Migne Reading Room

PG 48 · cols. 737–742 · Read from the page

On the incomprehensible nature of God, etc., twelve homilies

On the incomprehensible nature of God, etc., twelve homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:737Read from the page
ἄγγελοι, οὔτε ἀρχάγγελοι, οὔτε αἱ ἄνω δυνάμεις, τῇ ἐπαγωγῇ τοῦτο δῆλον ἐποίησεν. Εἰπὼν γὰρ, Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακε πώποτε, ἐπήγαγεν, Εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα. Εἰ μὲν γὰρ εἶπεν ἁπλῶς, οὐδεὶς, πολλοὶ τῶν ἀκουσάντων ἴσως ἂν περὶ τῆς ἡμετέρας ἐνόμισαν αὐτὸ φύσεως εἰρῆσθαι μόνον· νῦν δὲ εἰπὼν, Οὐδεὶς, καὶ προσθεὶς, Εἰ μὴ ὁ Υἱὸς, τῇ προσθήκῃ τοῦ Μονογενοῦς πᾶσαν τὴν κτίσιν ἀπέκλεισε. Τί οὖν, φησὶ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον; Οὐδαμῶς· οὐδὲ γὰρ τῆς κτίσεως τοῦτο μέρος· τὸ δὲ, οὐδεὶς, τοῦτο ἀεὶ πρὸς ἀντιδιαστολὴν τῆς κτίσεως κεῖται μόνης.
angels, nor archangels, nor the powers above, He made this manifest by what He added. For having said, Not that any man hath seen the Father at any time, He added, Save He Who is from God, He hath seen the Father. For if He had simply said, no one, many of the hearers would perhaps have supposed that it was spoken concerning our nature alone; but now, having said, No one, and added, Save the Son, by the addition of the Only-begotten He shut out all creation. What then, says one, the Holy Spirit also? By no means; for neither is He a part of creation; and this word, no one, is always set in contradistinction to creation alone.
Καὶ οὔτε, ἂν περὶ Πατρὸς λέγηται, τὸν Υἱὸν ἐξωθεῖται, οὔτε, ἂν περὶ Υἱοῦ, τὸ Πνεῦμα ἐκβάλλει. Καὶ ἵνα αὐτὸ τοῦτο ἐντεῦθεν ἤδη ποιήσω φανερὸν, ὅτι τὸ, οὐδεὶς, οὐ πρὸς ἀθέτησιν τοῦ Πνεύματος, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς κτίσεως εἴρηται, περὶ αὐτῆς ταύτης τῆς γνώσεως, ἣν μόνου τοῦ Υἱοῦ φησιν εἶναι, ἀκούσωμεν τί διαλεγόμενος ὁ Παῦλος Κορινθίοις φησί. Τί οὖν φησι; Τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὥσπερ οὖν ἐνταῦθα τὸ οὐδεὶς λεγόμενον οὐκ ἐκβάλλει τὸν Υἱὸν, οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ τὸ οὐδεὶς τεθὲν οὐκ ἐξωθεῖται τὸ Πνεῦμα τὸ ἅγιον. Ὅθεν δῆλον ὡς ἀληθὲς τὸ εἰρημένον. Εἰ γὰρ λέγων, ὅτι Οὐδεὶς ἑώρακε τὸν Πατέρα, εἰ μὴ ὁ ἐκ τοῦ Θεοῦ ὢν, τὸ Πνεῦμα ἐξωθεῖτο, περιττῶς, ὁ Παῦλος ἔλεγεν, ὅτι ὥσπερ ἄνθρωπος τὰ ἑαυτοῦ οἶδεν, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὰ τοῦ Θεοῦ μετὰ ἀκριβείας ἐπίσταται. Οὕτω καὶ τὸ εἷς εἴρηται· τὴν γὰρ αὐτὴν ἰσχὺν ἔχει τούτῳ καὶ δύναμιν. Σκόπει δέ· Εἷς Θεὸς, φησὶν, ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα. Εἰ γὰρ τὸ ἕνα λέγεσθαι Θεὸν τὸν Πατέρα, ἐκβάλλει τὸν Υἱὸν τῆς θεότητος, καὶ τὸ ἕνα λέγεσθαι Κύριον τὸν Υἱὸν, ἐκβάλλει τὸν Πατέρα τῆς κυριότητος· ἀλλὰ μὴν οὐκ ἐκβάλλει τῆς κυριότητος τὸν Πατέρα τὸ λέγεσθαι, ὅτι Εἷς Κύριος Ἰησοῦς Χριστός· οὐκ ἄρα οὐδὲ τὸν Υἱὸν ἐκβάλλει τῆς θεότητος τὸ λέγεσθαι, ὅτι εἷς Θεὸς ὁ Πατήρ.
And neither, if it be spoken concerning the Father, does it thrust out the Son, nor, if concerning the Son, does it cast out the Spirit. And in order that from this very point I may make it manifest forthwith that the word no one has been spoken not for the setting aside of the Spirit, but in contradistinction to creation, concerning this very same knowledge which He says belongs to the Son alone, let us hear what Paul says in discoursing to the Corinthians. What then does he say? For who knows the things of a man, save the spirit of the man which is in him? Even so the things of God no one knows, save the Spirit of God. Just as here, therefore, the expression no one does not cast out the Son, so also in the case of Christ the word no one, when set down, does not thrust out the Holy Spirit. Whence it is manifest that what has been spoken is true. For if, in saying that No one hath seen the Father, save He Who is from God, the Spirit were thrust out, superfluously would Paul say that just as a man knows his own things, so also the Holy Spirit knows the things of God with exactness. Thus also the word one has been spoken; for it has the same force and power as this. And mark well: There is one God, says he, the Father, from Whom are all things, and one Lord Jesus Christ, through Whom are all things. For if the Father's being called one God casts out the Son from the Godhead, then the Son's being called one Lord also casts out the Father from the Lordship; yet truly its being said that there is one Lord Jesus Christ does not cast out the Father from the Lordship; neither, therefore, does its being said that the Father is one God cast out the Son from the Godhead.
