Migne Reading Room

PG 48 · cols. 731–736 · Read from the page

On the incomprehensible nature of God, etc., twelve homilies

On the incomprehensible nature of God, etc., twelve homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:731Read from the page
ἀσθένειαν. Ὁ μέντοι Ἰωάννης οὐ περὶ τῶν ἀνθρώπων φησὶ μόνον ὅτι, Τὸν Θεὸν οὐδεὶς ἑώρακε πώποτε· τοῦτο γὰρ δῆλον ἦν ἀπό τε τῶν εἰρημένων τούτων, τῆς προφητικῆς ῥήσεως λέγω ταύτης τῆς λεγούσης, Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην, καὶ ἀπὸ τῆς πρὸς τὸν Μωϋσέα γενομένης ἀποφάσεως. Ἐκείνου γὰρ ἐπιθυμοῦντος αὐτὸν ἰδεῖν ὀφθαλμοφανῶς, φησὶν ὁ Θεὸς, Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. Ὥστε τοῦτο δῆλον ἦν ἡμῖν καὶ ὡμολογημένον. Οὐ τοίνυν περὶ τῆς ἡμετέρας φύσεώς φησι μόνης τοῦτο, ἀλλὰ καὶ περὶ τῶν ἄνω δυνάμεων τὸ, Θεὸν οὐδεὶς ἑώρακε πώποτε· διὰ τοῦτο καὶ τὸν μονογενῆ διδάσκαλον εἰσάγει τοῦ δόγματος. Ἵνα γὰρ μή τις λέγῃ· πόθεν τοῦτο δῆλον; ἐπήγαγεν· Ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, αὐτὸς ἐξηγήσατο, ἀξιόπιστον εἰσάγων τοῦ δόγματος μάρτυρα καὶ διδάσκαλον. Καίτοι εἰ καὶ τὸ Μωϋσέως ἡμῖν παραδηλῶσαι ἐβούλετο, περιττὸν ἦν εἰπεῖν, ὅτι ὁ μονογενὴς ἐξηγήσατο· οὐ γὰρ ὁ μονογενὴς αὐτὸς ἐξηφήσατο, ἀλλὰ καὶ πρὶν ἢ τὸν Ἰωάννην ταῦτα εἰπεῖν, ὡς παρὰ τοῦ μονογενοῦς ἀκηκοότα, δῆλον ἡμῖν ὁ προφήτης πεποίηκεν ὡς ἀκηκοὼς παρὰ τοῦ Θεοῦ. Ἀλλ' ἐπειδὴ πλέον τῶν τότε εἰρημένων ἔμελλεν ἡμῖν ἐκκαλύπτειν, ὅτι οὔτε αἱ ἄνω δυνάμεις αὐτὸν ὁρῶσι, διὰ τοῦτο εἰσάγει τὸν μονογενῆ διδάσκαλον. Ὅρασιν δὲ ἐνταῦθα τὴν γνῶσιν εἶναι νόμιζε. Οὐ γὰρ δὴ κόραι καὶ ὄμματα καὶ βλεφαρίδες περὶ τὰς ἀσωμάτους δυνάμεις· ἀλλ' ὅπερ ἐφ' ἡμῶν ἐστιν ὅρασις, τοῦτο ἐπ' ἐκείνων γνῶσις. Ὥστε ὅταν ἀκούσῃς ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε, ἐκεῖνο νόμιζε ἀκούειν, ὅτι τὸν Θεὸν οὐδεὶς ἔγνω οὐσιωδῶς μετὰ ἀκριβείας ἁπάσης. Καὶ περὶ τῶν Σεραφὶμ δὲ ὅταν ἀκούσῃς ὅτι ἀπέστρεψαν τοὺς ὀφθαλμοὺς, καὶ τὴν ὄψιν ἐτείχισαν, καὶ τὰ Χερουβὶμ δὲ, ὅτι τὸ αὐτὸ τοῦτο πάλιν ἐποίησαν, μὴ ὀφθαλμοὺς, μηδὲ κόρας εἶναι νόμιζε· σωμάτων γὰρ οὗτος ὁ σχηματισμός· ἀλλὰ διὰ τούτων τὴν γνῶσιν αὐτῶν αἰνίττεσθαι πίστευε τὸν προφήτην. Ὅταν οὖν λέγῃ ὁ προφήτης ὅτι συγκαταβαίνοντα τὸν Θεὸν ἰδεῖν οὐκ ἤνεγκαν, οὐδὲν ἄλλο λέγει, ἀλλ' ἢ ὅτι τὴν γνῶσιν αὐτοῦ τετρανωμένην καὶ ἀκριβῆ τῆς καταλήψεως ἐνεγκεῖν οὐ δύνανται, οὐδὲ τολμῶσιν ἀτενὲς ἰδεῖν πρὸς τὴν ἀκραιφνῆ καὶ ἀκέραιον οὐσίαν, ἀλλ' οὐδὲ πρὸς αὐτὴν τὴν συγκατάβασιν. Τὸ δὲ ἀτενὲς ἰδεῖν τὸ γνῶναί ἐστι. Διὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς εἰδὼς ὡς οὐκ ἔστιν ἀνθρωπίνης φύσεως τὸ τὰ τοιαῦτα εἰδέναι, καὶ ὅτι οὐδὲ ταῖς ἄνω δυνάμεσι κατάληπτός ἐστιν ὁ Θεὸς, αὐτὸν τὸν ἐκ δεξιῶν αὐτοῦ καθήμενον καὶ ταῦτα ἀκριβῶς ἐπιστάμενον παράγει τοῦ δόγματος ἡμῖν τούτου διδάσκαλον· καὶ οὐδὲ ἁπλῶς εἶπεν, ὁ Υἱός· καίτοι καὶ εἰ τοῦτο εἰρήκει, ἱκανὸν ἦν ἐπιστομίσαι τὰ τῶν ἀναισχύντων στόματα. Ὥσπερ γὰρ πολλοὶ χριστοὶ λεγόμενοι, ὁ δὲ ἀληθὴς Χριστὸς εἷς, καὶ πολλοὶ κύριοι λεγόμενοι, ὁ δὲ Κύριος εἷς, καὶ πολλοὶ θεοὶ λεγόμενοι, ὁ δὲ Θεὸς εἷς· οὕτω καὶ πολλοὶ υἱοὶ λεγόμενοι, ὁ δὲ Υἱὸς εἷς, καὶ ἡ τοῦ ἄρθρου προσθήκη ἱκανὴ τὸ ἐξαίρετον δεῖξαι τοῦ Μονογενοῦς. Ἀλλ' ὅμως οὐκ ἠρκέσθη τούτῳ, ἀλλ' εἰπὼν, Θεὸν οὐδεὶς ἑώρακε πώποτε, ἐπήγαγεν, Ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, αὐτὸς ἐξηγήσατο. Πρότερον εἶπε Μονογενὴς, καὶ τότε Υἱός· ἐπειδὴ γὰρ πολλοὶ διὰ τὴν πρὸς τὸ ὄνομα κοινωνίαν ὑποτέμνονται αὐτοῦ τὴν δόξαν, ἕνα τῶν
weakness. John, however, says not concerning men alone that No man hath seen God at any time; for this was manifest both from these things that have been spoken — I mean from this prophetic utterance which says, I have multiplied visions, and by the hands of the prophets was I likened — and from the declaration made to Moses. For when he desired to behold Him visibly with his eyes, God says, No man shall see My face, and live. So that this was manifest to us and acknowledged. Not, therefore, concerning our nature alone does he say this, No man hath seen God at any time, but also concerning the powers above; for this reason he also brings in the Only-begotten as teacher of the doctrine. For lest anyone should say, Whence is this manifest? he added: The only-begotten Son, Who is into the bosom of the Father, He hath declared Him, bringing in a trustworthy witness and teacher of the doctrine. And yet, if he had wished merely to indicate to us the matter of Moses, it would have been superfluous to say that the Only-begotten declared it; for it was not the Only-begotten Himself Who declared it, but even before John spoke these things as one who had heard them from the Only-begotten, the prophet had made it manifest to us as having heard it from God. But since he was about to unveil to us something more than what had been spoken then — namely, that neither do the powers above behold Him — on this account he brings in the Only-begotten as teacher. And suppose that sight here means knowledge. For surely there are no pupils and eyes and eyelashes about the bodiless powers; but what sight is in our case, knowledge is in theirs. So that when you hear that No man hath seen God at any time, suppose that you hear this: that no one hath known God essentially with all exactness. And concerning the Seraphim also, when you hear that they turned away their eyes and walled off their vision, and the Cherubim too, that they again did this very same thing, do not suppose that there are eyes or pupils — for such figurative form belongs to bodies — but believe that through these things the prophet hints riddlingly at their knowledge. When, therefore, the prophet says that they could not endure to behold God condescending, he says nothing else than that they are not able to bear the clear and exact knowledge of comprehending Him, nor do they dare to gaze intently upon His unalloyed and unmixed essence — nay, not even upon the condescension itself. Now to gaze intently is to know. For this reason also the Evangelist, knowing that it does not belong to human nature to know such things, and that God is not comprehensible even to the powers above, brings forward for us Him Who sits at His right hand and knows these things exactly as teacher of this doctrine; and he did not simply say, the Son — although even if he had said this, it would have sufficed to stop the mouths of the shameless. For just as there are many called anointed, yet the true Christ is one, and many called lords, yet the Lord is one, and many called gods, yet God is one; so also there are many called sons, yet the Son is one, and the addition of the article suffices to show the pre-eminence of the Only-begotten. Yet nevertheless he was not content with this, but having said, No man hath seen God at any time, he added, The only-begotten Son Who is into the bosom of the Father, He hath declared Him. First he said Only-begotten, and then Son; for since many, on account of fellowship in the name, curtail His glory, supposing Him to be one of the
Notes, col. 731

