ἐποίει; Οὐκοῦν ἀκαίρου φιλονεικίας. Ειπὼν γὰρ, Ποιήσωμεν τὸν ἄνθρωπον, οὐκ ἐπήγαγε, κατὰ τὴν εἰκόνα τὴν σὴν τὴν ἐλάττω, οὐδὲ, κατὰ τὴν εἰκόνα τὴν ἐμὴν τὴν μείζω, ἀλλὰ τί; Κατ' εικόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν, τῷ οὕτως ειπεῖν δεικνὺς Πατρὸς καὶ Υιοῦ μίαν οὖσαν εἰκόνα· οὐ γὰρ εἶπεν εἰκόνας, ἀλλ' Εικόνα ἡμετέραν· οὐ γὰρ δύο τινὲς ἀνώμαλοι, ἀλλὰ μία καὶ αὕτη ἴση Υἱοῦ καὶ Πατρὸς ἡ εἰκών. Διὰ τοῦτο καὶ ἐκ δεξιῶν λέγεται καθῆσθαι, ἵνα τὸ ὁμότιμον καὶ τῆς ἐξουσίας τὸ ἀπαράλλακτον μάθῃς· ὑπουργὸς γὰρ οὐ συγκάθηται, ἀλλὰ παρέστηκε. Καὶ ὅτι τὸ μὲν καθῆσθαι τὸ ὁμότιμον καὶ ἀπαράλλακτον τῆς δεσποτικῆς ἐστιν ἐξουσίας, τὸ δὲ παρεστάναι δουλικῆς καὶ ὑποτεταγμένης, ἄκουσον τί φησιν ὁ Δανιήλ· Ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ὁ Παλαιὸς τῶν ἡμερῶν ἐκάθητο. Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ. Καὶ πάλιν ὁ Ἠσαῖας· Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ σεραφὶμ ειστήκεισαν κύκλῳ αὐτοῦ. Καὶ ὁ Μιχαίας δὲ, Εἶδον τὸν Κύριον τὸν Θεὸν τοῦ Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἰστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ. Ὁρᾷς πανταχοῦ τὰς μὲν ἄνω δυνάμεις παρεστηκυίας, αὐτὸν δὲ καθήμενον. Ὅταν οὖν ἴδῃς καὶ τὸν Υἱὸν τὴν ἐκ δεξιῶν ἔχοντα καθέδραν, μὴ τῆς λειτουργικῆς καὶ ὑπουργικῆς αὐτὸν εἶναι νομίσῃς ἀξίας, ἀλλὰ τῆς δεσποτικῆς καὶ αὐθεντίαν ἐχούσης. Διὰ τοῦτο καὶ Παῦλος ἀμφότερα ταῦτα ειδὼς, ὅτι τὸ μὲν παρεστάναι λειτουργούντων ἐστὶ, τὸ δὲ καθῆσθαι τῶν ἐπιταττόντων καὶ προσταττόντων, ὅρα πῶς ἀμφότερα ταῦτα διαιρεῖ λέγων οὕτω· Πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ φησιν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υιόν· Ὁ θρόνος σου, ὁ Θεὸς, εις τὸν αιῶνα τοῦ αιῶνος· διὰ τοῦ θρόνου τὴν βασιλικὴν ἡμῖν ἐξουσίαν δηλῶν. Ἐπεὶ οὖν διὰ πάντων ὁ λόγος ἡμῖν τούτων ἀπέδειξεν οὐχὶ λειτουργικῆς ὄντα ἀξίας τὸν Υἱὸν, ἀλλὰ τῆς δεσποτικῆς, ὡς Δεσπότην, αὐτὸν προσκυνῶμεν καὶ ὁμότιμον τῷ Πατρί· οὕτω γὰρ καὶ αὐτὸς ἐκέλευσεν ειπὼν, Ἵνα πάντες τιμῶσι τὸν Υιὸν, καθὼς τιμῶσι τὸν Πατέρα· καὶ τὴν διὰ τῆς πολιτείας καὶ τῶν ἔργων ἀκρίβειαν τῇ τῶν δογμάτων ὀρθότητι συνάπτωμεν, ἵνα μὴ ἐξ ἡμισείας ἡμῖν τὰ τῆς σωτηρίας ᾖ.
