Migne Reading Room

PG 48 · cols. 843–848 · Read from the page

Eight orations against the Jews

Eight orations against the Jews

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:843Read from the page
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΛΟΓΟΙ ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ (a).
OF OUR FATHER AMONG THE SAINTS JOHN CHRYSOSTOM, ARCHBISHOP OF CONSTANTINOPLE, DISCOURSES AGAINST THE JEWS (a).
Λόγος πρῶτος.
First Discourse.
αʹ. Ἐβουλόμην ὑμῖν ἀποδοῦναι τὰ λείψανα σήμερον τῆς ὑποθέσεως, περὶ ἧς καὶ πρώην ὑμῖν διελέχθην, καὶ δεῖξαι σαφέστερον , πῶς ἀκατάληπτός ἐστιν ὁ Θεός. Περὶ γὰρ τούτου τῇ παρελθούσῃ Κυριακῇ τοὺς πολλοὺς ἐκείνους καὶ μακροὺς ἐποιησάμεθα λόγους , ὅτε καὶ μάρτυρας παρηγάγομεν τόν τε Ἠσαῗαν καὶ τὸν Δαυῒδ καὶ τὸν Παῦλον. Ὁ μὲν γὰρ ἐβόα, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὁ δὲ ηὐχαρίστει αὐτῷ ὑπὲρ τῆς ἀκαταληψίας , λέγων · Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης · θαυμάσια τὰ ἔργα σου· καὶ πάλιν, Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ὁ δὲ Παῦλος οὐκ εις αὐτὴν τῆς οὐσίας τὴν ἔρευναν διακύψας, ἀλλ' εἰς τὴν πρόνοιαν αὐτοῦ μόνην, μᾶλλον δὲ καὶ αὐτῆς τῆς προνοίας μέρος μικρὸν ἀπολαβὼν, ὃ περὶ τὴν τῶν ἐθνῶν κλῆσιν ἐπεδείξατο, ὥσπερ πέλαγος ἀχανὲς καὶ ἀκατάληπτον ἰδὼν, οὕτως ἐβόησεν· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Καὶ ἦν μὲν ἱκανὴ ἡ διὰ τούτων ἀπόδειξις · ἐγὼ δὲ οὐκ ἠρκέσθην τοῖς προφήταις, οὐκ ἔστην μέχρι τῶν ἀποστόλων , ἀλλ' ἀνέβην εις τὸν οὐρανὸν, ἔδειξα ὑμῖν τὸν χορὸν τῶν ἀγγέλων λέγοντα, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη , ἐν ἀνθρώποις εὐδοκία. Ἠκούσατε τῶν σεραφεὶμ πάλιν ἐκπληττομένων καὶ μετὰ φρίκης κραζόντων, Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ · πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Προσέθηκα καὶ τὰ χερουβὶμ βοῶντα · Εὐλογημένη ἡ δόξα αὐτοῦ
1. I wished to render to you today the remains of the subject concerning which I also discoursed with you lately, and to show more clearly how incomprehensible God is. For concerning this point on the past Lord's Day we delivered those many and lengthy discourses, when we also brought forward as witnesses Isaiah and David and Paul. For the first cried aloud, His generation who shall declare? And the second gave thanks to Him for His incomprehensibility, saying: I will confess to Thee, for Thou hast been fearfully magnified; wonderful are Thy works; and again, Thy knowledge has been made wonderful from me; it has grown strong, I can by no means attain to it. And Paul, having peered not into the investigation of His essence itself, but into His providence alone, or rather having taken off even a small part of that very providence, which He displayed concerning the calling of the Gentiles, as though beholding a yawning and incomprehensible sea, cried out thus: O depth of the riches and wisdom and knowledge of God! How unsearchable are His judgements, and untraceable His ways! And the proof through these was indeed sufficient; yet I was not content with the prophets, I did not stop as far as the apostles, but I ascended into heaven, I showed you the choir of angels saying, Glory to God in the highest, and on earth peace, good will among men. You heard the seraphim again astonished and crying out with awe, Holy, holy, holy, Lord of hosts; the whole earth is full of His glory. I added also the cherubim shouting: Blessed be His glory
Notes, col. 843

On the reading

Printed εις, for εἰς.

