Migne Reading Room

PG 48 · cols. 725–730 · Read from the page

On the incomprehensible nature of God, etc., twelve homilies

On the incomprehensible nature of God, etc., twelve homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:725Read from the page
ϛʹ. Ὅτι δὲ οὐ τοῖς Χερουβὶμ, οὐδὲ τοῖς Σεραφὶμ μόνον, ἀλλ' οὐδὲ ἀρχαῖς, οὐδὲ ἐξουσίαις, οὐδὲ ἄλλῃ τινὶ κτιστῇ δυνάμει κατάληπτός ἐστιν ὁ Θεὸς, καὶ τοῦτο ἐβουλόμην ἀποδεῖξαι νῦν, ἀλλ' ἔκαμεν ἡμῖν ἡ διάνοια, οὐ τῷ πλήθει, ἀλλὰ τῇ φρίκῃ τῶν εἰρημένων. Τρέμει γὰρ καὶ ἐκπέπληκται ἡ ψυχὴ ἐπὶ πολὺ ταῖς ἄνω ἐνδιατρίβουσα θεωρίαις. Διὸ φέρε αὐτὴν ἐκ τῶν οὐρανῶν καταβιβάσωμεν καὶ ψυχαγωγήσωμεν καταπεπληγμένην, ἐπὶ τὴν συνήθη καταφυγόντες παράκλησιν. Τίς δὲ αὕτη ἐστίν; Εὔχεσθαι τοὺς τὰ τοιαῦτα νοσοῦντας ὑγιᾶναί ποτε. Εἰ γὰρ ὑπὲρ τῶν ἐν νόσοις, ἐν μετάλλοις, ἐν σκληραῖς δουλείαις, καὶ ὑπὲρ τῶν ἐνεργουμένων κελευόμεθα τὸν Θεὸν παρακαλεῖν, πόσῳ μᾶλλον ὑπὲρ τούτων; Ἐπεὶ καὶ χαλεπωτέρα τοῦ δαίμονος ἡ ἀσέβεια· ἐκείνη μὲν γὰρ ἔχει συγγνώμην ἡ μανία, αὕτη δὲ πάσης ἀπολογίας ἡ νόσος ἐστέρηται. Ἀλλ' ἐπειδὴ τῆς ὑπὲρ τῶν ἐνεργουμένων ἐμνήσθην εὐχῆς, βούλομαί τι πρὸς τὴν ὑμετέραν διαλεχθῆναι ἀγάπην, καὶ νόσημα τῆς Ἐκκλησίας ἐκκόψαι χαλεπόν. Καὶ γὰρ ἄτοπον ἂν εἴη τοὺς ἔξωθεν μετὰ τοσαύτης ἰατρεύοντας ἐπιμελείας τῶν οἰκείων καταφρονεῖν μελῶν. Τί ποτ' οὖν ἐστι τὸ νόσημα; Τὸ πλῆθος τοῦτο τὸ ἄφατον, τὸ συγκεκροτημένον νῦν, καὶ μετὰ τοσαύτης ἀκριβείας προσέχον τοῖς λεγομένοις, κατὰ τὴν φρικωδεστάτην ὥραν ἐκείνην πολλάκις ἐπιζητήσας ἰδεῖν οὐκ ἠδυνήθην, καὶ σφόδρα ἐστέναξα, ὅτι τοῦ μὲν συνδούλου διαλεγομένου πολλὴ ἡ σπουδὴ, ἐπιτεταμένη ἡ προθυμία τῶν συνωθούντων ἀλλήλους καὶ μέχρι τέλους παραμενόντων, τοῦ δὲ Χριστοῦ φαίνεσθαι μέλλοντος ἐπὶ τῶν ἱερῶν μυστηρίων, κενὴ καὶ ἔρημος ἡ Ἐκκλησία γίνεται. Καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; Ἀπὸ τῆς ῥᾳθυμίας ταύτης καὶ τοὺς ἐπαίνους τοὺς ἐπὶ τῇ κατὰ τὴν ἀκρόασιν σπουδῇ πάντας ἀπόλλυτε. Τίς γὰρ ὑμῶν οὐ καταγνώσεται καὶ ἡμῶν, ὅταν ἴδῃ τὸν καρπὸν τῆς ἀκροάσεως εὐθέως ὑμῖν διαρῥυέντα; Εἰ γὰρ μετὰ ἀκριβείας προσείχετε τοῖς λεγομένοις, διὰ τῶν ἔργων ἂν ἐπεδείξασθε τὴν σπουδήν· τὸ δὲ εὐθέως ἀκούοντας ἀποπηδᾷν σημεῖόν ἐστι τοῦ μηδὲν δέξασθαι τῶν εἰρημένων καὶ ἐναποθέσθαι τῇ διανοίᾳ. Εἰ γὰρ ἐναπέκειτο τὰ λεγόμενα ταῖς ψυχαῖς, πάντως ἂν ὑμᾶς ἔνδον κατέσχε, καὶ πρὸς τὰ φρικωδέστατα μετὰ πλείονος εὐσεβείας παρέπεμψε. Νῦν δὲ ὥσπερ κιθαρῳδοῦ τινος ἀκούσαντες, οὕτως ἔρημοι πάσης ὠφελείας, παυσαμένου τοῦ λέγοντος, ἀναχωρεῖτε. Ἀλλὰ τίς ἡ ψυχρὰ τῶν πολλῶν ἀπολογία; Εὔξασθαι, φησὶ, καὶ ἐπὶ τῆς οἰκίας δύναμαι, ὁμιλίας δὲ ἀκοῦσαι καὶ διδασκαλίας οὐ δυνατὸν ἐπὶ τῆς οἰκίας. Ἀπατᾷς σαυτὸν, ἄνθρωπε· εὔξασθαι μὲν γὰρ καὶ ἐπὶ τῆς οἰκίας δυνατὸν, οὕτω δὲ εὔξασθαι ὡς ἐπὶ τῆς Ἐκκλησίας ἀδύνατον, ὅπου Πατέρων πλῆθος τοσοῦτον, ὅπου βοὴ πρὸς τὸν Θεὸν ὁμοθυμαδὸν ἀναπέμπεται. Οὐχ οὕτως εἰσακούῃ κατὰ σαυτὸν τὸν Δεσπότην παρακαλῶν, ὡς μετὰ τῶν ἀδελφῶν τῶν σῶν. Ἐνταῦθα γάρ ἐστί τι πλέον, οἷον ἡ ὁμόνοια καὶ ἡ συμφωνία, καὶ τῆς ἀγάπης ὁ σύνδεσμος, καὶ αἱ τῶν ἱερέων εὐχαί. Διὰ γὰρ τοῦτο οἱ ἱερεῖς προεστήκασιν, ἵνα αἱ τοῦ πλήθους εὐχαὶ ἀσθενέστεραι οὖσαι, τῶν δυνατωτέρων τούτων ἐπιλαβόμεναι, ὁμοῦ συνανέλθωσιν αὐταῖς εἰς τὸν οὐρανόν. Ἄλλως δὲ τί γένοιτ' ἂν ὄφελος ὁμιλίας, ὅταν εὐχὴ μὴ ᾖ συνεζευγμένη; Πρότερον εὐχὴ, καὶ τότε λόγος· οὕτω καὶ οἱ ἀπόστολοί φασιν· Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσωμεν. Οὕτω καὶ ὁ Παῦλος ποιεῖ ἐν τοῖς προοιμίοις τῶν ἐπιστολῶν εὐχόμενος, ἵν' ὥσπερ λύχνου φῶς, οὕτω τὸ τῆς εὐχῆς φῶς
6. And that God is comprehensible neither to the Cherubim nor to the Seraphim alone, nor yet to principalities, nor to authorities, nor to any other created power, this too I was wishing to demonstrate now, save that our mind has grown weary, not from the multitude, but from the dread of the things spoken. For the soul trembles and is struck with awe when it lingers at great length among contemplations on high. Wherefore come, let us bring it down from the heavens and console it in its dismay, taking refuge in our accustomed exhortation. And what is this? To pray that those who suffer from such maladies may one day recover health. For if on behalf of those in sicknesses, in mines, in harsh bondages, and on behalf of the demon-possessed we are bidden to entreat God, how much more on behalf of these men? Since impiety is also more grievous than the demon; for that madness obtains pardon, whereas this disease is deprived of every defence. Yet since I have made mention of the prayer on behalf of the demon-possessed, I wish to discourse somewhat with your charity, and to cut out a grievous malady of the Church. For indeed it would be absurd, while healing outsiders with such great diligence, to despise our own members. What then, pray, is the malady? This unspeakable multitude, now banded together and attending with such great exactness to the things spoken, I have often sought at that most awesome hour and have not been able to see, and I have groaned deeply, because while a fellow-servant is discoursing great is the zeal, intense is the eagerness of those jostling one another and abiding until the end, yet when Christ is about to appear over the sacred mysteries, the Church becomes empty and deserted. And how can these things be worthy of pardon? Through this indolence you lose also all the praises for your zeal during the hearing. For who will not condemn both you and us, when he sees the fruit of the hearing straightway slipping away from you? For if you had been attending with exactness to the things spoken, you would have displayed your zeal through deeds; whereas leaping up and departing straightway upon hearing is a sign of having received nothing of what was spoken nor laid it up in the mind. For if the things spoken lay treasured in your souls, they would assuredly have detained you within, and escorted you with greater piety to those most awesome mysteries. Now, however, just as though having listened to some cithara-player, so devoid of all benefit do you withdraw once the speaker has ceased. Yet what is the frigid defence of the many? I am able, one says, to pray at home as well, whereas to hear a homily and teaching at home is impossible. You deceive yourself, O man; for to pray at home is indeed possible, yet to pray in such a manner as in the Church is impossible, where there is so great a multitude of Fathers, where a cry is sent up to God with one accord. You are not heard in the same way when entreating the Master by yourself as when with your brethren. For here there is something more, such as concord and harmony, and the bond of charity, and the prayers of the priests. For on this account the priests preside, so that the prayers of the multitude, being weaker, laying hold of these more powerful ones, may ascend together with them into heaven. Otherwise, what benefit could come of a homily when prayer is not yoked with it? First prayer, and then the word; so also the apostles say: But we will persevere in prayer and in the ministry of the word. So also Paul does, praying in the preambles of his epistles, so that just as the light of a lamp, so the light of prayer
PG 48:726Read from the page
προοδοποιήσῃ τῷ λόγῳ. Ἐὰν ἐθίσῃς σεαυτὸν εὔχεσθαι μετὰ ἀκριβείας, οὐ δεήσῃ τῆς παρὰ τῶν συνδούλων διδασκαλίας, αὐτοῦ σοι τοῦ Θεοῦ χωρὶς μεσίτου τινὸς καταυγάζοντος τὴν διάνοιαν. Εἰ δὲ εὐχὴ μόνου τοσαύτην ἔχει δύναμιν, πολλῷ μᾶλλον ἡ μετὰ πλήθους· μείζονα γὰρ ταύτης τὰ νεῦρα, καὶ πλείων ἡ παῤῥησία πολλῷ τῆς ἐν οἰκίᾳ καὶ κατ' ἰδίαν. Πόθεν τοῦτο δῆλον; Αὐτοῦ τοῦ Παύλου λέγοντος ἄκουσον· Ὃς ἐκ τηλικούτου θανάτου ἐῤῥύσατο ἡμᾶς, καὶ ῥύεται· ἠλπίκαμεν δὲ ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν τῇ δεήσει ὑπὲρ ἡμῶν, ἵνα τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν προσώπων εὐχαριστηθῇ ὑπὲρ ἡμῶν. Οὕτω καὶ Πέτρος τὸ δεσμωτήριον διέφυγε. Προσευχὴ γὰρ ἦν ἐκτενὴς ὑπὸ τῆς Ἐκκλησίας ὑπὲρ αὐτοῦ γινομένη πρὸς τὸν Θεόν. Εἰ δὲ Πέτρον ὠφέλησε τῆς Ἐκκλησίας ἡ εὐχὴ, καὶ τὸν στῦλον ἐκεῖνον ἐξέβαλε τοῦ δεσμωτηρίου, πῶς σὺ καταφρονεῖς τῆς δυνάμεως αὐτῆς, εἰπέ μοι, καὶ ποίαν ἕξεις ἀπολογίαν; Ἄκουσον καὶ αὐτοῦ τοῦ Θεοῦ λέγοντος, ὅτι δυσωπεῖται τὸ πλῆθος μετ' εὐνοίας αὐτὸν παρακαλοῦν. Πρὸς γὰρ τὸν Ἰωνᾶν ἀπολογούμενος, διὰ τοῦ φυτοῦ τῆς κολοκύντης, φησί· Σὺ μὲν ἐφείσω ὑπὲρ τῆς κολοκύντης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας, οὐδὲ ἐξέθρεψας αὐτήν· ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευῖ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν; Οὐχ ἁπλῶς τὸ πλῆθος προβάλλεται, ἀλλ' ἵνα μάθῃς, ὅτι ἡ μετὰ συμφωνίας εὐχὴ μεγάλην ἔχει τὴν δύναμιν. Τοῦτο καὶ ἐξ ἀνθρωπίνης ἱστορίας ὑμῖν ποιῆσαι βούλομαι φανερόν.
may prepare the way before the word. If you accustom yourself to pray with exactness, you will have no need of teaching from your fellow-servants, since God Himself will illumine your mind without any mediator. And if the prayer of a single man possesses so great a power, much more that which is offered with a multitude; for its sinews are greater than those of the former, and its boldness is far more abundant than that of prayer at home and in private. Whence is this evident? Hear Paul himself saying: Who delivered us from so great a death, and does deliver; and in Whom we have hoped that He will also deliver us yet again, while you too join in helping on our behalf by supplication, so that for the gracious gift bestowed upon us thanks may be given through many persons on our behalf. Thus Peter also escaped the prison. For earnest prayer was being made to God for him by the Church. And if the prayer of the Church benefited Peter, and brought that pillar out of the prison, how do you despise its power, tell me, and what defence will you have? Hear God Himself also saying that He yields out of regard to a multitude entreating Him with goodwill. For making His defence to Jonah by means of the gourd plant, He says: You spared the gourd, for which you neither suffered toil nor reared it; and shall I not spare Nineveh, the great city, wherein dwell more than twelve myriads of men? Not idly does He put forward the multitude, but so that you may learn that prayer offered in harmony possesses great power. This I wish to make manifest to you from human history as well.