βʹ. Εἰ δὲ λέγοιεν πάλιν, ὅτι διὰ τοῦτο εἷς Θεὸς λέγεται ὁ Πατὴρ, ἐπειδὴ Θεὸς μέν ἐστιν ὁ Υἱὸς, οὐ τοιοῦτος δὲ Θεὸς, οἷος ὁ Πατὴρ, ἕπεται ἐκεῖνο εἰπεῖν, ἐξ ὧν αὐτοὶ τιθέασι λημμάτων (οὐ γὰρ δὴ ἡμεῖς ἂν εἴποιμεν), ὅτι διὰ τοῦτο λέγεται εἷς Κύριος ὁ Υἱὸς, ἐπειδὴ Κύριος μὲν ὁ Πατὴρ, οὐ τοιοῦτος δὲ Κύριος, οἷος ὁ Υἱός. Εἰ δὲ τοῦτο ἀσεβὲς, οὐδὲ τὸ πρότεραν ἂν ἔχοι λόγον· ἀλλ' ὥσπερ τὸ Εἷς Κύριος οὐκ ἐξωθεῖται τὸν Πατέρα τῆς ἀκριβοῦς κυριότητος, οὐδὲ εἰς τὸν Υἱὸν περιίστησιν αὐτὴν μόνον· οὕτως οὐδὲ τὸ Εἷς Θεὸς ἐκβάλλει τὸν Υἱὸν τῆς ἀληθοῦς καὶ γνησίας καὶ ἀκραιφνοῦς θεότητος, οὐδὲ τοῦ Πατρὸς αὐτὸ μόνον ἀποδείκνυσιν. Ὅτι γὰρ Θεὸς ὁ Υἱὸς, καὶ τοιοῦτος Θεὸς οἷος ὁ Πατὴρ, μένων μέντοι Υἱὸς, ἐξ αὐ-
2. And if they should say again that for this reason the Father is called one God, because the Son is indeed God, yet not such a God as the Father, it follows from the premises which they themselves lay down (for we ourselves would surely never say it) to say this: that for this reason the Son is called one Lord, because the Father is indeed Lord, yet not such a Lord as the Son. And if this is impious, neither could the former hold reason; but just as the expression One Lord does not thrust out the Father from the exact Lordship, nor confine it to the Son alone, so neither does the expression One God cast out the Son from the true and genuine and unalloyed Godhead, nor prove it to belong to the Father alone. For that the Son is God, and such a God as the Father, while nevertheless remaining Son, from the
Notes, col. 737

On the reading

Printed πρότεραν, for πρότερον.

PG 48:738Read from the page
τῆς τῆς προσθήκης δῆλον. Εἰ γὰρ τὸ Θεὸς ὄνομα τοῦτο τοῦ Πατρὸς μόνον ἦν, καὶ ἄλλην οὐκ ἠδύνατο δηλοῦν ἡμῖν ὑπόστασιν, ἀλλ' ἐκείνην μόνην τὴν ἀγέννητον καὶ πρώτην, ὡς ἴδιον αὐτῆς μόνης ὂν καὶ γνωριστικὸν, περιττῶς ἡ τοῦ Πατρὸς κεῖται προσθήκη· ἤρκει γὰρ εἰπεῖν Εἷς Θεὸς, καὶ ἐγνωρίζομεν τίς ἦν ὁ λεγόμενος· ἀλλ' ἐπειδὴ τὸ Θεὸς ὄνομα κοινὸν Πατρὸς καὶ Υἱοῦ, καὶ εἰπὼν Εἷς Θεὸς, οὐκ ἐδήλου τίνα φησὶν ὁ Παῦλος, διὰ τοῦτο ἐδεήθη τῆς τοῦ Πατρὸς προσθήκης, ἵνα δηλώσῃ, ὅτι περὶ τῆς πρώτης ὑποστάσεως καὶ ἀγεννήτου λέγει, ὡς οὐκ ἀρκούσης τῆς τοῦ Θεοῦ προσηγορίας αὐτὴν ἐνδείξασθαι, ἐπειδὴ κοινὸν τοῦτο αὐτῷ πρὸς τὸν Υἱόν. Τῶν γὰρ ὀνομάτων τὰ μέν ἐστι κοινὰ, τὰ δὲ ἴδια· κοινὰ μὲν, ἵνα τὸ ἀπαράλλακτον δείξῃ τῆς οὐσίας, ἴδια δὲ, ἵνα τὴν ἰδιότητα χαρακτηρίσῃ τῶν ὑποστάσεων.
addition itself it is manifest. For if this name, God, belonged to the Father alone, and could not declare to us another hypostasis, save that unbegotten and first one alone, as being proper to it alone and characteristic of it, the addition of the Father stands superfluously; for it would have sufficed to say One God, and we would have recognized Who was spoken of; but since the name God is common to Father and Son, and in saying One God Paul did not make clear Whom he means, on this account he had need of the addition of the Father, that he might declare that he speaks concerning the first and unbegotten hypostasis, inasmuch as the appellation of God does not suffice to indicate it, since He has this in common with the Son. For of names, some are common and some are proper: common, that one may show the unvaryingness of the essence; and proper, that one may characterize the distinctive property of the hypostases.