did He make him? Away, then, with unseasonable contentiousness. For having said, Let Us make man, He did not add, according to thine own inferior image, nor, according to Mine own greater image, but what? According to Our image, and according to Our likeness, showing by speaking thus that there is one image of Father and Son; for He did not say images, but Our image; for there are not two unequal ones, but one and the same image of Son and Father, equal in both. Wherefore He is also said to sit at the right hand, that you may learn His equality in honour and the unvarying sameness of His authority; for a minister does not sit together with his lord, but stands by. And that to sit belongs to the equality in honour and unvarying sameness of masterly authority, whereas to stand by belongs to a servile and subject rank, hear what Daniel says: I beheld until thrones were set, and the Ancient of Days sat. Ten thousand myriads ministered to Him, and a thousand thousands stood before Him. And again Isaiah: I saw the Lord sitting upon a high and exalted throne, and the seraphim stood round about Him. And Micah also: I saw the Lord the God of Israel sitting upon His throne, and all the host of heaven stood on His right hand and on His left hand. You see everywhere the powers above standing by, while He Himself sits. When, therefore, you see the Son also holding the seat on the right hand, do not suppose Him to be of ministering and subordinate dignity, but of that which is masterly and possesses authority. Wherefore Paul also, knowing both of these things, that to stand by belongs to those who minister, while to sit belongs to those who command and enjoin, see how he divides both of these, speaking thus: Concerning His angels He says: Who makes His angels spirits, and His ministers a flame of fire; but unto the Son: Thy throne, O God, is unto the age of the age; signifying to us through the throne His royal authority. Since, then, through all these things our discourse has proved to us that the Son is not of ministering dignity, but of masterly dignity, let us worship Him as Master and equal in honour with the Father; for so He Himself also commanded, saying, That all may honour the Son, even as they honour the Father; and let us join strictness of conduct and of works to uprightness of doctrines, lest the things of our salvation be ours only by halves.
Πολιτείας δὲ ἀκρίβειαν καὶ βίου καθαρότητα οὐδὲν οὕτω δύναται κατορθοῦν, ὡς ἡ συνεχὴς ἐνταῦθα διατριβὴ καὶ ἡ μετὰ προθυμίας ἀκρόασις. Ὅπερ γάρ ἐστιν ἐπὶ τοῦ σώματος ἡ τροφὴ, τοῦτο ἐπὶ τῆς ψυχῆς ἡ τῶν θείων λογίων διδασκαλία. Οὐ γὰρ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, φησὶν, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Διὰ τοῦτο καὶ λιμὸν οἶδεν ἐργάζεσθαι τὸ μὴ μετέχειν τοιαύτης τραπέζης. Ἄκουσον γοῦν τοῦ Θεοῦ τοῦτο ἀπειλοῦντος, καὶ ἐν τάξει κολάσεως καὶ τιμωρίας ἐπανατεινομένου· Δώσω γὰρ αὐτοῖς, φησὶν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Πῶς οὖν οὐκ ἄτοπον ὑπὲρ μὲν τοῦ τὸν σωματικὸν λιμὸν ἀποκρούσασθαι πάντα ποιεῖν καὶ πραγματεύεσθαι, τὸν δὲ τῆς ψυχῆς ἑκόντας ἐπισπᾶσθαι, καίτοι πολλῷ χαλεπώτερον ὄντα, ὅσῳ καὶ περὶ μειζόνων ἡ ζημία; Μὴ, δέομαι καὶ ἀντιβολῶ, μὴ κακῶς οὕτω περὶ ἑαυτῶν βουλευσώμεθα, ἀλλὰ πάσης ἀσχολίας καὶ φροντίδος ἡ ἐνταῦθα
Now nothing can so set right strictness of conduct and purity of life as continual tarrying here and eager listening. For what nourishment is in the case of the body, this the teaching of the divine oracles is in the case of the soul. For man shall not live by bread alone, it says, but by every word proceeding through the mouth of God. Wherefore also non-participation in such a table is wont to work famine. Hear, at all events, God threatening this, and holding it out by way of chastisement and punishment: For I will send upon them, He says, not a famine of bread, nor a thirst for water, but a famine of hearing the word of the Lord. How, then, is it not absurd to do and contrive everything in order to ward off bodily famine, yet willingly to draw upon ourselves that of the soul, even though it is far more grievous, inasmuch as the loss also concerns greater things? Let us not, I beg and implore, let us not take such evil counsel concerning ourselves, but above every occupation and care let tarrying here