Migne Reading Room

PG 48 · cols. 849–854 · Read from the page

Eight orations against the Jews

Eight orations against the Jews

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:849Read from the page
ἐστίν. Οὐ γὰρ λῃστῶν οὐδὲ καπήλων ἁπλῶς, ἀλλὰ δαιμόνων ἐστὶ καταγώγιον, μᾶλλον δὲ οὐχ αἱ συναγωγαὶ μόνον, ἀλλὰ καὶ αὐταὶ αἱ ψυχαὶ τῶν Ἰουδαίων· καὶ τοῦτο πρὸς τῷ τέλει τοῦ λόγου δεῖξαι πειράσομαι. Παρακαλῶ τοίνυν ὑμᾶς μνημονεύειν ταύτης μάλιστα τῆς διαλέξεως. Οὐ γὰρ πρὸς ἐπίδειξιν οὐδὲ κρότους λέγομεν νῦν, ἀλλὰ πρὸς θεραπείαν τῶν ὑμετέρων ψυχῶν. Τίς γὰρ ἔτι λείπεται λόγος ἡμῖν, ὅταν, τοσούτων ἰατρῶν ὄντων, ὦσί τινες νοσοῦντες;
—it is! For it is a haunt not simply of robbers nor of hucksters, but of demons; nay rather, not the synagogues only, but also the very souls of the Jews; and this towards the close of my discourse I shall endeavour to show. I exhort you therefore to remember this discussion above all. For not for display nor applause do we speak now, but for the healing of your souls. For what plea still remains to us, when, there being so many physicians, some are sick?
Δώδεκα ἦσαν οἱ ἀπόστολοι, καὶ τὴν οἰκουμένην ἐπεσπάσαντο· τὸ πλέον τῆς πόλεως Χριστιανὸν, καὶ ἔτι μὴν νοσοῦσί τινες Ιουδαϊσμόν. Καὶ ποίαν ἀπολογίαν ἔχοιμεν ἂν ἡμεῖς οἱ ὑγιαίνοντες; Ἄξιοι μὲν γὰρ ἐγκλημάτων κἀκεῖνοι οἱ νοσοῦντες· οὐ μὴν οὐδὲ ἡμεῖς ἀπηλλάγμεθα κατηγορίας, περιορῶντες αὐτοὺς ἐπὶ τῆς ἀῤῥωστίας· ἀμήχανον γὰρ ἦν, σπουδῆς πολλῆς παρ' ἡμῶν ἀπολαύοντας, μένειν ἐπὶ τῆς ἀσθενείας ἐκείνους. Διὰ τοῦτο προλαβὼν λέγω νῦν ταῦτα, ἵνα ἕκαστος ὑμῶν ἐπισπάσηται τὸν ἀδελφὸν, κἂν ἀνάγκην ἐπιθεῖναι δέοι, κἂν βίαν ποιῆσαι, κἂν ὑβρίσαι, κἂν φιλονεικῆσαι, πάντα ποίησον, ὥστε ἐξελέσθαι αὐτὸν τῆς τοῦ διαβόλου παγίδος, καὶ τῆς κοινωνίας ἀπαλλάξαι τῶν Χριστοκτόνων. Ἐπὶ τῆς ἀγορᾶς εἴ τινα εἶδες ἀπαγόμενον, εἰπέ μοι, δικαίᾳ ψήφῳ καταδικασθέντα, εἶτα κύριος ἦς ἀφαρπάσαι τῶν τοῦ δημίου χειρῶν, οὐκ ἂν ἅπαντα ἔπραξας, ὥστε αὐτὸν ἀπαλλάξαι τῆς ἀπαγωγῆς; Τὸν ἀδελφὸν νῦν ὁρᾷς τὸν σὸν, οὐχ ὑπὸ τοῦ δημίου, ἀλλ' ὑπὸ τοῦ διαβόλου πρὸς τὸ βάραθρον τῆς ἀπωλείας ἑλκόμενον ἀδίκως καὶ ἀνοσίως, καὶ οὐδὲ συμβολὴν προέσθαι ὑπομένοις, ὥστε αὐτὸν ἐξελέσθαι τῆς παρανομίας ἐκείνης; καὶ ποίας ἂν τύχοις συγγνώμης; Ἀλλ' ἰσχυρότερός σου καὶ δυνατώτερός ἐστιν. Ἐμοὶ αὐτὸν κατάστησον· αἱρήσομαι τὴν κεφαλὴν ἀποθέσθαι μᾶλλον, ἢ τῶν ἱερῶν αὐτὸν ἀφεῖναι ἐπιβαίνειν προθύρων, ἂν φιλονεικῇ καὶ τοῖς αὐτοῖς ἐπιμένῃ. Τί γάρ σοι κοινὸν μετὰ τῆς ἐλευθέρας, μετὰ τῆς ἄνω Ἱερουσαλήμ; Εἵλου τὴν κάτω· δούλευε μετ' ἐκείνης· καὶ γὰρ καὶ αὐτὴ δουλεύει μετὰ τῶν τέκνων αὐτῆς, κατὰ τὸν τοῦ Ἀποστόλου λόγον. Νηστεύεις μετὰ Ἰουδαίων; οὐκοῦν ἀπόθου καὶ τὰ ὑποδήματα μετὰ Ἰουδαίων, καὶ γυμνοῖς βάδιζε τοῖς ποσὶν ἐπὶ τῆς ἀγορᾶς, καὶ κοινώνει τῆς ἀσχημοσύνης αὐτοῖς καὶ τοῦ γέλωτος. Ἀλλ' οὐκ ἂν ἕλοιο· αἰσχύνῃ γὰρ καὶ ἐρυθριᾷς. Εἶτα σχήματος μὲν αὐτοῖς κοινωνῆσαι αἰσχύνῃ, ἀσεβείας δὲ κοινωνῶν, οὐκ αἰσχύνῃ; καὶ ποίαν ἕξεις συγγνώμην, Χριστιανὸς ὢν ἐξ ἡμισείας; Πιστεύσατε, τὴν κεφαλὴν πρότερον ἀποθήσομαι, ἢ περιόψομαί τινα τῶν τὰ τοιαῦτα νοσούντων, ἐὰν ἴδω· ἐὰν δὲ ἀγνοήσω, συγγνώμην ὁ Θεὸς δώσει πάντως. Ταῦτα καὶ ὑμῶν αὐτῶν ἕκαστος λογιζέσθω, μηδὲ πάρεργον ἡγείσθω τὸ πρᾶγμα εἶναι. Οὐχ ὁρᾶτε ἐπὶ τῶν μυστηρίων τί βοᾷ συνεχῶς ὁ διάκονος; Ἐπιγινώσκετε ἀλλήλους· πῶς ὑμῖν ἐγχειρίζει τὴν ἀκριβῆ τῶν ἀδελφῶν ὑμῶν ἐξέτασιν; Τοῦτο καὶ ἐπ' ἐκείνων ποίησον· ὅταν ἐπιγνῷς τινα Ἰουδαΐζοντα, κάτασχε, δῆλον ποίησον, ὥστε μὴ κοινωνῆσαι καὶ αὐτὸς τῷ κινδύνῳ. Καὶ γὰρ ἐπὶ τῶν ἔξω στρατοπέδων, ἂν ἁλῷ τις βαρβαρίζων καὶ τὰ Περσικὰ φρονῶν ἐν μέσοις τοῖς στρατιώταις, οὐκ αὐτὸς κινδυνεύει μόνος, ἀλλὰ καὶ ἕκαστος τῶν συνειδότων μὲν, οὐ ποιησάντων δὲ αὐτὸν τῷ στρατηγῷ φανερόν. Ἐπεὶ οὖν καὶ ὑμεῖς στρατόπεδόν ἐστε τοῦ Χριστοῦ, μετὰ ἀκριβείας δι
