Migne Reading Room

PG 48 · cols. 743–748 · Read from the page

On the incomprehensible nature of God, etc., twelve homilies

On the incomprehensible nature of God, etc., twelve homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:743Read from the page
σπιθαμῇ τῆς χειρὸς πάντα αὐτὸν μετροῦντα ἐπελθεῖν, τίνα ἂν φήσομεν εἰδέναι μέγεθος οὐρανοῦ, τὸν φιλονεικοῦντα εἰδέναι πόσας ἔχει σπιθαμὰς, ἢ τὸν ὁμολογοῦντα ἀγνοεῖν; Εἶτα ἐπὶ μὲν οὐρανοῦ ἁ παραχωρῶν τῷ μεγέθει, οὗτος ἔσται ὁ μᾶλλον εἰδὼς τὸ μέγεθος, ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲ ταύτῃ χρησόμεθα τῇ εὐλαβείᾳ; καὶ πῶς οὐκ ἐσχάτης τοῦτο παραπληξίας; Ὅτι γὰρ τοσοῦτον ἀπαιτούμεθα μόνον εἰδέναι, ὅτι ἔστι Θεὸς, οὐχὶ περιεργάζεσθαι αὐτοῦ τὴν οὐσίαν, ἄκουσον τί φησιν ὁ Παῦλος· Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστι. Καὶ πάλιν ὁ προφήτης ἐγκαλῶν ἀσέβειαν τινὶ, οὐ τοῦτο ἐγκαλεῖ, ὅτι οὐκ οἶδε τί ἐστιν ὁ Θεὸς, ἀλλ' ὅτι οὐκ οἶδεν, ὅτι ἔστι Θεός. Εἶπε γὰρ, φησὶν, ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός. Ὥσπερ οὖν ἐκεῖνον ἀσεβῆ ποιεῖ οὐ τὸ ἀγνοεῖν τί τὴν οὐσίαν ἐστὶν ὁ Θεὸς, ἀλλὰ τὸ ἀγνοεῖν, ὅτι ἔστι Θεός· οὕτως ἀρκεῖ πρὸς εὐσέβειαν τὸ εἰδέναι ὅτι ἔστιν ὁ Θεός. Ἀλλ' ἔχουσί τινα καὶ ἕτερον μεμελετημένον λόγον. Τίνα δὴ τοῦτον; Εἴρηται, φησὶ, Πνεῦμα ὁ Θεός. Τοῦτο οὖν τῆς οὐσίας αὐτοῦ παραστατικὸν, εἰπέ μοι; καὶ τίς ταῦτα ἀνέξεται, κἂν ὁπωσοῦν ἐπὶ θύρας τῶν θείων Γραφῶν ἐλθών; Ἔσται γὰρ κατὰ τοῦτον τὸν λόγον καὶ πῦρ ὁ Θεός· ὥσπερ γὰρ γέγραπται ὅτι Πνεῦμα ὁ Θεὸς, οὕτω γέγραπται ὅτι Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον, καὶ πάλιν, Πηγὴ ὕδατος ζῶντος. Οὐ πνεῦμα δὲ καὶ πηγὴ καὶ πῦρ ἔσται μόνον, ἀλλὰ καὶ ψυχὴ, καὶ ἄνεμος, καὶ νοῦς ἀνθρώπινος, καὶ ἕτερα πολλῷ τούτων ἀτοπώτερα· οὐ γὰρ δὴ πάντα ἐπεξιέναι χρὴ τῷ λόγῳ, οὐδὲ τὴν ἐκείνων μιμεῖσθαι μανίαν. Τὸ γὰρ πνεῦμα τοῦτο πολλὰ δηλοῖ, οἷον τὴν ψυχὴν τὴν ἡμετέραν, καθάπερ καὶ Παῦλός φησι· Παράδοτε τὸν τοιοῦτον τῷ σατανᾷ, ἵνα τὸ πνεῦμα σωθῇ· καὶ ἄνεμον, καθάπερ ὁ προφήτης λέγει· Πνεύματι βιαίῳ συντρίψεις αὐτούς. Καλεῖται δὲ καὶ τὸ χάρισμα τὸ πνευματικὸν οὕτως· Αὐτὸ γὰρ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, φησί· καὶ πάλιν, Προσεύξομαι δὲ τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ. Καλεῖται δὲ καὶ ὁ θυμὸς οὕτως· καὶ γὰρ Ἠσαΐας φησίν· Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματί σου τῷ σκληρῷ ἀνελεῖν αὐτούς; Καλεῖται δὲ καὶ ἡ βοήθεια ἡ παρὰ τοῦ Θεοῦ πνεῦμα· Πνεῦμα γὰρ πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος. Ταῦτα οὖν πάντα ἡμῖν ὁ Θεὸς ἔσται κατ' ἐκείνους, καὶ ἐκ τοσούτων συγκείσεται. Ἀλλὰ γὰρ ἵνα μὴ ληρῶμεν, τὰ μηδὲ ἀντιλογίας δεόμενα παράγοντες εἰς μέσον, φέρε ἐνταῦθα τὸν πρὸς αὐτοὺς καταλύσαντες λόγον, ἐπὶ τὴν εὐχὴν τὸ πᾶν τρέψωμεν, ὅσῳ μειζόνως ἀσεβοῦσι, τοσούτῳ πλέον ὑπὲρ αὐτῶν παρακαλοῦντες καὶ δεόμενοι ἀποστῆναί ποτε τῆς μανίας αὐτούς. Τοῦτο γὰρ ἀποδεκτὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, Ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
go through the whole of it measuring it with the span of his hand, whom shall we say knows the magnitude of heaven, him who contentiously claims to know how many spans it has, or him who confesses that he does not know? Then in the case of heaven, the one who yields to its magnitude will be the one who rather knows its magnitude, yet in the case of God shall we not employ even this reverence; and how is this not of the utmost derangement? For that we are required to know so much alone, that God is, not to pry curiously into His essence, hear what Paul