ζʹ. Πρὸ γὰρ δέκα τούτων ἐτῶν ἑάλωσαν ἐπὶ τυραννίδι τινὲς, καθάπερ καὶ ὑμεῖς ἴστε. Εἶτα τῶν ἐν δυναστείᾳ τις ὄντων ὑπεύθυνος τοῖς ἐγκλήμασι φανεὶς, σπαρτίον ἐπὶ τοῦ στόματος λαβὼν, ἐξήγετο τὴν ἐπὶ θάνατον ὁδόν. Τότε δὴ πᾶσα ἡ πόλις ἐπὶ τὸν ἱππόδρομον ἔτρεχε, καὶ τοὺς ἐκ τῶν ἐργαστηρίων ἐξῆγον, καὶ κοινῇ πᾶς ὁ δῆμος ἀνελθὼν ἐξήρπασε τῆς βασιλικῆς ὀργῆς τὸν καταδικασθέντα, καὶ οὐδεμιᾶς ἄξιον ὄντα συγγνώμης. Εἶτα βασιλέως μὲν ὀργὴν ἐπιγείου καταλῦσαι βουλόμενοι, μετὰ παίδων καὶ γυναικῶν συνετρέχετε πάντες, τὸν δὲ τῶν οὐρανῶν βασιλέα μέλλοντες ἵλεω ποιήσειν, καὶ ἐξαρπάσειν τῆς ὀργῆς αὐτοῦ οὐχ ἕνα καθάπερ τότε, οὐδὲ δύο καὶ τρεῖς καὶ ἑκατὸν, ἀλλὰ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ἁμαρτωλοὺς, καὶ τοὺς δαιμονῶντας ἀπαλλάττειν τῆς τοῦ διαβόλου παγίδος, ἔξω καθέζεσθε, καὶ οὐ συντρέχετε κοινῇ πάντες, ἵνα ὁ Θεὸς τὴν συμφωνίαν ὑμῶν αἰδεσθεὶς, κἀκείνοις ἀφῇ τὴν κόλασιν, καὶ ὑμῖν συγχωρήσῃ τὰ ἁμαρτήματα; Εἰ γὰρ ἐπ' ἀγορᾶς τύχοις ὢν κατὰ τὸν καιρὸν ἐκεῖνον, εἰ γὰρ ἐπὶ τῆς οἰκίας, εἰ γὰρ ἐν ἀπαραιτήτοις πράγμασιν, οὐχὶ παντὸς λέοντος σφοδρότερον ἅπαντα διαρῥήξας τὰ δεσμὰ πρὸς τὴν κοινὴν ἱκετηρίαν αὐτομολήσεις; Ποίαν ἕξεις σωτηρίας ἐλπίδα, εἰπέ μοι. κατὰ τὸν καιρὸν ἐκεῖνον, ἀγαπητέ; Οὐκ ἄνθρωποι μόνοι βοῶσι τὴν φρικωδεστάτην ἐκείνην βοὴν, ἀλλὰ καὶ ἄγγελοι προσπίπτουσι τῷ Δεσπότῃ, καὶ ἀρχάγγελοι δέονται. Ἔχουσι καὶ τὸν καιρὸν αὐτοῖς συμμαχοῦντα, τὴν προσφορὰν βοηθοῦσαν. Καὶ καθάπερ οἱ ἄνθρωποι, κλάδους ἐλαιῶν ἐκκόψαντες, ἐπισείουσι τοῖς βασιλεῦσι, διὰ τοῦ φυτοῦ αὐτοὺς ἐλέου καὶ φιλανθρωπίας ἀναμιμνήσκοντες· οὕτω δὴ καὶ οἱ ἄγγελοι τότε ἀντὶ κλάδων ἐλαιῶν αὐτὸ τὸ σῶμα τὸ δεσποτικὸν προτεινόμενοι, τὸν Δεσπότην παρακαλοῦσιν ὑπὲρ τῆς ἀνθρωπίνης φύσεως, μονονουχὶ λέγοντες ὅτι, Ὑπὲρ τού-
7. For ten years ago certain men were apprehended for tyranny, just as you yourselves also know. Then one of those in authority, having been shown culpable of the charges, received a halter upon his mouth and was being led out along the road to death. Then indeed the whole city ran to the hippodrome, and they brought out the men from the workshops, and in common the entire people went up and snatched from the imperial wrath the man who had been condemned and was worthy of no pardon at all. So then, when wishing to appease the wrath of an earthly emperor, you all ran together with children and wives; yet when you are about to render propitious the King of the heavens, and to snatch from His wrath not one man just as at that time, nor two and three and a hundred, but all the sinners throughout the inhabited world, and to deliver the demon-possessed from the snare of the devil, do you sit outside, and not all run together in common, so that God, respecting your harmony, may both remit punishment to them and forgive you your sins? For if you should chance to be in the market-place at that hour, if at home, if in unavoidable affairs, will you not more vehemently than any lion burst asunder all bonds and hasten over to the common supplication? What hope of salvation will you have, tell me, at that time, beloved? Not men alone cry out that most awesome cry, but angels also fall down before the Master, and archangels supplicate Him. They also have the season fighting on their side, the offering assisting them. And just as men, having cut off branches of olive trees, wave them before kings, reminding them through the plant of mercy and loving-kindness towards man, so indeed the angels also at that hour, holding forth instead of olive branches the very Body of the Master, entreat the Master on behalf of human nature, all but saying, On behalf of these
Notes, col. 726

On the reading

Printed εἰπέ μοι., for εἰπέ μοι,.