Τὸ μὲν οὖν Πατὴρ καὶ Υἱὸς, ἴδιον ἑκάστης ὑποστάσεως, τὸ δὲ Θεὸς καὶ Κύριος, κοινόν. Ἐπεὶ οὖν τέθεικε κοινὸν ὄνομα τὸ Εἷς Θεὸς, ἐδεήθη καὶ τοῦ ἰδιάζοντος, ἵνα γνωρίσῃς τίνα φησὶν, ὥστε ἡμᾶς μὴ ἐμπεσεῖν εἰς τὴν Σαβελλίου μανίαν. Ὅτι γὰρ οὔτε τὸ Θεὸς ὄνομα μεῖζον τοῦ Κύριος, οὔτε τὸ Κύριος ἔλαττον τοῦ Θεὸς, δῆλον ἐκεῖθεν. Ἐν τῇ Παλαιᾷ πάσῃ συνεχῶς ὁ Πατὴρ Κύριος λέγεται· Κύριος ὁ Θεός σου, φησὶ, Κύριος εἷς ἐστιν· καὶ πάλιν, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις· καὶ πάλιν, Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός· καὶ πάλιν, Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ εἶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Καίτοι γε εἰ ἔλαττον τοῦ Θεὸς ἦν καὶ ἀνάξιον τῆς οὐσίας ἐκείνης, οὐκ ἔδει λέγεσθαι, Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος. Πάλιν εἰ τὸ Θεὸς μεῖζον ἦν τοῦ Κύριος καὶ σεμνότερον, οὐκ ἔδει τὸν κατ' αὐτοὺς ἐλάττονα Υἱὸν ἀπὸ τοῦ προσήκοντος ὀνόματος τῷ Πατρὶ καλεῖσθαι, ὃ καὶ μόνον ἴδιον ἦν ἐκείνου. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Οὔτε γὰρ ὁ Υἱὸς τοῦ Πατρὸς ὑποδεέστερος, οὔτε τὸ Κύριος ὄνομα τοῦ Θεὸς εὐτελέστερον. Διὰ τοῦτο καὶ ἐπὶ Πατρὸς καὶ ἐπὶ τοῦ Υἱοῦ ἀδιαφόρως, ταύταις κέχρηται ταῖς προσηγορίαις ἡ Γραφή. Καθάπερ οὖν ἠκούσατε Κύριον τὸν Πατέρα καλούμενον, φέρε δείξωμεν ὑμῖν καὶ τὸν Υἱὸν λεγόμενον Θεόν. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. Εἶδες πῶς καὶ τῷ Πατρὶ ὄνομα τὸ Κύριος, καὶ τῷ Υἱῷ ὄνομα τὸ Θεός; Ὥσπερ γὰρ ἐκεῖ φησι, Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, οὕτω καὶ ἐνταῦθά φησι, Καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Καὶ πάλιν, Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόδη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστής. Καὶ σκόπει μοι προφητῶν σύνεσιν, καὶ πνευματικὴν σοφίαν. Ἵνα γὰρ μὴ ἁπλῶς εἰπόντες Θεὸν, νομισθῶσι περὶ τοῦ Πατρὸς λέγειν, τῆς οἰκονομίας πρότερον μέμνηνται· οὐ γὰρ δὴ ὁ Πατὴρ διὰ παρθένου ἐγεννήθη, οὐδὲ παιδίον ἐγένετο. Πάλιν ἕτερος προφήτης οὑτωσί πώς φησι περὶ αὐτοῦ· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Καὶ περὶ τίνος τοῦτό φησιν; ἆρα μὴ περὶ τοῦ Πατρός; Οὐδαμῶς· ἄκουσον γὰρ πῶς καὶ οὗτος περὶ τῆς οἰκονομίας ἐμνήσθη· ειπὼν γὰρ, Οὗτος ὁ Θεὸς
Now the names Father and Son are proper to each hypostasis, whereas God and Lord are common. Since, then, he has set down a common name, One God, he had need of the distinctive name also, that you may recognize Whom he means, lest we fall into the madness of Sabellius. For that neither is the name God greater than Lord, nor Lord less than God, is manifest from thence. Throughout the whole Old Testament the Father is continually called Lord: The Lord your God, says it, is one Lord; and again, You shall worship the Lord your God, and Him only shall you serve; and again, Great is our Lord, and great is His strength, and of His understanding there is no number; and again, Let them know that Thy name is the Lord; Thou alone art Most High over all the earth. And yet, if it had been less than God and unworthy of that essence, it ought not to have been said, Let them know that Thy name is the Lord. Again, if the name God were greater than Lord and more august, the Son, who according to them is less, ought not to be called by the name belonging to the Father, which alone was proper to Him. Yet these things are not so, they are not. For neither is the Son inferior to the Father, nor is the name Lord meaner than God. For this reason Scripture has made use of these appellations indifferently both in the case of the Father and in the case of the Son. Just as, therefore, you have heard the Father called Lord, come, let us show you the Son also called God. Behold, the virgin shall conceive in the womb, and shall bear a son, and they shall call His name Emmanuel, which is, being interpreted, God with us. Have you seen how both the Father has the name Lord, and the Son has the name God? For just as there it says, Let them know that Thy name is the Lord, so here also it says, They shall call His name Emmanuel. And again, Unto us a Child was born, and unto us a son was given, and His name is called Angel of great counsel, mighty God, Potentate. And mark well for me the understanding and spiritual wisdom of the prophets. For lest, by simply saying God, they should be supposed to speak concerning the Father, they make mention of the dispensation beforehand; for surely the Father was not born through a virgin, nor did He become a child. Again, another prophet speaks somewhat thus concerning Him: This is our God; no other shall be reckoned in comparison with Him. And concerning whom does he say this? Surely not concerning the Father? By no means; for hear how this one also made mention of the dispensation; for having said, This is our God
Notes, col. 738

On the reading

Printed ἐδόδη, for ἐδόθη.

Printed ειπὼν, for εἰπὼν.

PG 48:739Read from the page
ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν, ἐπήγαγεν· Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ὁ Παῦλος δὲ, Ἐξ ὧν ὁ Χριστὸς, τὸ κατὰ σάρκα, φησὶν, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν· καὶ πάλιν, Πᾶς πόρνος ἢ πλεονέκτης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ· καὶ πάλιν· Κατὰ τὴν ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ Ἰωάννης δὲ οὕτως αὐτὸν καλεῖ λέγων· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.
us, no other shall be reckoned beside Him, he added: He found out every way of knowledge, and gave it to Jacob His servant, and to Israel who was beloved by Him. After these things He appeared upon the earth and conversed with men. And Paul says: Of whom is Christ according to the flesh, Who is God over all, blessed forever, amen; and again: No fornicator or covetous man has an inheritance in the kingdom of Christ and God; and again: According to the appearing of our great God and Saviour Jesus Christ. And John too calls Him thus, saying: In the beginning was the Word, and the Word was with God, and the Word was God.