On the reading

Printed ἐξηφήσατο, for ἐξηγήσατο.

PG 48:732Read from the page
πολλῶν εἶναι νομίζοντες αὐτόν· τὸ γὰρ υἱὸς τοῦτο κοινόν ἐστὶν ὄνομα πάντων· ὅπερ ἐστὶν ἐξαίρετον αὐτοῦ καὶ ἴδιον καὶ οὐδενὶ τῶν ἄλλων προσὸν, τέθεικε πρότερον, τὸ Μονογενὴς, ἵνα ἀπὸ τούτου πιστεύσῃς, ὅτι καὶ τὸ κοινὸν τοῦτο οὐκ ἔστι κοινὸν, ἀλλ' ἴδιον αὐτοῦ καὶ κύριόν ἐστι, καὶ οὐδενὶ τῶν ἄλλων οὕτως ὡς ἐκείνῳ προσόν.
many; for this name, son, is common to all; what is pre-eminent and peculiar to Him and belonging to none of the others, he has placed first — namely, Only-begotten — so that from this you may believe that this common name also is not common, but is proper and peculiar to Him, and belongs to none of the others in such wise as to Him.
δʹ. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, πλατύτερον αὐτὸ πάλιν ἐρῶ. Τὸ υἱὸς ὄνομα πρόσεστι καὶ ἀνθρώποις, πρόσεστι καὶ τῷ Χριστῷ, ἀλλ' ἡμῖν καταχρηστικῶς, ἐκείνῳ δὲ κυρίως· τὸ δὲ Μονογενὴς αὐτοῦ μόνον ἐστὶ καὶ οὐδενὶ τῶν ἄλλων οὐδὲ καταχρηστικῶς πρόσεστιν. Ἵνα οὖν ἀπὸ τῆς προσηγορίας τῆς οὐδενὶ προσούσης, ἀλλ' ἢ αὐτῷ μόνῳ, καὶ τὴν ἄλλην τὴν τοῖς πολλοῖς προσοῦσαν αὐτοῦ κυρίαν εἶναι νομίσῃς, διὰ τοῦτο πρότερον εἶπεν ὁ Μονογενὴς, καὶ τότε Υἱός. Εἰ δὲ οὐκ ἀρκεῖ σοι οὐδὲ ταῦτα, φησὶ, λέγω καὶ ἕτερον τρίτον, παχὺ μὲν καὶ ἀνθρώπινον, ἱκανὸν δὲ καὶ τοὺς χαμαὶ ἕρποντας εἰς τὴν ἔννοιαν τῆς τοῦ μονογενοῦς δόξης ἀναγαγεῖν. Τί δὲ τοῦτό ἐστιν; Ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Παχὺ τὸ ῥῆμα, ἀλλ' ἱκανὸν ἐνδείξασθαι τὴν γνησιότητα, ἂν θεοπρεπῶς ἐκλάβωμεν. Ὥσπερ γὰρ ἀκούων θρόνον, καὶ τὴν ἐκ δεξιῶν καθέδραν, οὐ θρόνον ὑπολαμβάνεις, οὐδὲ τόπον καὶ περιγραφὴν, ἀλλ' ἐκ τῆς τοῦ θρόνου προσηγορίας, καὶ τῆς κατὰ τὴν καθέδραν κοινωνίας, τὸ τῆς τιμῆς ἀπαράλλακτον καὶ ἴσον· οὕτω καὶ τὸν κόλπον ἀκούων, μὴ κόλπον εἶναι νόμιζε, μηδὲ τόπον, ἀλλ' ἀπὸ τῆς τοῦ κόλπου προσηγορίας τὴν πρὸς τὸν γεγεννηκότα ἐγγύτητα καὶ τὴν παῤῥησίαν ἐκλάμβανε· τοῦ γὰρ ἐκ δεξιῶν καθῆσθαι τὸ τῷ κόλπῳ ἐνδιαιτᾶσθαι πολλῷ σαφέστερον ἡμῖν τὴν πρὸς τὸν γεγεννηκότα ἐγγύτητα δηλοῖ καὶ παρίστησιν. Οὔτε γὰρ ἂν ὁ Πατὴρ ἠνέσχετο ἐν τῷ κόλπῳ τὸν Υἱὸν ἔχειν, εἰ μὴ τῆς αὐτῆς οὐσίας ἦν, οὔτ' ἂν ἐκεῖνος ὑπέμεινεν ὑποδεεστέρας φύσεως ὢν ἐνδιαιτᾶσθαι τῷ κόλπῳ τῷ πατρικῷ. Ὡς Υἱὸς τοίνυν καὶ Μονογενὴς καὶ ἐν τῷ κόλπῳ διατρίβων τῷ πατρικῷ πάντα τὰ τοῦ Πατρὸς ἐπίσταται ἀκριβῶς· διὰ τοῦτο καὶ τούτων ἐδεήθη τῶν ῥημάτων ὁ εὐαγγελιστὴς, ἵνα τὴν ἀκριβῆ τοῦ Υἱοῦ παραστήσῃ γνῶσιν την περὶ τοῦ Πατρός. Περὶ γὰρ γνώσεως ἦν ὁ λόγος· ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, τίνος ἕνεκεν ὁ κόλπος παρείληπται; Εἰ γὰρ μήτε σῶμά ἐστιν ὁ Θεὸς, ὥσπερ οὖν οὐδὲ ἔστι, μήτε τὴν γνησιότητα καὶ τὴν ἐγγύτητα τὴν πρὸς τὸν γεγεννηκότα δηλοῖ, ἁπλῶς καὶ εἰκῆ τὸ ῥῆμα προσέῤῥιπται, χρείαν ἡμῖν οὐδεμίαν πληροῦν. Ἀλλ' οὐχ ἁπλῶς προσέῤῥιπται, μὴ γένοιτο· οὐδὲν γὰρ εἰκῆ τὸ Πνεῦμα φθέγγεται, ἀλλὰ τὴν ἐγγύτητα τοῦ Υἱοῦ τὴν πρὸς τὸν Πατέρα δηλοῖ. Ἐπειδὴ γὰρ μέγα ἀπεφήνατο ὁ εὐαγγελιστὴς, ὅτι οὔτε ἡ ἄνω κτίσις αὐτὸν ὁρᾷ, τοῦτ' ἔστι, γινώσκει αὐτὸν μετὰ ἀκριβείας, βουλόμενος ἀξιόπιστον ἐπιστῆσαι τοῦ πράγματος διδάσκαλον, ταῦτα τὰ ῥήματα τέθεικεν, ἵνα καὶ ὡς Υἱῷ καὶ ὡς Μονογενεῖ καὶ ὡς ἐνδιατρίβοντι τῷ κόλπῳ τῷ πατρικῷ περὶ πάντων πιστεύσῃς, καὶ μηδὲν ἀμφιβάλῃς λοιπόν. Εἰ δέ τις μὴ φιλονεικοίη, μηδὲ ἀναισχυντεῖν βούλοιτο, καὶ τοῦ ἀϊδίου τοῦτό φημι εἶναι παραστατικόν. Ὥσπερ γὰρ ἐξ ἐκείνης τῆς ῥήσεως τῆς πρὸς τὸν Μωσέα λεχθείσης, Ἐγώ εἰμι ὁ ὢν, τὸ ἀΐδιον ἐκλαμβάνομεν, οὕτως καὶ ἐκ τῆς ῥήσεως ταύτης λεγούσης, Ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, τὸ ἀϊδίως εἶναι ἐν τοῖς κόλποις τοῦ Πατρὸς δυνατὸν ἐκλαβεῖν. Ὅτι μὲν οὖν τῇ κτίσει πάσῃ ἀκατάληπτος ἡ οὐσία τοῦ Θεοῦ,
4. And in order that what I say may become clearer, I will state it again more at large. The name son belongs to men also, and it belongs to Christ also, yet to us catachrestically, whereas to Him properly; but the name Only-begotten is His alone and belongs to none of the others, not even catachrestically. In order, therefore, that from the appellation belonging to no one save to Him alone you might suppose the other also, which belongs to the many, to be properly His, on this account he first said the Only-begotten, and then Son. And if not even these things suffice for you, says he, I state yet a third besides, gross indeed and human, yet sufficient to lead up even those who creep upon the ground to the conception of the glory of the Only-begotten. And what is this? Who is into the bosom of the Father. Gross is the expression, yet sufficient to demonstrate His genuineness, if we understand it in a manner befitting God. For just as, on hearing throne and the seat at the right hand, you do not suppose a throne, nor place and circumscription, but from the appellation of the throne and the fellowship in the seat you understand unvaryingness and equality of honour; so also, on hearing the bosom, do not suppose that it is a bosom, nor a place, but from the appellation of the bosom understand closeness and boldness of access towards Him Who begat Him; for dwelling in the bosom declares and sets before us His closeness towards Him Who begat Him far more clearly than sitting at the right hand. For neither would the Father have endured to have the Son in His bosom if He were not of the same essence, nor would He Himself, had He been of an inferior nature, have brooked to dwell in the paternal bosom. As Son, therefore, and Only-begotten, and abiding in the paternal bosom, He knows all the things of the Father exactly; for this reason also the Evangelist had need of these words, that he might set forth the exact knowledge which the Son has concerning the Father. For the discourse was concerning knowledge; since if it is not this, for what sake has the bosom been adduced? For if God is neither a body — as indeed He is not — nor does it declare His genuineness and closeness towards Him Who begat Him, the expression has been flung down merely and at random, fulfilling no need for us. Yet it has not been flung down merely, far be it! For the Spirit utters nothing at random, but declares the closeness of the Son towards the Father. For since the Evangelist had pronounced a great thing — that neither does the creation above behold Him, that is, know Him with exactness — wishing to set up a trustworthy teacher of the matter, he has placed these words, so that you may believe Him in all things both as Son and as Only-begotten and as abiding in the paternal bosom, and may doubt nothing hereafter. And if anyone would not be contentious, nor wish to be shameless, I say that this is also indicative of eternity. For just as from that utterance spoken to Moses, I am He Who is, we understand eternity, so also from this utterance which says, Who is in the bosoms of the Father, it is possible to understand that He exists eternally in the bosoms of the Father. That the essence of God, then, is incomprehensible to all creation,
Notes, col. 732

On the reading

Printed την, for τὴν.