PG 48:727Read from the page
των δεόμεθα, οὓς αὐτὸς φθάσας οὕτως ἀγαπῆσαι κατηξίωσας, ὡς τὴν ψυχὴν ἐπιδοῦναι τὴν σεαυτοῦ· ὑπὲρ τούτων ἐκχέομεν τὰς ἱκετηρίας, ὑπὲρ ὧν αὐτὸς τὸ αἷμα ἐξέχεας· ὑπὲρ τούτων παρακαλοῦμεν, ὑπὲρ ὧν τὸ σῶμα τοῦτο κατέθυσας. Διὰ τοῦτο καὶ τοὺς ἐνεργουμένους κατ' ἐκεῖνον ἵστησι τὸν καιρὸν ὁ διάκονος, καὶ κελεύει κλῖναι τὴν κεφαλὴν μόνον, καὶ τῷ σχήματι τοῦ σώματος ποιεῖσθαι τὰς ἱκετηρίας· εὔχεσθαι γὰρ αὐτοὺς μετὰ τοῦ κοινοῦ συλλόγου τῶν ἀδελφῶν οὐ θέμις. Διὰ τοῦτο αὐτοὺς ἵστησιν, ἵνα κατελεήσας αὐτοὺς καὶ τῆς συμφορᾶς καὶ τῆς ἀφωνίας, τῇ οἰκείᾳ παῤῥησίᾳ πρὸς τὴν ἐκείνων ἀποχρήσῃ προστασίαν. Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες συντρέχωμεν κατὰ τὴν ὥραν ἐκείνην, ἵνα ἐπισπασώμεθα ἔλεον, καὶ χάριν εὕρωμεν καὶ εὔκαιρον
men we supplicate, whom Thou Thyself, anticipating them, didst vouchsafe so greatly to love as to give up Thine own life; on behalf of these we pour forth our supplications, for whom Thou Thyself didst pour out Thy blood; on behalf of these we entreat, for whom Thou didst sacrifice this Body. On this account also at that hour the deacon brings forward the demon-possessed to stand, and bids them bow their head alone, and make their supplications by the posture of their body; for it is not lawful for them to pray with the common assembly of the brethren. On this account he sets them forward, so that, having had compassion on them both for their calamity and for their voicelessness, you may employ your own boldness of speech for their protection. Bearing all these things in mind, therefore, let us run together at that hour, so that we may draw down mercy, and find grace and timely
ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΑΚΑΤΑΛΗΠΤΟΥ ΠΡΟΣ ΤΟΥΣ ΑΝΟΜΟΙΟΥΣ.
OF THE SAME AUTHOR: ON THE INCOMPREHENSIBLE, AGAINST THE ANOMOEANS.
Λόγος τέταρτος.
Discourse IV.
αʹ. Ἤρκει μὲν οὖν δείξαντα πρώην ἀνθρώποις ἀκατάληπτον ὄντα τὸν Θεὸν, ἔτι δὲ καὶ τοῖς Χερουβὶμ, καὶ τοῖς Σεραφὶμ, ἀπηλλάχθαι πραγμάτων, καὶ μηδὲν περαιτέρω κινεῖν· ἀλλ' ἐπειδὴ προθυμία καὶ σπουδὴ πᾶσα ἡμῖν, οὐχὶ τῶν ἐναντίων ἀποῤῥάψαι τὰ στόματα μόνον, ἀλλὰ καὶ τὴν ὑμετέραν ἀγάπην ἐπὶ πλεῖον σοφίσαι, πάλιν τῆς αὐτῆς ὑποθέσεως ἁπτόμεθα, καὶ περαιτέρω τὸν λόγον προάγομεν. Ἡ γὰρ ἐν τούτοις διατριβὴ καὶ ὑμᾶς εἰδέναι ποιήσει πλείονα, καὶ ἡμῖν λαμπρότερα ἐργάσεται τὰ νικητήρια, εἰ καί τι λείψανον ὑπολέλειπται ἐκκαθαίρουσα. Ἐπεὶ καὶ τὰς πονηρὰς βοτάνας οὐκ ἄνωθεν ἀποκείρειν χρὴ μόνον (πάλιν γὰρ βλαστάνουσι τῶν ῥιζῶν κάτω κειμένων), ἀλλ' ἐξ αὐτῶν τῶν λαγόνων τῆς γῆς καὶ τῶν κόλπων ἀνασπᾷν καὶ γυμνὰς προτιθέναι τῇ θέρμῃ τῆς ἀκτῖνος, ὥστε καταμαρανθῆναι ῥᾳδίως. Φέρε οὖν ἐπὶ τὸν οὐρανὸν ὑμᾶς ἐπαναγάγωμεν τῷ λόγῳ πάλιν, οὐχὶ περιεργαζόμενοι οὐδὲ πολυπραγμονοῦντες, ἀλλὰ τῶν οὐκ ἐπισταμένων ἑαυτοὺς οὐδὲ ἀνεχομένων εἰδέναι μέτρα φύσεως ἀνθρωπίνης τὴν ἄκαιρον φιλονεικίαν καταλῦσαι σπεύδοντες. Διὰ γὰρ τοῦτο ἐκ πολλῆς τῆς περιουσίας οὐχὶ Θεοῦ ἐπιφάνειαν μόνον, ἀλλὰ καὶ ἀγγέλων ἐδείξαμεν ἀφόρητον οὖσαν τῷ δικαίῳ τότε ἐκείνῳ, ὅτε καὶ τὴν ἱστορίαν ὑμῖν πᾶσαν ἀνέγνωμεν, καὶ συνεχῶς ἐδείκνυμεν τὸν μακάριον Δανιὴλ ὠχριῶντα, τρέμοντα, τῶν ψυχοῤῥαγούντων οὐδὲν ἄμεινον διακείμενον, τῆς ψυχῆς ἐπειγομένης ἀποῤῥῆξαι τὸν τῆς σαρκὸς δεσμόν. Καθάπερ γὰρ περιστερὰ χειροήθης καὶ ἥμερος ἐν οἰκίσκῳ τινὶ διατρίβουσα, ὅταν ποτὲ αἴσθηταί τινος φόβου, πτοηθεῖσα πρὸς τὴν ὀροφὴν ἵπταται, καὶ διὰ τῶν θυρίδων τινὰ ἔξοδον ἐπιζητεῖ, τῆς ἀγωνίας ἀπαλλαγῆναι ἐπιζητοῦσα· οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ μακαρίου τότε ἐκείνου ἐκ τοῦ σώματος ἀναπτῆναι ἔσπευδε, καὶ πρὸς τὰ ἔξω πάντοθεν ἠπείγετο, καὶ ἐξῆλθεν
1. It would indeed have sufficed, having lately demonstrated that God is incomprehensible to men, and furthermore even to the Cherubim and to the Seraphim, to be rid of trouble, and to stir up nothing further; yet since all our eagerness and zeal is not only to stitch shut the mouths of our adversaries, but also to make your charity wiser to a greater degree, we again lay hold of the same subject, and carry our discourse further forward. For dwelling upon these matters will both cause you to know more, and will work for us more splendid trophies of victory, purging out even whatever remnant has been left behind. Since wicked weeds also must not merely be shorn off from above (for they sprout again while the roots lie beneath), but must be plucked up from the very flanks and bosoms of the earth and exposed bare to the heat of the sunbeam, so that they may easily wither away. Come therefore, let us lead you up again to heaven by our discourse, not prying curiously nor meddling, but hastening to put down the unseasonable contentiousness