γʹ. Ναὶ, φησίν· ἀλλ' ἐκεῖνο δεῖξον, ποῦ μετὰ τοῦ Πατρὸς αὐτὸν συντάττουσα ἡ Γραφὴ, Κύριον τὸν Πατέρα καλεῖ. Ἐγὼ δὲ οὐ τοῦτο δείκνυμι μόνον, ἀλλ' ὅτι καὶ Κύριον τὸν Πατέρα καλεῖ, καὶ Κύριον τὸν Υἱὸν, καὶ ὅτι Θεὸν τὸν Πατέρα καλεῖ, καὶ ὅτι Θεὸν τὸν Υἱὸν, ὁμοῦ τιθεὶς ἑκάτερα τὰ ὀνόματα. Ποῦ οὖν τοῦτο ἔστιν εὑρεῖν; Διαλεγόμενός ποτε τοῖς Ἰουδαίοις ὁ Χριστός φησι· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστιν; Οἱ δὲ λέγουσιν αὐτῷ· Τοῦ Δαυΐδ. Λέγει αὐτοῖς· Πῶς οὖν Δαυΐδ ἐν πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων· Εἶπε ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου; Ἰδοὺ Κύριος καὶ Κύριος. Βούλει μαθεῖν ποῦ Θεὸν καὶ Θεὸν καλεῖ τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁμοῦ τιθεῖσα ἡ Γραφή; ἄκουσον καὶ τοῦ προφήτου Δαυΐδ καὶ τοῦ ἀποστόλου Παύλου τοῦτο αὐτὸ δηλούντων ἡμῖν· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καὶ ὁ Παῦλος πάλιν τὴν μαρτυρίαν ταύτην ἐπήγαγε λέγων, ὅτι Πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ φησιν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τίνος οὖν ἕνεκεν ἐνταῦθα, φησὶ, τὸν μὲν Θεὸν Πατέρα ἐκάλεσε, τὸν δὲ Υἱὸν Κύριον;
3. Yes, he says; but show that: where, arraying Him together with the Father, Scripture calls the Father Lord. Yet I show not this only, but that it calls both the Father Lord and the Son Lord, and that it calls the Father God and the Son God, placing both names together. Where then is this to be found? Conversing once with the Jews, Christ says: What do you think concerning the Christ? whose son is He? They say to Him: David's. He says to them: How then does David in the Spirit call Him Lord, saying: The Lord said to my Lord, Sit at My right hand? Behold, Lord and Lord. Do you wish to learn where Scripture, placing them together, calls the Father and the Son God and God? Hear both the prophet David and the apostle Paul declaring this very thing to us: Thy throne, O God, is forever and ever; a rod of uprightness is the rod of Thy kingdom. Thou hast loved righteousness and hated lawlessness; therefore God, Thy God, hath anointed Thee with the oil of gladness above Thy fellows. And Paul again adduced this testimony, saying that Of His angels He says: Who makes His angels spirits; but of the Son: Thy throne, O God, is forever and ever. For what reason then here, he says, did he call God the Father, and the Son Lord?
Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ ἐνταῦθα τοῦτο ἐποίησεν, ἀλλ' ἐπειδὴ πρὸς Ἕλληνας ἦν ὁ λόγος αὐτῷ πολυθεΐαν νοσοῦντας. Ἵν' οὖν μὴ λέγωσιν, ὅτι ἡμῖν ἐγκαλῶν ὡς πολλοὺς θεοὺς λέγουσι καὶ πολλοὺς κυρίους, αὐτὸς ἁλίσκῃ τοῖς ἐγκλήμασι τούτοις θεοὺς λέγων, καὶ οὐ Θεόν· διὰ τοῦτο συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, ἑτέρῳ καλεῖ τὸν Υἱὸν ὀνόματι τὴν αὐτὴν δύναμιν ἔχοντι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄνωθεν ἀναγνῶμεν αὐτὸ τὸ χωρίον, καὶ εἴσεσθε σαφῶς ὅτι οὐχ ἡμέτερός ἐστι στοχασμὸς τὸ λεγόμενον· Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος εἰ μὴ εἷς. Ὁρᾷς ὅτι πρὸς ἐκείνους ἀποτεινόμενος ταῦτα λέγει τοὺς πολλοὺς εἶναι νομίζοντας θεούς; Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ, [καὶ κύριοι πολλοὶ,] εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ τῆς γῆς (πάλιν πρὸς ἐκείνους μάχεται) ὥσπερ οὖν εἰσι θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ, τοῦτ' ἔστι λεγόμενοι· ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ
Not simply nor at random did he do this here, but because his discourse was addressed to Greeks suffering from the disease of polytheism. Lest therefore they should say: While accusing us of saying many gods and many lords, you yourself are caught in these very charges by saying gods, and not God—therefore, condescending to their weakness, he calls the Son, Who possesses the same power, by another name. And that this is true, let us read the passage itself from above, and you shall know clearly that what is said is no conjecture of ours: Now concerning things offered to idols, we know that we all have knowledge. Knowledge puffs up, but love builds up. Concerning the eating therefore of things offered to idols, we know that an idol is nothing in the world, and that there is no other God except one. Do you see that he speaks these things directing himself towards those who suppose that there are many gods? For even if there are so-called many gods, [and many lords,] whether in heaven or upon the earth (again he contends against them), just as indeed there are many gods and many lords, that is, so called; yet for us there is one God, the Father, from Whom are
PG 48:740Read from the page
πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα. Διὰ τοῦτο καὶ τὸ εἷς προσέθηκεν, ἵνα μὴ πολυθεΐαν εἰσάγεσθαι πάλιν ἐκεῖνοι νομίζωσι, καὶ ἕνα Θεὸν τὸν Πατέρα ἐκάλεσεν, οὐκ ἐκβάλλων τὸν Υἱὸν τῆς θεότητος, ὥσπερ οὖν καὶ ἕνα Κύριον τὸν Υἱὸν, οὐκ ἐκβάλλων τῆς κυριότητος τὸν Πατέρα, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν διορθούμενος, καὶ μηδεμίαν αὐτοῖς δοῦναι λαβὴν βουλόμενος. Τοῦτο γοῦν καὶ αἴτιον γέγονε τοῦ μὴ σαφῶς μηδὲ φανερῶς, ἀλλ' ἀμυδρῶς πως καὶ σπανίως διὰ τῶν προφητῶν γνωρισθῆναι τοῖς Ἰουδαίοις τὸν Υἱὸν τοῦ Θεοῦ. Ἄρτι γὰρ τῆς πολυθέου πλάνης ἀπαλλαγέντες, εἰ πάλιν ἤκουσαν Θεὸν καὶ Θεὸν, πρὸς τὴν αὐτὴν ἂν ὑπέστρεψαν νόσον. Διὰ τοῦτο ἄνω καὶ κάτω συνεχῶς οἱ προφῆται λέγουσιν ὅτι εἷς Θεὸς, καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν· οὐχὶ τὸν Υἱὸν ἀθετοῦντες, μὴ γένοιτο, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν θεραπεῦσαι βουλόμενοι, καὶ πεῖσαι τέως τῆς τῶν πολλῶν θεῶν καὶ οὐκ ὄντων ὑπονοίας ἀπαλλαγῆναι. Ὅταν τοίνυν ἀκούσῃς τὸ εἷς καὶ οὐδεὶς, καὶ ὅσα τοιαῦτα, μὴ τῆς Τριάδος ἐλαττώσῃς τὴν δόξαν, ἀλλὰ τὸ μέσον αὐτῆς πρὸς τὴν κτίσιν διὰ τούτων μάνθανε τῶν ῥημάτων· ἐπεὶ καὶ ἀλλαχοῦ φησι· Τίς γὰρ ἔγνω νοῦν Κυρίου; Καὶ ὅτι τοῦτό ἐστιν ἐνταῦθα, καὶ οὔτε τὸν Υἱὸν, οὔτε τὸ Πνεῦμα ἐκβάλλει τῆς γνώσεως, προαποδέδεικται ἐν τοῖς ἀνωτέρω εἰρημένοις, ὅτε τὴν μαρτυρίαν παρηγάγομεν τὴν λέγουσαν· Τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Καὶ πάλιν ὁ Χριστός φησιν· Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός. Οὕτω δὴ καὶ ἐνταῦθα· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα. Ὁμοῦ γὰρ ὅτι μετὰ ἀκριβείας αὐτὸν οἶδεν, εἶπε, καὶ τὴν αἰτίαν τέθεικεν, δι' ἣν οἶδε. Τίς δὲ ἡ αἰτία; Τὸ ἐξ αὐτοῦ εἶναι· τοῦ δὲ ἐξ αὐτοῦ εἶναι πάλιν ἀπόδειξις τὸ μετὰ ἀκριβείας αὐτὸν εἰδέναι. Διὰ τοῦτο γὰρ αὐτὸν οἶδε σαφῶς, ἐπειδὴ ἐξ αὐτοῦ ἐστιν, καὶ σημεῖον τοῦ ἐξ αὐτοῦ εἶναι τὸ εἰδέναι αὐτὸν σαφῶς. Οὐσία γὰρ οὐσίαν ὑπερέχουσαν οὐκ ἂν δυνηθείη καλῶς εἰδέναι, κἂν ὀλίγον ᾖ τὸ μέσον. Ἄκουσον γοῦν περὶ τῶν ἀγγέλων τί φησιν ὁ προφήτης, καὶ περὶ τῆς ἀνθρωπίνης φύσεως, ὅτι ὀλίγον τὸ διάφορον ταύτης κἀκείνης. Εἰπὼν γὰρ, Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν; ἐπήγαγεν, Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους. Ἀλλ' ὅμως εἰ καὶ βραχὺ τὸ μέσον, ἐπειδὴ ὅλως ἐστί τι μέσον, οὐκ οἴδαμεν μετὰ ἀκριβείας ἀγγέλων οὐσίαν, κἂν μυρία φιλοσοφήσωμεν, εὑρεῖν οὐ δυνάμεθα.
all things, and one Lord Jesus Christ, through Whom are all things. For this reason he also added the word one, lest they should suppose that polytheism was again being introduced, and he called the Father one God, not casting the Son out of the Godhead, just as he also called the Son one Lord, not casting the Father out of the lordship, but correcting their weakness and wishing to give them no pretext. This, at all events, became the reason why the Son of God was made known to the Jews through the prophets not clearly nor plainly, but somewhat dimly and rarely. For having just been delivered from polytheistic error, if they had again heard God and God, they would have relapsed into the same disease. Therefore up and down continually the prophets say that there is one God, and besides Him there is none—not rejecting the Son, far be it, but wishing to heal their weakness, and to persuade them in the meantime to be rid of the suspicion of the many and non-existent gods. Whenever therefore you hear the words one and none, and whatever is of this sort, do not diminish the glory of the Trinity, but learn through these words the interval between It and creation; since elsewhere too it says: For who hath known the mind of the Lord? And that this is the meaning here, and that it casts neither the Son nor the Spirit out of that knowledge, has been demonstrated beforehand in what was said above, when we adduced the testimony saying: For who knows the things of a man, save the spirit of the man which is in him? Even so the things of God none knows, save the Spirit of God. And again Christ says: No one knows the Son, save the Father, nor does anyone fully know the Father, save the Son. So indeed here also: Not that anyone hath seen the Father, save He Who is from God; He hath seen the Father. For at once He said that He knows Him with exactness, and He has laid down the cause why He knows Him. And what is the cause? Being from Him; and of being from Him, again, the proof is knowing Him with exactness. For He knows Him clearly for this reason, because He is from Him, and the sign of being from Him is knowing Him clearly. For one essence could not know well a surpassing essence, even if the interval be small. Hear at all events what the prophet says concerning the angels and concerning human nature, that the difference between this and that is small. For having said, What is man, that Thou art mindful of him, or the son of man, that Thou regardest him? he added, Thou hast made him somewhat lower than the angels. Yet nevertheless, even if the interval is brief, since there is an interval at all, we do not know with exactness the essence of angels, and even if we philosophize ten thousand times, we cannot discover it.