PG 48:733Read from the page
διὰ τούτων πάντων ἡμῖν ἀποδέδεικται· λείπεται δὴ λοιπὸν δεῖξαι, ὅτι ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον μόνον μετὰ ἀκριβείας αὐτὸν ἁπάσης ἐπίστανται. Ἀλλὰ τοῦτο εἰς ἑτέραν διάλεξιν ὑπερθέμενοι, ἵνα μὴ τῷ πλήθει καταχώσωμεν τὴν μνήμην τῶν εἰρημένων, ἐπὶ τὴν συνήθη τρέψωμεν τὸν λόγον πάλιν παραίνεσιν. Τίς δὲ ἡ συνήθης ἡμῖν παραίνεσις ἦν; Εὐχῆς ἐκτενοῦς ἔχεσθαι νηφούσῃ διανοίᾳ, καὶ ἀγρυπνούσῃ ψυχῇ. Καὶ γὰρ καὶ πρώην περὶ τούτων διαλεχθεὶς, εἶδον ἑτοίμως ἅπαντας ὑπακούσαντας. Ἄτοπον οὖν ῥᾳθυμοῦσι μὲν ἐγκαλεῖν, κατορθοῦντας δὲ μὴ ἐπαινεῖν.
has been demonstrated to us through all these things; it remains now for the rest to show that the Son and the Holy Spirit alone know Him with all exactness. Yet deferring this to another discourse, lest by multitude we bury the memory of the things that have been spoken, let us turn our speech back again to our customary exhortation. And what was our customary exhortation? To cleave to fervent prayer with a sober mind and a wakeful soul. For indeed, having discoursed concerning these things the other day also, I saw all men readily obeying. It would be absurd, then, to reproach men when they are slothful, yet not to praise them when they do rightly.
Ἐπαινέσαι τοίνυν ὑμᾶς βούλομαι σήμερον, καὶ χάριν ὑμῖν ἀποδοῦναι τῆς ὑπακοῆς ἐκείνης. Ἔσται δὲ ἡ χάρις, ἂν διδάξωμεν ὑμᾶς τίνος ἕνεκεν ἐκείνη γίνεται πρὸ τῶν ἄλλων ἡ εὐχὴ, καὶ τί δήποτε τοὺς δαιμονῶντας καὶ τῇ μανίᾳ τῇ πονηρᾷ κατεχομένους εἰσάγεσθαι κελεύει τότε ὁ διάκονος καὶ κλίνειν τὰς κεφαλάς; Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Ἅλυσις πονηρὰ καὶ χαλεπὴ τῶν δαιμόνων ἐστὶν ἡ ἐνέργεια, ἅλυσις παντὸς σιδήρου δυνατωτέρα. Καθάπερ οὖν δικαστοῦ πρόοδον ἔχοντος, καὶ ἐφ' ὑψηλοῦ τοῦ βήματος καθέζεσθαι μέλλοντος, οἱ δεσμοφύλακες τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἅπαντας ἐξαγαγόντες τοῦ οἰκήματος, πρὸ τῶν κιγκλίδων καὶ τῶν τοῦ δικαστηρίου παραπετασμάτων καθίζουσιν αὐχμῶντας, ῥυπῶντας, κομῶντας, ῥάκια περιβεβλημένους· οὕτω δὴ καὶ οἱ Πατέρες ἐνομοθέτησαν τοῦ Χριστοῦ μέλλοντος ὥσπερ ἐφ' ὑψηλοῦ προκαθέζεσθαι βήματος. καὶ ἐπ' αὐτῶν φαίνεσθαι τῶν μυστηρίων, τοὺς δαιμονῶντας καθάπερ δεσμώτας τινὰς εἰσάγεσθαι, οὐχ ἵνα εὐθύνας ὑπόσχωσι τῶν πεπλημμελημένων, καθάπερ ἐκεῖνοι οἱ δεδεμένοι, οὐδ' ἵνα κόλασιν ὑπομείνωσι καὶ τιμωρίαν, ἀλλ' ἵνα τοῦ δήμου, καὶ τῆς πόλεως ἁπάσης ἔνδον παρούσης κοιναὶ περὶ αὐτῶν ἱκετηρίαι γένωνται, πάντων ὁμοθυμαδὸν τὸν κοινὸν Δεσπότην ὑπὲρ αὐτῶν ἐξαιτουμένων, καὶ ἐλεῆσαι παρακαλούντων μετὰ σφοδρᾶς τῆς βοῆς.
I wish, therefore, to praise you to-day, and to render thanks to you for that obedience. And the return of thanks will be, if we teach you for what sake that prayer takes place before the others, and why in the world the deacon at that time bids those possessed by demons and held fast by wicked madness to be brought in and to bow their heads. For what sake, then, does he do this? A wicked and grievous chain is the working of the demons, a chain stronger than all iron. Just as, therefore, when a judge holds a procession and is about to take his seat upon a lofty tribunal, the gaolers lead forth all the inmates of the prison out of the chamber, and set them down in front of the latticed rails and the curtains of the court-house, squalid, filthy, with unkempt hair, clothed in rags; even so the Fathers also enacted by law that when Christ is about to take His seat beforehand, as it were, upon a lofty tribunal, and to appear in the very mysteries themselves, the demoniacs should be brought in like certain prisoners — not that they may undergo an accounting for their offences, like those fettered men, nor that they may endure chastisement and punishment, but that, while the people and the whole city are present within, common supplications may be made concerning them, all men with one accord entreating the common Master on their behalf, and beseeching Him with a vehement cry to show mercy.
