Migne Reading Room

PG 48 · cols. 803–808 · Read from the page

On the incomprehensible nature of God, etc., twelve homilies

On the incomprehensible nature of God, etc., twelve homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:803Read from the page
τοῦ σπόρου τοῦ πνευματικοῦ· οὐκ ἀναμένει χρόνον, οὐ περιμένει πλῆθος ἡμερῶν, οὐκ ἐκδέχεται περιόδους μηνῶν, οὐδὲ ὥρας καὶ καιροὺς καὶ ἐνιαυτούς· ἀλλ' ἔστιν ἐν ἡμέρᾳ μιᾷ καταβαλόντα τὰ σπέρματα μεστῷ καὶ πεπληρωμένῳ τῷ βραχίονι τοῦτον ἀμῆσαι τὸν ἀμητόν. Οἱ μὲν γὰρ τὴν αισθητὴν ταύτην ἀνατέμνοντες γῆν, πολλῆς δέονται τῆς πραγματείας, καὶ μακρᾶς τῆς ἀναβολῆς. Καὶ γὰρ καὶ βοῦς ἀροτῆρας ὑπὸ τὴν ζεύγλην ἄγειν ἀναγκάζονται, καὶ βαθεῖαν αὔλακα τέμνειν, καὶ δαψιλῆ τὰ σπέρματα καταβάλλειν, καὶ τὴν ἐπιφάνειαν ἐξομαλίσαι τῆς γῆς, καὶ τὰ καταβληθέντα πάντα περιστεῖλαι, καὶ ἀναμεῖναι συμμέτρους ὄμβρων φορὰς, καὶ πολλὰ ἕτερα φιλοπονῆσαι, καὶ πολὺν ἐκδέχεσθαι χρόνον, καὶ τότε τοῦ τέλους ἐπιτυχεῖν. Ἐνταῦθα δὲ καὶ ἐν θέρει καὶ ἐν χειμῶνι καὶ σπείρειν καὶ ἀμᾶσθαι ἔνι, καὶ ἐν αὐτῇ τῇ ἡμέρᾳ πολλάκις ἀμφότερα γέγονε, καὶ μάλιστα ὅταν λιπαρὰ καὶ πίων τύχῃ οὖσα ἡ γεωργουμένη ψυχή· ὃ δὴ καὶ ἐφ' ὑμῶν ἔστιν ἰδεῖν· διὸ καὶ ἡμεῖς πρὸς ὑμᾶς προθυμότερον τρέχομεν· ἐπεὶ καὶ γεωργὸς ἐκείνην ἐργάζεται τὴν ἄρουραν ἐπιτήδειον, ἀφ' ἧς τὴν ἅλωνα πολλάκις ἐνέπλησεν. Ἐπεὶ οὖν καὶ ὑμεῖς ἐξ ὀλίγου πόνου πολλὴν ἡμῖν παρέχετε τὴν πρόσοδον, μετὰ πολλῆς τῆς προσοχῆς τῆς γεωργίας ἁπτόμεθα ταύτης, καὶ τῶν πρότερον ειρημένων τὰ λείψανα ὑμῖν κομίσοντες ἥκομεν. Τότε μὲν οὖν ἀπὸ τῆς Παλαιᾶς τὸν λόγον ὑφήναμεν τὸν περὶ τῆς δόξης τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· νυνὶ δὲ ἀπ' αὐτῆς τὸ αὐτὸ τοῦτο ποιήσομεν· τότε οὖν ἐλέγομεν, ὅτι ὁ Χριστὸς ἔλεγεν· Ει ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί· νυνὶ δὲ λέγομεν, ὅτι εἶπε Μωϋσῆς· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε. Ὥσπερ γὰρ ὁ Χριστὸς πρὸς τὸν Μωϋσέα παραπέμπει, ἵνα δι' ἐκείνου πρὸς ἑαυτὸν ἐπισπάσηται, οὕτως ὁ Μωϋσῆς τῷ διδασκάλῳ παραδίδωσι τοὺς μαθητὰς, κελεύων αὐτῷ κατὰ πάντα πείθεσθαι. Πειθώμεθα τοίνυν οἷς ἂν ποιῇ καὶ λέγῃ, τοῖς τε ἄλλοις ἅπασι, καὶ τούτῳ τῷ σήμερον ἀναγνωσθέντι ἡμῖν σημείῳ. Τί δὲ τοῦτό ἐστιν; Ἦν, φησὶν, ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη Ἰησοῦς εις Ἱεροσόλυμα. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις προβατικὴ κολυμβήθρα, ἡ λεγομένη Ἑβραϊστὶ Βηθεσδᾶ, πέντε στοὰς ἔχουσα· εἰς ἣν λόγος ἔχει παραγινόμενον ἄγγελον κατὰ καιρὸν καταδύεσθαι, καὶ τοῦτο γινώσκεσθαι διὰ τὴν τοῦ ὕδατος κίνησιν· τὸν οὖν πρῶτον ἐμβάντα μετὰ τὸν ἐν τῷ ὕδατι κλύδωνα ὑγιῆ γίνεσθαι, ὁτιδήποτε ἀῤῥώστημα ἔχοντα. Ἐν ταύταις οὖν κατέκειτο ταῖς στοαῖς πλῆθος ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν.
of spiritual seed: it does not wait for time, it does not await a multitude of days, it does not look for cycles of months, nor seasons and times and years; nay, it is possible on a single day for one who has cast the seeds to reap this harvest with a full and laden arm. For those who plough up this perceptible earth stand in need of much labour and long delay. For indeed they are compelled to bring plough-oxen under the yoke, and to cut a deep furrow, and to cast the seeds lavishly, and to level the surface of the earth, and to cover over all that has been cast in, and to await due falls of showers, and to toil through many other labours, and to look forward for a long time, and then to attain the end. Whereas here it is possible both in summer and in winter both to sow and to reap, and on the very same day both have often come to pass, and most of all when the soul that is tilled happens to be rich and fat; which very thing one may see in your case also; wherefore we also run to you more eagerly; since a husbandman also tills that suitable tillage from which he has often filled his threshing-floor. Since, then, you also from little toil afford us a rich revenue, with great attention we set our hand to this tillage, and we have come to bring you the remnants of what was spoken before. At that time, then, from the Old Testament we wove our discourse concerning the glory of the only-begotten Son of God; and now from that same source we shall do this very same thing; then, therefore, we said that Christ spoke: If you believed Moses, you would believe Me; while now we say that Moses spoke: A Prophet shall the Lord God raise up for you from among your brethren like me; Him shall you hear. For just as Christ sends men on to Moses, that through him He may draw them to Himself, so Moses hands the disciples over to the Teacher, bidding them obey Him in all things. Let us obey, therefore, whatever He does and says, both in all other things and in this sign that was read aloud to us today. And what is this? There was, it says, a feast of the Jews, and Jesus went up to Jerusalem. Now there is in Jerusalem a sheep-pool, which is called in Hebrew Bethesda, having five porticoes; into which the account holds that an angel came at seasons and went down, and that this was known through the troubling of the water; and therefore he who first stepped in after the surge in the water became whole, whatever infirmity he might have. In these porticoes, then, there lay a multitude of sick folk, blind, lame, withered, awaiting the troubling of the water.
Τίνος οὖν ἕνεκεν τὰ Ἱεροσόλυμα συνεχῶς ὁ Χριστὸς καταλαμβάνει, καὶ ἐν ταῖς ἑορταῖς ἐπιχωριάζει τοῖς Ἰουδαίοις; Ἐπειδὴ τότε τὸ πλῆθος συνελέγετο, καὶ τὸν τόπον ἐκεῖνον καὶ τὸν καιρὸν παρετήρει, ὥστε ἐπιλαβέσθαι τῶν ἀσθενούντων. Οὐ γὰρ τοσαύτην οἱ κάμνοντες εἶχον ἐπιθυμίαν ἀπαλλαγῆναι τῶν νοσημάτων, ὅσην ὁ ιατρὸς ἐπεποίητο σπουδὴν ἀπαλλάξαι αὐτοὺς τῆς ἀῤῥωστίας. Ὅτε τοίνυν πλήρης ὁ σύλλογος αὐτῶν ἦν, καὶ ἀπηρτισμένον τὸ θέατρον, τότε εἰς μέσον ἐρχόμενος τὰ πρὸς τὴν σωτηρίαν τῆς ἐκείνων ψυχῆς ἐπεδείκνυτο. Κατέκειτο τοίνυν πλῆθος ἀσθενούντων ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν, καὶ ὁ μὲν πρῶτος καταβαίνων ἐθεραπεύετο μετὰ τὴν τοῦ
For what sake, then, does Christ continually repair to Jerusalem, and frequent the Jews at their feasts? Because at that time the multitude gathered together, and He watched for that place and that season in order to lay hold of the sick. For those who laboured did not have so great a desire to be rid of their diseases as the eagerness which the Physician had displayed to rid them of their infirmity. When, therefore, their assembly was full, and the theatre complete, then coming into their midst He displayed the things pertaining to the salvation of their soul. There lay, therefore, a multitude of sick folk awaiting the troubling of the water, and the first who went down was healed after the
Notes, col. 803

On the reading

Printed αισθητὴν, for αἰσθητὴν.

Printed ειρημένων, for εἰρημένων.

Printed Ει, for Εἰ.

Printed εις, for εἰς.

Printed ιατρὸς, for ἰατρὸς.

Printed 805, for 803.

PG 48:804Read from the page
ὕδατος κίνησιν, ὁ δὲ δεύτερος οὐκ ἔτι· ἀλλ' ἀνηλοῦτο τὸ φάρμακον, ἐδαπανᾶτο ἡ ἰατρεία τῆς χάριτος, λοιπὸν ἔρημα τὰ ὕδατα ἔμενε, τῆς τοῦ πρώτου καταβαίνοντος ἀῤῥωστίας ἅπαν ἀναμαξαμένης αὐτό. Καὶ μάλα εἰκότως· δουλικὴ γὰρ ἦν ἡ χάρις.
movement of the water, while the second no longer was; but the medicine was expended, the healing of the grace was spent, the waters thereafter remained bereft, since the infirmity of the first who went down had soaked it all up. And quite reasonably; for the grace was that of a servant.
Ἀλλ' οὐχ, ὅτε ὁ Δεσπότης παρεγένετο, οὕτως ἐγίνετο, οὐδὲ ὁ πρῶτος καταβαίνων εἰς τὴν κολυμβήθραν τῶν ὑδάτων τοῦ βαπτίσματος ἐθεραπεύετο μόνος, ἀλλὰ καὶ ὁ πρῶτος, καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, καὶ ὁ τέταρτος, καὶ ὁ δέκατος, καὶ ὁ εἰκοστός· κἂν μυρίους εἴπῃς, κἂν δὶς τοσούτους, κἂν τρὶς, κἂν ἀπείρους τῷ πλήθει, κἂν τὴν οἰκουμένην ἅπασαν ἐμβάλῃς εἰς τὴν κολυμβήθραν τῶν ὑδάτων, οὐδὲ κατὰ μικρὸν ἐλαττοῦται ἡ χάρις, ἀλλ' ἡ αὐτὴ μένει, πάντας ἐκείνους καθαίρουσα. Τοσοῦτον τὸ μέσον δουλικῆς δυνάμεως, καὶ δεσποτικῆς αὐθεντίας. Ἐκεῖνος ἕνα ἐθεράπευσεν, οὗτος τὴν οἰκουμένην ἅπασαν· ἐκεῖνος διὰ τοῦ ἐνιαυτοῦ ἕνα, οὗτος καθ' ἑκάστην ἡμέραν, εἰ βούλει μυρίους ἐμβαλεῖν, ἅπαντας ὑγιαίνοντας ἀποδίδωσιν· ἐκεῖνος καταβαίνων καὶ ταράσσων τὸ ὕδωρ, οὗτος οὐχ οὕτως, ἀλλ' ἀρκεῖ ψιλὴν αὐτοῦ καλέσαι τὴν προσηγορίαν ἐπὶ τῶν ὑδάτων μόνον, καὶ πᾶσαν αὐτοῖς ἐναποθέσθαι θεραπείας ὑπόθεσιν. Κἀκεῖνος μὲν σωμάτων πήρωσιν ἰᾶτο, οὗτος δὲ ψυχῆς κακίαν διορθοῦται. Ὁρᾷς πῶς διὰ πάντων πολὺ τὸ μέσον καὶ ἄπειρον φαίνεται ;
But when the Master arrived, it did not happen thus, nor was the first who went down into the pool of the waters of baptism healed alone, but both the first, and the second, and the third, and the fourth, and the tenth, and the twentieth; and even if you say ten thousand, even if twice as many, even if thrice, even if infinite in multitude, even if you cast the whole inhabited world into the pool of the waters, the grace is not diminished even a little, but remains the same, cleansing all those. So great is the distance between servile power and sovereign authority. That one healed one man, This One the whole inhabited world; that one a single man once a year, This One every day, if you wish to cast in ten thousand, restores them all sound; that one going down and troubling the water, This One not so, but it suffices merely to invoke His bare appellation over the waters alone, and to deposit in them every ground of healing. And that one healed the maiming of bodies, whereas This One sets right the wickedness of the soul. Do you see how throughout all things the distance appears great and boundless?
βʹ. Κατέκειτο τοίνυν πλῆθος ἀσθενούντων ἀναμένον τὴν τοῦ ὕδατος κίνησιν· καὶ γὰρ ἰατρεῖον ἦν ὁ τόπος πνευματικόν. Καθάπερ οὖν ἐν ἰατρείῳ πολλοὺς ἔστιν ἰδεῖν τὸν ὀφθαλμὸν ἐκκεκομμένους, πεπηρωμένους τὸ σκέλος, ἄλλο μέλος ἀῤῥωστοῦντας, εἶτα κοινῇ πάντας συγκαθημένους, καὶ τὸν ἰατρὸν ἀναμένοντας· οὕτω δὴ καὶ ἐν ἐκείνῳ τῷ χωρίῳ τὸ πλῆθος τῶν συνεληλυθότων ἦν ἰδεῖν. Ἐν ταύταις ταῖς στοαῖς ἦν τις ἄνθρωπος τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. Τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι ἤδη πολὺν χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενὴς καὶ εἶπε, Ναὶ, Κύριε· ἄνθρωπον δὲ οὐκ ἔχω, ἵν', ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἐγὼ ἔρχομαι, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Τίνος ἕνεκεν τοὺς ἄλλους πάντας παραδραμὼν ὁ Ἰησοῦς, πρὸς τοῦτον ἦλθεν ; Ἵνα καὶ τὴν δύναμιν, καὶ τὴν φιλανθρωπίαν ἐνδείξηται· τὴν δύναμιν μὲν, ὅτι τὸ νόσημα λοιπὸν ἀνίατον ἐγεγόνει, καὶ εἰς ἀμηχανίαν περιειστήκει τὰ τῆς ἀῤῥωστίας αὐτῷ· τὴν δὲ φιλανθρωπίαν, ὅτι τὸν μάλιστα ἄξιον ὄντα ἐλέους καὶ εὐεργεσίας, τοῦτον πρὸ τῶν ἄλλων εἶδεν ὁ κηδεμὼν καὶ φιλάνθρωπος. Μὴ δὴ παραδράμωμεν ἁπλῶς τὸ χωρίον, μηδὲ τὸν ἀριθμὸν τῶν τριάκοντα καὶ ὀκτὼ ἐτῶν, ὧν εἶχεν ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. Ἀκουέτωσαν ἅπαντες, ὅσοι πενίᾳ παλαίουσι διηνεκεῖ, ὅσοι καὶ ἀῤῥωστίᾳ συζῶσιν, ὅσοι περιστάσεις ὑπομένουσι πραγμάτων βιωτικῶν, ὅσοι χειμῶνα καὶ κλυδώνιον τῶν ἀδοκήτων ὑπέστησαν κακῶν. Κοινὸς οὗτος ὁ παραλυτικὸς κεῖται λιμὴν τῶν ἀνθρωπίνων συμφορῶν. Οὐδεὶς γὰρ οὕτως ἠλίθιος, οὐδεὶς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς πρὸς τοῦτον ἀφορῶντα, μὴ πάντα