δʹ. Καὶ τί λέγω ἀγγέλων, ὅπου γε οὐδὲ αὐτῆς τῆς ἡμετέρας ψυχῆς τὴν οὐσίαν ἴσμεν καλῶς, μᾶλλον δὲ οὐδὲ ὁπωσοῦν; Εἰ δὲ ἐκεῖνοι φιλονεικοῦσιν εἰδέναι, ἐρώτησον τί ποτε ἔστι τὴν οὐσίαν ἡ ψυχή· ἆρα ἀὴρ, ἢ πνεῦμα, ἢ ἄνεμος, ἢ πῦρ; Ἀλλ' οὐδὲν τούτων ἐροῦσι, ταῦτα γὰρ πάντα σώματα, ἐκείνη δὲ ἀσώματος. Εἶτα ἀγγέλους μὲν οὐκ ἴσασιν, οὐδὲ τὰς ἑαυτῶν ψυχὰς, τὸν δὲ πάντων Δεσπότην καὶ δημιουργὸν εἰδέναι φιλονεικοῦσι μετὰ ἀκριβείας; καὶ τί ταύτης γένοιτ' ἂν τῆς ἀνοίας χεῖρον; Καὶ τί λέγω, τί τὴν οὐσίαν ἐστὶν ἡ ψυχή; Ὅπως
4. And why do I speak of angels, when we do not know well even the essence of our own very soul, nay rather not in any way whatever? And if they contentiously claim to know, ask what ever the soul is as to its essence: is it air, or breath, or wind, or fire? Yet they will say none of these, for all these things are bodies, whereas it is bodiless. Do they then not know angels, nor their own souls, and yet contentiously claim to know with exactness the Master and Creator of all? And what could be worse than this folly? And why do I say, what the soul is as to its essence? How
PG 48:741Read from the page
ἡμῶν ἐστιν ἐν τῷ σώματι, οὐδὲ τοῦτο ἔστιν εἰπεῖν. Τί γὰρ ἔχοι τις ἂν εἰπεῖν; ὅτι παρεκτείνεται τῷ τοῦ σώματος ὄγκῳ; Ἀλλὰ τοῦτο ἄλογον, σωμάτων γὰρ ἴδιον τοῦτο· ὅτι δὲ ἐπὶ ψυχῆς οὐκ ἔστι τοῦτο ἐντεῦθεν δῆλον, πολλάκις καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν ἐκκεκομμένων, ὁλόκληρος ἐκείνη μένει, οὐδὲν ἀκρωτηριασθεῖσα ἀπὸ τῆς τοῦ σώματος πηρώσεως. Ἀλλ' οὐκ ἔστιν ἐν ὅλῳ τῷ σώματι, ἀλλ' ἐν μέρει τινὶ συνείληπται; Οὐκοῦν νεκρὰ ἀνάγκη τὰ λοιπὰ εἶναι μέλη· τὸ γὰρ ἄψυχον πάντως νεκρόν. Ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ἀλλ' ὅτι μὲν ἔστιν ἐν τῷ σώματι τῷ ἡμετέρῳ ἴσμεν, τὸ δὲ πῶς ἐστιν οὐκ ἴσμεν. Διὰ γὰρ τοῦτο καὶ τὴν ταύτης γνῶσιν ἀπέκλεισεν ὁ Θεὸς ἐκ πολλῆς περιουσίας ἐπιστομίζων ἡμᾶς καὶ κατέχων, καὶ μένειν κάτω πείθων, καὶ τὰ ὑπὲρ ἡμᾶς μὴ περιεργάζεσθαι, μηδὲ πολυπραγμονεῖν. Ἀλλ' ἵνα μὴ ἀπὸ λογισμῶν τὰ τοιαῦτα κατασκευάσωμεν, φέρε πάλιν ἐπὶ τὴν Γραφὴν τὸν λόγον ἀγάγωμεν. Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέ τις, φησὶν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα. Καὶ τί τοῦτο; φησίν· οὐδέπω γὰρ αὐτῷ γνῶσιν ἀκριβῆ τοῦτο ἐμαρτύρησε τὸ ῥῆμα. Ἀλλ' ὅτι μὲν αὐτὸν ἡ κτίσις οὐκ οἶδεν ἐδήλωσεν εἰπών· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακε· καὶ ὅτι ὁ Υἱὸς αὐτὸν οἶδε, καὶ τοῦτο πάλιν ἐδήλωσε προσθείς· Εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα· ὅτι μέντοι ἀκριβῶς αὐτὸν οἶδε, καὶ οὕτως ὡς αὐτὸς ἑαυτὸν, οὐδέπω τοῦτο ἀποδέδεικται. Ἐνδέχεται γὰρ, φησὶ, μηδὲ τὴν κτίσιν αὐτὸν εἰδέναι σαφῶς, μήτε τὸν Υἱὸν, ἀλλ' ἐκείνης μὲν σαφέστερον, τὴν μέντοι ἀκριβῆ κατάληψιν μηδὲ τοῦτον ἔχειν. Ὅτι μὲν γὰρ αὐτὸν ὁρᾷ ὅπερ ἐστὶ καὶ γινώσκει εἶπεν, ὅτι δὲ ἀκριβῶς αὐτὸν γινώσκει, καὶ οὕτως ὡς αὐτὸς ἑαυτὸν, οὔπω τοῦτο ἐδήλωσε. Βούλεσθε οὖν καὶ τοῦτο ἀπὸ τῶν Γραφῶν πιστωσώμεθα, καὶ ἀπ' αὐτῆς τῆς τοῦ Χριστοῦ φωνῆς; Οὐκοῦν ἀκούσωμεν τί φησι πρὸς τοὺς Ἰουδαίους· Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Τί ταύτης ἀκριβέστερον βούλει τῆς γνώσεως λοιπόν; Ἐρώτησον τὸν ἀντιλέγοντα· οἶδεν ἀκριβῶς τὸν Υἱὸν ὁ Πατὴρ, καὶ πᾶσαν αὐτοῦ ἀκριβῶς τὴν γνῶσιν ἔχει, καὶ οὐδὲν αὐτὸν λανθάνει τῶν κατὰ τὸν Υἱὸν, ἀλλ' ἀπηρτισμένη ἐστὶν ἡ εἴδησις; Ναὶ, φησίν. Οὐκοῦν, ὅταν ἀκούσῃς ὅτι καὶ ὁ Υἱὸς οὕτως αὐτὸν οἶδεν ὡς αὐτὸς τὸν Υἱὸν, μηδὲν ἔτι ζήτει πλέον, οὕτω μετὰ ἀκριβείας τῆς γνώσεως ἐξισαζούσης. Καὶ γὰρ καὶ ἀλλαχοῦ τοῦτο αὐτὸ ἐμφαίνων ἔλεγεν· Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Ἀποκαλύπτει δὲ, οὐχ ὅσον αὐτὸς οἶδεν, ἀλλ' ὅσον ἡμεῖς χωροῦμεν. Εἰ γὰρ ὁ Παῦλος τοῦτο ποιεῖ, πολλῷ μᾶλλον ὁ Χριστός· καὶ γὰρ ἐκεῖνός φησι τοῖς ἑαυτοῦ μαθηταῖς· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς· ὡς νηπίους ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε. Ἀλλὰ Κορινθίοις τοῦτο, φησὶν, ἔλεγε μόνον. Τί οὖν, ἂν δείξωμεν ὅτι καὶ ἕτερά τινα, ἃ μηδεὶς ἀνθρώπων ἔμαθεν ᾔδει, καὶ ἀπῆλθε μόνος αὐτὰ τῶν πάντων ἀνθρώπων εἰδώς; Καὶ ποῦ τοῦτο ἔστιν εὑρεῖν; Ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ· οὗτος γάρ ἐστιν ὁ λέγων,