PG 48:844Read from the page
ἐκ τοῦ τόπου αὐτοῦ. Κάτω τρεῖς μάρτυρες, ἄνω τρεῖς μάρτυρες , τὸ ἀπρόσιτον τῆς τοῦ Θεοῦ δόξης δηλοῦντες. Ἀναμφισβήτητος λοιπὸν ἡ ἀπόδειξις, καὶ πολὺς ὁ κρότος ἐγίνετο, καὶ διεθερμαίνετο τὸ θέατρον, καὶ ἐπυροῦτο ὁ σύλλογος. Ἐγὼ δὲ ἔχαιρον, οὐχ ὅτι αὐτὸς ἐπηνούμην, ἀλλ' ὅτι ὁ Δεσπότης ὁ ἐμὸς ἐδοξάζετο. Ὁ γὰρ κρότος ἐκεῖνος καὶ ὁ ἔπαινος τὸ φιλόθεον τῆς ὑμετέρας ψυχῆς ἐνεδείκνυτο. Καὶ καθάπερ οἰκέται φιλόστοργοι, ἐπειδὰν ἀκούσωσί τινος τὸν ἑαυτῶν ἐπαινοῦντος δεσπότην , ἐκκαίονται τῷ πόθῳ περὶ τὸν λέγοντα διὰ τὸ πρὸς τὸν δεσπότην φίλτρον, οὕτω καὶ ὑμεῖς ἐποιήσατε τότε · τῇ τῶν κρότων ὑπερβολῇ τὴν πολλὴν περὶ τὸν Δεσπότην ἐπεδείκνυσθε εὔνοιαν. Ἐβουλόμην μὲν οὖν καὶ σήμερον ἐπαγωνίσασθαι τοῖς παλαίσμασι τούτοις. Εἰ γὰρ οἱ ἐχθροὶ τῆς ἀληθείας κόρον οὐ λαμβάνουσι βλασφημοῦντες τὸν εὐεργέτην, πολλῷ μᾶλλον ἡμᾶς ἀκορέστως ἔχειν δεῖ πρὸς εὐφημίαν τοῦ τῶν ὅλων Θεοῦ. Ἀλλὰ τί πάθω ; Ἕτερον νόσημα χαλεπώτατον τὴν ἡμετέραν γλῶσσαν πρὸς ιατρείαν καλεῖ, νόσημα ἐν τῷ σώματι τῆς Ἐκκλησίας πεφυτευμένον. Δεῖ δὲ πρότερον τοῦτο ἀνασπάσαντας, τότε φροντίσαι τῶν ἔξωθεν · πρότερον τοὺς οἰκείους θεραπεῦσαι, καὶ τότε τῶν ἀλλοτρίων ἐπιμελήσασθαι.
out of His place. Three witnesses below, three witnesses above, manifesting the inapproachability of the glory of God. Indisputable, then, was the proof, and great was the applause that arose, and the auditorium warmed through, and the assembly caught fire. And I rejoiced, not because I myself was praised, but because my Master was glorified. For that applause and praise displayed the love of God in your soul. And just as affectionate household servants, whenever they hear someone praising their own master, burn with eager affection towards the speaker on account of their tender love for their master, so also did you act then: by the superabundance of your applause you displayed your great goodwill towards the Master. I wished indeed, therefore, today also to contend further in these wrestlings. For if the enemies of the truth take no satiety in blaspheming the Benefactor, much more ought we to be insatiably disposed towards the praise of the God of all. Yet what am I to do? Another most grievous disease summons our tongue to healing, a disease planted within the body of the Church. And we must first pluck this up, and then take thought for those outside; first heal our own household, and then care for strangers.
Τί δέ ἐστι τὸ νόσημα; Ἑορταὶ τῶν ἀθλίων καὶ ταλαιπώρων Ἰουδαίων μέλλουσι προσελαύνειν συνεχεῖς καὶ ἐπάλληλοι , αἱ σάλπιγγες, αἱ σκηνοπηγίαι, αἱ νηστεῖαι · καὶ πολλοὶ τῶν μεθ' ἡμῶν τεταγμένων καὶ τὰ ἡμέτερα λεγόντων φρονεῖν, οἱ μὲν ἐπὶ τὴν θέαν ἀπαντῶσι τῶν ἑορτῶν, οἱ δὲ καὶ συνεορτάζουσι καὶ τῶν νηστειῶν κοινωνοῦσι · καὶ τοῦτο τὸ πονηρὸν ἔθος βούλομαι τῆς Ἐκκλησίας ἀπελάσαι νῦν. Οἱ μὲν γὰρ
Now what is the disease? The festivals of the wretched and miserable Jews are about to march on continuous and successive—the trumpets, the booths, the fasts; and many of those arrayed with us and professing to hold our sentiments, some go to meet the spectacle of the festivals, while others even celebrate the feasts with them and share in the fasts; and this wicked custom I wish to drive out of the Church now. For the
Notes, col. 844

On the reading

Printed ιατρείαν, for ἰατρείαν.