says: For he who draws near to God must believe that He is. And again, when the prophet charges someone with impiety, he does not charge this, that he does not know what God is, but that he does not know that God is. For the fool said in his heart, he says, There is no God. Just as, therefore, it makes that man impious not to be ignorant of what God is in essence, but to be ignorant that God is; so it suffices for piety to know that God is. Yet they have another studied argument as well. What then is this? It has been said, he says, God is Spirit. Is this then indicative of His essence, tell me; and who will endure these things, even if he has come in any way at all to the doors of the divine Scriptures? For by this argument God will be fire as well; for just as it has been written that God is Spirit, so it has been written that Our God is a consuming fire, and again, A fountain of living water. Nor will He be spirit and fountain and fire alone, but soul as well, and wind, and human mind, and other things much more absurd than these; for one ought not to go over everything in speech, nor imitate their madness. For this word spirit signifies many things, such as our soul, even as Paul says: Deliver such a man to Satan, so that the spirit may be saved; and wind, even as the prophet says: With a violent spirit Thou shalt shatter them. And the spiritual gift is also called thus: For the Spirit Himself bears witness with our spirit, he says; and again, I will pray with the spirit, and I will pray with the mind also. And wrath is also called thus; for Isaiah says: Wast Thou not He Who meditated to destroy them with Thy harsh spirit? And the help from God is also called spirit: For the Spirit before our face is Christ the Lord. All these things, then, God will be for us according to them, and out of so many things will He be compounded. Yet so that we may not talk nonsense by bringing forward things not even needing refutation, come, breaking off here our discourse against them, let us turn all to prayer, the more impiously they act, so much the more entreating and beseeching on their behalf that they may stand away at length from their madness. For this is acceptable in the sight of our Saviour God, Who wills all men to be saved, and to come to the knowledge of truth.
ϛʹ. Μὴ διαλείπωμεν τοίνυν τὰς ὑπὲρ αὐτῶν ἱκετηρίας ποιούμενοι. Μέγα γὰρ ὅπλον εὐχὴ, θησαυρὸς ἀνελλιπὴς, πλοῦτος μηδέποτε δαπανώμενος, λιμὴν ἀκύμαντος, γαλήνης ὑπόθεσις, καὶ μυρίων ἀγαθῶν ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἡ εὐχὴ, καὶ αὐτῆς τῆς βασιλείας δυνατωτέρα. Πολλάκις οὖν αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου πυρέττοντος, καὶ ἐπὶ τῆς κλίνης κειμένου καὶ φλεγομένου, παρεστήκασιν ἰατροὶ, δορυφόροι, θεράποντες, στρατηγοὶ, καὶ οὔτε ἰατρῶν τέχνη, οὔτε παρουσία φίλων, οὐκ οἰκετῶν διακονία, οὐ φαρμάκων δαψίλεια, οὐ πολυ-
6. Let us not leave off, then, making supplications on their behalf. For prayer is a great weapon, an unfailing treasure, wealth never expended, a waveless harbour, a foundation of calm, and the root and fountain and mother of ten thousand good things is prayer, and more powerful than royalty itself. Often, then, when he who wears the diadem himself is feverish, and lying upon his bed and burning, physicians, bodyguards, attendants, generals stand by, and neither the art of physicians, nor the presence of friends, not the ministry of household servants, not abundance of medicines, not lav-
Notes, col. 743