of those who neither know themselves nor endure to know the measures of human nature. For on this account, out of great superabundance, we showed that the manifestation not of God alone, but also of angels, was unendurable to that righteous man at that time, when we also read to you the entire history, and continually pointed out the blessed Daniel growing pale, trembling, in no better state than those at their last gasp, while his soul was hastening to burst asunder the bond of the flesh. For just as a tame and gentle dove dwelling in some little cot, whenever it perceives some fear, flies up in terror to the roof, and seeks some way out through the windows, seeking to be delivered from its anguish; so indeed at that time also the soul of that blessed man was hastening to fly up out of the body, and was pressing on from every side towards what lay outside, and would have gone out
PG 48:728Read from the page
βοήθειαν. Ἐπῃνέσατε τὰ εἰρημένα· μετὰ πολλοῦ θορύβου καὶ κρότου τὴν παραίνεσιν ἐδέξασθε. Ἀλλ' ὅπως ἡμῖν ἐπὶ τῶν ἔργων ἐπιδείξησθε τοὺς ἐπαίνους, οὐ μακρὸς ὁ χρόνος τῆς ἀποδείξεως τῆς κατὰ τὴν ὑπακοήν. Μετὰ τὴν παραίνεσιν εὐθέως εὐχή. Ἐκεῖνον ζητῶ τὸν ἔπαινον, ἐκεῖνον τὸν κρότον τὸν διὰ τῶν ἔργων αὐτῶν. Παρακελεύεσθε τοίνυν ἀλλήλοις ἑστάναι, καθάπερ ἑστήκατε· κἂν διασαλευθῇ τις τῆς τάξεως, κατέχετε μετὰ ἀκριβείας, ἵνα καὶ τῆς οἰκείας σπουδῆς καὶ τῆς εἰς τοὺς ἀδελφοὺς κηδεμονίας διπλοῦν λαβόντες τὸν μισθὸν μετὰ πλείονος τῆς παῤῥησίας τὰς ἱκετηρίας ἐκχέητε, καὶ τὸν Θεὸν ἵλεω ποιήσαντες, καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων δυνηθῆτε τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
help. You praised the things spoken; with much clamour and applause you received the exhortation. Yet so that you may display your praises to us in deeds, not long is the time for the proof through obedience. Straightway after the exhortation comes prayer. That praise do I seek, that applause which comes through the deeds themselves. Exhort one another, therefore, to stand fast just as you have stood; and even if anyone be shaken from his rank, hold him fast with exactness, so that, receiving a double reward both for your own zeal and for your care towards the brethren, you may pour forth your supplications with greater boldness of speech, and, having rendered God propitious, may be able to obtain both the good things here and those to come, by the grace and loving-kindness towards man of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory and dominion unto the ages of the ages. Amen.
ἂν καὶ ἀπέπτη καὶ τὸ σῶμα κατέλιπεν ἔρημον, εἰ μὴ ταχέως ὁ ἄγγελος προλαβὼν αὐτὴν ἀπήλλαξε τῆς ἀγωνίας, καὶ πρὸς τὸ οἰκεῖον πάλιν ἐπανήγαγε καταγώγιον. Διὰ τοῦτο δὲ ταῦτα ἐλέγομεν τότε, ἵνα μαθόντες, ὅσον ἄγγελος ἀνθρώπου διαφέρει, καὶ ἐν τῇ τοῦ συνδούλου ὑπεροχῇ σωφρονισθέντες, τῆς κατὰ τοῦ Δεσπότου μανίας ἀπαλλαγῶσιν. Ὁ δίκαιος ἄγγελον ἰδεῖν οὐκ ἤνεγκεν, ὁ παῤῥησίαν τοσαύτην ἔχων, καὶ οἱ τοσοῦτον ἀφεστηκότες αὐτοῦ τῆς ἀρετῆς, οὐχὶ ἄγγελον, ἀλλ' αὐτὸν τὸν τῶν ἀγγέλων Δεσπότην περιεργάζονται. Ἐκεῖνος λεόντων θυμὸν ἐδάμασεν· ἡμεῖς δὲ οὐδὲ ἀλωπέκων περιγενέσθαι δυνάμεθα· ἐκεῖνος δράκοντα μέσον ἔῤῥηξε, καὶ τῆς τοῦ θηρίου φύσεως ἐκράτησε διὰ τῆς πρὸς τὸν Θεὸν παῤῥησίας· ἡμεῖς δὲ καὶ τὰ ψιλὰ ἑρπετὰ δεδοίκαμεν· ἐκεῖνος βασιλέα θυμούμενον καθάπερ λέοντα ἔστησε, καὶ τὴν τοῦ Ναβουχοδονόσορ ὀργὴν φλογὸς ἁπάσης σφοδρότερον ἐπὶ τὰ βαρβαρικὰ στρατόπεδα φερομένην μέσος φανεὶς ἀνέστειλε, καὶ τὰ ἐσκοτισμένα πάντα ἐφώτισεν.
and would have flown away and left the body deserted, had not the angel quickly forestalled it, freed it from its anguish, and brought it back again to its own lodging-place. And on this account we spoke these things at that time, so that, having learned how greatly an angel surpasses a man, and chastened into sobriety by the superiority of their fellow-servant, they might be rid of their madness against the Master. The righteous man, who possessed so great a boldness of speech, did not endure to behold an angel, and yet those who stand so far removed from his virtue pry curiously not into an angel, but into the very Master of the angels! That man tamed the fury of lions, whereas we cannot prevail even over foxes; that man burst a dragon asunder in the midst, and mastered the nature of the wild beast through his boldness of speech towards God, whereas we stand in fear even of mere creeping things; that man stayed a king raging like a lion, and, appearing in the midst, checked the wrath of Nabuchodonosor rushing more vehemently than any flame against the barbarian hosts, and illumined all that had been darkened.