PG 48:845Read from the page
πρὸς Ἀνομοίους λόγοι καὶ ἐν ἑτέρῳ δύνανται γενέσθαι καιρῷ, καὶ οὐδεμία ἀπὸ τῆς ἀναβολῆς γένοιτ' ἂν βλάβη · τοὺς δὲ τὰ Ἰουδαϊκὰ νοσοῦντας, εἰ μὴ νῦν θεραπεύσαιμεν , ὅτε ἐγγὺς καὶ ἐπὶ θύραις εἰσὶν αἱ τῶν Ἰουδαίων ἑορταὶ, δέδοικα μή ποτε ὑπὸ τῆς ἀκαίρου συνηθείας καὶ τῆς πολλῆς ἀγνοίας μετάσχωσί τινες τῆς παρανομίας ἐκείνων, καὶ μάταιοι λοιπὸν οἱ περὶ τούτων ἡμῖν γένωνται λόγοι. Ἂν γὰρ μηδὲν ἀκούσαντες σήμερον νηστεύσωσι μετ' ἐκείνων, μετὰ τὸ τελεσθῆναι τὴν ἁμαρτίαν, εἰκῆ λοιπὸν τὸ φάρμακον ἐπιθήσομεν. Διόπερ ἐπείγομαι καὶ προκαταλαβεῖν. Οὕτω καὶ ἰατροὶ ποιοῦσι · πρὸς τὰ κατεπείγοντα καὶ ὀξύτατα τῶν νοσημάτων ἵστανται πρότερον· πάντως δὲ συγγενὴς καὶ οὗτος ὁ ἀγὼν τῷ προτέρῳ. Ἐπειδὴ γὰρ συγγενῆ τὰ τῆς ἀσεβείας Ἀναμοίοις καὶ Ἰουδαίοις, συγγενῆ καὶ τὰ ἀγωνίσματα ἡμῖν γίνεται τοῖς πρότερον τὰ νῦν. Καὶ γὰρ ὅπερ ἐνεκάλουν Ἰουδαῖοι, τοῦτο ἐγκαλοῦσι καὶ Ἀνόμοιοι. Τί δὲ ἐνεκάλουν ἐκεῖνοι ; Ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Τοῦτο ἐγκαλοῦσι καὶ οὗτοι, μᾶλλον δὲ οὐκ ἐγκαλοῦσιν, ἀλλὰ καὶ ἐξαλείφουσι τὸ ῥητὸν μετὰ τῆς διανοίας, εἰ καὶ μὴ τῇ χειρὶ, ἀλλὰ τῇ γνώμῃ.
discourses against the Anomoeans can take place at another opportunity also, and no harm at all could arise from the delay; whereas those who are sick with Judaizing ways, unless we heal them now, when the festivals of the Jews are near and at the very doors, I fear lest through unseasonable habit and great ignorance some may partake of their lawlessness, and our discourses concerning these things may henceforth prove in vain. For if, having heard nothing today, they fast with them, after the sin has been consummated we shall apply the medicine in vain. Wherefore I hasten to anticipate them as well. Thus physicians also do: they take their stand first against the most urgent and most acute of diseases; and by all means this contest too is akin to the former one. For since the points of impiety are akin for the Anomoeans and the Jews, our present contests also prove akin to our former ones. For indeed the very charge that the Jews brought, this the Anomoeans also bring. And what charge did those men bring? That He called God His own Father, making Himself equal to God. This charge these men also bring, or rather they do not bring it as a charge, but even blot out the saying along with its meaning, even if not with their hand, yet with their intention.
βʹ. Μηδὲ θαυμάσητε, εἰ ἀθλίους ἐκάλεσα τοὺς Ἰουδαίους. Ὄντως γὰρ ἄθλιοι καὶ ταλαίπωροι, τοσαῦτα ἀπὸ τῶν οὐρανῶν ἀγαθὰ εἰς τὰς χεῖρας αὐτῶν ἐλθόντα ἀπωσάμενοι καὶ ῥίψαντες μετὰ πολλῆς τῆς σπουδῆς. Ἀνέτειλεν ἐκείνοις πρώϊμος ὁ τῆς δικαιοσύνης ἥλιος · κἀκεῖνοι μὲν ἀπώσαντο τὴν ἀκτῖνα, καὶ ἐν σκότῳ κάθηνται · ἡμεῖς δὲ οἱ σκότῳ συντραφέντες , πρὸς ἑαυτοὺς ἐπεσπασάμεθα τὸ φῶς , καὶ τοῦ ζόφου τῆς πλάνης ἀπηλλάγημεν. Ἐκεῖνοι τῆς ῥίζης τῆς ἁγίας ἦσαν κλάδοι, ἀλλ' ἐξεκλάσθησαν · ἡμεῖς οὐ μετείχομεν τῆς ῥίζης, καὶ καρπὸν εὐσεβείας ἠνέγκαμεν. Ἐκεῖνοι τοὺς προφήτας ἀνέγνωσαν ἐκ πρώτης ἡλικίας, καὶ τὸν προφητευθέντα ἐσταύρωσαν · ἡμεῖς οὐκ ἠκούσαμεν θείων λογίων, καὶ τὸν προφητευθέντα προσεκυνήσαμεν. Διὰ τοῦτο ἄθλιοι, ὅτι τὰ πεμφθέντα αὐτοῖς ἀγαθὰ ἁρπαζόντων ἑτέρων, καὶ πρὸς ἑαυτοὺς ἐπισπωμένων, αὐτοὶ διεκρούσαντο. Κἀκεῖνοι μὲν εἰς υἱοθεσίαν καλούμενοι, πρὸς τὴν τῶν κυνῶν συγγένειαν ἐξέπεσον · ἡμεῖς δὲ κύνες ὄντες ισχύσαμεν διὰ τὴν τοῦ Θεοῦ χάριν ἀποθέσθαι τὴν προτέραν ἀλογίαν, καὶ πρὸς τὴν τῶν υἱῶν ἀναβῆναι τιμήν. Πόθεν τοῦτο δῆλον; Οὐκ ἔστι καλὸν, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις · πρὸς τὴν Χαναναίαν ὁ Χριστὸς ἔλεγεν, ἐκείνους μὲν τέκνα καλῶν, κύνας δὲ τοὺς ἐξ ἐθνῶν. Ἀλλ' ὅρα πῶς ἀντεστράφη μετὰ ταῦτα ἡ τάξις, κἀκεῖνοι μὲν ἐγένοντο κύνες, τέκνα δὲ ἡμεῖς. Βλέπετε τοὺς κύνας, Παῦλός φησι περὶ αὐτῶν, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν · ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή. Εἶδες πῶς κύνες ἐγένοντο οἱ πρότερον ὄντες τέκνα; Βούλει μαθεῖν πῶς οἱ πρότερον ὄντες κύνες ἡμεῖς ἐγενόμεθα τέκνα ; Ὅσοι δὲ ἔλαβον αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι. Οὐδὲν ἀθλιώτερον ἐκείνων, τῶν πανταχοῦ κατὰ τῆς ἑαυτῶν σωτηρίας τρεχόντων. Καὶ γὰρ ὅτε ἔδει τὸν νόμον τηρεῖν , κατεπάτησαν · καὶ νῦν ὅτε ἀναπέπαυται ὁ νόμος, φιλονεικοῦσιν αὐτὸν τηρεῖν. Τί γένοιτ' ἂν αὐτῶν ἐλεεινότερον, οἳ μὴ τῇ παραβάσει τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῇ φυλακῇ τοῦ νόμου τὸν Θεὸν παροξύνουσι; Διὰ τοῦτό φησι, Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ, ὑμεῖς
2. Nor should you marvel if I called the Jews wretched. For truly wretched and miserable they are, having thrust away and cast off with great eagerness such great good things from heaven that had come into their hands. Early rose for them the Sun of righteousness; and they thrust away the ray, and sit in darkness; whereas we who were reared in darkness drew the light to ourselves, and were freed from the gloom of error. They were branches of the holy root, yet were broken off; we had no share in the root, and bore the fruit of piety. They read the prophets from their earliest youth, and crucified Him Who was prophesied; we did not hear divine oracles, and worshipped Him Who was prophesied. On this account they are wretched, because while others seized the good things sent to them and drew them to themselves, they beat them off. And they, when called to adoption as sons, fell away to the kinship of dogs; whereas we, being dogs, had the strength through the grace of God to put off our former irrationality, and to ascend to the honour of sons. Whence is this evident? It is not good, says He, to take the bread of the children and cast it to the little dogs: Christ was speaking to the Canaanite woman, calling those men children, and those from the Gentiles dogs. Yet see how the order was reversed after these things, and they became dogs, while we became children. Beware of the dogs, says Paul concerning them, beware of the evil workers, beware of the mutilation; for we are the circumcision. Did you see how those who formerly were children became dogs? Do you wish to learn how we who formerly were dogs became children? But as many as received Him, it says, to them He gave authority to become children of God. Nothing is more wretched than those men, who everywhere run counter to their own salvation. For when it was necessary to keep the law, they trampled upon it; and now when the law has ceased, they strive contentiously to keep it. What could be more pitiable than they, who provoke God not only by transgressing the law, but also by keeping the law? On this account it says, Stiff-necked and uncircumcised in heart, you
Notes, col. 845

On the reading

Printed Ἀναμοίοις, for Ἀνομοίοις.