On the reading

Printed ἁ, for ὁ.

PG 48:744Read from the page
τέλεια παρασκευῆς, οὐ χρημάτων περιουσία, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων ἰσχύει παραμυθήσασθαι τὴν ἐπικειμένην ἀῤῥωστίαν· ἂν δέ τις παῤῥησίαν ἔχων πρὸς τὸν Θεὸν εἰσέλθῃ, καὶ τοῦ σώματος ἅψηται μόνον, καὶ καθαρὰν ὑπὲρ αὐτοῦ ποιήσῃ τὴν εὐχὴν, ἅπασαν τὴν ἀῤῥωστίαν ἐφυγάδευσε· καὶ ὅπερ οὐκ ἴσχυσεν ὁ πλοῦτος, καὶ τῶν διακονουμένων τὸ πλῆθος, καὶ ἡ τῆς ἐμπειρίας ἐπιστήμη, καὶ ὁ τῆς βασιλείας ὄγκος, τοῦτο ἴσχυσεν ἑνὸς πένητος πολλάκις καὶ πτωχεύοντος εὐχή. Εὐχὴν δὲ λέγω, οὐ τὴν ψιλὴν ταύτην καὶ ῥᾳθυμίας γέμουσαν, ἀλλὰ τὴν μετ' ἐκτενείας γινομένην, μετὰ ὀδυνωμένης ψυχῆς, μετὰ συντεταμένης διανοίας. Αὕτη γάρ ἐστιν ἡ πρὸς τὸν οὐρανὸν ἀναβαίνουσα, καὶ καθάπερ τὰ ὕδατα, ἕως μὲν ἂν ἐπὶ ἰσοπέδου φέρηται [χωρίου], καὶ πολλῆς ἀπολαύῃ τῆς εὐρυχωρίας, οὐκ ἀνίσταται πρὴς ὕψος· ἐπειδὰν δὲ αὐτὰ χεῖρες ὀχετηγῶν κάτωθεν περισφίγξασαι θλίψωσι στενοχωρούμενα, βέλους παντὸς ὀξύτερον πρὸς τὸ ὕψος ἐξακοντίζεται· οὕτω δὴ καὶ ἡ ἀνθρωπίνη διάνοια, ἕως μὲν ἂν ἀδείας ἀπολαύῃ πολλῆς, διαχεῖται καὶ διαῤῥεῖ· ἐπειδὰν δὲ πραγμάτων περίστασις κάτωθεν αὐτὴν στενοχωρήσῃ, ἀποθλιβομένη καλῶς, καθαρὰς καὶ εὐτόνους πρὸς τὸ ὕψος ἀναπέμπει τὰς εὐχάς. Καὶ ἵνα μάθῃς ὅτι μάλιστα ἐκεῖναι ἐπακούεσθαι δύναιντ' ἂν αἱ μετὰ θλίψεως γινόμεναι, ἄκουσον τί φησιν ὁ προφήτης· Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου. Διαθερμάνωμεν τοίνυν τὸ συνειδὸς, θλίψωμεν τὴν ψυχὴν τῇ μνήμῃ τῶν ἁμαρτημάτων, θλίψωμεν, οὐχ ἵνα στενοχωρήσωμεν, ἀλλ' ἵνα ἀκουσθῆναι παρασκευάσωμεν, ἵνα νήφειν ποιήσωμεν καὶ ἐγρηγορέναι, καὶ αὐτῶν ἅπτεσθαι τῶν οὐρανῶν. Οὐδὲν οὕτω φυγαδεύει ῥᾳθυμίαν καὶ ὀλιγωρίαν, ὡς ὀδύνη καὶ θλῖψις πανταχόθεν συνάγουσα τὴν διάνοιαν, καὶ πρὸς ἑαυτὴν ἐπιστρέφουσα. Ὁ θλιβόμενος οὕτω καὶ εὐχόμενος πολλὴν μετὰ τὴν εὐχὴν εἰς τὴν ψυχὴν τὴν ἑαυτοῦ τὴν ἡδονὴν εἰσοικίσαι δυνήσεται. Καὶ καθάπερ νεφῶν συνδρομὴ παρὰ μὲν τὴν ἀρχὴν ζοφερὸν ποιεῖ τὸν ἀέρα· ἐπειδὰν δὲ ἐπαλλήλους ἐπαφῇ τὰς νιφάδας, ἀποθεμένη τὸν ὑετὸν ἅπαντα, γαληνὸν καὶ φαιδρὸν ἐργάζεται τὸν ἀέρα, οὕτω δὴ καὶ ἀθυμία ἕως μὲν ἂν ἔνδον συστρέφηται, σκοτοῖ τὸν ἡμέτερον λογισμόν· ἐπειδὰν δὲ διὰ τῶν τῆς εὐχῆς ῥημάτων καὶ τῶν μετ' ἐκείνων δακρύων κενωθῇ, καὶ εἰς τὸ ἔξω διαπνεύσῃ, πολλὴν ἐντίθησι τῇ ψυχῇ τὴν φαιδρότητα, τῆς ἀντιλήψεως τοῦ Θεοῦ καθάπερ τινὸς ἀκτῖνος εἰς τὴν διάνοιαν ἀφεθείσης τοῦ εὐχομένου. Ἀλλὰ τίς ὁ ψυχρὸς τῶν πολλῶν λόγος; Ἀπαῤῥησίαστός εἰμι, φησὶν, αἰσχύνης γέμω, οὐδὲ ἀνοῖξαι τὸ στόμα δύναμαι. Σατανικὴ αὕτη ἡ εὐλάβεια, ῥᾳθυμίας ταῦτα προκαλύμματα· ἀποκλεῖσαι γάρ σοι τὰς θύρας τῆς πρὸς τὸν Θεὸν προσόδου βούλεται ὁ διάβολος. Ἀπαῤῥησίαστος εἶ; Μεγάλη παῤῥησία, μέγα τοῦτο αὐτὸ ὄφελος τὸ νομίζειν ἀπαῤῥησίαστον εἶναι, ὥσπερ οὖν αἰσχύνη καὶ κατάκρισις ἐσχάτη τὸ νομίζειν παῤῥησίαν ἔχειν. Κἂν γὰρ πολλὰ ἔχῃς κατορθώματα, καὶ μηδὲν ἑαυτῷ σύνοιδας πονηρὸν, νομίζῃς δὲ παῤῥησίαν ἔχειν, πάσης ἐξέπεσες τῆς εὐχῆς· κἂν μυρία φέρῃς ἁμαρτημάτων φορτία ἐπὶ τοῦ συνειδότος, καὶ μόνον τοῦτο πείσῃς σαυτὸν, ὅτι πάντων ἔσχατος εἶ, πολλὴν ἔξεις πρὸς τὸν Θεὸν παῤῥη-