The apostles were twelve, and they drew the inhabited world to themselves; the greater part of the city is Christian, and yet some are still sick with Judaism. And what defence could we who are in health have? For those who are sick are indeed worthy of charges; yet neither are we quit of accusation, overlooking them in their infirmity; for it were impossible that they, enjoying great care from us, should remain in their weakness. Wherefore by way of prevention I speak these things now, that each of you may draw his brother to himself: even if one must lay on necessity, even if use force, even if reproach, even if contend—do everything, so as to snatch him out of the devil's snare, and deliver him from fellowship with the Christ-slayers. In the market-place, tell me, if thou sawest anyone being led away to death, condemned by a just verdict, and then hadst authority to snatch him from the executioner's hands, wouldst thou not have done everything so as to deliver him from being led off to death? Thou seest thy brother now, not by the executioner, but by the devil, dragged unjustly and unholily to the pit of perdition, and wouldst thou not endure even to contribute thy share so as to snatch him out of that transgression? And what pardon couldst thou obtain? Yet he is stronger than thou and more powerful. Bring him before me: I shall choose to lay down my head rather than suffer him to set foot on the sacred porches, if he contends and persists in the same things. For what hast thou in common with the free woman, with the Jerusalem above? Thou hast chosen the one below: be in bondage with her; for she too is in bondage with her children, according to the word of the Apostle (Gal. 4:25-26). Dost thou fast with Jews? Then put off thy sandals also with Jews, and walk barefoot in the market-place, and share with them in their unseemliness and ridicule. Nay, thou wouldst not choose it; for thou art ashamed and blushest. Art thou then ashamed to share with them in outward guise, yet sharing in ungodliness, art thou not ashamed? And what pardon wilt thou have, being half a Christian? Believe me, I shall lay down my head sooner than overlook any of those sick with such things, if I see him; whereas if I am ignorant, God will grant pardon altogether. Let each of you yourselves also reckon these things, and not deem the matter a by-work. Do you not see at the mysteries what the deacon cries continually? Recognize one another! How does he entrust to you the exact examination of your brethren? Do this in their case also: when thou recognizest anyone Judaizing, lay hold of him, make him manifest, so that thou mayest not thyself also share in the peril. For in outside camps too, if anyone be caught siding with the barbarians and favouring the Persian cause in the midst of the soldiers, not he alone is in peril, but also each of those who were privy to it, yet did not make him manifest to the general. Since therefore you also are the camp of Christ, with exact care search
Notes, col. 849