Ἀλλ' οὗτος ὁ φωτίσας ἄγγελον ἐλθόντα ἰδὼν πρὸς αὐτὸν, σκοτοδινίᾳ κατείχετο χαλεπῇ. Τίνα οὖν ἕξουσιν ἀπολογίαν οἱ τὴν μακαρίαν ἐκείνην φύσιν ἐμβατεύειν ἐπιχειροῦντες; Ἡμεῖς δὲ οὐδὲ ἐνταῦθα τὸν λόγον ἐστήσαμεν τότε, ἀλλὰ καὶ ἐπὶ τὰς σοφὰς ἐκείνας ἀνηγάγομεν δυνάμεις τὴν διήγησιν· ἐδείξαμεν τὴν ἀποστροφὴν τῶν ὀφθαλμῶν, τὴν προβολὴν τῶν πτερύγων, τὴν ὀρθότητα τῶν σκελῶν, τὴν βοὴν τὴν διηνεκῆ, καὶ ὅτι διὰ πάντων τὴν ἔκπληξιν καὶ τὸ θάμβος ἐμφαίνουσιν ἡμῖν αἱ ἀσώματοι δυνάμεις ἐκεῖναι· ὅσῳ γάρ εἰσι σοφαὶ, ὅσῳ ἡμῶν ἐγγύτεραί εἰσι τῇ ἀῤῥήτῳ καὶ μακαρίᾳ οὐσίᾳ ἐκείνῃ, τοσούτῳ μᾶλλον ἡμῶν τὸ ἀκατάληπτον ἴσασιν. Ἡ γὰρ ἐπίτασις τῆς σοφίας ἐπίτασιν ποιεῖ εὐλαβείας. Εἴπομεν ὑμῖν τί ποτέ ἐστι τὸ ἀπρόσιτον, καὶ ὅτι τοῦ ἀκαταλήπτου πολλῷ μεῖζόν ἐστι, καὶ τὴν αἰτίαν προσεθήκαμεν, ὅτι τὸ μὲν ἀκατάληπτον μετὰ τὸ ἐρευνηθῆναι ἀκατάληπτον φαίνεται, τὸ δὲ ἀπρόσιτον οὐδὲ ἐρεύνης ἀνέχεται, οὐδὲ προσόδου τὴν ἀρχὴν, ὅτε καὶ τῆς τοῦ πελάγους εἰκόνος ἐδεήθημεν. Εἴπομεν ὅτι οὐκ εἶπε, φῶς ὢν ἀπρόσιτον, ἀλλὰ Φῶς οἰκῶν ἀπρόσιτον· εἰ δὲ ὁ οἶκος ἀπρόσιτος πολλῷ μᾶλλον ὁ ἐνοικῶν Θεός. Ταῦτα
Yet this man who brought light, when he saw an angel come to him, was gripped by grievous dizziness and gloom. What defence, then, will those have who attempt to intrude into that blessed nature? And we did not halt our discourse even there at that time, but we also carried our account up to those wise powers; we showed the turning away of their eyes, the holding forth of their wings, the straightness of their legs, their ceaseless cry, and that through all things those bodiless powers manifest to us their astonishment and amazement; for in proportion as they are wise, in proportion as they are nearer than we are to that ineffable and blessed essence, so much the more than we do they know its incomprehensibility. For the increase of wisdom produces an increase of reverence. We told you what the unapproachable is, and that it is far greater than the incomprehensible, and we added the reason, namely that the incomprehensible appears incomprehensible after having been searched out, whereas the unapproachable does not brook searching out at all, nor approach from the very start, when we also had need of the image of the ocean. We said that he did not say, being unapproachable light, but Who dwells in unapproachable light; and if the house is unapproachable, much more God Who dwells therein. These things
PG 48:729Read from the page
δὲ ἔλεγεν ὁ Παῦλος, οὐχ ἵνα τόπῳ περιγράψῃ τὸν Θεὸν, ἀλλ' ἵνα ἐκ πολλοῦ τοῦ περιόντος τὸ ἀπερινόητον αὐτοῦ καὶ τὸ ἀπρόσιτον καταλάμψῃ. Παρηγάγομεν καὶ ἑτέρας δυνάμεις, τὰ Χερουβὶμ, καὶ ἐδείξαμεν πῶς ἐπάνω αὐτῶν στερέωμα, πῶς λίθος κρυστάλλου, πῶς ὁμοίωμα θρόνου, καὶ εἶδος ἀνθρώπου, καὶ ἤλεκτρον, καὶ πῦρ, καὶ τόξον, καὶ μετὰ πάντα ἐκεῖνά φησιν ὁ προφήτης· Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου, καὶ διὰ πάντων τούτων ἐδείκνυμεν ὑμῖν τοῦ Θεοῦ τὴν συγκατάβασιν, καὶ ταύτην αὐτὴν ἀφόρητον οὖσαν καὶ ταῖς ἄνω δυνάμεσιν.
moreover, Paul was saying, not so as to circumscribe God by place, but so that out of great abundance His inconceivability and His inaccessibility might shine forth. We brought forward other powers as well, the Cherubim, and we showed how there was a firmament above them, how a stone of crystal, how the likeness of a throne, and the form of a man, and amber, and fire, and a bow, and after all those things the prophet says: This was the vision of the likeness of the glory of the Lord; and through all these things we were pointing out to you the condescension of God, and that this very condescension is unendurable even to the powers above.
βʹ. Οὐχ ἁπλῶς δὲ ταῦτα ἀνακεφαλαιοῦμαι· ἀλλ' ἐπειδὴ χρέος ὑμῖν ὀφείλω τῆς ὑποσχέσεως ἐκείνης, βούλομαι μαθεῖν μετὰ ἀκριβείας, τί μὲν κατέβαλον, τί δὲ ὑπολέλειπται. Οὕτω καὶ οἱ τὰ δανείσματα ὀφείλοντες ποιοῦσι, τὸ γραμματεῖον ἐς μέσον ἀγαγόντες, ἔνθα ὁ λόγος πᾶς ἐγγέγραπται, καὶ τοῖς δανεισταῖς τοῖς ἑαυτῶν ἐπιδείξαντες, τὰ λειπόμενα καταβάλλουσι. Καὶ ἐγὼ τοίνυν καθάπερ βιβλίον ἀναπτύξας τὴν μνήμην τῆς διανοίας τῆς ὑμετέρας, ὥσπερ δακτύλῳ τινὶ τῷ λόγῳ τὰ καταβληθέντα ἐπιδείξας, ἐπὶ τὰ λειπόμενα βαδιοῦμαι λοιπόν. Τί οὖν ἦν τὸ ὑπολελειμμένον; Δεῖξαι, ὅτι οὔτε ἀρχαὶ, οὔτε ἐξουσίαι, οὔτε κυριότητες, οὔτε εἴ τις ἑτέρα κτιστὴ δύναμίς ἐστιν, ἣ ἔχει τοῦ Θεοῦ τὴν ἀκριβῆ κατάληψιν. Εἰσὶ γὰρ, εἰσὶ καὶ ἕτεραι δυνάμεις, ὧν οὐδὲ τὰ ὀνόματα ἴσμεν. Ἐννοήσατε τὴν ἀπόνοιαν τῶν αἱρετικῶν· τῶν δούλων οὐδὲ τὰ ὀνόματα ἴσμεν, καὶ τοῦ Δεσπότου αὐτὴν τὴν οὐσίαν περιεργάζονται. Εἰσὶ μὲν γὰρ ἄγγελοι, καὶ ἀρχάγγελοι, καὶ θρόνοι, καὶ κυριότητες, καὶ ἀρχαὶ, καὶ ἐξουσίαι· ἀλλ' οὐχ οὗτοι μόνοι οἱ δῆμοι ἐν τοῖς οὐρανοῖς εἰσιν, ἀλλ' ἄπειρα ἔθνη καὶ φῦλα ἀμύθητα, ἅπερ λόγος οὐδεὶς παραστῆσαι δύναται. Καὶ πόθεν δῆλον ὅτι καὶ τούτων πλείους εἰσὶ δυνάμεις, ὧν οὐδὲ τὰ ὀνόματα ἴσμεν; Ὁ ταῦτα εἰρηκὼς Παῦλος καὶ τοῦτό φησιν οὑτωσὶ λέγων περὶ τοῦ Χριστοῦ· Ἐκάθισεν αὐτὸν ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ὁρᾶτε, ὅτι τινά ἐστιν ὀνόματα ἐκεῖ μέλλοντα γνώριμα γίνεσθαι, ἅπερ ἄδηλά ἐστι νῦν; Διὰ τοῦτο εἶπεν, Οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ὀνομαζόμενα, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Καὶ τί θαυμαστὸν, εἰ τῆς οὐσίας τὴν ἀκριβῆ κατάληψιν οὐκ ἔχουσι; τοῦτο γὰρ οὐδὲν μέγα ἀποδεῖξαι. Τῶν γὰρ οἰκονομιῶν αὐτοῦ πολλὰς οὐκ ἴσασιν αἱ ἄνω δυνάμεις αὗται, αἱ ἀρχαὶ, καὶ ἐξουσίαι, καὶ κυριότητες. Καὶ τοῦτο πάλιν ἀπ' αὐτῶν τῶν ἀποστολικῶν ἀποδείξομεν ῥημάτων, ὅτι οἰκονομίας αὐτοῦ τινας μεθ' ἡμῶν ἔμαθον, καὶ πρὸ ἡμῶν οὐκ ᾔδεσαν· οὐ μόνον δὲ μεθ' ἡμῶν ἔμαθον, ἀλλὰ καὶ δι' ἡμῶν. Ἑτέραις γὰρ γενεαῖς οὐκ ἐγνωρίσθη, φησὶν, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις, εἶναι τὰ ἔθνη συγκληρόνομα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ (αἱ δὲ ἐπαγγελίαι τοῖς Ἰουδαίοις ἦσαν δεδομέναι) διὰ τοῦ Εὐαγγελίου, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος. Καὶ πόθεν τοῦτο δῆλον ὅτι νῦν ἔμαθον αἱ ἄνω δυνάμεις; τὰ γὰρ εἰρημένα περὶ ἀνθρώπων εἴρηται. Ἄκουσον οὖν. Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ, φησὶ, πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, εὐαγγελίσασθαι ἐν τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ. Τί ἐστιν ἀνεξιχνίαστον; Μὴ δυνάμενον ζητηθῆναι· οὐ μόνον δὲ μὴ δυνάμενον εὑρεθῆναι, ἀλλ' οὐδὲ ἀνιχνευθῆναι. Ἀκουέτωσαν πάλιν
2. Yet not idly do I sum up these things; rather, since I owe you a debt from that promise, I wish to learn with exactness both what I have paid down and what has been left behind. So also do those who owe loans: bringing the bond into the midst, wherein the whole account stands inscribed, and showing it to their own creditors, they pay down what remains. I too, therefore, having unrolled like a book the memory of your mind, and having pointed out by my discourse as though with some finger the things already paid down, will proceed next to what remains. What then was that which had been left behind? To show that neither principalities, nor authorities, nor lordships, nor any other created power, if such there be, possesses the exact comprehension of God. For there are, there are other powers as well, whose very names we do not know. Consider the folly of the heretics: we do not know even the names of the servants, and yet they pry curiously into the very essence of the Master! For there are indeed angels, and archangels, and thrones, and lordships, and principalities, and authorities; yet these are not the only peoples in the heavens, but countless nations and unspeakable tribes, which no speech is able to set forth. And whence is it evident that there are still more powers than these, whose very names we do not know? Paul, who spoke these things, says this also, speaking thus concerning Christ: He seated Him high above every principality, and authority, and power, and every name that is named, not only in this age, but also in that which is to come. Do you see that there are certain names destined to become known there, which are obscure now? On this account he said, Not only named in this age, but also in that which is to come. And what marvel is it if they do not possess the exact comprehension of His essence? For to demonstrate this is no great matter. For many of His dispensations these powers above—the principalities, and authorities, and lordships—do not know. And this again we shall demonstrate from the apostolic words themselves, namely that certain of His dispensations they learned with us, and before us did not know; and not only did they learn them with us, but also through us. For in other generations it was not made known, he says, as it has now been revealed to His holy apostles and prophets, that the Gentiles are fellow-heirs and of the same body and fellow-partakers of His promise (for the promises had been given to the Jews) through the Gospel, whereof I Paul became a minister. And whence is this evident, that the powers above learned it now? For the things spoken were spoken concerning men. Hear, then. To me, who am less than the least of all saints, he says, was this grace given, to preach among the Gentiles the untrackable riches of Christ. What is untrackable? Not able to be sought out; and not only not able to be found, but not even to be tracked out. Let them hear again
PG 48:730Read from the page
πῶς πυκνὰ καὶ ἐπάλληλα δίδωσιν αὐτοῖς τὰ βέλη. Εἰ γὰρ ὁ πλοῦτος ἀνεξιχνίαστος, πῶς ὁ δωρησάμενος τὸν πλοῦτον οὐκ ἀνεξιχνίαστος; Καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἐν τῷ Θεῷ, ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Ἤκουσας πῶς νῦν, οὐχὶ πρὸ τούτου, ἔγνωσαν αἱ δυνάμεις ἐκεῖναι ταῦτα; Ἃ γὰρ βασιλεὺς βουλεύεται, ὁ ὑπασπιστὴς οὐκ ἐπίσταται. Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις, διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Ὅρα ὅση τιμὴ πρὸς τὴν ἀνθρωπίνην ἐγένετο φύσιν, ὅτι καὶ μεθ' ἡμῶν καὶ δι' ἡμῶν αἱ ἄνω δυνάμεις ἔγνωσαν τὰ ἀπόῤῥητα τοῦ βασιλέως· Ἀλλὰ πόθεν δῆλον, ὅτι περὶ ἐκείνων τῶν ἐπουρανίων λέγει; Καὶ γὰρ ἀρχὰς καὶ ἐξουσίας καὶ τοὺς δαίμονας οἶδε καλεῖν λέγων· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. Ἆρα οὖν μὴ καὶ ἐνταῦθα τοῦτο λέγει ὅτι οἱ δαίμονες τότε ἔγνωσαν; Οὐδαμῶς, ἀλλὰ περὶ ἐκείνων τῶν ἄνω δυνάμεων· εἰπὼν γὰρ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐπήγαγεν, Ἐν τοῖς ἐπουρανίοις. Ἐκεῖναι μὲν γὰρ αἱ ἀρχαὶ καὶ ἐξουσίαι ἐπουράνιοι, αὗται δὲ αἱ ἀρχαὶ καὶ ἐξουσίαι ὑπὸ τὸν οὐρανόν· διὰ τοῦτο καὶ κοσμοκράτορας αὐτοὺς καλεῖ, δεικνὺς ὅτι ἄβατος αὐτοῖς ἐστιν ὁ οὐρανὸς, καὶ τὴν τυραννίδα πᾶσαν ἐν τῷ παρόντι κόσμῳ ἐπιδείκνυνται μόνον.