ishness of preparation, not superfluity of money, not anything else of human things has strength to console the sickness lying upon him; yet if someone having boldness towards God comes in, and touches his body only, and makes pure prayer on his behalf, he drives away all the sickness; and what wealth had not strength to do, and the multitude of those ministering, and the science of experience, and the pomp of royalty, this the prayer of one poor and beggarly man often had strength to do. And by prayer I mean, not this bare one and teeming with sloth, but the one made with earnestness, with a paining soul, with an intent mind. For this is the one ascending to heaven; and even as waters, so long as they are borne upon a level [place], and enjoy great spaciousness, do not rise towards a height; yet whenever the hands of conduit-builders binding them round from below press them confined in a narrow space, swifter than every dart they are shot forth towards the height; just so also human thought, so long as it enjoys great licence, spreads out and flows away; yet whenever a crisis of affairs from below confines it in a narrow space, being well pressed out, it sends up pure and vigorous prayers towards the height. And so that you may learn that those made with affliction could above all be hearkened to, hear what the prophet says: Towards the Lord in my being afflicted I cried out, and He heard me. Let us warm up our conscience, then, let us afflict the soul with the remembrance of sins, let us afflict it, not so that we may confine it in a narrow space, but so that we may prepare it to be heard, so that we may make it to be sober and to keep awake, and to touch the very heavens. Nothing so drives away sloth and negligence, as pain and affliction gathering thought together from every side, and turning it back towards itself. He who is afflicted thus and prays will be able to bring home much pleasure after prayer into his own soul. And even as a concourse of clouds near the beginning indeed makes the air gloomy; yet whenever it discharges the showers one upon another, having laid aside all the rain, it renders the air calm and bright, just so also despondency, so long as it swirls together within, darkens our reasoning; yet whenever through the words of prayer and the tears with them it is emptied out, and breathes forth outwards, it puts much brightness into the soul, the succour of God being let fall like some ray into the mind of him who prays. Yet what is the cold speech of the many? I am without boldness, he says, I teem with shame, I am not even able to open my mouth. Satanic is this reverence, veils of sloth are these; for the devil wills to shut off for you the doors of the approach towards God. Are you without boldness? Great boldness, a great advantage is this very thing, to think that one is without boldness, even as, then, shame and utmost condemnation is to think that one has boldness. For even if you have many rightly performed deeds, and are conscious of nothing evil in yourself, yet think that you have boldness, you have fallen from all prayer; even if you carry ten thousand burdens of sins upon your conscience, and only persuade yourself of this, that you are last of all, you will have towards God great bold-
Notes, col. 744