εʹ. Τότε μὲν οὖν ἐνεκαλοῦμεν τοῖς καταλιμπάνουσι τὴν τοιαύτην εὐχὴν, καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον ἔξω διατρίβουσι· νυνὶ δὲ τοῖς ἔνδον μένουσιν ἐγκαλέσαι βούλομαι, οὐχ ὅτι μένουσιν ἔνδον, ἀλλ' ὅτι μένοντες τῶν ἔξω διατριβόντων οὐδὲν ἄμεινον διάκεινται, κατὰ τὸν φρικωδέστατον ἐκεῖνον καιρὸν ἀλλήλοις διαλεγόμενοι. Τί ποιεῖς, ἄνθρωπε; ὁρᾷς τοσούτους δεσμώτας ἀπὸ τῶν ἀδελφῶν τῶν σῶν ἑστηκότας πλησίον, καὶ σὺ περὶ τῶν οὐδὲν προσηκόντων διαλέγῃ πραγμάτων; ἡ γὰρ ὄψις μόνη οὐχ ἱκανή σε καταπλῆξαι, καὶ εἰς συμπάθειαν ἀγαγεῖν; ὁ ἀδελφός σου ἐν δεσμοῖς, καὶ σὺ ἐν ῥᾳθυμίᾳ; καὶ ποίαν ἕξεις συγγνώμην, εἰπέ μοι, οὕτως ἀσυμπαθὴς ὢν, οὕτως ἀπάνθρωπος, οὕτως ὠμός; Οὐ δέδοικας μή ποτέ σου διαλεγομένου, ῥᾳθυμοῦντος, ὀλιγωροῦντος, δαίμων τις ἐκεῖθεν ἐκπηδήσας σχολάζουσαν καὶ σεσαρωμένην εὑρὼν τὴν ψυχὴν, ἐπεισέλθῃ μετὰ ἀδείας πολλῆς, ἀθύρωτον τὴν οἰκίαν εὑρών; Οὐ γὰρ ἔδει πάντας κοινῇ πηγὰς δακρύων ἀφιέναι κατὰ τὴν ὥραν ἐκείνην, καὶ διαβρόχους ὁρᾶσθαι πάντων τοὺς ὀφθαλμοὺς, καὶ θρήνους καὶ οἰμωγὰς γίνεσθαι παρὰ τῆς Ἐκκλησίας ἁπάσης; Μετὰ τὴν κοινωνίαν τῶν μυστηρίων, μετὰ τὴν ἀπόλαυσιν τοῦ λουτροῦ, μετὰ τὸ συντάξασθαι τῷ Χριστῷ, ἴσχυσεν ὁ λύκος ἐκεῖνος ἁρπάσαι ἐκ τῆς ποίμνης τοὺς ἄρνας, καὶ κατέχειν μεθ' ἑαυτοῦ, καὶ σὺ ὁρῶν τὴν συμφορὰν οὐ δακρύεις; καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια; Οὐ θέλεις συναλγῆσαι τῷ ἀδελφῷ; κἂν ὑπὲρ σαυτοῦ δεῖσον καὶ διανάστηθι. Εἰ τὴν τοῦ γείτονος οἰκίαν εἶδες ἐμπυριζομένην, εἰπέ μοι, εἰ καὶ πάντων πολεμιώτατος ἦν ὁ γείτων, οὐκ ἂν ἔδραμες ἐπὶ τῷ σβέσαι τὴν πυρὰν, δεδοικὼς μὴ τὸ πῦρ ὁδῷ βαδίζον καὶ τῶν σῶν ἅψηται προθύρων; Τοῦτο καὶ ἐπὶ τῶν δαιμονώντων
5. At that time, then, we were reproaching those who forsake such a prayer and linger outside during that season; but now I wish to reproach those who remain within — not because they remain within, but because while remaining they are no better disposed than those who linger outside, conversing with one another during that most awe-inspiring season. What are you doing, O man? Do you see so many prisoners from among your own brethren standing near by, and do you converse about matters that in no way concern you? Is not the mere sight alone sufficient to strike you with dismay and lead you to compassion? Your brother is in bonds, and you in slothfulness? And what pardon will you have, tell me, being so unsympathetic, so inhuman, so cruel? Are you not afraid lest at some time, while you are conversing, being slothful, being heedless, some demon leaping forth from thence and finding your soul unoccupied and swept clean may enter in besides with great licence, finding the house unbarred? For ought not all men in common to shed fountains of tears at that hour, and the eyes of all to be seen drenched, and lamentations and wailings to arise from the whole Church? After the communion of the mysteries, after the enjoyment of the laver, after ranging themselves with Christ, that wolf had strength to snatch the lambs out of the flock and hold them fast with himself, and do you, beholding the calamity, not weep? And how are these things worthy of defence? Do you not wish to grieve together with your brother? At least fear on your own behalf and rouse yourself up. If you saw your neighbour's house on fire, tell me, even if that neighbour were most hostile of all men, would you not have run to quench the blaze, fearing lest the fire advancing on its way should lay hold of your own porch also? This also in the case of those possessed by demons
Notes, col. 733

