation, whereas to rend asunder the Church, and to be contentiously disposed, and to engender dissensions, and continually to deprive oneself of the assembly, is unpardonable and worthy of censure, and carries heavy punishment. It would indeed have been possible to say more than these things, but to those who give heed even what has been said suffices, while to those who do not give heed, not even if more than these things should be spoken will there be any gain. Wherefore, bringing our discourse to a close here, let us all pray in common that our brethren return to us, and embrace peace, and stand aloof from untimely contentiousness, and, laughing to scorn this frigidity, conceive some lofty and great mind, and be ridded of the observance of days, so that with one accord we all with one mouth may glorify the God and Father of our Lord Jesus Christ, to Whom be the glory and the dominion, now and always, and unto the ages of the ages. Amen.
καιρῷ τοῦ χειμῶνος, ἀλλὰ πρὸ τῆς ὥρας ἐκείνης, καὶ ὄχθας περιφράττουσι, καὶ χώματα ἐγείρουσι, καὶ τάφρους ἐλαύνουσι, καὶ παντὶ πρὸς αὐτὸν παρασκευάζονται τρόπῳ. Ἡσυχάζοντι μὲν γὰρ καὶ κατεσταλμένῳ ῥᾴδιον ἐπιθέσθαι, αὐξομένῳ δὲ καὶ μετὰ πολλῆς φερομένῳ τῆς τῶν ὑδάτων ῥύμης, οὐκέθ' ὁμοίως εὔκολον ἀπαντᾷν. Διὰ τοῦτο φθάνουσιν αὐτοῦ τὰς ἐπιβολὰς πρὸ πολλοῦ τοῦ χρόνου, πᾶσαν πανταχόθεν ἐπινοοῦντες ἀσφάλειαν. Οὕτω καὶ στρατιῶται καὶ ναῦται καὶ γεωργοὶ καὶ θερισταὶ ποιεῖν εἰώθασι. Καὶ γὰρ ἐκεῖνοι πρὸ τοῦ καιροῦ τῆς μάχης καὶ θώρακα ἀποσμήχουσι, καὶ ἀσπίδα περισκοποῦσι, καὶ χαλινοὺς παρασκευάζουσι, καὶ ἵππους τρέφουσι μετὰ πολλῆς τῆς ἐπιμελείας, καὶ τὰ ἄλλα πάντα εὖ διατίθενται. Καὶ ναῦται, πρὶν ἢ τὸ σκάφος εις λιμένα καθελκύσαι, καὶ τρόπιν ἐπισκευάζουσι, καὶ τοίχους ἀνανεοῦσι, καὶ κώπας ἀποξέουσι, καὶ ἱστία ῥάπτουσι, καὶ τὴν ἄλλην ἅπασαν τοῦ πλοίου κατασκευὴν εὐτρεπίζουσιν. Καὶ θερισταὶ δὲ ὁμοίως πρὸ πολλῶν τῶν ἡμερῶν καὶ δρεπάνην θήγουσι, καὶ ἄλωνα παρασκευάζουσι καὶ βοῦς καὶ ἅμαξαν, καὶ ὅσα ἂν ἄλλα πρὸς τὸν ἄμητον αὐτοῖς συντελῇ. Καὶ πάντας ἀνθρώπους ἴδοι τις ἂν πρὸ τοῦ καιροῦ τὰς τῶν πραγμάτων ποιουμένους παρασκευὰς, ὥστε τοῦ καιροῦ τῶν πραγμάτων ἐπιστάντος εὔκολον αὐτοῖς γενέσθαι τὴν τῶν ἔργων ἐκπλήρωσιν.
season of winter, but before that hour, both fence round the banks, and raise up mounds, and dig trenches, and in every way prepare themselves against it. For while it is quiet and subsided it is easy to set upon it, whereas when it has swollen and is borne along with a great rush of waters, it is no longer equally easy to meet it. On this account they anticipate its onsets long before the time, devising every safety on every side. Thus too soldiers and sailors and husbandmen and reapers are accustomed to do. For they also before the season of battle both furbish their breastplate, and inspect their shield, and prepare their bridles, and rear their horses with great care, and put all other things in good order. And sailors, before drawing the vessel down to harbour, both repair the keel, and renew the sides, and scrape smooth the oars, and stitch the sails, and make ready all the rest of the ship's equipment. And reapers likewise many days before both whet their sickle, and prepare the threshing-floor and oxen and wagon, and whatsoever other things may conduce for them towards the harvest. And one might see all men making preparations for affairs before the season, so that when the season of affairs stands upon them, the fulfilment of the works may become easy for them.
Τούτους δὴ καὶ ἡμεῖς μιμούμενοι, πρὸ πολλῶν τῶν ἡμερῶν τὰς ὑμετέρας ἀσφαλιζάμεθα ψυχὰς, παρακα-
Imitating these men therefore, we also many days before make your souls secure, exhor-
Notes, col. 872

On the reading

Printed ὁμόνοια, for ὁμόνοιαν.

Printed αιώνων, for αἰώνων.

Printed εις, for εἰς.

Printed ἀσφαλιζάμεθα, for ἀσφαλιζόμεθα.