On the reading

Printed πρὴς, for πρὸς.

PG 48:745Read from the page
σίαν· καίτοι τοῦτο οὔτε ταπεινοφροσύνη ἐστὶ, τὸ ὄντα ἁμαρτωλὸν νημίζειν εἶναι ἁμαρτωλόν. Ταπεινοφροσύνη γάρ ἐστιν, ὅταν τις, πολλὰ καὶ μεγάλα συνειδὼς ἑαυτῷ, μηδὲν μέγα περὶ ἑαυτοῦ φαντάζηται· ὅταν τις κατὰ Παῦλον ὢν, καὶ δυνάμενος λέγειν· Οὐδὲν ἐμαυτῷ σύνοιδα, λέγῃ πάλιν· Ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· καὶ αὖθις· Χριστὸς Ἰησοῦς ἦλθεν ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Τοῦτό ἐστι ταπεινοφροσύνη, τὸ ὑψηλὸν ὄντα ἀπὸ κατορθωμάτων, ταπεινοῦν ἑαυτὸν ἀπὸ διανοίας. Ἀλλ' ὅμως ὁ Θεὸς διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν οὐχὶ τοὺς ταπεινοφρονοῦντας μόνον, ἀλλὰ καὶ τοὺς εὐγνωμόνως τὰ ἁμαρτήματα αὐτῶν λέγοντας προσίεται καὶ δέχεται, καὶ γίνεται ἵλεως καὶ εὐμενὴς τοῖς οὕτω διακειμένοις. Καὶ ἵνα μάθῃς, ὅσον ἐστὶν ἀγαθὸν μηδὲν μέγα περὶ ἑαυτοῦ φαντάζεσθαι, ἅρματα δύο ποίησον τῷ λόγῳ, ζεῦξον δικαιοσύνην καὶ ἀπόνοιαν, καὶ ἁμαρτίαν μετὰ ταπεινοφροσύνης, καὶ ὄψει τὸ ζεῦγος τῆς ἁμαρτίας προλαμβάνον τὴν δικαιοσύνην, οὐ παρὰ τὴν οἰκείαν δύναμιν, ἀλλὰ παρὰ τὴν ἰσχὺν τῆς συζύγου ταπεινοφροσύνης, κἀκεῖνο πάλιν ἐλαττούμενον, οὐ παρὰ τὴν ἀσθένειαν τῆς δικαιοσύνης, ἀλλὰ παρὰ τὸ βάρος καὶ τὸν ὄγκον τῆς ἀπονοίας. Ὥσπερ γὰρ ἡ ταπεινοφροσύνη διὰ τὸ ὑπερβάλλον αὐτῆς ὕψος τῆς ἁμαρτίας νικᾷ τὴν βαρύτητα, καὶ φθάνει πρὸς τὸν οὐρανὸν ἀναβῆναι, οὕτω καὶ ἡ ἀπόνοια, διὰ τὸ πολὺ βάρος αὐτῆς καὶ τὸν ὄγκον, ἰσχύει καὶ τῆς κουφοτάτης δικαιοσύνης περιγενέσθαι, καὶ καθελκύσαι κάτω ῥᾳδίως αὐτήν.
ness; although this is not even humility, for one who is a sinner to think that he is a sinner. For humility is, whenever someone, being conscious in himself of many and great things, imagines nothing great concerning himself; whenever someone, being like Paul, and able to say: I am conscious of nothing in myself, says again: Yet I am not justified in this; and once more: Christ Jesus came to save sinners, of whom I am first. This is humility, for one who is lofty from rightly performed deeds to humble himself in mind. Yet nevertheless God on account of His ineffable loving-kindness towards mankind admits and receives not those who are humble-minded alone, but also those who candidly speak their sins, and becomes gracious and kindly to those thus disposed. And so that you may learn how great a good it is to imagine nothing great concerning oneself, fashion two chariots in speech, yoke together righteousness and arrogance, and sin with humility, and you will see the team of sin outstripping righteousness, not by its own power, but by the strength of its yoke-fellow humility, and that other one in turn falling behind, not by the weakness of righteousness, but by the weight and the bulk of arrogance. For even as humility on account of its surpassing height conquers the heaviness of sin, and achieves the ascent towards heaven, so also arrogance, on account of its great weight and bulk, has strength to prevail even over the lightest righteousness, and to drag it down easily.
ζʹ. Καὶ ὅτι τοῦτο ἐκείνου τὸ ζεῦγος ταχύτερον, ἀναμνήσθητι τοῦ Φαρισαίου καὶ τοῦ τελώνου. Ἔζευξεν ὁ Φαρισαῖος δικαιοσύνην καὶ ἀπόνοιαν, οὕτω λέγων· Εὐχαριστῶ σοι, ὁ Θεὸς, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, πλεονέκται, οὐδὲ ὡς οὗτος ὁ τελώνης. Ὦ τῆς μανίας! οὐκ ἐκόρεσεν αὐτοῦ τὴν ἀπόνοιαν πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, ἀλλὰ καὶ τῷ τελώνῃ πλησίον ἑστῶτι μετὰ πολλῆς ἐπεπήδησε τῆς ἀνοίας. Τί οὖν ἐκεῖνος; Οὐ διεκρούσατο τὰ ὀνείδη, οὐκ ἤλγησεν ἐπὶ τῇ κατηγορίᾳ, ἀλλὰ κατεδέξατο τὸ εἰρημένον μετ' εὐγνωμοσύνης· καὶ γέγονε τὸ τοῦ ἐχθροῦ βέλος αὐτῷ φάρμακον καὶ ἴασις, καὶ τὸ ὄνειδος ἐγκώμιον, καὶ ἡ κατηγορία στέφανος. Τοσοῦτόν ἐστι ταπεινοφροσύνη καλὸν, τοσοῦτόν ἐστι κέρδος, μὴ δάκνεσθαι ταῖς παρ' ἑτέρων λοιδορίαις, μηδὲ ἐκθηριοῦσθαι πρὸς τὰς τῶν πλησίον ὕβρεις. Ἔστι γάρ τι καὶ ἀπ' αὐτῶν καρπώσασθαι μέγα καὶ γενναῖον ἀγαθὸν, ὅπερ οὖν καὶ ἐπὶ τοῦ τελώνου γέγονε. Δεξάμενος γὰρ τὰ ὀνείδη, ἀπέθετο τὰ ἁμαρτήματα, καὶ εἰπών· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, κατῆλθε δεδικαιωμένος ὑπὲρ ἐκεῖνον, καὶ λόγοι περιεγένοντο ἔργων, καὶ ῥήματα πράξεις ἐνίκησαν. Ὁ μὲν γὰρ δικαιο-
7. And that this team is swifter than that one, call to mind the Pharisee and the tax-collector. The Pharisee yoked together righteousness and arrogance, speaking thus: I thank Thee, O God, that I am not as the rest of men, extortioners, covetous, nor as this tax-collector. O the madness! All the nature of men did not satiate his arrogance, but upon the tax-collector standing near as well he leaped with much folly. What then did that man? He did not beat off the reproaches, he did not feel pain at the accusation, but welcomed what was spoken with candour; and the dart of the enemy became for him medicine and healing, and the reproach an encomium, and the accusation a crown. So great a good is humility, so great a gain is it, not to be stung by the railings from others, nor to be made savage at the insults of one's neighbours. For it is possible even from them to reap some great and noble good, which very thing came to pass in the case of the tax-collector as well. For having received the reproaches, he laid aside his sins, and saying: Be propitious to me the sinner, he went down justified above that man, and speeches prevailed over works, and words conquered actions. For the one righteous-
Notes, col. 745

On the reading

Printed νημίζειν, for νομίζειν.