On the reading

Printed βήματος., for βήματος,.

PG 48:734Read from the page
λογίζου· καὶ γὰρ πυρά τίς ἐστι καὶ ἐμπρησμὸς χαλεπὸς τῶν δαιμόνων ἡ ἐνέργεια. Σκόπει δή μοι μὴ καὶ τὴν σὴν προκαταλάβῃ ψυχὴν ὁδῷ βαδίζων ὁ δαίμων, καὶ ὅταν ἴδῃς παρόντα μετὰ πολλῆς τῆς σπουδῆς, πρόσφυγε τῷ Δεσπότῃ, ἵνα ἰδών σου τὴν θερμὴν καὶ διεγηγερμένην ψυχὴν ὁ δαίμων, ἄβατον αὐτῷ νομίσῃ λοιπὸν εἶναι τὴν διάνοιαν τὴν σήν. Ἂν μὲν γὰρ ἴδῃ χασμώμενον καὶ ῥᾳθυμοῦντα, ὡς εἰς ἔρημον καταγώγιον ταχέως ἐπεισελεύσεται· ἂν δὲ συντεταμένον καὶ διεγηγερμένον, καὶ τῶν οὐρανῶν αὐτῶν ἐκκρεμάμενον, οὐδὲ ἀντιβλέψαι τολμήσει λοιπόν. Ὥστε εἰ καὶ τῶν ἀδελφῶν καταφρονεῖς, ἀλλὰ σαυτοῦ φεῖσαι γοῦν, καὶ τὴν κατὰ τῆς σῆς ψυχῆς εἴσοδον ἀπόφραξον τῷ πονηρῷ δαίμονι. Οὐδὲν δὲ οὕτως αὐτοῦ τὴν καθ' ἡμῶν ἔφοδον ἀποτειχίζειν εἴωθεν, ὡς εὐχὴ καὶ δέησις ἐκτενής. Καὶ γὰρ αὐτὸ τοῦτο τὸ παρακελεύεσθαι τὸν διάκονον ἅπασι καὶ λέγειν, Ὀρθοὶ στῶμεν καλῶς, οὐχ ἁπλῶς οὐδὲ εἰκῆ νενομοθέτηται. ἀλλ' ἵνα τοὺς χαμαὶ συρομένους λογισμοὺς ἀνορθώτωμεν, ἵνα τὴν ἔκλυσιν τὴν ἐκ τῶν βιωτικῶν ἡμῖν γινομένην πραγμάτων ἐκβαλόντες, ὀρθὴν ἔμπροσθεν τοῦ Θεοῦ παραστῆσαι δυνηθῶμεν ἡμῶν τὴν ψυχήν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς. καὶ οὐχὶ πρὸς τὸ σῶμα. ἀλλὰ πρὸς τὴν ψυχὴν ὁ λόγος ἀποτείνεται, ταύτην κελεύων ἀνορθοῦν, ἀκούσωμεν καὶ Παύλου τοῦτον τὸν τρόπον ταύτῃ κεχρημένου τῇ λέξει. Πρὸς γὰρ ἀνθρώπους καταπεπτωκότας, καὶ πρὸς τὴν τῶν δεινῶν ἐπαγωγὴν ἀπαγορεύσαντας γράφων ἔλεγε· Τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε. Τί οὖν ἂν εἴποιμεν; ὅτι περὶ χειρῶν καὶ γονάτων λέγει τῶν τοῦ σώματος; Οὐδαμῶς· οὐ γὰρ δρομεῦσιν ἀνθρώποις, οὐδὲ παγκρατιασταῖς διαλέγεται, ἀλλὰ τὴν ἰσχὺν τῶν ἔνδον λογισμῶν προκαταβεβλημένην ὑπὸ τῶν πειρασμῶν ἀναστῆσαι διὰ τῶν ῥημάτων τούτων παρῄνεσεν. Ἐννόησον τίνος πλησίον ἕστηκας, μετὰ τίνων μέλλεις καλεῖν τὸν Θεὸν, μετὰ τῶν Χερουβίμ· ἀναλόγισαί σου τοὺς συγγορευτὰς, καὶ ἀρκέσει σοι τοῦτο εἰς νῆψιν, ὅταν ἐνθυμηθῇς, ὅτι σῶμα περικείμενος, καὶ σαρκὶ συμπεπλεγμένος, μετὰ τῶν ἀσωμάτων δυνάμεων κατηξιώθης ἀνυμνεῖν τὸν κοινὸν ἁπάντων Δεσπότην. Μηδεὶς τοίνυν διαλελυμένος τὴν προθυμίαν τῶν ἱερῶν κοινωνείτω καὶ μυστικῶν ὕμνων ἐκείνων· μηδεὶς βιωτικοὺς κατ' ἐκεῖνον τὸν καιρὸν ἐχέτω λογισμοὺς, ἀλλὰ πάντα τὰ γήϊνα τῆς διανοίας ἐξορίσας, καὶ πρὸς τὸν οὐρανὸν ὅλον ἑαυτὸν μεταθεὶς, ὡς αὐτοῦ πλησίον ἑστὼς τοῦ θρόνου τῆς δόξης, καὶ μετὰ τῶν Σεραφὶμ ἱπτάμενος, οὕτω τὴν πανάγιον ὕμνον ἀναφερέτω τῷ τῆς δόξης καὶ τῆς μεγαλωσύνης Θεῷ. Διὰ τοῦτο καὶ ἑστάναι καλῶς κατ' ἐκεῖνον τὸν καιρὸν κελευόμεθα. Τὸ γὰρ καλῶς ἑστάναι οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ τὸ οὕτως ἑστάναι, ὡς προσῆκόν ἐστιν ἄνθρωπον ὄντα ἔμπροσθεν ἑστάναι τοῦ Θεοῦ, μετὰ φρίκης καὶ τρόμου, μετὰ νηφούσης καὶ ἐγηγερμένης ψυχῆς. Ὅτι γὰρ πρὸς τὴν ψυχὴν καὶ αὕτη ἡ λέξις ἀποτείνεται, καὶ αὐτὸ τοῦτο πάλιν ὁ Παῦλος ἐδήλωσε λέγων· Οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί. Καθάπερ γὰρ ὁ τοξότης, ἐὰν εὔστοχα ἀφιέναι μέλλῃ τὰ βέλη, πρότερον τῆς στάσεως ἐπιμελεῖται τῆς ἑαυτοῦ, καὶ καταντικρὺ τοῦ σκοποῦ μετὰ ἀκριβείας ἑαυτὸν στήσας, τῆς ἀφέσεως ἔχεται τῶν βελῶν· οὕτω καὶ σὺ μέλλων τοξεύειν τὴν πονηρὰν τοῦ διαβόλου κεφαλὴν, τῆς στάσεως τῶν λογισμῶν ἐπιμελοῦ πρότερον, ἵν' ὀρθήν τινα κσὶ ἀπαρεμπόδιστον σαυτοῦ στηρίξας τὴν στάσιν, εὔστοχα ἀφῇς κατ' ἐκείνου τὰ βέλη.