2. There lay, therefore, a multitude of the infirm waiting for the movement of the water; for indeed the place was a spiritual infirmary. Just as, then, in an infirmary one may see many with an eye put out, maimed in the leg, ailing in some other member, then all sitting together in common and waiting for the physician; just so in that place too one might see the multitude of those who had gathered together. In these porticoes there was a certain man having thirty and eight years in his infirmity. Jesus, seeing this man lying there, and knowing that he already had a long time, says to him: Do you wish to become whole? The sick man answered Him and said, Yes, Lord; but I have no man, that, when the water is troubled, he may put me into the pool; and while I am coming, another goes down before me. On what account did Jesus, passing by all the others, come to this man? In order that He might display both His power and His loving-kindness: His power, because the disease had by now become incurable, and the circumstances of his infirmity had come round to helplessness for him; and His loving-kindness, because him who was most worthy of mercy and beneficence, this man before the others did the Guardian and Lover of mankind behold. Let us not, then, merely pass by the passage, nor the number of the thirty and eight years which he had in his infirmity. Let all hear, as many as wrestle with perpetual poverty, as many as also live with infirmity, as many as endure distresses of worldly affairs, as many as have undergone a tempest and surge of unlooked-for ills. This paralytic lies set forth as a common haven of human calamities. For no one is so foolish, no one so wretched and miserable, as, looking towards this man, not [to bear] all
PG 48:805Read from the page
τὰ ἐπαγόμενα φέρειν γενναίως καὶ μετὰ προθυμίας ἁπάσης. Εἰ γὰρ εἴκοσιν ἔτη ἦν, εἰ γὰρ δέκα, εἰ γὰρ πέντε μόνον, οὐκ ἦν ἱκανὰ διαλῦσαι αὐτοῦ τὸν τόνον τῆς ψυχῆς ; Ὁ δὲ τριάκοντα καὶ ὀκτὼ ἔτη μένει, καὶ οὐκ ἀφίσταται, καὶ πολλὴν ἐπιδείκνυται τὴν ὑπομονήν. Τάχα ὑμῖν θαυμαστὸν εἶναι δοκεῖ τοῦ χρόνου τὸ μῆκος, ἀλλ' ἐὰν ἀκούσητε αὐτῶν τῶν ῥημάτων, τότε μάλιστα εἴσεσθε αὐτοῦ τὴν φιλοσοφίαν καὶ τὴν ὑπομονὴν ἅπασαν.
the things brought upon him nobly and with all readiness. For if it had been twenty years, if ten, if five only, were they not sufficient to dissolve the vigour of his soul? Yet he remains thirty and eight years, and does not draw back, and displays great endurance. Perhaps the length of the time seems wonderful to you, but if you hear the very words themselves, then most of all will you know his philosophy and all his endurance.
Ἐπέστη ὁ Ἰησοῦς, καὶ λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι ; Καὶ τίς ἂν τοῦτο ἠγνόησεν, ὅτι ἐβούλετο γενέσθαι ὑγιής ; Τίνος οὖν ἕνεκεν ἐρωτᾷ ; Οὐκ ἀγνοῶν· ὁ γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδὼς, πολλῷ μᾶλλον τὰ δῆλα καὶ σαφῆ πᾶσιν ἠπίστατο. Τίνος ἕνεκεν ἠρώτα : Ὥσπερ τότε τῷ ἑκατοντάρχῃ φησίν· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτὸν, οὐκ ἀγνοῶν ἅπερ ἤμελλεν ἐρεῖν, ἀλλὰ προειδὼς καὶ σφόδρα ἀκριβῶς ἐπιστάμενος, καὶ βουλόμενος ἀρχὴν αὐτῷ δοῦναι καὶ πρόφασιν, ὥστε τὴν ἐν σκιᾷ ἐκκαλύψαι πᾶσιν εὐλάβειαν, καὶ εἰπεῖν· Μὴ, Κύριε· οὐ γάρ εἰμι ἄξιος, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· οὕτω καὶ ἐπὶ τοῦ παραλελυμένου τούτου, εἰδὼς ἅπερ ἤμελλεν ἐρεῖν, ἐρωτᾷ εἰ βούλοιτο θεραπευθῆναι, οὐκ ἐπειδὴ ἠγνόει τοῦτο, ἀλλ' ἵνα παράσχῃ αὐτῷ τινα πρόφασιν καὶ ἀφορμὴν ἐκτραγῳδῆσαι τὴν οἰκείαν συμφορὰν, καὶ γενέσθαι διδάσκαλον ὑπομονῆς. Εἰ γὰρ σιγῇ τὸν ἄνθρωπον ἐθεράπευσεν, ἐζημιώθημεν ἂν ἡμεῖς ζημίαν τὴν ἐσχάτην, μὴ μαθόντες αὐτοῦ τῆς ψυχῆς τὴν καρτερίαν. Ὁ δὲ Χριστὸς οὐ τὰ παρόντα διορθοῦται μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα πολλῆς ἀξιοῖ τῆς ἐπιμελείας. Διδάσκαλον τοίνυν ὄντα αὐτὸν καρτερίας καὶ ὑπομονῆς ἅπασιν ἐξεκάλυψε τοῖς τὴν οἰκουμένην οἰκοῦσι, διὰ τῆς ἐρωτήσεως εἰς ἀνάγκην αὐτὸν ἀποκρίσεως ἐμβαλών· Θέλεις ὑγιὴς γενέσθαι ; Τί οὖν ἐκεῖνος ; Οὐκ ἐδυσχέρανεν, οὐκ ἠγανάκτησεν, οὐκ εἶπε πρὸς τὸν ἐρωτήσαντα· Ὁρᾷς με παραλελυμένον, τὸν χρόνον ἔγνως τὸν μακρὸν τῆς ἐμῆς ἀῤῥωστίας, καὶ ἐρωτᾷς εἰ βούλομαι γενέσθαι ὑγιής ; ταῖς ἐμαῖς ἦλθες ἐπιγελάσαι συμφοραῖς, καὶ ἀλλότρια κωμῳδῆσαι κακά ; Ἴστε γὰρ ὡς μικρόψυχοι οἱ ἄῤῥωστοί εἰσιν, εἰ καὶ ἐνιαυτὸν μόνον ἐπὶ κλίνης κατακλιθεῖεν· ὅπου δὲ τριάκοντα καὶ ὀκτὼ ἔτη τὸ νόσημα παρετάθη, πῶς οὐκ εἰκὸς ἅπασαν ἀνηλῶσθαι φιλοσοφίαν ἐν μακρῷ τῷ χρόνῳ δαπανηθεῖσαν ; Ἀλλ' ὅμως οὐδὲν τοιοῦτον οὔτε εἶπεν, οὔτε ἐνενόησεν ἐκεῖνος, ἀλλὰ μετὰ πολλῆς τῆς επιεικείας ποιεῖται τὴν ἀπόκρισιν, καί φησι· Ναὶ, Κύριε· ἀλλ' ὅτι ἄνθρωπον οὐκ ἔχω, ἵν', ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν. Ὅρα πόσα συνῆλθεν ὁμοῦ καὶ τὸν ἄνθρωπον ἐπολιόρκει· νόσος, καὶ πενία, καὶ ἐρημία τῶν προστησομένων. Ἐν ᾧ δὲ ἐγὼ ἔρχομαι, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Τοῦτο πάντων ἐλεεινότερον, καὶ λίθον αὐτὸ ἱκανὸν ἐπικάμψαι. Καὶ γὰρ ὁρᾷν μοι δοκῶ τὸν ἄνθρωπον ἕρποντα καθ' ἕκαστον ἐνιαυτὸν, καὶ πρὸς αὐτὸ τὸ στόμα τῆς κολυμβήθρας γιγνόμενον, καὶ ἐν αὐτῷ τῷ τέλει τῆς χρηστῆς ἐκκρεμάμενον ἐλπίδος καθ' ἕκαστον ἐνιαυτόν· καὶ τὸ δὴ μεῖζον,
Jesus stood by, and says to him: Do you wish to become whole? And who would have been ignorant of this, that he wished to become whole? On what account, then, does He ask? Not as being ignorant; for He Who knows the secrets of the mind knew much more the things manifest and clear to all. On what account did He ask? Just as at that time He says to the centurion: I will come and heal him, not being ignorant of what he was about to say, but foreknowing and understanding exceedingly accurately, and wishing to give him a starting-point and occasion, so as to uncover to all the reverence that lay in shadow, and to say: Nay, Lord; for I am not worthy that Thou shouldst enter under my roof; so also in the case of this paralyzed man, knowing what he was about to say, He asks whether he would wish to be healed, not because He was ignorant of this, but in order that He might afford him some occasion and opportunity to recount tragically his own calamity, and to become a teacher of endurance. For if He had healed the man in silence, we should have suffered the utmost loss, not having learned the steadfastness of his soul. Now Christ not only sets right present things, but also deems future things worthy of great care. Since he was, therefore, a teacher of steadfastness and endurance, He uncovered him to all who inhabit the world, through the question casting him into the necessity of an answer: Do you wish to become whole? What, then, did that man do? He was not vexed, he was not indignant, he did not say to Him Who asked: Do You see me paralyzed, have You known the long time of my infirmity, and do You ask whether I wish to become whole? Have You come to laugh at my calamities, and to mock another's woes? For you know how petty-spirited the infirm are, even if they should lie upon a bed for one year only; and where the disease was drawn out for thirty and eight years, how was it not likely that all philosophy had been expended, spent in the long time? Yet nevertheless that man neither said nor thought any such thing, but with great gentleness makes his answer, and says: Yes, Lord; but because I have no man, that, when the water is troubled, he may put me into the pool. See how many things came together at once and besieged the man: disease, and poverty, and want of those who would stand by him. And while I am coming, another goes down before me. This was more pitiable than all, and sufficient of itself to bend even a stone. For indeed I seem to myself to see the man creeping each year, and coming right to the very mouth of the pool, and at the very end hanging suspended from his good hope each year; and what was still greater,
Notes, col. 805