PG 48:746Read from the page
σύνην προεβάλλετο, καὶ νηστείαν καὶ δεκάτας· οὗτος δὲ ῥήματα εἶπε ψιλὰ, καὶ πάντα ἀπέθετο τὰ ἁμαρτήματα. Οὐ γὰρ τῶν ῥημάτων ἤκουσεν ὁ Θεὸς μόνον, ἀλλὰ καὶ τὴν διάνοιαν, μεθ' ἧς ταῦτα προεβάλετο, εἶδε, καὶ τεταπεινωμένην εὑρὼν καὶ συντετριμμένην, ἠλέησε καὶ ἐφιλανθρωπεύσατο. Ταῦτα δὲ λέγω οὐχ ἵνα ἁμαρτάνωμεν, ἀλλ' ἵνα ταπεινοφρονῶμεν. Εἰ γὰρ τελώνης ἄνθρωπος, τὸ ἔσχατον τῆς κακίας εἶδος, οὐχὶ ταπεινοφρονήσας, ἀλλ' εὐγνωμονήσας μόνον, καὶ τὰ ἁμαρτήματα εἰπὼν, καὶ ὅπερ ἦν ὁμολογήσας, τοσαύτην εὔνοιαν ἐπεσπάσατο παρὰ τοῦ Θεοῦ, πόσην οἱ μεγάλα μὲν κατωρθωκότες ἀγαθὰ, μηδὲν δὲ μέγα περὶ ἑαυτῶν νομίζοντες, ἐπισπάσονται τὴν βοήθειαν; Διὰ τοῦτο παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ ἐξομολογεῖσθαι τῷ Θεῷ συνεχῶς. Οὐδὲ γὰρ εἰς θέατρόν σε ἄγω τῶν συνδούλων τῶν σῶν, οὐδὲ ἐκκαλύψαι τοῖς ἀνθρώποις ἀναγκάζω τὰ ἁμαρτήματα· τὸ συνειδὸς ἀνάπτυξον ἔμπροσθεν τοῦ Θεοῦ, καὶ αὐτῷ δεῖξον τὰ τραύματα, καὶ παρ' αὐτοῦ τὰ φάρμακα αἴτησαι· δεῖξον τῷ μὴ ὀνειδίζοντι, ἀλλὰ θεραπεύοντι· κἂν γὰρ σὺ σιγήσῃς, οἶδεν ἐκεῖνος ἅπαντα. Εἰπὲ τοίνυν, ἵνα κερδάνῃς· εἰπὲ, ἵνα ἐνταῦθα ἀποθέμενος πάντα τὰ ἁμαρτήματα, ἀπέλθῃς ἐκεῖ καθαρὸς καὶ ἔξω τῶν πλημμελημάτων, καὶ τῆς ἀφορήτου δημοσιεύσεως ἐκείνης ἀπαλλαγῇς. Οἱ τρεῖς παῖδες ἐν καμίνῳ διῆγον, καὶ την ψυχὴν ἐπέδωκαν ὑπὲρ τῆς εἰς τὸν Δεσπότην ὁμολογίας· ἀλλ' ὅμως μετὰ τοσαῦτα καὶ τοιαῦτα κατορθώματα λέγουσιν· Οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα· αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε. Τί οὖν ἀνοίγετε στόμα; Ἵνα αὐτὸ τοῦτο εἴπωμεν, φησὶν, ὅτι οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα, καὶ αὐτῷ τούτῳ τὸν Δεσπότην ἐπισπασώμεθα. Εὐχῆς δύναμις δύναμιν πυρὸς ἔσβεσε, λεόντων θυμὸν ἐχαλίνωσε, πολέμους ἔλυσε, μάχας ἔπαυσε, χειμῶνας ἀνεῖλε, δαίμονας ἤλασεν, οὐρανοῦ πύλας ἠνέῳξε, δεσμὰ θανάτου διέκοψεν, ἀῤῥωστίας ἐφυγάδευσεν, ἐπηρείας ἀπεκρούσατο, πόλεις σειομένας ἔστησε, καὶ τὰς ἄνωθεν φερομένας πληγὰς, καὶ τὰς παρὰ ἀνθρώπων ἐπιβουλὰς, καὶ πάντα ἁπλῶς ἀνεῖλεν εὐχὴ τὰ δεινά. Εὐχὴν δὲ λέγω πάλιν, οὐ τὴν ἁπλῶς ἐπὶ τοῦ στόματος κειμένην, ἀλλὰ τὴν ἐκ τοῦ βάθους τῆς διανοίας ἀνιοῦσαν. Καθάπερ γὰρ τῶν δένδρων ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας, κἂν μυρίας ἀνέμων δέξηται προσβολὰς, οὐ διακλᾶται, οὐδὲ ἀνασπᾶται, τῶν ῥιζῶν μετὰ ἀκριβείας τῷ βάθει τῆς γῆς περισφιγγομένων· οὕτω δὴ καὶ εὐχαὶ αἱ κάτωθεν ἐκ τοῦ βάθους τῆς διανοίας ἀναπεμπόμεναι, ἐῤῥιζωμέναι μετὰ ἀσφαλείας πρὸς ὕψος ἀνατείνονται, καὶ οὐδεμιᾷ λογισμοῦ προσβολῇ παρατρέπονται. Διὰ τοῦτο κάὶ ὁ προφήτης φησὶν, Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε. Ταῦτα λέγω οὐχ ἵνα ἐπαινῆτε μόνον, ἀλλ' ἵνα καὶ ἐπὶ τῶν ἔργων ἐπιδείκνυσθε. Εἰ γὰρ τὸ πρὸς ἀνθρώπους ἐξειπεῖν τὰς οἰκείας συμφορὰς, καὶ τὰ κατειληφότα ἐκτραγῳδῆσαι κακὰ, φέρει τινὰ τοῖς ὀδυνωμένοις παραμυθίαν, ὥσπερ τινὸς διαπνοῆς διὰ τοῦ λόγου γινομένης, πολλῷ μᾶλλον, ἂν πρὸς τὸν Δεσπότην ἀνακοινώσῃ τὸν σὸν τὰ τῆς οἰκείας ψυχῆς παθήματα, λήψῃ τινὰ ψυχαγωγίαν καὶ παραμυθίαν πολλήν. Ἄνθρωπος μὲν γὰρ καὶ βαρύνεται πολλάκις τὸν πρὸς αὐτὸν ἀποδυρόμενον καὶ θρηνοῦντα, καὶ διακρούεται καὶ ἀπωθεῖται· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ καὶ προσίεται καὶ ἐπισπᾶται, κἂν διημερεύσῃς ἀνακοινούμενος αὐτῷ τὰς σὰς συμφορὰς, τότε σε μᾶλλον φιλεῖ, καὶ ἐπινεύει σου ταῖς ἱκετηρίαις. Τοῦτο γοῦν