consider; for indeed the working of the demons is a certain blaze and a grievous conflagration. Look well for me lest the demon, advancing on his way, seize upon your soul also beforehand; and when you see him present, flee for refuge with great earnestness to the Master, so that the demon, seeing your soul fervent and thoroughly awakened, may suppose your mind to be unapproachable for him hereafter. For if he sees a man yawning and slothful, he will quickly enter in as into a deserted lodging-place; whereas if he sees him intent and thoroughly awakened, and clinging fast to the very heavens themselves, he will not dare so much as to look him in the face hereafter. So that even if you despise your brethren, yet spare at least yourself, and bar off from the wicked demon the entrance against your soul. And nothing is so wont to wall off his onset against us as prayer and fervent supplication. For indeed this very thing — that the deacon bids all men and says, Let us stand upright well — has not been enacted by law merely or at random, but in order that we may set upright our thoughts that trail upon the ground, so that, having cast out the slackness that comes upon us from worldly affairs, we may be able to present our soul upright before God. And that this is true, and that the speech is directed not towards the body, but towards the soul, bidding us set it upright, let us hear Paul also making use of this expression in this manner. For writing to men who had fallen down and had given up heart in the face of the onset of calamities, he said: Set upright the slackened hands and the palsied knees. What then should we say? That he speaks concerning hands and knees of the body? By no means; for he is not discoursing to runners or to pancratiasts, but through these words he exhorted them to raise up the strength of their inward thoughts that had been cast down beforehand by temptations. Consider near Whom you stand, with whom you are about to call upon God — with the Cherubim; reckon up your fellow-choristers, and this will suffice you for sobriety, when you take to heart that, clothed about with a body and entwined with flesh, you have been counted worthy to hymn with the bodiless powers the common Master of all. Let no one, therefore, with slackened zeal partake of those sacred and mystic hymns; let no one hold worldly thoughts at that season, but having banished all earthly things from his mind and transferred himself wholly to heaven, as standing near the very throne of glory and flying with the Seraphim, so let him offer up the all-holy hymn to the God of glory and majesty. For this reason also we are bidden to stand well at that season. For to stand well is nothing else than so to stand as it is fitting for one who is a man to stand before God, with awe and trembling, with a sober and awakened soul. For that this expression also is directed towards the soul, Paul again declared this very thing also, saying: So stand fast in the Lord, beloved. For just as the archer, if he is about to shoot forth well-aimed shafts, first takes care for his own stance, and having planted himself with exactness straight opposite the mark, sets himself to the discharge of his shafts; so you also, being about to shoot at the wicked head of the devil, take care first for the stance of your thoughts, so that, having planted your stance upright and unhindered, you may shoot forth well-aimed shafts against him.
ϛʹ. Καὶ περὶ μὲν τῆς εὐχῆς ταῦτα· ἐπειδὴ δὲ πρὸς τῇ ῥᾳθυμίᾳ τῇ κατὰ τὰς εὐχὰς καὶ ἕτερόν τι πολλῆς ἀθυμίας γέμον ἐπενόησεν ὁ διάβολος, καὶ ταύτην ἀποτειχιστέον αὐτοῦ τὴν ἔφοδον. Τί τοίνυν ἐστὶν ὅπερ ἐκακούργησεν ὁ πονηρὸς δαίμων ἐκεῖνος; Ἰδὼν ὑμᾶς οὕτω
6. And concerning prayer, so much for these things; but since in addition to slothfulness during prayers the devil has devised something else also fraught with great dejection, we must wall off this onset of his also. What, then, is that which that wicked demon has maliciously wrought? Seeing you thus
Notes, col. 734