On the reading

Printed επιεικείας, for ἐπιεικείας.

PG 48:806Read from the page
ὅτι ταῦτα ὑπέμεινεν οὐκ ἐπὶ δύο καὶ τρισὶ καὶ δέκα ἔτεσιν, ἀλλ' ἐπὶ ὀκτὼ καὶ τριάκοντα. Καὶ τὴν μὲν σπουδὴν ἐπεδείκνυτο πᾶσαν, τοῦ δὲ καρποῦ ἐξέπιπτε· καὶ ὁ μὲν δρόμος ἐγίνετο, τούτου δὲ τοῦ δρόμου τὸ βραβεῖον ἑτέρου, ἐπὶ τοῖς πολλοῖς ἐκείνοις ἔτεσι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ ἄλλους ἀπαλλαττομένους ἑώρα. Ἴστε γὰρ δὴ τοῦτο, ὅτι τῶν οἰκείων κακῶν ἀκριβεστέραν αἴσθησιν λαμβάνομεν, ὅταν ἑτέρους τοῖς αὐτοῖς περιπεσόντας δεινοῖς καὶ ἀπαλλαγέντας ἴδωμεν. Διὰ τοῦτο καὶ ὁ πένης, ὅταν ἴδῃ πλουτοῦντα ἕτερον, τότε μᾶλλον τῆς οἰκείας αἰσθάνεται πενίας· καὶ ὁ νοσῶν πλεῖον ὀδυνᾶται, ὅταν πολλοὺς τῶν καμνόντων ἴδῃ τὴν ἀῤῥωστίαν ἀποθεμένους, αὐτὸν δὲ οὐδεμίαν ἔχοντα χρηστὴν ἐλπίδα. Ἐν γὰρ ταῖς ἑτέρων εὐπραγίαις τὰς οἰκείας σαφέστερον καθορῶμεν συμφοράς· ὃ δὴ καὶ τούτῳ τότε συνέβαινεν. Ἀλλ' ὅμως καὶ νοσήματι καὶ πενίᾳ καὶ ἐρημίᾳ ἐπὶ τοσοῦτον χρόνον παλαίων, καὶ ἑτέρους ὁρῶν ἀπαλλαττομένους, καὶ αὐτὸν ἐπιχειρήσαντα μὲν ἀεὶ, ἰσχύοντα δὲ οὐδέποτε, καὶ οὐδὲ μετὰ ταῦτα πάλιν ἐλπίζων ἀπαλλαγήσεσθαι τοῦ δεινοῦ, οὐδὲ οὕτως ἀφίστατο, ἀλλὰ κατ' ἐνιαυτὸν ἔτρεχεν. Ἡμεῖς δὲ ἐὰν ἅπαξ πρὸς τὸν Θεὸν εὐξώμεθα περὶ ὁτιοῦν, καὶ μὴ λάβωμεν, εὐθέως ἀλύομεν, καὶ εἰς ἀκηδίαν ἐσχάτην ἐμπίπτομεν· ὡς τῆς αἰτήσεως ἀφιστάμεθα, ἐκλύομεν τὴν σπουδήν.
that he endured these things not for two and three and ten years, but for eight and thirty. And he displayed all zeal, yet fell short of the fruit; and the race took place, yet the prize of this race was another's, throughout those many years; and what was still harder, that he also saw others being delivered. For you surely know this, that we take a more keen perception of our own ills when we see others who had fallen into the same terrors delivered. On this account the poor man too, when he sees another growing rich, then more keenly feels his own poverty; and the sick man is pained more when he sees many of the ailing having put off their infirmity, while he himself has no good hope. For in the prosperities of others we more clearly behold our own calamities; which very thing was happening to this man also then. Yet nevertheless, wrestling with disease and poverty and desolation for so long a time, and seeing others being delivered, and himself having made the attempt always, yet never prevailing, and not even after these things hoping again that he would be delivered from the terror, not even thus did he draw back, but year by year he ran. We, however, if once we pray to God concerning anything whatsoever and do not receive, straightway are distraught, and fall into utmost despondency; as we draw back from the petition, we slacken our zeal.
Ἆρα ἔστι κατ' ἀξίαν ἢ τὸν παραλυτικὸν ἐπαινέσαι, ἢ τὴν ἡμετέραν κακίσαι ῥᾳθυμίαν; Ποίας γὰρ ἂν εἴημεν ἀπολογίας ἄξιοι, ποίας δὲ συγγνώμης, ὅταν, ἐκείνου τριάκοντα καὶ ὀκτὼ καρτερήσαντος ἔτη, ἡμεῖς οὕτω ταχέως ἀναπίπτωμεν ;
Is it possible worthily either to praise the paralytic or to blame our own sloth? For of what defence could we be worthy, and of what pardon, when, though that man endured thirty and eight years, we fall back so quickly?
γʹ. Τί οὖν ὁ Χριστός ; Ὅτε ἔδειξεν, ὅτι θεραπείας ἄξιός ἐστι, καὶ δικαίως πρὸ τῶν ἄλλων ἐπ' αὐτὸν ἦλθε, καὶ λέγει αὐτῷ· Ἔγειραι, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Ὁρᾷς πῶς οὐδὲν ἀπὸ τῶν τριάκοντα καὶ ὀκτὼ ἐτῶν παρεβλάβη, ἐπειδὴ μεθ' ὑπομονῆς ἤνεγκε τὸ συμβάν ; Ἥ τε γὰρ ψυχὴ φιλοσοφωτέρα αὐτῷ ἐν τῷ μακρῷ τούτῳ γέγονε χρόνῳ, ὥσπερ ἐν χωνευτηρίῳ τῇ συμφορᾷ δοκιμαζομένη, τήν τε ἰατρείαν μετὰ πλείονος ἀπελάμβανε δόξης. Οὐ γὰρ ἄγγελος, ἀλλ' αὐτὸς ὁ τῶν ἀγγέλων ἐθεράπευεν αὐτὸν Δεσπότης. Τίνος δὲ ἕνεκεν καὶ τὴν κλίνην αὐτῷ ἐκέλευσε λαβεῖν ; Ἑνὸς μὲν μάλιστα καὶ πρώτου, ἵνα ἀπαλλάξῃ λοιπὸν τοὺς Ἰουδαίους τῆς τοῦ νόμου παρατηρήσεως. Τοῦ γὰρ ἡλίου φαίνοντος, οὐκέτι τῷ λύχνῳ προσεδρεύειν ἔδει· τῆς ἀληθείας δειχθείσης, οὐκέτι τὸν τύπον περιέχειν ἐχρῆν. Διὰ τοῦτο, εἴ ποτε τὸ σάββατον ἔλυε, μέγιστον ἐν αὐτῷ σημεῖον εἰργάζετο, ἵνα ἡ τοῦ θαύματος ὑπερβολὴ τοὺς ὁρῶντας ἐκπλήττουσα, τὴν τῆς ἀργίας παρατήρησιν κατὰ μικρὸν ὑποσύρουσα ἐξέλῃ. Δεύτερον δὲ, ἵνα ἐπιστομίσῃ αὐτῶν τὰ ἀναίσχυντα στόματα. Ἐπειδὴ γὰρ περὶ τὴν κρίσιν τῶν θαυμάτων ἐκακούργουν, καὶ τῇ δόξῃ τῶν γιγνομένων ἐπηρεάζειν ἐπεχείρουν, ὥσπερ τι τρόπαιον καὶ ἔλεγχον ἀναμφισβήτητον τῆς ὑγιείας, τὴν φορὰν τῆς κλίνης ἐκέλευεν ἐπιδείκνυσθαι, ἵνα μὴ, ὅπερ ἐπὶ τοῦ τυφλοῦ ἔλεγον, τοῦτο καὶ ἐπὶ τούτου λέγωσι. Τί δὲ ἔλεγον ἐπὶ ἐκείνου ; Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος, αὐτός ἐστιν. Ἵνα μὴ οὖν καὶ ἐπὶ τούτου λέγωσι τὰ τοιαῦτα, ἡ κλίνη κατήγομος αὐτῶν τῆς ἀναισχυντίας γίνεται, ἐφ' ὕψει φερομένη. Ἔστι τι
3. What, then, did Christ do? When He had shown that he was worthy of healing, and justly came to him before the others, He also says to him: Rise, take up your pallet, and walk. Do you see how he was harmed in nothing by the thirty and eight years, since he bore what befell with endurance? For both his soul became more philosophic in this long time, being proved as in a smelting-furnace by the calamity, and he received his healing with greater glory. For no angel, but the very Master of the angels Himself healed him. And on what account did He also command him to take his bed? For one chief and first reason, that He might henceforth deliver the Jews from the observance of the law. For when the sun shines, there was no longer need to attend upon the lamp; when the truth had been shown, one ought no longer to cleave to the type. On this account, if ever He broke the Sabbath, He wrought the greatest sign upon it, that the exceeding greatness of the miracle, astounding the beholders, might draw away little by little and remove the observance of rest. And second, that He might stop their shameless mouths. For since they acted maliciously regarding the judgement of the miracles, and attempted to insult the glory of the things done, as a kind of trophy and indisputable proof of health He commanded the carrying of the bed to be displayed, lest what they said in the case of the blind man, they should say this also in the case of this man. And what did they say in the case of that man? This is he; it is not he; it is he himself. Lest, therefore, they should say such things in the case of this man also, the bed becomes an accuser of their shamelessness, borne aloft. There is a certain
Notes, col. 806