On the reading

Printed Ιουδαϊσμόν, for Ἰουδαϊσμόν.

PG 48:850Read from the page
ερευνᾶτε καὶ περιεργάζεσθε, εἴ τις τῶν ἀλλοφύλων ὑμῖν ἀναμέμικται, καὶ ποιεῖτε δῆλον, οὐχ ἵνα ἀποκτείνωμεν, καθάπερ ἐκεῖνοι, οὐδ' ἵνα κολάσωμεν καὶ τιμωρησώμεθα, ἀλλ' ἵνα αὐτὸν ἀπαλλάξωμεν τῆς πλάνης καὶ τῆς ἀσεβείας, καὶ ἡμέτερον ἐξ ὁλοκλήρου ποιήσωμεν. Εἰ δὲ μὴ βούλεσθε τοῦτο, ἀλλ' εἰδότες κρύπτετε, εὖ ἴστε, ὅτι τὴν αὐτὴν ὑποστήσεσθε τιμωρίαν ἐκείνῳ. Καὶ γὰρ ὁ Παῦλος οὐχὶ τοὺς ποιοῦντας μόνον τὰ πονηρὰ, ἀλλὰ καὶ τοὺς συνευδοκοῦντας αὐτοῖς, ὑποβάλλει κολάσει καὶ τιμωρίᾳ. Καὶ ὁ προφήτης δὲ, οὐχὶ τοὺς κλέπτοντας μόνον, ἀλλὰ καὶ τοὺς συντρέχοντας αὐτοῖς, ὑπὸ τὴν αὐτὴν ἄγει δίκην· καὶ εἰκότως. Ὁ γὰρ συνειδὼς τῷ τὰ πονηρὰ πράττοντι καὶ περιστέλλων αὐτὸν καὶ ἀποκρύπτων, πλείονα αὐτῷ παρέχει ῥᾳθυμίας ὑπόθεσιν, καὶ μετὰ μείζονος ἀδείας παρασκευάζει τὴν πονηρίαν ἐργάζεσθαι.
out and inquire busily whether anyone of the foreigners has been mingled among you, and make him manifest—not that we may put him to death, as those men do, nor that we may chastise and punish him, but that we may deliver him from his error and ungodliness, and make him wholly ours. But if you are unwilling to do this, and knowingly conceal him, know well that you shall undergo the same punishment as he. For Paul also subjects to chastisement and punishment not only those who do evil things, but also those who consent with them (Rom. 1:32). And the prophet too brings under the same penalty not only those who steal, but also those who run with them (Ps. 49:18); and reasonably so. For he who is privy to him that does evil things, and cloaks him and hides him away, affords him greater occasion for heedlessness, and prepares him to work wickedness with greater impunity.
εʹ. Ἀλλὰ γὰρ ἐπὶ τοὺς νοσοῦντας ἐπανελθεῖν δεῖ πάλιν. Ἐννοήσατε τοίνυν τίσι κοινωνοῦσιν οἱ νηστεύοντες νῦν· τοῖς βοῶσι, Σταύρωσον, σταύρωσον· τοῖς λέγουσι, Τὸ αἷμα αὺτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Εἴ τινες ἁλόντες ἐπὶ τυραννίδι κατεδικάσθησαν, ἆρα ἂν ἐτόλμησας προσελθεῖν καὶ κοινωνῆσαι λόγων αὐτοῖς; Οὐκ ἔγωγε οἶμαι. Πῶς οὖν οὐκ ἄτοπον τοὺς μὲν εἰς ἄνθρωπον γενομένους πονηροὺς μετὰ τοσαύτης φεύγειν σπουδῆς, τοὺς δὲ εἰς αὐτὸν ὑβρίσαντας τὸν Θεὸν ποιεῖσθαι κοινωνοὺς, καὶ τοὺς προσκυνοῦντας τὸν ἐσταυρωμένον τοῖς ἐσταυρωκόσι συνεορτάζειν; Τοῦτο γὰρ οὐ μόνον ἀνοίας, ἀλλὰ καὶ τῆς ἐσχάτης μανίας ἐστίν. Ἐπειδὴ δέ εἰσί τινες οἳ καὶ τὴν συναγωγὴν σεμνὸν εἶναι τόπον νομίζουσιν, ἀναγκαῖον καὶ πρὸς τούτους ὀλίγα εἰπεῖν. Τίνος γὰρ ἕνεκα τὸν τόπον ἐκεῖνον αἰδεῖσθε, δέον καταφρονεῖν καὶ βδελύττεσθαι καὶ ἀποπηδᾷν; Ὁ νόμος ἀπόκειται, φησὶν, ἐν αὐτῷ, καὶ βιβλία προφητικά. Καὶ τί τοῦτο; Μὴ γὰρ, ἔνθα ἂν ᾖ βιβλία τοιαῦτα, καὶ ὁ τόπος ἅγιος ἔσται; Οὐ πάντως. Ἐγὼ δὲ διὰ τοῦτο μάλιστα μισῶ τὴν συναγωγὴν καὶ ἀποστρέφομαι, ὅτι τοὺς προφήτας ἔχοντες ἀπιστοῦσι τοῖς προφήταις, ὅτι ἀναγινώσκοντες τὰ γράμματα οὐ δέχονται τὰς μαρτυρίας, ὅπερ ὑβριζόντων ἐστὶ μειζόνως. Εἰπὲ γάρ μοι, εἴ τινα εἶδες ἄνθρωπον αἰδέσιμον καὶ λαμπρὸν καὶ περιφανῆ εἰς καπηλεῖον εἰσαχθέντα, ἢ εἰς καταγώγιον λῃστῶν, εἶτα ὑβριζόμενον ἐκεῖ καὶ τυπτόμενον καὶ τὴν ἐσχάτην ὑπομένοντα παροινίαν, ἆρα ἂν ἐθαύμασας τὸ καπηλεῖον ἢ τὸ σπήλαιον, ἐπειδὴ ἔνδον εἱστήκει παροινούμενος ὁ θαυμαστὸς ἐκεῖνος καὶ μέγας ἀνήρ; Οὐκ ἔγωγε οἶμαι, ἀλλὰ διὰ τοῦτο αὐτὸ μάλιστα ἂν ἐμίσησας καὶ ἀπεστράφης. Τοῦτο καὶ ἐπὶ τῆς συναγωγῆς λογίζου. Τοὺς γὰρ προφήτας καὶ τὸν Μωϋσέα μετ' αὐτῶν εἰσήγαγον ἐκεῖ, οὐχ ἵνα τιμήσωσιν, ἀλλ' ἵνα ὑβρίσωσι καὶ ἀτιμάσωσιν. Ὅταν γὰρ λέγωσι μὴ εἰδέναι αὐτοὺς τὸν Χριστὸν, μηδὲ εἰρηκέναι τι περὶ τῆς ἐκείνου παρουσίας, ποία μείζων ταύτης γένοιτ' ἂν εἰς τοὺς ἁγίους ἐκείνους ὕβρις, ἀλλ' ὅταν αὐτῶν κατηγορήσωσιν ὡς τὸν αὐτῶν ἀγνοούντων Δεσπότην, καὶ κοινωνοὺς τῆς ἰδίας ἀσεβείας λέγωσιν εἶναι; Ὥστε διὰ τοῦτο μᾶλλον μισεῖν καὶ αὐτοὺς καὶ τὴν συναγωγὴν χρὴ, ὅτι ἐμπαροινοῦσιν εἰς τοὺς ἁγίους ἐκείνους. Ἀλλὰ τί λέγω περὶ βιβλίων καὶ τόπων; ἐν καιρῷ τῶν διωγμῶν οἱ δήμιοι τὰ σώματα τῶν μαρτύρων κατέχουσι, καταξαίνουσι, μαστίζουσιν. Ἆρα οὖν ἅγιαί εἰσιν αὐτῶν αἱ χεῖρες, ἐπειδὴ τὰ σώματα τῶν ἁγίων κατέσχον; Μὴ γένοιτο! Εἶτα χεῖρες μὲν, σώματα κατασχοῦσαι ἁγίων, βέβηλοι μένουσι δι' αὐτὸ δὴ τοῦτο, ἐπειδὴ κατέσχον κακῶς· οἱ δὲ γράμματα κατ
5. Yet we must return again to those who are sick. Consider therefore with whom those who fast now have fellowship: with those who cried, Crucify, crucify! (Luke 23:21); with those who said, His blood be upon us and upon our children (Matt. 27:25). If certain men convicted of usurpation had been condemned, wouldst thou have dared to approach and share speech with them? I for my part think not. How then is it not absurd to flee with such eagerness from those who have been wicked towards a man, yet to make partners of those who have insulted God Himself, and for those who worship the Crucified to keep festival with those who crucified Him? For this is a mark not only of folly, but also of utter madness. And since there are some who even deem the synagogue to be an honourable place, it is necessary to say a few words to these also. For on what account do you revere that place, when you ought to despise and abominate it and leap away from it? The Law is laid up in it, says one, and prophetic books. And what is that? Shall the place also be holy wherever there are such books? By no means! Nay, on this very account above all do I hate the synagogue and turn away from it, because having the prophets they disbelieve the prophets, because reading the writings they do not receive their witnesses, which is the part of men offering all the greater insult. For tell me, if thou sawest a venerable and illustrious and distinguished man brought into a tavern, or into a haunt of robbers, and then insulted there and beaten and enduring the utmost drunken abuse, wouldst thou have admired the tavern or the den, because that admirable and great man stood within suffering drunken abuse? I for my part think not; rather, on this very account above all wouldst thou have hated it and turned away from it. Reckon this in the case of the synagogue also. For they brought the prophets and Moses in there with themselves, not that they might honour them, but that they might insult and dishonour them. For when they say that those men do not know Christ, nor have spoken anything concerning His coming, what greater insult than this could arise against those holy men, than when they accuse them of being ignorant of their own Master, and say that they are partners of their own ungodliness? Wherefore on this account all the more ought we to hate both them and the synagogue, because they heap drunken abuse upon those holy men. Yet why do I speak concerning books and places? In time of persecutions the executioners hold fast the bodies of the martyrs, tear them, scourge them. Are their hands then holy because they held fast the bodies of the saints? Far be it! Well then, hands that have held fast the bodies of saints remain profane on this very account, because they held them fast wickedly; while those who hold
Notes, col. 850

On the reading

Printed αὺτοῦ, for αὐτοῦ.