our soul is in the body, not even this is it possible to say. For what could anyone have to say? That it is coextended with the bulk of the body? Yet this is absurd, for this is peculiar to bodies; and that this is not so in the case of a soul is evident from this: often, even when both the hands and the feet have been cut off, it remains whole, in no way mutilated by the maiming of the body. Yet is it not in the whole body, but comprised in some part? Then of necessity the remaining members must be dead; for what is soulless is altogether dead. Yet neither is it possible to say this; rather, that it is in our body we know, whereas how it is there we do not know. For it was for this reason also that God shut off the knowledge of it out of abundant measure, muzzling us and holding us back, and persuading us to remain below, and not to pry into the things above us, nor meddle busily with them. Yet lest we should establish such things from reasonings, come, let us again bring our discourse back to Scripture. Not that anyone hath seen the Father, it says, save He Who is from God; He hath seen the Father. And what is this? he says; for this saying has not yet borne witness to exact knowledge in Him. Rather, that creation does not know Him He declared by saying: Not that anyone hath seen the Father; and that the Son knows Him, this too He again declared by adding: Save He Who is from God; He hath seen the Father; that however He knows Him exactly, and just as He knows Himself, this has not yet been demonstrated. For it is possible, he says, that neither creation knows Him clearly, nor the Son, though He knows Him more clearly than creation, yet not even He possesses exact comprehension. For that He sees Him—which is also that He knows Him—He said; whereas that He knows Him exactly, and just as He knows Himself, He has not yet declared this. Do you wish then that we should confirm this also from the Scriptures, and from the very voice of Christ? Let us then hear what He says to the Jews: Even as the Father knows Me, I also know the Father. What more exact than this knowledge do you wish henceforth? Ask the gainsayer: does the Father know the Son exactly, and does He have all knowledge of Him exactly, and does nothing of the things concerning the Son escape Him, so that the knowledge is complete? Yes, he says. Therefore, when you hear that the Son also knows Him just as He knows the Son, seek nothing more any longer, since the knowledge is thus equal in exactness. For elsewhere too, manifesting this very thing, He said: No one knows the Son, save the Father, nor does anyone fully know the Father, save the Son, and he to whomsoever the Son wills to reveal Him. And He reveals, not as much as He Himself knows, but as much as we have capacity for. For if Paul does this, much more Christ; for the former says to his own disciples: I was not able to speak to you as to spiritual men, but as to fleshly men; as babes in Christ I gave you milk to drink, not solid food, for you were not yet able. Yet to the Corinthians only, he says, was he saying this. What then, if we show that he also knew certain other things which no man learned, and departed the only one of all men knowing them? And where is this to be found? In the epistle to the Corinthians; for he is the one who says,
PG 48:742Read from the page
ὅτι Ἤκουσα ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ἀλλ' ὅμως καὶ αὐτὸς οὗτος καὶ τότε ἀκούσας ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, μερικὴν ἔχει γνῶσιν καὶ πολὺ τῆς μελλούσης ἀποδέουσαν. Αὐτὸς γὰρ ὁ ταῦτα εἰπὼν κἀκεῖνα εἴρηκεν, ὅτι Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· καὶ, Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· καὶ, Ἄρτι βλέπω δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Ὥστε ἐκ τούτων ἡμῖν ἅπασα αὐτῶν ἡ σκευωρία διελήλεγκται· ὅταν γὰρ αὐτὴ ἡ οὐσία ἀγνοῆται, οὐχ ὅτι ἔστιν, ἀλλὰ τί ἐστιν, ἐσχάτης ἂν εἴη μανίας καὶ ὄνομα αὐτῇ τιθέναι. Καίτοι γε καὶ εἰ δήλη καὶ γνώριμος ἦν, οὐδὲ οὕτως ἦν ἡμῖν ἀσφαλὲς αὐτοὺς οἴκοθεν καὶ παρ' ἑαυτῶν προσηγορίαν ἐπιτιθέναι τῇ τοῦ Δεσπότου οὐσίᾳ. Εἰ γὰρ ὁ Παῦλος ταῖς ἄνω δυνάμεσιν οὐκ ἐτόλμησεν ὀνόματα ἐπιτιθέναι, ἀλλ' εἰπὼν, ὅτι Ἐκάθισε τὸν Χριστὸν ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, καὶ διδάξας ἡμᾶς ὅτι ἔστι τινὰ ὀνόματα τῶν δυνάμεων, ἃ τότε εἰσόμεθα, οὐκ ἐθάῤῥησεν ἕτερα αὐτὸς ἀντ' ἐκείνων θεῖναι, οὐδὲ αὐτὰ ἐκεῖνα περιεργάζεσθαι· τίνος ἂν εἶεν συγγνώμης ἄξιοι, ἢ ποίας ἀπολογίας οἱ ἐπὶ τῆς τοῦ Δεσπότου οὐσίας ταῦτα τολμῶντες; Ὅταν δὲ καὶ αὐτὴ ἡ οὐσία ἀγνοῆται καθάπερ τοὺς παραπαίοντας αὐτοὺς ἀποστρέφεσθαι χρή. Ὅτι μὲν γὰρ ἀγέννητός ἐστιν ὁ Θεὸς δῆλον· ὅτι δὲ τοῦτό ἐστιν αὐτοῦ τῆς οὐσίας τὸ ὄνομα οὐδεὶς προφήτης εἶπεν, οὐδεὶς ἀπόστολος ᾐνίξατο, οὐδεὶς εὐαγγελιστής· καὶ μάλα εἰκότως. Οἱ γὰρ αὐτὴν τὴν οὐσίαν ἀγνοοῦντες, πῶς ὄνομα αὐτῆς λέγειν ἤμελλον;