On the reading

Printed κατήγομος, for κατήγορος.

PG 48:807Read from the page
καὶ τρίτον εἰπεῖν, τῶν εἰρημένων οὐκ ἔλαττον. Ἵνα γὰρ μάθῃς, ὅτι οὐκ ἀνθρωπίνη τέχνη, ἀλλὰ θεία δύναμις τὸ πᾶν εἰργάσατο, ἐκέλευσεν αὐτῷ φέρειν τὴν κλίνην, τῆς ἀληθοῦς καὶ εἰλικρινοῦς ὑγιείας μεγίστην παρέχων ἀπόδειξιν καὶ σαφῆ, ἵνα μὴ τις τῶν βλασφήμων ἐκείνων λέγῃ, ὅτι συνυποκρινόμενος ὁ παραλυτικὸς καὶ τῷ Χριστῷ χαριζόμενος, ἐσχηματίσατο βάδισιν ψιλήν.
and a third reason to state, no less than the things already said. For that you may learn that not human art, but divine power wrought the whole, He commanded him to carry his bed, affording the greatest and clear proof of true and genuine health, lest any of those blasphemers should say that, joining in pretence and doing a favour to Christ, the paralytic feigned a mere walking.
Διὰ τοῦτο καὶ φορτίον ἐπὶ τῶν ὤμων αὐτοῦ κελεύει φέρειν. Εἰ γὰρ μὴ ἦν πεπηγότα αὐτῷ καλῶς τὰ μέλη, καὶ τὰ ἄρθρα σφιγέντα, οὐκ ἂν ἠδυνήθη βαστάσαι τοσοῦτον ὄγκον ἐπὶ τῶν ὤμων. Καὶ πρὸς τούτοις δὲ ἅπασι κἀκεῖνο ἐδείκνυτο, ὅτι ὑφ' ἓν ἅπαντα γίνεται, ὅταν ὁ Χριστὸς προστάττῃ, καὶ ἀπαλλαγὴ νόσου, καὶ ὑγιείας ἐπάνοδος. Οἱ μὲν γὰρ ἰατροὶ κἂν ἀπαλλάξωσι νοσημάτων, ἀλλ' ὑφ' ἓν πρὸς ὑγίειαν ἐπαναγαγεῖν τὸν ἀῤῥωστοῦντα οὐκ ἰσχύουσιν, ἀλλ' ἑτέρου δέονται μακροῦ χρόνου, τοῦ τῆς ἀναλήψεως, ὥστε τὰ λείψανα τῆς ἀῤῥωστίας κατὰ μικρὸν ἀποξύσαι τοῦ σώματος καὶ ἐκβαλεῖν. Ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλ' ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ τῆς ἀῤῥωστίας ἀπήλλαξε, καὶ τὴν ὑγίειαν ἐπανήγαγε, καὶ μέσος οὐδεὶς ἐγένετο χρόνος, ἀλλ' ἅμα τῆς ἁγίας γλώττης ἐξεπήδησεν ἡ ἱερὰ ἐκείνη φωνὴ, καὶ τὸ νόσημα τοῦ σώματος ἐδραπέτευε, καὶ ὁ λόγος ἔργον ἐγένετο, καὶ ἡ ἀῤῥωστία πᾶσα πάντοθεν ἐθεραπεύετο. Καὶ καθάπερ θεράπαινά τις στασιάζουσα, ἐπειδὰν ἴδῃ τὸν ἑαυτῆς δεσπότην, συστέλλεται, καὶ πρὸς εὐταξίαν τὴν προσήκουσαν ἐπανέρχεται· οὕτω καὶ ἡ φύσις τοῦ σώματος καθάπερ θεράπαινά τις τότε στασιάσασα, καὶ τὴν πάρεσιν ἐργασαμένη, ἐπειδὴ τὸν Δεσπότην εἶδε τὸν ἑαυτῆς παραγενόμενον, πρὸς τὴν οἰκείαν ἐπανῆλθεν εὐταξίαν, καὶ τὸν πρέποντα κόσμον ἀνέλαβε. Καὶ ταῦτα πάντα ἡ φωνὴ εἰργάσατο· οὐ γὰρ ἦν ψιλὰ τὰ ῥήματα, ἀλλὰ ῥήματα Θεοῦ, περὶ ὧν φησιν, ὅτι Ἰσχυρὰ ἔργα λόγων αὐτοῦ. Εἰ γὰρ οὐκ ὄντα ἄνθρωπον ἐποίησε, πολλῷ μᾶλλον σαθρωθέντα καὶ διαλυθέντα πάλιν ἐπανώρθωσεν.
On this account He also commands him to carry a burden upon his shoulders. For if his members had not been well knit together for him, and his joints made firm, he would not have been able to bear so great a bulk upon his shoulders. And besides all these things, that too was shown, that all things take place at once when Christ commands: both deliverance from disease and return of health. For physicians, even if they rid men of diseases, yet do not have strength to bring back the ailing man to health all at once, but need another long time, that of recovery, so as little by little to scrape off from the body and cast out the remnants of the infirmity. Christ, however, did not do thus, but in a single moment of time both delivered him from the infirmity and brought back health, and no intervening time occurred, but at once that sacred voice leaped forth from His holy tongue, and the disease ran away from the body, and the word became deed, and the whole infirmity was healed on every side. And just as some maidservant raising a tumult, when she sees her own master, checks herself and returns to befitting good order; so also the nature of the body, having then raised a tumult like some maidservant and wrought the paralysis, when it saw its own Master arrived, returned to its own good order and took up again its fitting adornment. And the voice wrought all these things; for the words were not bare words, but words of God, concerning which one says that Mighty are the works of His words. For if He made man who did not exist, much more did He set right again him who had decayed and been dissolved.