Printed ισχύσαμεν, for ἰσχύσαμεν.

PG 48:846Read from the page
ἀει τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· οὐ τῷ παραβαίνειν τὰ νόμιμα μόνον, ἀλλὰ καὶ τῷ φυλάττειν ἐθέλειν ἀκαίρως. Σκληροτράχηλοι. Καὶ καλῶς εἶπε, σκληροτράχηλοι· οὐ γὰρ ἤνεγκαν τὸν ζυγὸν τοῦ Χριστοῦ, καίτοι χρηστὸς ἦν, καὶ οὐδὲν φορτικὸν εἶχεν οὔτε ἐπαχθές. Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ, Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν.
ye always resist the Holy Spirit (Acts 7:51); not by transgressing the ordinances only, but also by wishing to observe them unseasonably. Stiff-necked! And rightly did he say, stiff-necked; for they did not bear the yoke of Christ, although it was kindly, and had nothing burdensome nor oppressive. For learn of Me, says He, for I am meek and lowly in heart; and, Take My yoke upon you, for My yoke is kindly, and My burden is light (Matt. 11:29-30).
Ἀλλ' ὅμως οὐκ ἤνεγκαν διὰ τὴν σκληρότητα τοῦ αὐχένος· καὶ οὐ μόνον οὐκ ἤνεγκαν, ἀλλὰ καὶ συνέτριψαν καὶ διέῤῥηξαν. Ἀπ' αἰῶνος γὰρ, φησὶ, συνέτριψας τὸν ζυγόν σου, διέῤῥηξας τὸν δεσμόν σου. Οὐχὶ Παῦλος λέγει ταῦτα, ἀλλ' ὁ προφήτης βοᾷ, ζυγὸν καὶ δεσμὸν τὰ σύμβολα τῆς ἀρχῆς λέγων, ὅτι παρητήσαντο τὴν δεσποτείαν τοῦ Χριστοῦ, λέγοντες· Ἡμεῖς οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Συνέτριψας τὸν ζυγὸν, διέῤῥηξας τὸν δεσμὸν, ἐξέβαλες σαυτὸν τῆς οὐρανίου βασιλείας, καὶ ὑπέθηκας ἀνθρωπίναις ἀρχαῖς. Σὺ δέ μοι σκόπει, πῶς ἀκριβῶς αὐτῶν ὁ προφήτης τὸ δυσήνιον ᾐνίξατο. Οὐ γὰρ εἶπεν, Ἀπέθου τὸν ζυγὸν, ἀλλὰ, Συνέτριψας τὸν ζυγὸν, ὅπερ σκιρτώντων ἀλόγων ἐστὶν ἁμάρτημα, ἀφηνιώντων, παραιτουμένων τὴν ἀρχήν. Ἀλλὰ πόθεν αὕτη γέγονεν ἡ σκληρότης; Ἀπὸ ἀδηφαγίας καὶ μέθης. Τίς τοῦτό φησιν; Αὐτὸς ὁ Μωϋσῆς· Ἔφαγεν Ἰσραὴλ, καὶ ἐνεπλήσθη καὶ ἐλιπάνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καθάπερ γὰρ τὰ ἄλογα, ἐπειδὰν δαψιλοῦς ἀπολαύσῃ φάτνης, εἰς πολυσαρκίαν ἐκβάντα, φιλονεικότερα καὶ δυσκάθεκτα γίνεται, καὶ οὔτε ζυγοῦ, οὔτε ἡνίας, οὔτε ἡνιόχου χειρὸς ἀνέχεται· οὕτω καὶ ὁ τῶν Ἰουδαίων δῆμος, ὑπὸ τῆς μέθης καὶ πολυσαρκίας εἰς κακίαν ἐσχάτην κατενεχθέντες, ἐσκίρτησαν, καὶ οὐκ ἐδέξαντο τὸν ζυγὸν τοῦ Χριστοῦ, οὐδὲ τὸ ἄροτρον τῆς διδασκαλίας εἵλκυσαν. Ὅπερ οὖν καὶ ἄλλος προφήτης αἰνιττόμενος ἔλεγεν, Ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἰσραήλ. Ἕτερος δὲ αὐτὸν μόσχον ἀδίδακτον ἐκάλει. Τὰ δὲ τοιαῦτα ἄλογα, πρὸς ἐργασίαν οὐκ ὄντα ἐπιτήδεια, πρὸς σφαγὴν ἐπιτήδεια γίνεται. Ὅπερ οὖν καὶ οὗτοι πεπόνθασι, καὶ πρὸς ἐργασίαν ἀχρήστους ἑαυτοὺς καταστήσαντες, πρὸς σφαγὴν ἐπιτήδειοι γεγόνασι. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Τοὺς ἐχθρούς μου, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτῶν, ἀγάγετε ὧδε, καὶ κατασφάξατε αὐτούς. Τότε ἔδει σε νηστεύειν, ὦ Ἰουδαῖε, ὅτε ἡ μέθη ταῦτά σε εἰργάζετο τὰ δεινὰ, ὅτε ἀσέβειαν ἔτεκεν ἡ ἀδηφαγία, οὐχὶ νῦν· νῦν γὰρ ἄκαιρος ἡ νηστεία καὶ βδελυκτή. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ Ἠσαΐας μεγαλοφώνως βοῶν· Οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος. Διὰ τί; Ὅτι εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς τοὺς ὑποχειρίους. Εἰ δὲ, ὅτε τοὺς συνδούλους ἔτυπτες, βδελυκτή σου ἦν ἡ νηστεία, ὅτε τὸν Δεσπότην κατέσφαξας, τότε σου προσδεκτὴ ἡ νηστεία γίνεται; Καὶ πῶς ἂν ἔχοι λόγον;
