ακούσητε, ἤ τινας τῶν τὰ τοιαῦτα τολμώντων ἀποκρύψητε, ὥσπερ κατήγοροι σφοδροὶ ἀντικαταστήσονται ὑμῖν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ, ἀλλὰ καὶ κατέβαλον τὸ ἀργύριον ἐπὶ τοὺς τραπεζίτας. Ὑμῶν ἐστι λοιπὸν πλεονάσαι τὸ καταβληθὲν, καὶ τῇ τῆς ἀκροάσεως ὠφελείᾳ πρὸς τὴν σωτηρίαν τῶν ὑμετέρων ἀδελφῶν ἀποχρήσασθαι. Ἀλλὰ φορτικὸν καὶ ἐπαχθὲς καταγγέλλειν τοὺς τὰ τοιαῦτα ἁμαρτάνοντας; Φορτικὸν μὲν οὖν καὶ ἐπαχθὲς σιγᾷν. Καὶ γὰρ ὑμῖν τοῖς ἀποκρύπτουσι, κἀκείνοις τοῖς λανθάνουσιν ἐπάγει τὸν ὄλεθρον αὕτη ἡ σιγὴ, τὸν Θεὸν ὑμῖν ἐκπολεμοῦσα. Πόσῳ δὲ βέλτιον τοῖς συνδούλοις ἀπεχθάνεσθαι ἐπὶ σωτηρίᾳ, ἢ τὸν Δεσπότην παροξύνειν καθ' ἑαυτῶν, Οὗτος μὲν γὰρ κἂν ἀγανακτήσῃ νῦν, οὐδέν σε βλάψαι δυνήσεται, μᾶλλον δὲ καὶ χάριν εἴσεταί σοι μετὰ ταῦτα τῆς ἰατρείας· ὁ δὲ Θεὸς, ἂν τῷ συνδούλῳ σου τὴν ἐπιβλαβῆ χαριζόμενος χάριν, σιγήσῃς καὶ ἀποκρύψῃς, τὴν ἐσχάτην ἀπαιτήσει σε δίκην. Ὥστε σιγῶν μὲν, καὶ τὸν Θεὸν ἐκπολεμώσεις σεαυτῷ, καὶ τὸν ἀδελφὸν βλάψεις· καταγγέλλων δὲ καὶ φανερὸν ποιῶν, κἀκεῖνον ἕξεις ἵλεων, καὶ τοῦτον κερδανεῖς, καὶ φίλον κτήσῃ μανικὸν, τῇ πείρᾳ τὴν εὐεργεσίαν μαθόντα. Μὴ τοίνυν νομίζετε χαρίζεσθαι τοῖς ὑμετέροις ἀδελφοῖς, εἴ τι τῶν ἀτόπων ὁρῶντες μετιόντας, μὴ μετὰ πάσης ἐλέγχοιτε τῆς σφοδρότητος. Ἱμάτιον ἐὰν ἀπολέσῃς, μὴ τὸν κεκλοφότα μόνον, οὐχὶ καὶ τὸν συνειδότα τῷ κλέπτῃ καὶ μὴ καταγγέλλοντα, ὁμοίως νομίζεις ἐχθρόν; Ἡ μήτηρ ἡμῶν ἡ κοινὴ οὐχ ἱμάτιον, ἀλλ' ἀδελφὸν ἀπώλεσεν· ἔκλεψεν αὐτὸν ὁ διάβολος, καὶ κατέχει νῦν ἐν τῷ Ἰουδαϊσμῷ· οἶδας τὸν κεκλοφότα, οἶδας τὸν κλαπέντα· ὁρᾷς ἐμὲ, καθάπερ λύχνον, ἅπτοντα τῆς διδασκαλίας τὸν λόγον, καὶ πανταχοῦ ζητοῦντα καὶ κοπτόμενον· καὶ σὺ ἕστηκας σιγῶν, καὶ οὐ καταγγέλλεις; καὶ ποίαν ἕξεις συγγνώμην; πῶς δὲ οὐκ ἐν τοῖς ἐσχάτοις σε τῶν ἐχθρῶν ἡ Ἐκκλησία λογιεῖται, καὶ πολέμιον ἡγήσεται καὶ λυμεῶνα; Ἀλλὰ μὴ γένοιτο μηδένα τῶν ταύτης ἀκουόντων τῆς συμβουλῆς, τοιαύτην ἁμαρτίαν ποτὲ ἁμαρτεῖν, ὥστε προδοῦναι ἀδελφὸν, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. Ὁ Χριστὸς τὸ αἷμα ἐξέχεεν δι' αὐτόν· σὺ δὲ οὐδὲ λόγον προέσθαι δι' αὐτὸν ὑπομένεις; Μὴ, παρακαλῶ, ἀλλ' εὐθέως ἐντεῦθεν ἀναχωρήσαντες, ἐπὶ τὴν θήραν ταύτην ἐπείχθητε, καὶ ἕκαστος ὑμῶν ἕνα μοι κομισάτω τῶν τὰ τοιαῦτα νοσούντων· μᾶλλον δὲ μὴ γένοιτο τοσούτους εἶναι τοὺς νοσοῦντας· δύο καὶ τρεῖς ἐξ ὑμῶν, ἢ καὶ δέκα καὶ εἴκοσι, ἕνα μοι κομισάτωσαν, ἵνα κατὰ τὴν ἡμέραν ἐκείνην ἰδὼν τὴν ἄγραν εἴσω τῶν δικτύων γενομένην, δαψιλεστέραν ὑμῖν παραθῶ τὴν τράπεζαν. Ἂν γὰρ ἴδω τὴν σήμερον συμβουλὴν εἰς ἔργον ἐκβεβηκυῖαν, μετὰ πλείονος ἅψομαι τῆς προθυμίας τῆς πρὸς ἐκείνους ἰατρείας, καὶ πλέον ἔσται τὸ κέρδος καὶ ὑμῖν κἀκείνοις. Μὴ τοίνυν ὀλιγωρήσητε, ἀλλὰ καὶ γυναῖκες γυναῖκας, καὶ ἄνδρες ἄνδρας, καὶ δοῦλοι δούλους, καὶ ἐλεύθεροι ἐλευθέρους, καὶ παῖδες παῖδας, καὶ πάντες ἁπλῶς μετὰ ἀκριβείας ἁπάσης τοὺς τὰ τοιαῦτα νοσοῦντας θηρεύσαντες, οὕτως εἰς τὴν ἐπιοῦσαν ἀπαντήσατε σύναξιν, ἵνα καὶ τοῦ παρ' ἡμῶν ἐπαίνου τύχητε, καὶ πρὸ τῶν ἡμετέρων ἐγκωμίων τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐπισπάσησθε τὸν πολὺν καὶ ἄφατον, καὶ τοὺς πόνους τῶν κατορθούντων ὑπερβαίνοντα πολλῷ τῷ μέτρῳ· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