PG 48:851Read from the page
έχοντες ἁγίων καὶ ὑβρίζοντες οὐκ ἔλαττον ἢ οἱ δήμιοι τῶν μαρτύρων τὰ σώματα, αἰδέσιμοι διὰ τοῦτο ἔσονται; Καὶ πῶς οὐκ ἐσχάτης ἀλογίας ταῦτα ἂν εἴη; Εἰ γὰρ σώματα κατεχόμενα κακῶς, οὐ μόνον οὐχ ἁγιάζει τοὺς κατέχοντας, ἀλλὰ καὶ ἐναγεστέρους ποιεῖ, πολλῷ μᾶλλον γράμματα ἀναγινωσκόμενα μετὰ ἀπιστίας οὐκ ἂν δύναιντο τοὺς ἀναγινώσκοντας ὠφελῆσαί ποτε. Αὐτὸ μὲν οὖν τοῦτο ἀσεβεστέρους αὐτοὺς ἀποφαίνει, τὸ μετὰ τοιαύτης προαιρέσεως τὰ βιβλία κατέχειν. Οὐδὲ γὰρ ἂν τοσαύτης ἄξιοι ἦσαν κατηγορίας, εἰ μὴ τοὺς προφήτας εἶχον· οὐκ ἦσαν οὕτως ἀκάθαρτοι καὶ βέβηλοι, εἰ μὴ τὰς βίβλους ἀνεγίνωσκον. Νῦν δὲ πάσης εἰσὶν ἀπεστερημένοι συγγνώμης, ὅτι τοὺς κήρυκας τῆς ἀληθείας ἔχοντες, καὶ πρὸς αὐτοὺς κείνους, καὶ πρὸς τὴν ἀλήθειαν ἵστανται ἐχθρᾷ διανοίᾳ. Ὥστε διὰ τοῦτο μᾶλλον ἂν εἶεν βέβηλοι καὶ ἐναγεῖς, ὅτι τοὺς προφήτας ἔχοντες, πολεμίᾳ αὐτοῖς κέχρηνται γνώμῃ. Διὸ παρακαλῶ φεύγειν καὶ ἀποπηδᾷν αὐτῶν τοὺς συλλόγους. Οὐ μικρὰ αὕτη βλάβη τοῖς ἀσθενεστέροις τῶν ἀδελφῶν, οὐ μικρὰ ἀπονοίας ἐκείνοις πρόφασις. Ὅταν γὰρ ἴδωσιν ὑμᾶς τοὺς προσκυνοῦντας τὸν ὑπ' αὐτῶν σταυρωθέντα Χριστὸν, τὰ ἐκείνων διώκοντας καὶ σεμνοποιοῦντας, πῶς οὐχ ἡγήσονται ἄριστα αὐτοῖς ἅπαντα πεπράχθαι, καὶ οὐδενὸς ἄξια εἶναι τὰ ἡμέτερα, ὅταν οἱ πρεσβεύοντες αὐτὰ καὶ θεραπεύοντες ὑμεῖς, πρὸς τοὺς καθαιροῦντας αὐτὰ τρέχητε; Ἐάν τις ἴδῃ σὲ, φησὶ, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῖς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; Καὶ ἐγὼ λέγω, Ἐάν τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν εἰς συναγωγὴν ἀπερχόμενον, καὶ σάλπιγγας θεωροῦντα, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ θαυμάζειν τὰ Ἰουδαϊκὰ πράγματα; Ὁ πίπτων οὐχὶ τοῦ ἰδίου πτώματος δίδωσι μόνον δίκην, ἀλλ' ὅτι καὶ ἄλλους ὑποσκελίζει κολάζεται· ὥσπερ καὶ ὁ ἑστὼς οὐχ ὑπὲρ τῆς οἰκείας ἀρετῆς στεφανοῦται μόνον, ἀλλ' ὅτι καὶ ἄλλους εἰς τὸν αὐτὸν ἄγει ζῆλον θαυμάζεται. Φεύγετε τοίνυν καὶ τοὺς συλλόγους, καὶ τοὺς τόπους αὐτῶν, καὶ μηδεὶς αἰδείσθω τὴν συναγωγὴν διὰ τὰ βιβλία, ἀλλὰ διὰ ταῦτα αὐτὴν μισείτω καὶ ἀποστρεφέσθω, ὅτι ἐφ' ὕβρει κατέχουσι τοὺς ἁγίους. ὅτι ἀπιστοῦσι τοῖς ἐκείνων ῥήμασιν, ὅτι τὴν ἐσχάτην αὐτῶν κατηγοροῦσιν ἀσέβειαν.
fast the writings of saints and insult them no less than the executioners did the bodies of the martyrs—shall they on this account be venerable? And how would this not be a mark of utter unreason? For if bodies held fast wickedly not only do not sanctify those who hold them fast, but even make them more polluted, much more could writings read with unbelief never benefit those who read them. Nay, this very thing shows them to be more ungodly: their holding fast the books with such purpose. For neither would they have been worthy of so great an accusation if they had not had the prophets; they would not have been so unclean and profane if they had not read the books. Whereas now they are deprived of all pardon, because having the heralds of the truth, they stand with hostile mind both against those very men and against the truth. Wherefore on this account they would be all the more profane and polluted, because having the prophets, they deal with them in a hostile mind. Wherefore I exhort you to flee and leap away from their assemblies. No small harm is this to the weaker of the brethren, no small pretext for arrogance to those men. For when they see you, who worship the Christ crucified by them, pursuing their observances and treating them as venerable, how will they not deem that all things have been done most excellently by them, and that ours are worth nothing, when you who uphold and honour ours run to those who pull them down? If anyone see thee, says he, who hast knowledge, reclining at meat in an idol's temple, shall not the conscience of him who is weak be emboldened so as to eat things sacrificed to idols (1 Cor. 8:10)? And I say: If anyone see thee who hast knowledge going off to a synagogue, and beholding trumpets, shall not the conscience of him who is weak be emboldened so as to admire Judaic things? He who falls pays the penalty not only for his own fall, but is chastised also because he trips up others; just as he who stands firm is not only crowned for his own virtue, but is admired also because he leads others to the same zeal. Flee therefore both their assemblies and their places, and let no one revere the synagogue on account of the books, but on account of these things let him hate it and turn away from it, because for insult they hold fast the saints, because they disbelieve their words, because they charge them with utter ungodliness.
ϛʹ. Καὶ ἵνα μάθητε, ὅτι οὐχ ἁγιάζει τὸν τόπον τὰ βιβλία, ἀλλὰ βέβηλον ποιεῖ τῶν συνιόντων ἡ προαίρεσις, ἱστορίαν ὑμῖν διηγήσομαι παλαιάν. Πτολεμαῖος ὁ Φιλάδελφος τὰς πανταχόθεν βίβλους συναγαγὼν, καὶ μαθὼν ὅτι καὶ παρὰ Ἰουδαίοις εἰσὶ γραφαὶ περὶ Θεοῦ φιλοσοφοῦσαι, καὶ πολιτείας ἀρίστης, μεταπεμψάμενος ἄνδρας ἐκ τῆς Ἰουδαίας, ἡρμήνευσεν αὐτὰς δι' ἐκείνων, καὶ ἀπέθετο εἰς τὸ τοῦ Σεράπιδος ἱερόν· καὶ γὰρ ἦν Ἕλλην ὁ ἀνήρ· καὶ μέχρι νῦν ἐκεῖ τῶν προφητῶν αἱ ἑρμηνευθεῖσαι βίβλοι μένουσι. Τί οὖν, ἅγιος ἔσται τοῦ Σεράπιδος ὁ ναὸς διὰ τὰ βιβλία; Μὴ γένοιτο! ἀλλ' ἐκεῖνα μὲν ἔχει τὴν οἰκείαν ἁγιότητα, τῷ τόπῳ δὲ οὐ μεταδίδωσι, διὰ τὴν τῶν συνιόντων ἐκεῖ μιαρίαν. Τὸ αὐτὸ τοίνυν καὶ περὶ τῆς συναγωγῆς λογιστέον. Ει γὰρ καὶ μὴ εἴδωλον ἕστηκεν ἐκεῖ,
6. And that you may learn that the books do not sanctify the place, but the purpose of those who gather there makes it profane, I shall recount to you an ancient history. Ptolemy Philadelphus, having gathered books from everywhere, and having learned that among the Jews also there are writings philosophizing concerning God and the best commonwealth, sending for men from Judaea, had them translated through those men, and laid them up in the temple of Serapis—for the man was a Greek—and until now the translated books of the prophets remain there. What then? Shall the sanctuary of Serapis be holy on account of the books? Far be it! Rather, those books possess their own holiness, yet do not impart it to the place, because of the pollution of those who gather there. The same thing therefore must be reckoned concerning the synagogue also. For even if no idol stands there,
Notes, col. 851

On the reading

Printed κείνους, for ἐκείνους.

Printed ἀσθενοῖς, for ἀσθενοῦς.

Printed Ει, for Εἰ.