Yet nevertheless they did not bear it because of the hardness of their neck; and not only did they not bear it, but they even shattered and burst it asunder. For from of old, says He, thou hast shattered thy yoke, thou hast burst thy bond (Jer. 2:20). Not Paul says these things, but the prophet cries aloud, calling the yoke and bond the symbols of rule, because they rejected the lordship of Christ, saying: We have no king but Caesar (John 19:15). Thou hast shattered the yoke, thou hast burst the bond, thou hast cast thyself out of the heavenly kingdom, and subjected thyself to human rulers. And mark for me how exactly the prophet hinted at their unruliness. For He did not say, Thou hast laid aside the yoke, but, Thou hast shattered the yoke, which is the fault of prancing brutes, spurning the reins, refusing rule. But whence has this hardness arisen? From gluttony and drunkenness. Who says this? Moses himself: Israel ate, and was filled and grew fat, and the beloved kicked (Deut. 32:15). For just as brute beasts, when they enjoy a plentiful manger, running to corpulence, become more contentious and hard to check, and endure neither yoke, nor rein, nor the charioteer's hand; so too the people of the Jews, carried down by drunkenness and corpulence into utter wickedness, pranced about, and did not receive the yoke of Christ, nor draw the plough of His teaching. Hinting then at this very thing, another prophet also said, Like a gadfly-maddened heifer has Israel gone mad (Hos. 4:16). And another called him an untaught calf (Jer. 31:18). Now such brute beasts, being unfit for labour, become fit for slaughter. And this very thing these men also have suffered, and having rendered themselves useless for labour, have become fit for slaughter. Wherefore Christ also said: Bring hither those enemies of Mine, who would not that I should reign over them, and slay them (Luke 19:27). Then oughtest thou to have fasted, O Jew, when drunkenness was working these dreadful things upon thee, when gluttony was bringing forth ungodliness, not now; for now thy fasting is unseasonable and abominable. Who says these things? Isaiah himself, crying with a loud voice: Not this fast have I chosen, saith the Lord. Why? Because ye fast for strifes and contentions, and strike with fists those under you (Isa. 58:4-5). Now if, when thou wast striking thy fellow-servants, thy fast was abominable, does thy fast become acceptable when thou hast slain the Master? And how could that be reasonable?
Τὸν νηστεύοντα κατεσταλμένον εἶναι χρὴ, συντετριμμένον, τεταπεινωμένον, οὐχὶ μεθύειν ὑπὸ τῆς ὀργῆς· σὺ δὲ τύπτεις τοὺς συνδούλους; Τότε μὲν οὖν εἰς κρίσεις καὶ μάχας ἐνήστευον· νῦν δὲ εἰς ἀσελγείας καὶ τὴν ἐσχάτην ἀκολασίαν, γυμνοῖς τοῖς ποσὶν ἐπὶ τῆς ἀγορᾶς ὀρχούμενοι· καὶ ἡ μὲν ὑπόθεσις νηστευόντων, τὸ δὲ σχῆμα μεθυόντων. Ἄκουσον πῶς κελεύει νηστεύειν ὁ προφήτης· Ἁγιάσατε νηστείαν, φησίν· οὐκ εἶπε, πομπεύσατε νηστείαν· Κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους. Οὗτοι δὲ χοροὺς μαλακῶν συναγαγόντες, καὶ πολὺν πεπορνευ
He who fasts ought to be composed, contrite, humbled, not drunk with wrath; yet dost thou strike thy fellow-servants? Then indeed they fasted for strifes and contentions; but now for licentiousness and utter intemperance, dancing barefoot in the market-place; and the pretext is that of men fasting, while the demeanour is that of men drunk. Hear how the prophet commands to fast: Sanctify a fast, says he; he did not say, Parade a fast: Proclaim a solemn service, gather the elders (Joel 1:14). Whereas these men, having gathered choruses of effeminates, and a great rabble of har
Notes, col. 846