ness put forward, and fasting and tithes; yet this man spoke bare words, and laid aside all his sins. For God did not hear the words alone, but also saw the mind with which he put these things forward, and finding it humbled and crushed, had mercy and showed loving-kindness towards mankind. Yet I say these things not so that we may sin, but so that we may be humble-minded. For if a tax-collector, the utmost form of wickedness, not having been humble-minded, but only having been candid, and having spoken his sins, and having confessed what he was, drew to himself so great goodwill from God, how great help will those draw to themselves who have rightly performed great good deeds indeed, yet think nothing great concerning themselves? On this account I exhort and beseech and intreat you to confess fully to God continually. For neither do I lead you into a theatre of your fellow-servants, nor do I compel you to uncover your sins to men; unfold your conscience before God, and to Him show the wounds, and from Him ask the medicines; show them to Him Who does not reproach, but heals; for even if you keep silent, That One knows all things. Speak, then, so that you may gain; speak, so that having laid aside all your sins here, you may depart thither pure and outside of trespasses, and be freed from that unbearable public exposure. The three youths passed their time in a furnace, and gave up their soul on behalf of their confession unto the Master; yet nevertheless after so many and such rightly performed deeds they say: It is not for us to open our mouth; we have become shame and reproach to Thy servants and to those who worship Thee. Why then do you open your mouth? So that we may say this very thing, he says, that it is not for us to open our mouth, and by this very thing draw the Master to ourselves. The power of prayer quenched the power of fire, bridled the rage of lions, dissolved wars, stayed battles, did away with tempests, drove out demons, opened the gates of heaven, cut through the bonds of death, put sicknesses to flight, beat off abusive assaults, steadied shaken cities, and the blows borne down from above, and the plots from men, and simply all terrible things did prayer do away with. And by prayer I mean again, not the one lying simply upon the mouth, but the one going up out of the depth of the mind. For even as of trees as many as send their roots down towards the depth, even if they receive ten thousand onsets of winds, are not broken through, nor torn up, their roots being clasped fast with exactness in the depth of the earth; just so also prayers sent up from below out of the depth of the mind, rooted with safety, stretch upwards towards a height, and are turned aside by no onset of reasoning. On this account the prophet also says, Out of the depths I cried out to Thee, O Lord. These things I say not so that you may praise only, but so that you may also display them in works. For if to speak out one's own calamities to men, and to recount at length the evils that have overtaken one, brings some consolation to those in pain, as though some venting came about through speech, much more, if you communicate to your Master the sufferings of your own soul, you will receive some solace of soul and great consolation. For a man often grows weary of him who laments and wails to him, and puts him off and thrusts him away; yet God is not thus, but both admits and draws him to Himself, even if you spend the whole day communicating your calamities to Him, then He loves you the more, and nods assent to your supplications. This, at least
Notes, col. 746