PG 48:852Read from the page
ἀλλὰ δαίμονες οἰκοῦσι τὸν τόπον. Καὶ τοῦτο οὐ περὶ τῆς ἐνταῦθα λέγω συναγωγῆς μόνον, ἀλλὰ καὶ τῆς ἐν Δάφνῃ· πονηρότερον γὰρ ἐκεῖ τὸ βάραθρον, ὃ δὴ καλοῦσι Ματρώνης. Καὶ γὰρ πολλοὺς ἤκουσα τῶν πιστῶν ἀναβαίνειν ἐκεῖ, καὶ παρακαθεύδειν τῷ τόπῳ. Ἀλλὰ μὴ γένοιτό ποτε τούτους πιστοὺς προσειπεῖν. Ἐμοὶ καὶ τὸ Ματρώνης καὶ τὸ τοῦ Ἀπόλλωνος ἱερὸν ὁμοίως ἐστὶ βέβηλον. Εἰ δέ τίς μου τόλμαν καταγινώσκει, πάλιν ἐγὼ τὴν ἐσχάτην αὐτοῦ καταγνώσομαι μανίαν. Εἰπὲ γάρ μοι, ὅπου δαίμονες οἰκοῦσιν, οὐχὶ ἀσεβείας χωρίον ἐστὶ, κἂν μὴ ξόανον εἱστήκῃ; Ὅπου Χριστοκτόνοι συνέρχονται, ὅπου σταυρὸς ἐλαύνεται, ὅπου βλασφημεῖται Θεὸς, ὅπου Πατὴρ ἀγνοεῖται, ὅπου Υἱὸς ὑβρίζεται, ὅπου Πνεύματος ἀθετεῖται χάρις, μᾶλλον δὲ καὶ αὐτῶν ὄντων δαιμόνων, οὐ μείζων ἐντεῦθεν ἡ βλάβη; Ἐνεῖ μὲν γὰρ γυμνὴ καὶ περιφανὴς ἡ ἀσέβεια, καὶ οὐκ ἂν ῥᾳδίως ἐπισπάσαιτο, οὐδὲ ἀπατήσειε τὸν νοῦν ἔχοντα καὶ σωφρονοῦντα· ἐνταῦθα δὲ λέγοντες Θεὸν προσκυνεῖν, καὶ εἴδωλα ἀποστρέφεσθαι, καὶ προφήτας ἔχειν καὶ τιμᾷν, τοῖς ῥήμασι τούτοις πολὺ κατασκευάζοντες τὸ δέλεαρ, τοὺς ἀφελεστέρους καὶ ἀνοήτους ἀφυλάκτως εἰς τὰς ἑαυτῶν ἐμβάλλουσι πάγας. Ὥστε τὰ μὲν τῆς ἀσεβείας ἴσα αὐτοῖς καὶ Ἕλλησι, τὰ δὲ τῆς ἀπάτης χαλεπώτερον ὑπὸ τούτων δρᾶται. Καὶ γὰρ καὶ παρ' αὐτοῖς ἕστηκε βωμὸς ἀπάτης ἀόρατος, εἰς ὃν οὐχὶ πρόβατα καὶ μόσχους, ἀλλὰ ψυχὰς ἀνθρώπων καταθύουσιν. Ὅλως δὲ εἰ θαυμάζεις τὰ ἐκείνων, τίς σοι κοινὸς πρὸς ἡμᾶς ἐστι λόγος; Εἰ γὰρ σεμνὰ καὶ μεγάλα τὰ Ἰουδαίων, ψευδῆ τὰ ἡμέτερα· εἰ δὲ ταῦτα ἀληθῆ, ὥσπερ οὖν καὶ ἀληθῆ, ἐκεῖνα ἀπάτης γέμει. Οὐχὶ τὰς Γραφὰς λέγω· μὴ γένοιτο! ἐκεῖναι γάρ με πρὸς τὸν Χριστὸν ἐχειραγώγησαν· ἀλλὰ τὴν ἀσέβειαν αὐτῶν καὶ τὴν μανίαν τὴν νῦν. Ἀλλὰ γὰρ ὥρα λοιπὸν δεῖξαι, ὅτι καὶ δαίμονες ἐκεῖ κατοικοῦσιν, οὐχὶ ἐν αὐτῷ τῷ τόπῳ μόνον, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς ψυχαῖς τῶν Ἰουδαίων. Ὅταν γὰρ ἐξέλθῃ, φησὶ, τὸ πνεῦμα τὸ ἀκάθαρτον, πορεύεται δι' ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν· κἂν μὴ εὕρῃ, φησὶν, ὑποστρέψω εἰς τὸν οἶκόν μου· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, σεσαρωμένον καὶ κεκοσμημένον· καὶ πορεύεται, καὶ παραλαμβάνει μεθ' ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσέρχεται εἰς αὐτὸν, καὶ ἔσται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. Οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ.
yet demons inhabit the place. And this I say not concerning the synagogue here only, but also that in Daphne; for more wicked there is that pit which they call Matrona's. For I have heard that many of the faithful go up there and sleep beside the place. Yet far be it ever to call these men faithful! To me both the shrine of Matrona and the sanctuary of Apollo are alike profane. And if anyone condemns my rashness, I in turn shall condemn his utter madness. For tell me, where demons dwell, is it not a spot of ungodliness, even if no carved image stands there? Where Christ-slayers gather together, where the Cross is banished, where God is blasphemed, where the Father is unknown, where the Son is insulted, where the grace of the Spirit is rejected—nay rather, when they themselves also are demons, is not the harm thence all the greater? For there ungodliness is naked and manifest, and would not easily draw to itself nor deceive one who has sense and is of sound mind; whereas here, professing to worship God, and to turn away from idols, and to have and honour prophets, preparing by these words an abundant bait, they cast the simpler and senseless unguardedly into their own snares. So that their ungodliness is equal to that of the Greeks, while their deceit is wrought more grievously by these men. For among them also stands an unseen altar of deceit, upon which they slaughter not sheep and calves, but souls of men. In fine, if thou admirest their things, what account hast thou in common with us? For if the things of the Jews are venerable and great, ours are false; but if ours are true—as indeed they are true—theirs are full of deceit. I do not mean the Scriptures—far be it! For they led me by the hand to Christ—but their ungodliness and their present madness. Yet it is now time to show that demons also dwell there, not in the place itself only, but also in the very souls of the Jews. For when the unclean spirit, says He, has gone out, it passes through waterless places, seeking rest; and if it find none, it says, I will return into my house; and coming it finds it unoccupied, swept and put in order; and it goes and takes along with itself seven other spirits more wicked than itself, and they enter into him, and the last state of that man shall be worse than the first. Even so shall it be also unto this generation (Matt. 12:43-45; Luke 11:24-26).
Ὁρᾷς ὅτι δαίμονες ἐνοικοῦσιν αὐτῶν ταῖς ψυχαῖς, καὶ χαλεπώτεροι τῶν προτέρων οἱ νῦν; καὶ μάλα εἰκότως. Τότε μὲν γὰρ εἰς τοὺς προφήτας ἠσέβουν, νῦν δὲ εἰς αὐτὸν τῶν προφητῶν τὸν Δεσπότην ὑβρίζουσιν. Ἀνθρώποις οὖν, εἰπέ μοι, δαιμονῶσι, καὶ τοσαῦτα ἔχουσι πνεύματα ἀκάθαρτα, ἐν σφαγαῖς καὶ φόνοις ἀνατραφεῖσιν, εἰς ταυτὸ συνέρχεσθε, καὶ οὐ φρίττετε; Προσρήσεως γὰρ δεῖ κοινωνεῖν τούτοις, καὶ λόγου μεταδιδόναι ψιλοῦ, ἀλλ' οὐχ ὡς κοινὴν λύμην καὶ νόσον τῆς οἰκουμένης ἁπάσης ἀποστρέφεσθαι; Οὐχὶ πᾶν εἶδος ἐπῆλθον κακίας; οὐχὶ τοὺς πολλοὺς καὶ μακροὺς λόγους οἱ προφῆται πάντες εἰς τὰς τούτων κατηγορίας ἀνήλωσαν; Ποίαν τραγῳδίαν, τίνα παρανομίας τρόπον οὐκ ἀπέκρυψαν ταῖς ἑαυτῶν μιαιφονίαις; Ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· τὴν φύσιν ἠγνόησαν, ὠδίνων ἐπελάθοντο, παιδοτροφίαν κατεπάτησαν, τῆς συγγενείας τοὺς νόμους ἐξ αὐτῶν τῶν βάθρων ἀνέτρεψαν, θηρίων ἁπάντων γεγόνασιν ἀγριώτεροι. Τὰ
Seest thou that demons dwell in their souls, and those now are more grievous than the former ones? And quite reasonably so. For then they acted ungodlily towards the prophets, whereas now they insult the very Master of the prophets. With men possessed by demons, tell me, and having so many unclean spirits, reared in slaughters and murders, do you gather together in the same place, and do you not shudder? Ought one even to share a greeting with these men, and impart bare speech to them, and not rather turn away from them as a common plague and disease of the whole inhabited world? Have they not traversed every kind of wickedness? Did not all the prophets spend their many long discourses on accusations against them? What tragedy, what manner of transgression have they not eclipsed by their own blood-guiltiness? They sacrificed their sons and their daughters unto demons (Ps. 105:37); they ignored nature, forgot the pangs of childbirth, trampled under foot the rearing of children, overturned from their very foundations the laws of kinship, and have become more savage than all wild beasts. For
Notes, col. 852