On the reading

Printed ἀει, for ἀεὶ.

PG 48:847Read from the page
μένων γυναικῶν συρφετὸν, τὸ θέατρον ἅπαν καὶ τοὺς ἀπὸ τῆς σκηνῆς εἰς τὴν συναγωγὴν ἐπισύρουσι· θεάτρου γὰρ καὶ συναγωγῆς οὐδὲν τὸ μέσον. Καὶ οἶδα μὲν ὅτι τινὲς τόλμαν καταγινώσκουσι τοῦ λόγου, ὅτι εἶπον, Θεάτρου καὶ συναγωγῆς οὐδὲν τὸ μέσον· ἐγὼ δὲ αὐτῶν τόλμαν καταγινώσκω, ἐὰν μὴ οὕτω νομίζωσιν. Εἰ μὲν γὰρ οἴκοθεν ἀποφαίνομαι, κατάγνωθι· εἰ δὲ τοῦ προφήτου λέγω τὰ ῥήματα, δέξαι τὴν ἀπόφασιν.
lotted women, drag the whole theatre and those from the stage into the synagogue; for between theatre and synagogue there is no difference. And I know indeed that some condemn my speech for rashness, because I said, Between theatre and synagogue there is no difference; whereas I condemn their rashness, if they do not think thus. For if I pronounce from myself, condemn me; but if I speak the words of the prophet, accept the verdict.
γʹ. Οἶδα ὅτι πολλοὶ αἰδοῦνται Ἰουδαίους, καὶ σεμνὴν νομίζουσιν εἶναι τὴν ἐκείνων πολιτείαν νῦν· διὸ τὴν ὀλεθρίαν ὑπόληψιν πρόῤῥιζον ἀνασπάσαι ἐπείγομαι. Εἶπον ὅτι θεάτρου ἡ συναγωγὴ οὐδὲν ἄμεινον διάκειται, καὶ ἀπὸ προφήτου παράγω τὴν μαρτυρίαν· οὐκ εἰσὶν Ἰουδαῖοι τῶν προφητῶν ἀξιοπιστότεροι. Τί οὖν ὁ προφήτης φησίν; Ὄψις πόρνης ἐγένετό σοι· ἀπηναισχύντησας πρὸς πάντας. Ἔνθα δὲ πόρνη ἕστηκεν, πορνεῖόν ἐστιν ὁ τόπος· μᾶλλον δὲ οὐχὶ πορνεῖον καὶ θέατρον μόνον ἐστὶν ἡ συναγωγὴ, ἀλλὰ καὶ σπήλαιον λῃστῶν, καὶ καταγώγιον θηρίων· Σπήλαιον γὰρ, φησὶν, ὑαίνης ἐγένετό μοι ὁ οἶκος ὑμῶν· οὐδὲ ἁπλῶς θηρίου, ἀλλὰ θηρίου ἀκαθάρτου. Καὶ πάλιν, Ἀφῆκα τὸν οἶκόν μου, ἐγκαταλέλοιπα τὴν κληρονομίαν μου. Ὅταν δὲ ὁ Θεὸς ἀφῇ, ποία λοιπὸν σωτηρίας ἐλπίς; Ὅταν ὁ Θεὸς ἀφῇ, δαιμόνων κατοικητήριον γίνεται ἐκεῖνο τὸ χωρίον. Ἀλλὰ πάντως ἐροῦσιν, ὅτι καὶ αὐτοὶ τὸν Θεὸν προσκυνοῦσιν· ἀλλὰ μὴ γένοιτο τοῦτο εἰπεῖν. (Οὐδεὶς Ἰουδαῖος προσκυνεῖ τὸν Θεόν. Τίς ταῦτά φησιν; Ὁ Υἱὸς τοῦ Θεοῦ.) Εἰ τὸν Πατέρα γάρ μου ᾔδειτε, φησὶ, κἀμὲ ᾔδειτε ἄν· οὔτε δὲ ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου οἴδατε. Ποίαν ταύτης ἀξιοπιστοτέραν μαρτυρίαν παραγάγω;
3. I know that many revere the Jews, and deem their present way of life honourable; wherefore I hasten to pluck up this ruinous opinion by the roots. I said that the synagogue is in no better state than a theatre, and I bring forward the witness from a prophet; the Jews are not more trustworthy than the prophets. What then says the prophet? Thou hadst the countenance of a harlot; thou wast shameless towards all (Jer. 3:3). Now where a harlot has stood, the place is a brothel; nay rather, the synagogue is not merely a brothel and a theatre, but also a den of robbers, and a haunt of wild beasts: For your house, says He, has become to Me a hyaena's den (Jer. 7:11); not of a wild beast simply, but of an unclean wild beast. And again, I have forsaken My house, I have abandoned Mine inheritance (Jer. 12:7). And when God forsakes, what hope of salvation remains? When God forsakes, that place becomes a dwelling-place of demons. Yet above all they will say that they too worship God; but far be it to say this. (No Jew worships God. Who says these things? The Son of God.) For if ye had known My Father, says He, ye would have known Me also; but ye know neither Me, nor do ye know My Father (John 8:19). What witness more trustworthy than this could I bring forward?
Εἰ τοίνυν τὸν Πατέρα ἀγνοοῦσι, τὸν Υἱὸν ἐσταύρωσαν, τοῦ Πνεύματος τὴν βοήθειαν ἀπεκρούσαντο, τίς οὐκ ἂν θαῤῥῶν ἀποφήνηται, τῶν δαιμόνων καταγώγιον εἶναι τὸν τόπον; Οὐ προσκυνεῖται Θεὸς ἐκεῖ, μὴ γένοιτο· ἀλλ' εἰδωλολατρείας ἐκεῖνο τὸ χωρίον λοιπὸν ἐστιν· ἀλλ' ὅμως τινὲς ὡς σεμνοῖς ἐκείνοις τοῖς τόποις προσέχουσι.
If therefore they are ignorant of the Father, crucified the Son, and thrust away the help of the Spirit, who would not boldly declare that the place is a haunt of demons? God is not worshipped there, far be it! Rather, that spot is henceforth a place of idolatry; yet nevertheless some pay heed to those places as though honourable.