Ἐνταῦθα ἡδέως ἂν ἐροίμην τοὺς πολυπραγμονοῦντας τοῦ Θεοῦ τὴν οὐσίαν, πῶς συνῆλθε τὰ μέλη ἐκεῖνα ; πῶς ἐσφίγγετο τὰ ὀστᾶ ; πῶς ὁ τόνος τῆς γαστρὸς ὁ διαλελυμένος ἐῤῥώννυτο ; πῶς τὰ χαλασθέντα νεῦρα πάλιν ἐτείνοντο, καὶ ἡ καταβληθεῖσα δύναμις ἀνίστατο καὶ ἀνωρθοῦτο ; Ἀλλ' οὐκ ἂν ἔχοιεν τὸ πῶς εἰπεῖν. Οὐκοῦν θαύμαζε τὸ γεγενημένον μόνον, μὴ περιεργάζου τὸν τρόπον. Ἐπειδὴ τοίνυν ἐποίησε τὸ προσταχθὲν, καὶ τὴν κλίνην ἔλαβεν, ἰδόντες αὐτὸν οἱ Ἰουδαῖοι, λέγουσι· Σάββατόν ἐστι, καὶ οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατον ἐν σαββάτῳ. Δέον προσκυνῆσαι τὸν ἐργασάμενον, δέον θαυμάσαι τὸ γεγενημένον, οἱ δὲ περὶ σαββάτου διαλέγονται, ἀληθῶς οἱ τὸν κώνωπα διυλίζοντες, καὶ τὴν κάμηλον καταπίνοντες. Τί οὖν ἐκεῖνος ; Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Ὁρᾷς εὐγνωμοσύνην ἀνθρώπου ; ὁμολογεῖ τὸν ἰατρὸν, καὶ ἀξιόπιστόν φησιν εἶναι τοῦ προστάγματος τὸν νομοθέτην· καὶ ὥσπερ αὐτοὺς ὁ τυφλὸς συνελογίσατο,
Here I would gladly ask those who pry meddlesomely into the essence of God: how did those members come together? how were the bones knit fast? how was the dissolved vigour of the belly strengthened? how were the slackened sinews stretched tight again, and how did the cast-down power rise up and stand erect? Yet they would not be able to state the how. Marvel, therefore, at what has come to pass alone; do not pry curiously into the manner. Since, then, he did what was commanded and took up his bed, the Jews, seeing him, say: It is the Sabbath, and it is not lawful for you to take up the pallet on the Sabbath. Whereas they ought to have worshipped Him Who wrought it, whereas they ought to have marvelled at what had come to pass, they dispute concerning the Sabbath, truly they who strain out the gnat and swallow the camel. What, then, does that man say? He Who made me whole, that One said to me, Take up your pallet, and walk. Do you see the gratitude of the man? He confesses the physician, and says that the Lawgiver is worthy of trust for the command; and just as the blind man reasoned against them,
PG 48:808Read from the page
οὕτω καὶ οὗτος. Πῶς δὲ ἐκεῖνος συνελογίσατο ; Ἔλεγον αὐτῷ, ὅτι Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἐπ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. Τί οὖν ἐκεῖνος ; Οἴδαμεν, φησὶν, ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει· οὗτος δὲ ἤνοιξέ μου τοὺς ὀφθαλμούς. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ παρέβη τὸν νόμον, ἥμαρτεν· εἰ δὲ ἥμαρτεν, οὐκ ἂν τοσοῦτον ἴσχυσεν· ἔνθα γὰρ ἁμαρτία, ἐπίδειξις δυνάμεως οὐκ ἔστιν· ἀλλὰ μὲν ἴσχυσεν, οὐκ ἄρα ἥμαρτε παραβὰς τὸν νόμον. Οὕτω καὶ οὗτος συλλογίζεται. Τὸ γὰρ εἰπεῖν, Ὁ ποιήσας με ὑγιῆ, τοῦτο ἠνίξατο, ὅτι εἰ οὗτός ἐστιν ὁ ἐπιδειξάμενος δύναμιν, ὡς οὐκ ἂν εἴη δίκαιος παρανομίας ἐγκλήμασιν ὑπεύθυνος γίνεσθαι. Τί οὖν οὗτοι ; Ποῦ ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει; Ὅρα τὴν ἀγνωμοσύνην καὶ τὴν ἀναισθησίαν, ὅρα ψυχὴν ἀλαζονείας γέμουσαν.
so also did this man. And how did that man reason? They were saying to him, This man is not from God, because He does not keep the Sabbath. What, then, did that man say? We know, says he, that God does not hear sinners; but This One opened my eyes. Now what he says is of such a kind: If He transgressed the law, He sinned; and if He sinned, He would not have prevailed so greatly; for where sin is, there is no display of power; yet in fact He did prevail, therefore He did not sin by transgressing the law. Thus this man also reasons. For to say, He Who made me whole, hinted at this: that if This One is He Who displayed power, He could not justly become liable to charges of lawlessness. What, then, do these men say? Where is the man who said to you, Take up your pallet, and walk? See the ingratitude and the insensibility; see a soul teeming with arrogance.
Οἱ γὰρ τῶν φθονούντων ὀφθαλμοὶ ὑγιὲς μὲν οὐδὲν βλέπουσιν, ὅθεν δὲ ἔστι λαβὴν εὑρεῖν μόνον. Οὕτω καὶ οὗτοι, τοῦ θεραπευθέντος ἀμφότερα ὁμολογήσαντος, καὶ ὅτι ἐθεράπευσε, καὶ ὅτι ἐκέλευσεν ἆραι τὴν κλίνην, τὸ μὲν ἀπέκρυψαν, τὸ δὲ εἶπον· ἀπέκρυψαν μὲν τὸ θαῦμα, προβάλλονται δὲ τὴν τοῦ σαββάτου παράλυσιν. Οὐ γὰρ εἶπον· Ποῦ ἔστιν ὁ ποιήσας σε ὑγιῆ ; ἀλλὰ σιγήσαντες ἐκεῖνο, εἶπον, Ποῦ ἔστιν ὁ εἰπών σοι, Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε ; Οὗτος δὲ οὐκ ᾔδει· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν, ὄχλου ὄντος ἐν τῷ τόπῳ. Τοῦτο ἀπολογία τοῦ ἀνθρώπου μεγίστη, τοῦτο τῆς τοῦ Χριστοῦ κηδεμονίας ἀπόδειξις· ἵν', ὅταν