On the reading

Printed νενομοθέτηται., for νενομοθέτηται,.

Printed ἀνορθώτωμεν, for ἀνορθώσωμεν.

Printed ἀληθὲς., for ἀληθὲς,.

Printed σῶμα., for σῶμα,.

Printed συγγορευτὰς, for συγχορευτὰς.

Printed τὴν πανάγιον, for τὸν πανάγιον.

Printed κσὶ, for καὶ.

PG 48:735Read from the page
καθάπερ ἓν σῶμα συνεσφιγμένους, καὶ μετὰ πολλῆς τῆς ἀκριβείας τοῖς λεγομένοις προσηλωμένους, καθεῖναι μέν τινας τῶν αὐτοῦ διακόνων τοὺς διὰ συμβουλῆς καὶ παραινέσεως ἀπάξοντας ὑμᾶς τῆς ἀκροάσεως οὐκ ἐτόλμησεν· ᾔδει γὰρ ὡς οὐδεὶς ὑμῶν ἀνέξεται τῶν ταῦτα συμβουλευόντων· λῃστὰς δέ τινας καὶ βαλαντιοτόμους ἐγκαταμίξας τῷ πλήθει, παρεσκεύασε παρὰ πολλῶν πολλάκις τῶν ἐνταῦθα συλλεγομένων χρυσίον, ὅπερ εἶχον ἀποδεδεμένον, ὑφελέσθαι· καὶ τοῦτο πολλάκις καὶ ἐπὶ πολλῶν ἐνταῦθα συνέβη. Ἵν' οὖν μηδὲ τοῦτο γίνηται, μηδὲ τὴν περὶ τὴν ἀκρόασιν προθυμίαν ἡ τῶν χρημάτων ζημία κατασβέσῃ τῷ χρόνῳ, πολλῶν τοῦτο πασχόντων, παραινῶ καὶ συμβουλεύω πᾶσιν ὑμῖν, μηδένα χρυσίον ἐπιφερόμενον ἐσιέναι ἐνταῦθα, ὥστε μὴ τὴν ὑμετέραν σπουδὴν, τὴν περὶ τὴν ἀκρόασιν, ἐφόδιον ἐκείνοις γενέσθαι τῆς κακουργίας, μηδὲ τὴν ἡδονὴν τὴν ἐκ τῆς ἐνταῦθα διατριβῆς ἐγγινομένην ὑμῖν, τῇ τῶν χρημάτων ἀμαυρωθῆναι κλοπῇ. Καὶ γὰρ ὁ διάβολος τοῦτο κατεσκεύασεν, οὐχ ἵνα ὑμᾶς πενεστέρους ἐργάσηται, ἀλλ' ἵνα ἡ τῶν χρημάτων ἀπώλεια, εἰς ἀηδίαν ὑμᾶς ἐμβαλοῦσα πολλὴν, τῆς προθυμίας ἀπαγάγῃ τῆς περὶ τὴν ἀκρόασιν. Ἐπεὶ καὶ τὸν Ἰὼβ τῶν χρημάτων ἐγύμνωσεν ἁπάντων, οὐχ ἵνα πενέστερον ἐργάσηται, ἀλλ' ἵνα γυμνώσῃ τῆς εὐσεβείας. Τὸ γὰρ σπουδαζόμενον ἐκείνῳ, οὐ χρήματα ἀφελέσθαι (οἶδε γὰρ οὐδὲν τοῦτο ὂν), ἀλλ' ἵνα διὰ τῆς τῶν χρημάτων ἀφαιρέσεως εἰς ἁμαρτίαν ψυχῆς ἐμβάλῃ· κἂν μὴ τοῦτο ἰσχύσῃ ποιῆσαι, οὐδὲν ἡγήσεται κατωρθωκέναι ποτέ. Εἰδὼς τοίνυν αὐτοῦ τὴν γνώμην, ἀγαπητὲ, ὅταν ἀφέληταί σου χρυσίον, ἢ διὰ λῃστῶν, ἢ δι' ἑτέρας τινὸς προφάσεως, δόξασον τὸν Δεσπότην, καὶ
knit fast together like one body, and riveted with great exactness to the things spoken, he did not dare to send down certain of his ministers to draw you away from the hearing through counsel and persuasion — for he knew that none of you would endure those who counsel such things — but having mingled certain robbers and cut-purses in the multitude, he contrived that gold which they kept tied up should oftentimes be filched from many of those who gather here; and this has oftentimes happened here in the case of many. In order, therefore, that neither may this take place, nor the loss of money quench in time your zeal for hearing, since many suffer this, I exhort and counsel you all that no one should enter in here carrying gold upon him, lest your earnestness concerning the hearing become for those men a supply for their villainy, and lest the pleasure that arises in you from tarrying here be dimmed by the theft of money. For indeed the devil contrived this, not that he might render you poorer, but that the loss of money, casting you into great distaste, might lead you away from your zeal concerning the hearing. Since he stripped Job also bare of all his possessions, not that he might render him poorer, but that he might strip him bare of godliness. For what is eagerly sought by him is not to take away money (for he knows that this is nothing), but that through the taking away of money he may cast a man into sin of soul; and if he does not prevail to do this, he will deem that he has never accomplished anything at all. Knowing his mind, therefore, beloved, when he takes away gold from you, whether through robbers or through some other pretext, glorify the Master, and
ΠΕΡΙ ΑΚΑΤΑΛΗΠΤΟΥ ΠΡΟΣ ΤΟΥΣ ΑΝΟΜΟΙΟΥΣ.
On the Incomprehensible, Against the Anomoeans.
Λόγος πέμπτος.
Fifth Discourse.
αʹ. Ἐπειδὰν μέλλῃ τις μικροτέρας ὑποθέσεως ἅπτεσθαι, καὶ πολλῶν δεομένης λόγων, καὶ οὐκ ἐν ἡμέρᾳ μιᾷ καὶ δύο καὶ τρισὶν, ἀλλ' ἐν πολλῷ πλείοσι περαιουμένης, ἀναγκαῖον εἶναι νομίζω τῷ τοιούτῳ μὴ πᾶσαν ἀθρόως μηδὲ ὑφ' ἓν ἐπιτιθέναι τῇ τῶν ἀκροατῶν διανοίᾳ τὴν διδασκαλίαν, ἀλλ' εἰς πολλὰ τὸ ὅλον κατατέμνοντα μέρη, κοῦφον καὶ εὔληπτον τῷ κατακερματισμῷ τοῦτο ποιεῖν τὸ τοῦ λόγου φορτίον. Καὶ γὰρ καὶ γλῶττα καὶ ἀκοὴ καὶ ἕκαστον τῶν αἰσθητηρίων ἡμῶν μέτρα καὶ κανόνας καὶ ὅρους ἔχει κειμένους, κἂν ἐπιχειρήσῃ τις τούτους ὑπερβῆναί ποτε τοὺς ὅρους, καὶ τῆς οὔσης ἐκπίπτει δυνάμεως. Τί γὰρ γλυκύτερον φωτὸς, εἰπέ μοι; τί δὲ ἥδιον ἀκτῖνος; ἀλλ' ὅμως τὸ γλυκὺ τοῦτο καὶ ἡδὺ, ὅταν ὑπὲρ τὸ μέτρον ἡμῶν ὁμιλήσῃ τοῖς ὄμμασιν, ἐπαχθὲς γίνεται καὶ φορτικόν. Διὰ τοῦτο καὶ ὁ Θεὸς νύκτα ἐνομοθέτησεν εἶναι μετὰ τὴν ἡμέραν, ἵνα πεπονηκότας παραλαβοῦσα τοὺς ὀφθαλμοὺς, καταστείλῃ τὰ βλέφαρα, κοιμήσῃ τὰς κόρας, ἀναπαύσῃ καμοῦσαν ἡμῖν τὴν ὀπτικὴν δύναμιν, καὶ πρὸς τὴν τῆς μελλούσης ἡμέρας θεωρίαν ἐπιτηδειοτέραν παρασκευάσῃ. Διὰ τοῦτο καὶ ἐγρήγορσις καὶ ὕπνος ἐναντία ὄντα ἀλλήλοις, ἀπὸ τῆς συμμετρίας ὁμοίως ἀλλήλοις ἥδιστα γίνεται, καὶ γλυκὺ καλοῦντες τὸ φῶς, γλυκὺν ὁμοίως καλοῦμεν καὶ τὸν
1. Whenever anyone is about to lay hold of a lengthier subject, one requiring many discourses, and brought to completion not in one day or two or three, but in far more, I suppose that it is necessary for such a man not to lay the whole teaching all at once or in a single mass upon the mind of his hearers, but, cutting up the whole into many parts, to make this burden of the discourse light and easy to grasp by parcelling it out. For indeed both tongue and hearing and each of our organs of sense has appointed measures and rules and bounds, and if anyone ever attempts to overstep these bounds, he falls short even of the power that he has. For what is sweeter than light, tell me? And what is more pleasant than a sunbeam? Yet nevertheless this sweet and pleasant thing, when it holds converse with our eyes beyond measure, becomes irksome and burdensome. For this reason also God enacted by law that there should be night after the day, so that, receiving the eyes when wearied out, it may draw down the eyelids, lull the pupils to sleep, give rest to our fatigued visual power, and prepare it to be fitter for the beholding of the coming day. For this reason also both waking and sleep, though opposite to one another, become through due proportion equally most pleasant with one another, and calling the light sweet, we likewise call sweet also the
Notes, col. 735

On the reading

Printed μικροτέρας, for μακροτέρας.