Καὶ ταῦτα οὐχὶ στοχαζόμενος λέγω, ἀλλ' αὐτῇ τῇ πείρᾳ μαθών. Καὶ γὰρ πρὸ τούτων τῶν τριῶν ἡμερῶν (πιστεύσατε, οὐ ψεύδομαι) γυναῖκά τινα εὐσχήμονα καὶ ἐλευθέραν, κοσμίαν καὶ πιστὴν, εἶδον ἀναγκαζομένην ὑπό τινος μιαροῦ καὶ ἀναισθήτου, δοκοῦντος εἶναι Χριστιανοῦ (οὐ γὰρ ἂν εἴποιμι τὸν τὰ τοιαῦτα τολμῶντα Χριστιανὸν εἰλικρινῆ), εἰς τὰ τῶν Ἑβραίων εἰσελθεῖν, κἀκεῖ παρασχεῖν ὅρκον περὶ τῶν ἀμφισβητουμένων αὐτῷ πραγμάτων· ὡς δὲ προσελθοῦσα ἡ γυνὴ πρὸς συμμαχίαν ἐκάλει, καὶ τὴν ἄνομον βίαν κωλῦσαι ἠξίου (οὐ γὰρ εἶναι θεμιτὸν αὐτῇ τῶν θείων μετασχούσῃ μυστηρίων, πρὸς ἐκεῖνον τὸν τόπον ἐλθεῖν), ἐμπρησθεὶς οὖν ὑπὸ ζήλου, καὶ πυρωθεὶς, καὶ διαναστὰς, ταύτην μὲν οὐκ εἴασα λοιπὸν ἐπὶ τὴν παρανομίαν ἑλκυσθῆναι ἐκείνην, ἐξήρπασα δὲ τῆς ἀδίκου ταύτης ἀπαγωγῆς. Ἐπεὶ δὲ τὸν ἕλκοντα ἠρόμην εἰ Χριστιανὸς εἴη, κἀκεῖνος ὡμολόγησεν, ἐπεκείμην σφοδρῶς, ἀναισθησίαν ἐγκαλῶν καὶ τὴν ἐσχάτην ἄνοιαν, καὶ ὄνων οὐδὲν ἄμεινον διακεῖσθαι ἔλεγον, εἰ τὸν Χριστὸν λέγων προσκυνεῖν, ἐπὶ τὰ σπήλαια τῶν Ἰουδαίων, τῶν σταυρωσάντων αὐτὸν, ἕλκοι τινά· καὶ μακρὸν κατέτεινα πρὸς αὐτὸν λόγον, πρῶτον μὲν, ὅτι οὐ θέμις ὅλως ὀμνύναι, οὐδὲ ἀνάγκην ἐπάγειν ὅρκων, διδάσκων ἀπὸ τῶν θείων Εὐαγγελίων· ἔπειτα,
And these things I speak not by conjecture, but having learned by actual experience. For three days ago (believe me, I do not lie) I saw a certain lady, seemly and free-born, modest and faithful, being compelled by a certain foul and senseless man, reputed to be a Christian (for I would not call one who dares such things a sincere Christian), to enter the shrines of the Hebrews, and there render an oath concerning matters in dispute with him; and as the woman came up and called for aid, and begged to prevent the lawless violence (for it was not lawful for her, who had partaken of the divine mysteries, to go to that place), kindled therefore with zeal, and set on fire, and rising up, I did not suffer her any further to be dragged into that transgression, and I snatched her from this unjust abduction. And when I asked him who was dragging her whether he were a Christian, and he confessed it, I pressed him vehemently, charging him with insensibility and utter folly, and said that he was in no better state than asses, if, professing to worship Christ, he dragged anyone to the dens of the Jews, who crucified Him; and I drew out a long discourse to him, first teaching from the divine Gospels that it is not lawful to swear at all, nor to impose necessity of oaths (Matt. 5:34); next,
PG 48:848Read from the page
ὅτι οὐ μόνον οὐχὶ πιστὴν καὶ μεμυημένην, ἀλλ' οὐδὲ ἀμύητόν τινα πρὸς ταύτην ἕλκειν ἐχρῆν τὴν ἀνάγκην. Ὡς δὲ ἐξέβαλον διὰ πολλῶν καὶ μακρῶν λόγων τὴν πεπλανημένην ὑπόνοιαν τῆς ἐκείνου ψυχῆς, ἠρώτων τὴν αἰτίαν, δι' ἣν τὴν Ἐκκλησίαν ἀφεὶς, ἐπὶ τὰ τῶν Ἑβραίων εἷλκε συνέδρια. Ὁ δὲ πολλοὺς ἔφη πρὸς αὐτὸν εἰρηκέναι, φοβερωτέρους τοὺς ἐκεῖ γινομένους ὅρκους εἶναι. Ἐπὶ τούτοις ἐστέναξα, καὶ ἐνεπρήσθην ὑπὸ θυμοῦ, καὶ μετὰ ταῦτα ἐγέλων πάλιν. Τὴν μὲν γὰρ τοῦ διαβόλου κακουργίαν ὁρῶν, ἐστέναζον, οἷα τοὺς ἀνθρώπους ἀναπείθειν ἴσχυσε· τὴν δὲ ῥαθυμίαν τῶν ἀπατωμένων λογιζόμενος, ἐνεπιμπράμην ὑπὸ τοῦ θυμοῦ· καὶ τὴν ἄνοιαν πάλιν τῶν ἀπατηθέντων ὅση καὶ ἡλίκη τις ἦν σκοπῶν, ἐγέλων. Ταῦτα δὲ εἶπον πρὸς ὑμᾶς καὶ διηγησάμην, ἐπειδὴ πρὸς τοὺς τὰ τοιαῦτα καὶ ποιοῦντας καὶ πάσχοντας ἀπανθρώπως καὶ ἀναλγήτως διάκεισθε· κἂν ἴδητέ τινα τῶν ἀδελφῶν τῶν ὑμετέρων εἰς παρανομίας τοιαύτας ἐμπίπτοντα, ἀλλοτρίαν, οὐκ οἰκείαν ἡγεῖσθε τὴν συμφορὰν εἶναι, καὶ πρὸς τοὺς ἐγκαλοῦντας ἀπολογεῖσθαι νομίζετε, λέγοντες, Ἐμοὶ γὰρ τί μέλει; τίς δέ μοι κοινὸς πρὸς ἐκεῖνόν ἐστι λόγος; ἐσχάτης μισανθρωπίας καὶ Σατανικῆς ὠμότητος φθεγγόμενοι ῥήματα. Τί λέγεις; ἄνθρωπος ὢν, καὶ τῆς αὐτῆς κοινωνῶν φύσεως, μᾶλλον δὲ, εἰ δεῖ φύσεως κοινωνίαν εἰπεῖν, κεφαλὴν μίαν ἔχων τὸν Χριστὸν, τολμᾷς εἰπεῖν, ὅτι οὐδέν σοι κοινόν ἐστι πρὸς τὰ μέλη τὰ σά; Πῶς οὖν τὸν Χριστὸν ὁμολογεῖς σὺ κεφαλὴν εἶναι τῆς Ἐκκλησίας; καὶ γὰρ ἡ κεφαλὴ πάντα τὰ μέλη συνάπτειν πέφυκε, καὶ πρὸς ἑαυτὰ μετὰ ἀκριβείας ἐπιστρέφειν τε καὶ συνδεῖν. Εἰ δὲ μηδὲν κοινὸν ἔχεις πρὸς τὸ μέλος σου, οὐδὲ πρὸς τὸν ἀδελφόν σου ἔχεις τι κοινὸν, οὐδὲ κεφαλὴν ἔχεις τὸν Χριστόν. Ὡς παιδία μικρὰ φοβοῦσιν ὑμᾶς Ἰουδαῖοι, καὶ οὐκ αἰσθάνεσθε. Καθάπερ γὰρ τοῖς παιδίοις ἐκείνοις προσωπεῖα δεικνύντες φοβερὰ καὶ καταγέλαστα τῶν μιαρῶν οἰκετῶν πολλοὶ (οὐ γάρ ἐστι φύσει φοβερὰ, ἀλλὰ διὰ τὸ εὐτελὲς τῆς διανοίας τοιαῦτα φαίνεται) πολὺν κινοῦσι γέλωτα· οὕτω δὴ καὶ τοὺς ἀτελεστέρους τῶν Χριστιανῶν μορμολύττονται Ἰουδαῖοι. Πῶς γὰρ τὰ παρ' αὐτοῖς φοβερὰ, τὰ πολλῆς αἰσχύνης καὶ γέλωτος γέμοντα, τὰ τῶν προσκεκρουκότων, τὰ τῶν ἠτιμωμένων, τὰ τῶν καταδίκων;