that I heard unutterable words, which it is not lawful for a man to speak. Yet nevertheless even this very man, even then after hearing unutterable words which it is not lawful for a man to speak, possesses partial knowledge and falling far short of that which is to come. For the very man who said these things has also said those: that We know in part, and we prophesy in part; and, When I was a child, I spoke as a child, I minded as a child, I reasoned as a child; and, Now I see through a mirror in a riddle, but then face to face. So that from these things their whole fabrication has been refuted for us; for when the essence itself is unknown—not that it is, but what it is—it would be of the utmost madness even to assign a name to it. And yet even if it were manifest and well known, not even so would it be safe for us that they should of their own accord and from themselves impose an appellation upon the essence of the Master. For if Paul did not dare to impose names upon the powers above, but having said that He seated Christ far above every rule and authority and power, and every name that is named, not only in this age, but also in that which is to come, and having taught us that there are certain names of the powers which we shall know then, did not presume to set down other names himself instead of those, nor to pry into those very names—of what pardon would they be worthy, or of what defence, who dare such things upon the essence of the Master? And when the essence itself is also unknown, one must turn away from them just as from men out of their wits. For that God is unbegotten is evident; whereas that this is the name of His essence no prophet said, no apostle hinted, no evangelist—and very reasonably so. For how were they who were ignorant of the essence itself going to state its name?
εʹ. Καὶ τί λέγω περὶ τῶν θείων Γραφῶν, ὅπου γε τοσαύτη τῆς ἀτοπίας ἡ περιφάνεια, καὶ τῆς παρανομίας ἡ ὑπερβολὴ, ὡς μηδὲ τοὺς τῆς ἀληθείας ἀποπλανηθέντας Ἕλληνας ἐπιχειρῆσαί ποτέ τι τοιοῦτον εἰπεῖν; Οὐδεὶς γὰρ οὐδὲ ἐκείνων ἐτόλμησε θείας οὐσίας ὅρον ἐκθέσθαι, καὶ ἑνὶ ὀνόματι περιλαβεῖν. Καὶ τί λέγω θείας οὐσίας, ὅπου γε περὶ τῆς τῶν ἀσωμάτων φύσεως φιλοσοφοῦντες οὐδὲ ταύτης ἀπηρτισμένον ὅρον ἐξέθεντο, ἀλλ' ἀμυδράν τινα ἐξήγησιν καὶ ὑπογραφὴν μᾶλλον ἢ ὅρον; Ἀλλὰ τίς ὁ σοφὸς αὐτῶν λόγος;
5. And why do I speak concerning the divine Scriptures, when so great is the glaringness of the absurdity, and the excess of the transgression, that not even the Greeks who wandered away from the truth ever attempted to say anything of the sort? For no one even of them dared to set forth a definition of the divine essence, and to comprise it in a single name. And why do I say of the divine essence, when philosophizing concerning the nature of incorporeal things they set forth no complete definition even of that, but rather a dim explanation and sketch than a definition? Yet what is their wise argument?
Οὐκ οἶδας οὖν ὃ σέβεις; φησί. Μάλιστα μὲν οὐδὲ ἀποκρίνασθαι πρὸς τοῦτο ἔδει, τοσαύτης ἀποδείξεως ἐκ τῶν Γραφῶν γενομένης, ὅτι ἀδύνατον εἰδέναι τί τὴν οὐσίαν ἐστὶν ὁ Θεός· ἐπειδὴ δὲ οὐ πρὸς ἔχθραν φθεγγόμεθα, ἀλλ' ὥστε αὐτοὺς διορθῶσαι, φέρε δείξωμεν, ὅτι οὐ τὸ ἀγνοεῖν τί τὴν οὐσίαν ἐστὶν ὁ Θεὸς, ἀλλὰ τὸ φιλονεικεῖν εἰδέναι, τοῦτο ἔστι τὸν Θεὸν ἀγνοεῖν.
Do you not know then what you worship? he says. Most of all indeed one ought not even to reply to this, after so great a demonstration has been made from the Scriptures that it is impossible to know what God is as to His essence; yet since we utter our words not for enmity, but so as to correct them, come, let us show that not to be ignorant of what God is as to His essence, but to claim contentiously to know, this is to be ignorant of God.
Εἰπὲ γάρ μοι, εἰ δύο ἀνθρώπων φιλονεικούντων πρὸς ἀλλήλους εἰδέναι τοῦ οὐρανοῦ τὸ μέγεθος, ὁ μὲν εἷς λέγει μὴ δύνασθαι αὐτὸ ἀνθρώπινον καταλαμβάνειν ὀφθαλμὸν, ὁ δὲ ἕτερος φιλονεικοίη δυνατὸν εἶναι, τῇ
For tell me, if, when two men are contending with one another that they know the magnitude of heaven, the one says that a human eye cannot comprehend it, while the other should contend that it is possible, by