bey, or conceal any of those who dare such things, they will stand opposed to you like vehement accusers. For I did not shrink from declaring to you the whole counsel of God, nay, I also deposited the money with the bankers. It remains for you to multiply what has been deposited, and to turn the benefit of your hearing to account for the salvation of your brethren. Yet is it burdensome and odious to denounce those who sin in such ways? Nay rather, to keep silent is burdensome and odious. For both upon you who conceal them and upon those who go unnoticed does this silence bring ruin, making God your enemy. And how much better is it to incur the dislike of fellow servants for their salvation, than to provoke the Master against ourselves? For even if this man is vexed now, he will be able to harm you in nothing, nay rather he will even owe you thanks afterwards for the cure; whereas God, if in doing your fellow servant a harmful favour you keep silent and conceal him, will exact from you the utmost penalty. So that by keeping silent you will both make God an enemy to yourself and harm your brother; whereas by denouncing and making him manifest you will both have Him merciful, and gain this man, and win an ardent friend, once he has learned the kindness by experience. Do not therefore suppose that you are doing a favour to your brethren if, seeing them pursuing anything improper, you do not reprove them with all vehemence. If you lose a garment, do you not deem an enemy not only him who stole it, but also in like manner him who was privy to the thief and did not denounce him? Our common mother has lost not a garment, but a brother; the devil stole him, and holds him fast now in Judaism; you know him who stole, you know him who was stolen; you see me, as it were a lamp, kindling the word of teaching, and everywhere seeking and mourning; and do you stand silent, and not denounce him? And what pardon will you have? And how will the Church not reckon you among the worst of her enemies, and deem you a foe and a destroyer? Yet far be it that anyone who hears this counsel should ever commit such a sin as to betray a brother for whom Christ died. Christ poured out His blood on his account; and do you not endure to utter even a word on his account? Do not, I beseech you, but departing straightway from here, hasten to this hunt, and let each of you bring me one of those who are sick in such ways; nay rather, far be it that those who are sick should be so many: let two and three of you, or even ten and twenty, bring me one, so that on that day, seeing the catch brought inside the nets, I may set before you a more bountiful table. For if I see today's counsel issuing in action, with greater eagerness shall I set my hand to their cure, and greater will be the gain both for you and for them. Do not therefore be negligent, but let women hunt out women, and men men, and slaves slaves, and freemen freemen, and children children, and simply all of you with all exactness hunt out those who are sick in such ways, and so meet at the next assembly, that you may both obtain praise from us, and before our encomiums draw down from God the great and ineffable reward, surpassing by far the labours of those who succeed; which may we all attain by the grace and loving-kindness of our Lord Jesus Christ, through Whom and with Whom to the Father be glory, together with the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.