On the reading

Printed την, for τὴν.

Printed κάὶ, for καὶ.

PG 48:747Read from the page
Tantum nos ipsi dedamus, tantum accurramus ad eum, nec desistamus, atque experimento dictorum veritatem ediscemus, nullaque res nos dolore afficere poterit, si assidua et accurata oratione utamur. Quidquid enim accidat, per illam facile depellere poterimus. Ecquid mirum si humanas aerumnas oratio solvere possit, quando peccatorum naturam ita facile exstinguit et delet?
Only let us surrender ourselves, only let us run to Him and not cease, and by experience we shall learn the truth of what has been spoken, and nothing will be able to afflict us with grief if we make use of constant and earnest prayer. For whatever may befall, through it we shall easily be able to drive it away. And what wonder is it if prayer can dispel human hardships, when it so easily extinguishes and blots out the very nature of sins?
IN TRES SEQUENTES HOMILIAS
On the Three Following Homilies.
Hic vetustiorum ordinem manuscriptorum sequimur, quem secutus item est v. cl. Fronto Ducaeus. Non pauci quippe codices, post quinque contra Anomoeos homilias, sextam adjungunt De S. Philogonio, septimam De consubstantiali, octavam De petitione filiorum Zebedaei: quarum duae quidem postremae non tempore tantum, sed etiam argumento cum quinque prioribus conveniunt; sexta vero, etsi post quintam, nulla interposita alia, habita fuerit, argumento peregrina prorsus videretur, nisi initio diceret Chrysostomus, se a solita destinataque contra Anomoeos concertatione S. Philogonii die festo interpellari. Ideo mos obtinuit ut in vetustis codicibus eumdem ordinem teneret,
Here we follow the order of the older manuscripts, which the distinguished Fronto Ducaeus likewise followed. For not a few codices, after the five homilies Against the Anomoeans, subjoin as the sixth On St. Philogonius, as the seventh On the Consubstantial, and as the eighth On the Petition of the Sons of Zebedee: of which the last two agree with the first five not only in time, but also in argument; whereas the sixth, even though it was delivered after the fifth with no other intervening, would seem altogether foreign in argument, did not Chrysostom say at the beginning that he was interrupted from his customary and intended contest against the Anomoeans by the feast day of St. Philogonius. Therefore the custom prevailed that in the ancient codices it should keep the same order,
IN BEATUM PHILOGONIUM, QUI FUIT EX PATRONO CAUSARUM FACTUS EPISCOPUS, ET QUOD NIHIL AEQUE REDDIT NOS DEO PROBATOS, ATQUE SI STUDIOSI SIMUS EARUM RERUM, QUAE PUBLICAE CONDUCUNT UTILITATI ET QUOD NEGLIGENTER ADEUNTES DIVINA MYSTERIA GRAVISSIME PUNIUNTUR, ETIAM SI SEMEL TANTUM IN ANNO SCELUS HOC COMMISERINT. DICTA EST AUTEM QUINQUE DIEBUS ANTE NATALEM CHRISTI (1).
On Blessed Philogonius, who from an advocate at the bar was made a bishop; and that nothing renders us so approved before God as zealous care for those things which conduce to the common good; and that those who approach the divine mysteries carelessly are punished most severely, even if they commit this offence only once in the year. It was delivered five days before the Nativity of Christ (1).
HOMILIA VI.
Homily VI.
1. Ego quidem et hodie destinaram adversus haereticos luctaturus vestes exuere, quodque restabat debiti vobis persolvere : verum beati Philogonii dies, cujus festum celebramus, ad ipsius benefactorum enarrationem linguam nostram evocavit.
1. Even today I had intended to strip for combat against the heretics, and to pay you in full what remained of my debt; but the day of blessed Philogonius, whose feast we are celebrating, has called forth our tongue to recount his noble deeds.
PG 48:748Read from the page
Ut igitur praesentem vitam cum facilitate transigamus, et peccata, quae contraximus, deponamus, cumque fiducia stemus ante tribunal Christi, hoc nobis perpetuo medicamentum paremus lacrymis, studio, assiduitate, patientia illud condientes; ita enim et perenni fruemur valetudine, et futura consequemur bona, quae nos omnes adipisci contingat, gratia et humanitate Domini nostri Jesu Christi, cum quo Patri gloria simulque sancto Spiritui, nunc et semper et in saecula saeculorum. Amen.
That we may therefore pass through the present life with ease, put away the sins which we have contracted, and stand with confidence before the tribunal of Christ, let us continually prepare this medicine for ourselves, tempering it with tears, zeal, perseverance, and patience; for thus we shall both enjoy lasting health and obtain the good things to come, which may it befall us all to attain, by the grace and loving-kindness of our Lord Jesus Christ, with whom to the Father be glory, together with the Holy Spirit, now and always, and unto the ages of ages. Amen.
quem interturbare, Frontonis Ducaei exemplum secuti, noluimus.
which we, following the example of Fronto Ducaeus, were unwilling to disturb.
Haec porro in S. Philogonium homilia habita est anno 386, vicesima Decembris, quinque diebus ante Natalem Christi, ut dicitur num. 4. Nam illo tempore jam Natalis Christi dies, quemadmodum hodieque in Occidente, 25 Decembris Antiochiae celebrabatur, idque a paucis annis, ut in Monito ad homiliam in eumdem Natalem enarrabitur: quae quidem homilia inter panegyricos sermones infra locatur. Sancti vero Philogonii panegyricum non absolvit Chrysostomus; sed maxima praeconii parte Flaviano episcopo, eadem die concionaturo, relicta, in orationis medio cursum intercipit, ut
Furthermore, this homily On St. Philogonius was delivered in the year 386, on the twentieth of December, five days before the Nativity of Christ, as is stated in section 4. For at that time the day of Christ's Nativity was already celebrated at Antioch on 25 December, just as it is today in the West, and that for a few years past, as will be related in the Admonition to the homily on the same Nativity: which homily is placed below among the panegyric discourses. Chrysostom, however, did not complete the panegyric of Saint Philogonius; but, leaving the greatest part of the encomium to Bishop Flavian, who was to preach on the same day, he breaks off the course of his discourse in the midst, so that
Et omnino parendum est; etenim si qui patri matrive maledicit, morte moritur, liquet eum, qui benedixerit illis, vitae praemia recepturum (Exod. 21. 16. Levit. 20. 9) : et si iis qui natura parentes sunt tantam debemus praestare benevolentiam, multo magis id praestandum iis, qui spiritu sunt parentes, potissimum vero cum defunctos nostra laudatio nihilo reddat gloriosiores, nos vero congregatos tum qui loquimur, tum qui audimus, reddat meliores.
And by all means we must obey; for if anyone who curses father or mother shall surely die, it is clear that he who blesses them will receive the rewards of life (Exod. 21:16; Lev. 20:9); and if we ought to show such great goodwill to those who are parents by nature, much more must this be shown to those who are parents in the spirit, especially since our praise renders the departed not a whit more glorious, whereas it renders us who are gathered together, both us who speak and us who listen, better.