On the reading

Printed Ἐνεῖ, for Ἐκεῖ.

PG 48:853Read from the page
θηρία μὲν γὰρ καὶ τὴν ψυχὴν ἐπιδίδωσι πολλάκις, καὶ τῆς οἰκείας καταφρονεῖ σωτηρίας, ὥστε ὑπερασπίσαι τῶν ἐκγόνων· οὗτοι δὲ οὐδεμιᾶς ἀνάγκης οὔσης τοὺς ἐξ αὐτῶν φύντας ταῖς οἰκείαις κατέσφαξαν χερσὶν, ἵνα τοὺς ἐχθροὺς τῆς ἡμετέρας ζωῆς, τοὺς ἀλάστορας θεραπεύσωσι δαίμονας. Τί ἄν τις αὐτῶν ἐκπλαγείη πρότερον, τὴν ἀσέβειαν ἢ τὴν ὠμότητα, καὶ τὴν ἀπανθρωπίαν; ὅτι τοὺς υἱοὺς ἔθυσαν, ἢ ὅτι τοῖς δαιμονίοις ἔθυσαν; Ἀλλὰ ἀσελγείας ἕνεκεν οὐχὶ καὶ τὰ λαγνότατα τῶν ἀλόγων ἀπέκρυψαν; Ἄκουσον τοῦ προφήτου, τί φησι περὶ τῆς ἀκολασίας αὐτῶν· Ἵπποι θηλυμανεῖς ἐγένοντο· ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν. Οὐκ εἶπεν, ἕκαστος τῆς γυναικὸς τοῦ πλησίον ἐπεθύμει, ἀλλ' ἐμφαντικώτατα τῇ τῶν ἀλόγων φωνῇ τὴν ἐκ τῆς ἀσελγείας ἐγγινομένην αὐτοῖς μανίαν ἐνέφηνεν.
wild beasts often even give up their life, and despise their own safety, so as to shield their offspring; whereas these men, when there was no necessity, slew with their own hands those sprung from themselves, that they might serve the enemies of our life, the avenging demons. At which thing in them would one be astonished first: their ungodliness, or their cruelty and inhumanity? That they sacrificed their sons, or that they sacrificed them to demons? And in point of licentiousness, have they not eclipsed even the most lustful of brute beasts? Hear the prophet, what he says concerning their intemperance: They became mare-mad stallions; each neighed after his neighbour's wife (Jer. 5:8). He did not say, each lusted after his neighbour's wife, but most vividly by the voice of brute beasts set forth the madness engendered in them from licentiousness.
ζʹ. Τί βούλεσθε ἕτερον εἴπω; τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, τὰς τῶν πενήτων προδοσίας, τὰς κλοπὰς, τὰς καπηλείας; Ἀλλ' οὐδὲ πᾶσα ἡμῖν πρὸς ταύτην ἀρκέσει τὴν διήγησιν ἡ ἡμέρα. Ἀλλ' αἱ ἑορταὶ αὐτῶν σεμνὸν ἔχουσί τι καὶ μέγα; Καὶ αὐτὰς μὲν οὖν ταύτας ἀκαθάρτους ἀπέδειξαν. Ἄκουσον γοῦν τῶν προφητῶν, μᾶλλον δὲ ἄκουσον τοῦ Θεοῦ, μεθ' ὅσης αὐτὰς ἀποστρέφεται τῆς ὑπερβολῆς· Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν. Ὁ Θεὸς μισεῖ, καὶ σὺ κοινωνεῖς; Καὶ οὐκ εἶπε, τήνδε ἢ τήνδε τὴν ἑορτὴν, ἀλλὰ πάσας ὁμοῦ. Βούλει ἰδεῖν, ὅτι καὶ τὴν διὰ τυμπάνων καὶ τῆς κιθάρας καὶ τῶν ψαλτηρίων καὶ τῶν ἄλλων ὀργάνων λατρείαν μισεῖ; Μετάστησον ἀπ' ἐμοῖ ἦχον ᾠδῶν σου, φησὶ, καὶ ψαλμὸν ὀργάνων σου οὺκ ἀκούσομαι. Ὁ Θεὸς λέγει, Μετάστησον ἀπ' ἐμοῦ· καὶ σὺ τρέχεις ἀκουσόμενος τῶν σαλπίγγων; Ἀλλ' αὗται αἱ θυσίαι καὶ αι προσφοραὶ οὐχὶ βδελυκταί; Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον· Θυμίαμα βδέλυγμά μοί ἐστι. Θυμίαμα βδέλυγμα, καὶ ὁ τόπος οὐ βδέλυγμα; Καὶ πότε δὲ βδέλυγμα; Πρὶν ἢ τὸ κεφάλαιον αὐτοὺς ἐργάσασθαι τῶν κακῶν, πρὶν ἢ τὸν ἑαυτῶν ἀνελεῖν Δεσπότην, πρὸ τοῦ σταυροῦ, πρὸ τῆς Χριστοκτονίας τὸ βδέλυγμα· καὶ νῦν οὐ πολλῷ μᾶλλον; Καίτοι τί θυμιάματος εὐωδέστερον; Ἀλλ' οὐ τῇ φύσει τῶν δώρων, ἀλλὰ τῇ προαιρέσει τῶν προσαγόντων προσέχων ὁ Θεὸς, οὕτω κρίνει τὰς προσφοράς. Προσέσχεν ἐπὶ Ἄβελ, καὶ τότε ἐπὶ τοῖς δώροις αὐτοῦ· εἶδε τὸν Κάϊν, καὶ τότε τὰς θυσίας αὐτοῦ ἀπευτράφη. Ἐπὶ γὰρ Κάϊν, φησὶ, καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν. Ὁ Νῶε θυσίας ἀνήνεγκε τῷ Θεῷ προβάτων καὶ μόσχων καὶ ὀρνίθων· καί φησιν ἡ Γραφὴ, ὅτι Ὡσφράνθη Κύριος ὀσμὴν εὐωδίας· τουτέστιν, ἐδέξατο τὰ προσενεχθέντα. Οὐ γὰρ δὴ ῥῖνές εἰσι περὶ Θεὸν, ἀλλὰ ἀσώματον τὸ θεῖον. Καίτοι τὰ ἀναφερόμενα ἐκεῖθεν κνίσσα καὶ καπνὸς σωμάτων καιομένων· τῆς δὲ τοιαύτης κνίσσης οὐδὲν δυσωδέστερον· ἀλλ' ἵνα μάθῃς, ὅτι τῇ προαιρέσει τῶν προσφερόντων προσέχων ὁ Θεὸς καὶ δέχεται καὶ ἀποστρέφεται τὰς θυσίας, τὴν μὲν κνίσσαν καὶ τὸν καπνὸν ὀσμὴν εὐωδίας καλεῖ, τὸ δὲ θυμίαμα βδέλυγμα, ἐπειδὴ πολλῆς δυσωδίας ἡ τῶν προσαγαγόντων προαίρεσις ἔγεμεν. Βούλει μαθεῖν ὅτι μετὰ τῶν θυσιῶν, καὶ τῶν ὀργάνων, καὶ τῶν ἑορτῶν, καὶ τῶν θυμιαμάτων, καὶ τὸν ναὸν ἀποστρέφεται διὰ τοὺς εἰσιόντας ἐκεῖ; Μάλιστα μὲν ἔδειξε διὰ τῶν ἔργων, τότε μὲν βαρβαρικαῖς χερσὶ παραδοὺς, ὕστερον δὲ εἰς τέλος καθελών· ὅμως δὲ καὶ πρὸ τῆς καταστροφῆς διὰ τοῦ προφήτου βοᾷ καὶ λέγει, Μὴ πεποίθατε ἐπὶ λόγοις ψευδέσιν, ὅτι οὐκ ὠφελήσουσιν ὑμᾶς,
7. What else do you wish me to say? Their rapines, their covetousness, their betrayals of the poor, their thefts, their huckstering? Nay, not even the whole day will suffice us for this account. Yet do their festivals possess anything venerable and great? Nay, these very festivals too they have shown to be unclean. Hear at least the prophets—nay rather, hear God, with what great vehemence He turns away from them: I have hated, I have thrust away your festivals (Amos 5:21). God hates them, and dost thou share in them? And He did not say, this or that festival, but all together. Dost thou wish to see that He hates also the worship through timbrels and the harp and psalteries and the other instruments? Put away from Me the sound of thy songs, says He, and the psalm of thine instruments I will not hear (Amos 5:23). God says, Put away from Me; and dost thou run to hear the trumpets? Yet are not these sacrifices and offerings abominable? Though ye bring Me fine flour, it is in vain; incense is an abomination unto Me (Isa. 1:13). Incense is an abomination, and is the place not an abomination? And when was it an abomination? Before they wrought the chief sum of their evils, before they slew their own Master, before the Cross, before the slaying of Christ it was an abomination; and is it not much more so now? And yet what is more fragrant than incense? Yet God, looking not to the nature of the gifts, but to the purpose of those who bring them, thus judges offerings. He had regard unto Abel, and then unto his gifts; He saw Cain, and then turned away from his sacrifices. For unto Cain, it says, and unto his sacrifices He had no regard (Gen. 4:4-5). Noah offered up sacrifices to God of sheep and calves and birds; and Scripture says that the Lord smelled a savour of sweet fragrance (Gen. 8:20-21)—that is, He received the things offered. For there are certainly no nostrils about God, since the Divine is incorporeal. And yet the things borne aloft thence were the savour of fat and smoke of burning bodies, and than such savour of fat nothing is more foul-smelling; but that thou mayest learn that God, looking to the purpose of those who offer, both receives and turns away from sacrifices, He calls the savour of fat and the smoke a savour of sweet fragrance, while the incense He calls an abomination, because the purpose of those who brought it teemed with great foulness of smell. Dost thou wish to learn that along with the sacrifices, and the instruments, and the festivals, and the incense-offerings, He turns away from the sanctuary also on account of those who enter there? Above all indeed He showed this by deeds, first delivering it up to barbarian hands, and afterwards pulling it down utterly; yet even before its overthrow He cries aloud through the prophet and says, Trust ye not in lying words, for they shall not profit you,
Notes, col. 853