ἀκούσῃς, ὅτι παραγενόμενον αὐτὸν οὐχ ὁμοίως ὑπεδέξατο τῷ ἑκατοντάρχῃ, οὐδὲ εἶπεν, ὅτι Εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου, μὴ κατηγορήσῃς αὐτοῦ ἀπιστίαν, εἴπερ οὐκ ᾔδει αὐτόν· οὐδὲ γὰρ ᾔδει ὅστις ποτὲ ἦν. Πῶς γὰρ αὐτὸν οὔποτε πρῶτον ἰδὼν ἠπίστατο ; Διὰ τοῦτο ἔλεγεν, Οὐκ ἔχω ἄνθρωπον, ἵνα βάλῃ με εἰς τὴν κολυμβήθραν· ὡς, εἰ ᾔδει αὐτὸν, οὐκ ἂν κολυμβήθρας ἐμνήσθη, οὐδὲ τῆς ἐκεῖ καταβάσεως, ἀλλ' οὕτως ἂν ἠξίωσε θεραπευθῆναι, ὡς καὶ ἐθεραπεύθη. Ἀλλ' ἐνόμισεν ἕνα τῶν πολλῶν αὐτὸν εἶναι, καὶ ἄνθρωπον ψιλὸν, καὶ διὰ τοῦτο τῆς προτέρας ἐμνήσθη θεραπείας. Ἀπόδειξις δὲ τῆς τοῦ Χριστοῦ κηδεμονίας, πάλιν καταλιπεῖν τὸν ἰαθέντα, καὶ μὴ καταστῆσαι ἐκείνῳ δῆλον ἑαυτόν. Ἵνα γὰρ μὴ ὑποπτεύσωσιν οἱ Ἰουδαῖοι, ὅτι ὑποβολιμαῖος ἦν οὗτος ὁ μάρτυς, καὶ τοῦ Χριστοῦ παρόντος καὶ πείθοντος αὐτὸν τοῦτο ἔλεγεν, ἄγνοια καὶ τὸ μὴ παρεῖναι ταύτην ἀνῄρει τὴν ὑποψίαν· εἶπε γὰρ ὁ εὐαγγελιστὴς, ὅτι Οὐκ ᾔδει αὐτὸν τίς ἐστι.
For the eyes of the envious see nothing sound, but only whence one may find a hold. Thus these men too, when the healed man had confessed both, both that He healed him and that He commanded him to take up the bed, concealed the one and spoke the other: they concealed the miracle, and put forward the breaking of the Sabbath. For they did not say: Where is He Who made you whole? but passing that over in silence, they said, Where is he who said to you, Take up your pallet, and go? Now this man did not know; for Jesus had slipped away, a crowd being in the place. This is the greatest defence of the man, this is the proof of Christ's care; in order that, when you hear that upon His arrival he did not receive Him in like manner as the centurion, nor say, Speak a word, and my servant shall be healed, you may not accuse him of unbelief, seeing that he did not know Him; for indeed he did not know who ever He was. For how did he know Him Whom he had never before seen, seeing Him for the first time? On this account he said, I have no man, that he may put me into the pool; since, if he had known Him, he would not have mentioned a pool, nor the going down there, but would have asked to be healed thus, even as he was healed. Yet he supposed Him to be one of the many, and a mere man, and on this account mentioned the former healing. And a proof of Christ's care, again, was to leave behind the healed man, and not to make Himself manifest to that man. For lest the Jews should suspect that this witness was suborned, and spoke this with Christ present and persuading him, ignorance and His not being present did away with this suspicion; for the Evangelist said that He did not know Him, who He is.
δʹ. Διὰ τοῦτο μόνον καὶ καθ' ἑαυτὸν πέμπει τὸν τεθεραπευμένον, ἵνα ὡς βούλωνται, καταμόνας λαβόντες, βασανίσωσι τὸ γεγενημένον, καὶ λαβόντες ἱκανὴν τοῦ πράγματος ἀπόδειξιν, παύσωνται τῆς ἀκαίρου μανίας. Διὰ τοῦτο αὐτὸς μὲν οὐδὲν φθέγγεται, τὴν δὲ διὰ τῶν πραγμάτων αὐτοῖς ἀπόδειξιν παρέχεται, πανταχοῦ φωνὴν σαφεστάτην ἀφεὶς, καὶ σάλπιγγος λαμπροτέραν ἁπάσης. Οὕτω γὰρ καὶ ἀνύποπτος λοιπὸν ἦν ἡ μαρτυρία, Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε. Ὁ παραλυτικὸς εὐαγγελιστὴς γίνεται, διδάσκαλος τῶν ἀπίστων, ἰατρὸς καὶ κήρυξ εἰς ἐκείνων αἰσχύνην καὶ κατάκριμα· ἰατρὸς, οὐχὶ διὰ φωνῆς, ἀλλὰ δι' ἔργων, οὐχὶ διὰ λόγων, ἀλλὰ διὰ τῶν πραγμάτων αὐτῶν. Σαφῆ γὰρ καὶ ἀναμφι-
4. On this account He sends the healed man alone and by himself, that as they wish, taking him privately, they may put what had come to pass to the test, and having received sufficient proof of the matter, may cease from their unseasonable madness. On this account He Himself utters nothing, but affords them the proof through the facts, everywhere sending forth a most clear voice, and brighter than every trumpet. For thus the testimony too was henceforth free from suspicion: He Who made me whole, that One said to me, Take up your pallet, and go. The paralytic becomes an evangelist, a teacher of the unbelieving, a physician and herald unto their shame and condemnation; a physician, not through voice, but through works, not through words, but through the very facts themselves. For clear and indisput-
Notes, col. 808

On the reading

Printed ἐπ τοῦ, for ἐκ τοῦ.