that not only ought one not to drag a faithful and initiated woman, but not even an uninitiated person, into this compulsion. And when by many long arguments I had cast out the erring notion from his soul, I asked the reason why, leaving the Church, he dragged her to the councils of the Hebrews. And he said that many had told him that the oaths taken there were more fearsome. At these things I groaned, and was kindled with anger, and afterwards I laughed again. For seeing the malice of the devil, I groaned at what things he had strength to persuade men; and reckoning the heedlessness of those being deceived, I burned with anger; and again, considering how great and of what sort was the folly of those deceived, I laughed. And these things I have spoken and recounted to you, because towards those who both do and suffer such things you are inhumanely and unfeelingly disposed; and even if you see one of your brethren falling into such transgressions, you deem the calamity to be another's, not your own, and think to excuse yourselves before your accusers, saying, Why, what care is it to me? And what account have I in common with him?—uttering words of utter misanthropy and Satanic cruelty. What sayest thou? Being a man, and sharing the same nature—nay rather, if one must speak of fellowship of nature, having Christ as one Head—darest thou to say that thou hast nothing in common with thine own members? How then dost thou confess Christ to be Head of the Church? For it is the nature of the head to join all the members together, and with exact care both to turn them towards one another and to bind them fast. But if thou hast nothing in common with thy member, neither hast thou anything in common with thy brother, nor hast thou Christ as Head. Like little children do the Jews frighten you, and you do not perceive it. For just as to those little children many foul servants, showing fearsome and ridiculous masks (for they are not fearsome by nature, but through the meanness of their understanding appear such), stir up much laughter; just so do the Jews scare the more imperfect of the Christians with bogeys. For how can things among them be fearsome, things full of great shame and ridicule, the things of men who have stumbled, of men dishonoured, of men condemned?
δʹ. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλ' ὄντως φοβερὰ καὶ φρίκης ἀνάμεστα. Ἔνθα γὰρ Θεός ἐστι ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχων, οὗτος φοβερὸς ὁ τόπος· ἔνθα μυρίοι περὶ κολάσεων ἀθανάτων λόγοι, περὶ τῶν πυρίνων ποταμῶν, περὶ τοῦ σκώληκος τοῦ ἰοβόλου, περὶ τῶν δεσμῶν τῶν ἀῤῥήκτων, περὶ τοῦ σκότους τοῦ ἐξωτέρου. Ἐκεῖνοι δὲ τούτων μὲν οὐδὲν οὐδ' ὄναρ ἴσασι, τῇ γαστρὶ ζῶντες, πρὸς τὰ παρόντα κεχηνότες, ὑῶν καὶ τράγων οὐδὲν ἄμεινον διακείμενοι, κατὰ τὸν τῆς ἀσελγείας λόγον καὶ τὴν τῆς ἀδηφαγίας ὑπερβολήν· ἓν δὲ ἐπίστανται μόνον, γαστρίζεσθαι καὶ μεθύειν, ὑπὲρ ὀρχηστῶν κατακόπτεσθαι, ὑπὲρ ἡνιόχων τραυματίζεσθαι. Ταῦτα οὖν, εἰπέ μοι, σεμνὰ καὶ φοβερά; καὶ τίς ἂν τοῦτο εἴποι; Πόθεν οὖν ἡμῖν ἔδοξαν εἶναι φοβερὰ, πλὴν εἰ μὴ καὶ τοὺς ἠτιμωμένους τῶν οἰκετῶν, καὶ τοὺς ἀπαῤῥησιάστους, καὶ τῆς δεσποτικῆς οἰκίας ἐκπεσόντας, φοβερούς τις εἶναι λέγοι τοῖς εὐδοκιμοῦσι καὶ παῤῥησίαν ἔχουσιν; Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἐπεὶ μηδὲ πανδοχεῖα τῶν βασιλικῶν αὐλῶν σεμνότερα, μᾶλλον δὲ καὶ πανδοχείου παντὸς ἀτιμότερον τὸ τῆς συναγωγῆς χωρίον
4. Yet ours are not such, but truly fearsome and full of shuddering awe. For where God is, Who has authority over life and death (Matt. 10:28), this place is fearsome; where there are countless discourses concerning undying punishments, concerning the fiery rivers, concerning the venomous worm, concerning the unbreakable bonds, concerning the outer darkness (Matt. 22:13). Whereas those men know none of these things not even in a dream, living for the belly, gaping at things present, in no better state than swine and he-goats, on account of their licentiousness and excess of gluttony; and one thing only do they know: to gorge their bellies and be drunk, to be battered on behalf of dancers, to be wounded on behalf of charioteers. Are these things then, tell me, honourable and fearsome? And who would say this? Whence then did they seem to us to be fearsome, unless one were also to say that disgraced servants, stripped of freedom of speech, and cast out of the master's house, are fearsome to those who stand in good repute and possess freedom of speech? Nay, these things are not so, they are not; since neither are inns more honourable than royal courts—nay rather, more dishonourable than every inn is the spot of the synagogue