On the reading

Printed ἐμοῖ, for ἐμοῦ.

Printed οὺκ, for οὐκ.

Printed αι, for αἱ.

Printed ἀπευτράφη, for ἀπεστράφη.

PG 48:854Read from the page
λέγοντες, ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν. Οὐχ ὁ ναὸς ἁγιάζει, φησὶ, τοὺς συνιόντας, ἀλλ' οἱ συνιόντες τὸν ναὸν ἅγιον ποιοῦσιν. Εἰ δὲ τότε οὐκ ὠφέλει ὁ ναὸς, ὅτε τὰ Χερουβὶμ, ὅτε ἡ κιβωτὸς, πολλῷ μᾶλλον ὅτε πάντα ἐκεῖνα ἀνῄρηται, ὅτε τελεία ἡ ἀποστροφὴ τοῦ Θεοῦ γέγονεν, ὅτε πλείων τῆς ἔχθρας ἡ ὑπόθεσις. Πόσης οὖν ἀνοίας ἂν εἴη καὶ πόσης παραφροσύνης, τοὺς ἠτιμωμένους, τοὺς ὑπὸ τοῦ Θεοῦ προδεδομένους, τοὺς τὸν Δεσπότην παροξύναντας, τούτους κοινωνοὺς ποιεῖσθαι ἐν ἑορταῖς; Εἴ τις τὸν υἱὸν ἀνεῖλε τὸν σὸν, εἰπέ μοι, ἆρα ἂν αὐτὸν ἰδεῖν ὑπέμεινας; ἆρα ἂν ἀκοῦσαι τῆς προσηγορίας; ἀλλ' οὐχ ὡς δαίμονα πονηρὸν, ἀλλ' οὐχ ὡς αὐτὸν τὸν διάβολον ἔφυγες ἄν; Τοῦ Δεσπότου σου τὸν Υἱὸν ἀνεῖλον, καὶ τολμᾷς αὐτοῖς εἰς ταυτὸν συνιέναι; Καὶ ὁ μὲν ἀναιρεθεὶς οὕτω σε ἐτίμησεν, ὡς ἀδελφόν σε ποιῆσαι καὶ συγκληρονόμον αὐτοῦ· σὺ δὲ αὐτὸν οὕτως ἀτιμάζεις, ὡς τοὺς ἐκείνου φονέας καὶ σταυρώσαντας αὐτὸν τιμᾷν καὶ θεραπεύειν τῇ τῶν ἑορτῶν κοινωνίᾳ, καὶ εἰς τοὺς βεβήλους αὐτῶν τόπους ἀπαντᾷν, καὶ τῶν ἀκαθάρτων ἐπιβαίνειν προθύρων, καὶ κοινωνεῖν τραπέζης δαιμονίων· οὕτω γὰρ ἐγὼ πείθομαι καλεῖν μετὰ τὴν θεοκτονίαν τὴν τῶν Ἰουδαίων νηστείαν. Καὶ πῶς γὰρ οὐχὶ δαίμονας θεραπεύουσιν οἱ Θεοῦ ἐναντία διαπραττόμενοι; Ἀλλὰ θεραπείαν ἐκ δαιμόνων ἐπιζητεῖς; Ὅτε εἰς χοίρους εἰσελθεῖν αὐτοὺς συνεχώρει ὁ Χριστὸς, τότε εἰς πέλαγος εὐθέως κατεπόντισαν· ἀνθρωπείων δὲ φείσονται σωμάτων; Εἴθε μὲν οὖν μὴ ἀπεκτίννυον, εἴθε μὴ ἐπεβούλευον. Τοῦ παραδείσου ἐξέβαλον, τῆς τιμῆς ἀπεστέρησαν τῆς ἄνωθεν, καὶ τὸ σῶμα θεραπεύσουσι; Γέλως ταῦτα καὶ μῦθοι. Ἐπιβουλεύειν καὶ καταβλάπτειν, οὐ θεραπεύειν ἴσασιν οἱ δαίμονες. Τῆς ψυχῆς οὐ φείδονται, καὶ τῶν σωμάτων, εἰπέ μοι, φείσονται; τῆς βασιλείας ἐπιχειροῦσιν ἐκβαλεῖν, καὶ νοσημάτων ἀπαλλάττειν αἱρήσονται; Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος, μᾶλλον δὲ τοῦ Θεοῦ διὰ τοῦ προφήτου, ὅτι οὐδὲ ἀγαθοποιῆσαι, οὐδὲ κακοποιῆσαι δύνανται; Εἰ δὲ καὶ ἠδύναντο θεραπεύειν, καὶ ἐβούλοντο, ὅπερ ἀδύνατον, ἀλλὰ δεῖ σε μὴ κέρδους μικροῦ καὶ φθειρομένου ζημίαν ἄφθαρτον καὶ αἰώνιον ἀνταλλάξασθαι. Σῶμα θεραπεύσεις, ἵνα ψυχὴν ἀπολέσῃς; Οὐ καλή σου ἡ ἐμπορία· τὸν ποιητὴν τοῦ σώματος παροργίζεις Θεὸν, καὶ τὸν σὸν ἐπίβουλον εἰς θεραπείαν ἐπικαλῇ; Καὶ πῶς σέ τις τῆς ἰατρικῆς ἐπιστήμης αὐτῆς ἕνεκα δεισιδαίμων ἄνθρωπος Ἑλλήνων θεοῖς οὐχ ἑλκύσει προσκυνῆσαι ῥᾳδίως; Καὶ γὰρ ἐκεῖνοι πολλὰ πολλάκις διὰ τῆς αὐτῶν τέχνης νοσήματα ἀπήλασαν, καὶ πρὸς ὑγίειαν τοὺς κάμνοντας ἐπανήγαγον. Τί οὖν, κοινωνῆσαι δεῖ τῆς ἀσεβείας διὰ τοῦτο; Μὴ γένοιτο. Ἄκουσον τί φησιν Ἰουδαίοις ὁ Μωϋσῆς· Ἐὰν ἀναστῇ προφήτης ἐν ὑμῖν, ἐνυπνιαζόμενος ἐνύπνιον καὶ δῷ σημεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησε, καὶ εἴπῃ πρὸς σὲ, λέγων· Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οἷς οὐκ ᾔδεισαν οἱ πατέρες ἡμῶν· οὐκ ἀκούσεσθε τῆς φωνῆς τοῦ προφήτου, ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐάν τις ἀναστῇ προφήτης, φησὶ, καὶ ποιήσῃ σημεῖον, ἢ νεκρὸν ἐγείρῃ, ἢ λεπρὸν καθάρῃ, ἢ πηρὸν ἰάσηται, καὶ μετὰ τὸ ποιῆσαι τὸ σημεῖον, καλέσῃ σε εἰς ἀσέβειαν, μὴ πεισθῇς διὰ τὴν ἔκβασιν τοῦ σημείου. Διὰ τί; Πειράζει γάρ σε Κύριος ὁ Θεός σου ἰδεῖν, ει ἀγαπᾷς αὐτὸν ἐξ ὅλης τῆς καρδίας
saying, The sanctuary of the Lord, the sanctuary of the Lord is this (Jer. 7:4). Not the sanctuary sanctifies those who gather there, says he, but those who gather there make the sanctuary holy. Now if the sanctuary did not profit then, when the Cherubim were there, when the ark was there, much less when all those things have been taken away, when God's turning away has become complete, when the ground of enmity is greater. Of what great folly then would it be, and of what great derangement, to make partners in festivals of those who have been dishonoured, those given up by God, those who provoked the Master to wrath? If anyone slew thine own son, tell me, wouldst thou have endured to look upon him? Wouldst thou have borne to hear his greeting? Nay, wouldst thou not have fled from him as an evil demon, nay, as the very devil? They slew the Son of thy Master, and darest thou to come together with them in the same place? And He Who was slain so honoured thee as to make thee His brother and fellow-heir; whereas thou so dishonourest Him as to honour and court His murderers and those who crucified Him by fellowship in their festivals, and to resort to their profane places, and set foot on their unclean porches, and partake of the table of demons (1 Cor. 10:21)—for so I am persuaded to call the fast of the Jews after the slaying of God. For how do those who practise the contrary of God's will not serve demons? Yet dost thou seek healing from demons? When Christ permitted them to enter into swine, straightway they plunged them down into the sea (Matt. 8:31-32); and will they spare human bodies? Would indeed that they were not slaying them, would that they were not plotting against them! They cast them out of paradise, they deprived them of the honour from above, and will they heal the body? Ridicule are these things and fables! Demons know how to plot and to harm, not how to heal. They do not spare the soul, and will they, tell me, spare bodies? They attempt to cast men out of the kingdom, and will they choose to rid them of diseases? Didst thou not hear the prophet saying—nay rather, God through the prophet—that they can neither do good nor do evil (Jer. 10:5)? And even if they both had been able to heal and had wished to—which is impossible—yet thou oughtest not in exchange for a small and perishing gain to barter undying and eternal loss. Wilt thou heal the body in order to destroy the soul? Thy traffic is not honourable: dost thou provoke to wrath God the Maker of the body, and call upon him who plots against thee for healing? And how will not some superstitious man easily drag thee, for the sake of medical science itself, to worship the gods of the Greeks? For they too have often driven away many diseases through their art, and brought the sick back to health. What then? Must one share in ungodliness on this account? Far be it! Hear what Moses says to the Jews: If there arise a prophet among you, or a dreamer of a dream, and give a sign or a wonder, and the sign or the wonder come to pass whereof he spake, and he say unto thee, saying: Let us go and serve other gods which our fathers knew not; ye shall not hearken unto the voice of that prophet, or unto that dreamer of a dream (Deut. 13:1-3). And what he says is of this sort: if any prophet arise, says he, and work a sign, either raise a dead man, or cleanse a leper, or heal a maimed man, and after working the sign call thee to ungodliness, be not persuaded because of the outcome of the sign. Why? For the Lord thy God trieth thee, to see whether thou lovest Him with all thy heart
Notes, col. 854

On the reading

Printed ει, for εἰ.