PG 48:736Read from the page
πλέον ἔσῃ κεκερδηκὼς, καὶ διπλῆν δώσεις τῷ ἐχθρῷ τὴν πληγὴν, ὅτι τε οὐκ ἐδυσχέρανας, καὶ ὅτι ηὐχαρίστησας. Ἂν μὲν γὰρ ἴδῃ, ὅτι σε ταπεινοῖ τῶν χρημάτων ἡ ζημία, καὶ πείθει κατὰ τοῦ Δεσπότου δυσχερᾶναι, οὐδέποτε ἀποστήσεται τοῦτο ἐργαζόμενος· ἂν δὲ θεάσηται, ὅτι οὐ μόνον οὐ βλασφημεῖς τὸν πεποιηκότα σε Θεὸν, ἀλλὰ καὶ εὐχαριστεῖς αὐτῷ ἐφ' ἑκάστῳ τῶν συμβαινόντων δεινῶν, ἀποστήσεται ἐπάγων τοὺς πειρασμοὺς, εἰδὼς ὅτι εὐχαριστίας σοι ὑπόθεσις γίνεται τῶν δεινῶν ἡ πεῖρα, καὶ λαμπροτέρους ἐργάζεταί σοι τοὺς στεφάνους, καὶ πλείονα τὰ βραβεῖα. Ὅπερ οὖν καὶ ἐπὶ τοῦ Ἰὼβ γέγονεν. Ἐπειδὴ γὰρ ἀφελόμενος αὐτοῦ τὰ χρήματα, καὶ τὸ σῶμα πατάξας, εἶδεν εὐχάριστον γενόμενον, οὐκέτι προσελθεῖν ἐτόλμησεν, ἀλλ' αἰσχρὰν καὶ ἀσύγγνωστον ὑπομείνας ἧτταν ἀπήει, λαμπρότερον ἐργασάμενος τοῦ Θεοῦ τὸν ἀθλητήν. Ταῦτα οὖν καὶ ἡμεῖς εἰδότες ἓν μόνον φοβώμεθα, τὴν ἁμαρτίαν, τὰ δὲ ἄλλα γενναίως φέρωμεν, κἂν χρημάτων ζημία, κἂν νόσος σωμάτων, κἂν περιστάσεις πραγμάτων, κἂν ἐπήρεια, κἂν συκοφαντία, κἂν ἄλλο ὁτιοῦν ἐπάγηται δεινὸν ἡμῖν· τούτων γὰρ ἡ φύσις οὐ μόνον ἡμᾶς οὐ παραβλάψει, ἀλλὰ καὶ τὰ μέγιστα ὠφελῆσαι δυνήσεται, ἂν μετ' εὐχαριστίας αὐτὰ φέρωμεν, καὶ πλείονας ἡμῖν ἐργάσεται τοὺς μισθούς. Ὁρᾷς γοῦν καὶ τὸν Ἰὼβ μετὰ τὸ τοὺς στεφάνους τῆς ὑπομονῆς καὶ τῆς ἀνδρείας ἅπαντας ἀναδήσασθαι, διπλᾶ τὰ ἀπολωλότα ἀπειληφότα ἅπαντα. Σὺ δὲ οὐχὶ διπλᾶ καὶ τριπλᾶ, ἀλλ' ἑκατονταπλασίονα πάντα ἀπολήψῃ, ἂν φέρῃς γενναίως, καὶ ζωὴν αἰώνιον κληρονομήσεις· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
you will have gained more, and you will deal the enemy a double blow, both because you were not vexed and because you gave thanks. For if he sees that the loss of money humbles you and persuades you to be vexed against the Master, he will never desist from working this; whereas if he beholds that you not only do not blaspheme God Who made you, but also give thanks to Him over each of the calamities that befall, he will desist from bringing on temptations, knowing that the trial of calamities becomes for you a matter of thanksgiving, and works for you brighter crowns and greater prizes. Which very thing, then, happened in the case of Job also. For when, having taken away his possessions and smitten his body, he saw that he had proved thankful, he dared no longer approach him, but having endured a shameful and unpardonable defeat he departed, having rendered the athlete of God more illustrious. Knowing these things, therefore, let us also fear one thing alone, namely sin, and let us nobly bear all other things, even if loss of money, even if sickness of bodies, even if distressing circumstances, even if despiteful treatment, even if false accusation, even if any other calamity whatsoever be brought upon us; for the nature of these things not only will not harm us, but will even be able to benefit us in the highest degree, if we bear them with thanksgiving, and will work for us greater rewards. You see, at all events, that Job also, after binding upon himself all the crowns of endurance and manliness, received back double all that had been lost. And you will receive back all things not double and triple, but a hundredfold, if you bear them nobly, and will inherit eternal life; which may we all attain, by the grace and loving-kindness towards men of our Lord Jesus Christ, to Whom be the glory and the might, now and ever, and unto the ages of the ages. Amen.
ὕπνον τὸν ἀπάγοντα ἡμᾶς τοῦ φωτός. Οὕτως ἡ ἀμετρία πανταχοῦ βαρὺ καὶ ἐπαχθὲς, καὶ τὸ σύμμετρον ἡδὺ καὶ χρήσιμον ἡμῖν καὶ προσηνές. Διὰ δὴ τοῦτο καὶ ἡμεῖς τετάρτην ἢ καὶ πέμπτην ἡμέραν ἔχοντες λοιπὸν, ἐξ οὗ τὸν περὶ ἀκαταλήπτου κινοῦμεν λόγον, οὐδέπω καὶ τήμερον αὐτὸν ἀπαρτίσαι παρεσκευάσμεθα, ἀλλὰ τὰ σύμμετρα πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπόντες, πάλιν ἀναπαῦσαι τὴν διάνοιαν ὑμῶν ἔγνωμεν. Ποῦ τοίνυν πρώην τὸν λόγον κατελίπομεν; ἀνάγκη γὰρ αὐτὸν ἐκεῖθεν ἀνελέσθαι πάλιν, ἐπειδὴ μία τίς ἐστι διδασκαλίας ἀκολουθία. Ἐλέγομεν τότε, ὅτι τῆς βροντῆς ὁ υἱὸς εἶπεν, ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, αὐτὸς ἐξηγήσατο. Σήμερον ἀναγκαῖον μαθεῖν, ποῦ τοῦτο αὐτὸς ἐξηγήσατο ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ. Ἀπεκρίθη, φησὶ, τοῖς Ἰουδαίοις, καὶ εἶπεν· οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα. Ὅρασιν πάλιν ἐνταῦθα τὴν γνῶσιν λέγει. Καὶ οὐκ εἶπεν ἁπλῶς, ὅτι Οὐδεὶς οἶδε τὸν Πατέρα, καὶ ἐσίγησεν, ἵνα μή τις περὶ ἀνθρώπων τοῦτο λέγεσθαι νομίζῃ μόνον, ἀλλὰ βουλόμενος δεῖξαι, ὅτι οὔτε
sleep that leads us away from the light. Thus excess is everywhere heavy and irksome, and due proportion is pleasant and useful and gentle to us. For this very reason we also, having now the fourth or even fifth day since we have been setting in motion our discourse concerning the Incomprehensible, have not prepared ourselves even to-day as yet to bring it to completion, but having spoken what is in due proportion towards your charity, we have resolved once again to give rest to your mind. Where, then, did we leave off our discourse the other day? For it is necessary to take it up again from thence, since there is one continuous thread of teaching. We were saying at that time that the son of thunder said that No man hath seen God at any time; the only-begotten Son, Who is in the bosoms of the Father, He hath declared Him. To-day it is necessary to learn where the only-begotten Son of God Himself declared this. He answered, says he, unto the Jews, and said: Not that any man hath seen the Father, save He Who is from God, He hath seen the Father. Here again He calls knowledge sight. And He did not simply say that No man knows the Father, and fall silent, lest anyone should suppose this to be spoken concerning men alone, but wishing to show that neither