how thick and fast in succession he hurls his shafts at them. For if the riches are untrackable, how is He Who bestowed the riches not untrackable? And to bring to light for all what is the dispensation of the mystery which had been hidden in God, so that now there might be made known to the principalities and the authorities through the Church the manifold wisdom of God. Did you hear how now, and not before this, those powers came to know these things? For what a king takes counsel upon, the shield-bearer does not know. So that now there might be made known to the principalities and the authorities, through the Church, the manifold wisdom of God. See how great an honour was bestowed upon human nature, in that both with us and through us the powers above came to know the secrets of the King! Yet whence is it evident that he speaks concerning those heavenly powers? For he knows also how to call demons principalities and authorities, saying: Our wrestling is not against blood and flesh, but against the principalities, against the authorities, against the world-rulers of the darkness of this age. Does he then perchance say this here as well, that the demons came to know at that time? By no means; rather, he speaks concerning those powers above; for having named the principalities and the authorities, he added, In the heavenly places. For those principalities and authorities are heavenly, whereas these principalities and authorities are beneath the heaven; on this account he also calls them world-rulers, showing that heaven is untrodden by them, and that they display all their tyranny in the present world alone.
γʹ. Εἶδες πῶς καὶ μεθ' ἡμῶν καὶ δι' ἡμῶν ἔγνωσαν ταῦτα; Ἀλλ' ἐπὶ τὴν τοῦ χρέους λοιπὸν καταβολὴν τὸν λόγον ἀγάγωμεν, δεικνύντες ὅτι οὐκ ἴσασιν αὐτοῦ τὴν οὐσίαν οὔτε ἀρχαὶ, οὔτε ἐξουσίαι. Τίς οὖν ταῦτά φησιν; Οὐκέτι Παῦλος, οὐκέτι Ἠσαΐας, οὐκέτι Ἰεζεκιὴλ, ἀλλ' ἕτερον σκεῦος ἅγιον, αὐτὸς ὁ τῆς βροντῆς υἱὸς, ὁ ἀγαπητὸς τοῦ Χριστοῦ Ἰωάννης, ὁ ἐπὶ τὸ στῆθος ἀνακλιθεὶς τὸ Δεσποτικὸν, καὶ τὰς θείας πηγὰς ἐκεῖθεν ἀρυσάμενος. Τί οὖν οὗτός φησι; Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Ὄντως βροντῆς υἱός· σάλπιγγος γὰρ λαμπροτέραν ἀφῆκε φωνὴν ἱκανὴν καταισχῦναι πάντας τοὺς φιλονεικοῦντας. Ἀλλ' ἴδωμεν καὶ τὸ ἀντικροῦον. Τί λέγεις, εἰπέ μοι, Ἰωάννη; Θεὸν οὐδεὶς ἑώρακε πώποτε; τί οὖν ποιήσομεν τοῖς προφήταις λέγουσιν, ὅτι εἶδον τὸν Θεόν; Ὁ μὲν γὰρ Ἠσαΐας φησὶν, Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· ὁ δὲ Δανιὴλ πάλιν, Εἶδον ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ὁ Παλαιὸς τῶν ἡμερῶν ἐκάθητο· Καὶ ὁ Μιχαίας, Εἶδον τὸν Κύριον τὸν Θεὸν τοῦ Ἰσραὴλ καθήμενον ἐπὶ τοῦ θρόνου αὐτοῦ· καὶ ἕτερος προφήτης πάλιν, Εἶδον τὸν Κύριον ἑστῶτα ἐπὶ τοῦ θυσιαστηρίου, καὶ εἶπέ μοι· πάταξον ἐπὶ τὸ ἱλαστήριον. Καὶ πολλὰς τοιαύτας ἔστι συνάγειν μαρτυρίας. Πῶς οὖν ὁ Ἰωάννης φησὶν, ὅτι Τὸν Θεὸν οὐδεὶς ἑώρακε πώποτε; Ἵνα μάθῃς ὅτι τὴν ἀκριβῆ αὐτοῦ κατάληψιν καὶ τὴν τετρανωμένην γνῶσιν λέγει. Ὅτι γὰρ πάντα ἐκεῖνα συγκατάβασις ἦν, καὶ ἀκραιφνῆ τὴν οὐσίαν οὐδεὶς εἶδεν ἐκείνων, δῆλον ἐκ τοῦ διαφόρως ἕκαστον ὁρᾷν. Ὁ γὰρ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος καὶ ἀσχημάτιστος· οὗτοι δὲ ἅπαντες σχήματα ἔβλεπον διάφορα. Τοῦτο γοῦν αὐτὸ δι' ἑτέρου προφήτου ἐμφαίνων πάλιν, καὶ πείθων αὐτοὺς ὡς οὐκ ἀκριβῆ τὴν οὐσίαν εἶδον, ἔλεγεν· Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. Οὐκ αὐτὴν τὴν οὐσίαν ἔδειξα τὴν ἐμὴν, ἀλλὰ συγκατέβην, φησὶ, πρὸς τὴν τῶν ὁρώντων
3. Did you see how both with us and through us they came to know these things? Yet let us now bring our discourse to the payment of our debt, showing that neither principalities nor authorities know His essence. Who then says these things? No longer Paul, no longer Isaiah, no longer Ezekiel, but another holy vessel, the very son of thunder himself, John the beloved of Christ, who reclined upon the Master's breast and drew thence the divine fountains. What then does this man say? No one has ever seen God. Truly a son of thunder! For he sent forth a voice clearer than a trumpet, sufficient to put to shame all those who wrangle contentiously. Yet let us also look at the objection. What do you say, tell me, O John? No one has ever seen God? What then shall we do with the prophets who say that they saw God? For Isaiah, on the one hand, says, I saw the Lord seated upon a high and exalted throne; and Daniel again, I beheld until thrones were set, and the Ancient of Days was seated; and Micaiah, I saw the Lord the God of Israel seated upon His throne; and another prophet again, I saw the Lord standing upon the altar, and He said to me: Smite upon the mercy-seat. And many such testimonies may one gather together. How then does John say, No one has ever seen God? So that you may learn that he speaks of the exact comprehension of Him and clear knowledge. For that all those things were condescension, and that none of those men beheld His essence pure and unmixed, is evident from the fact that each saw differently. For God is simple and uncompounded and without form; whereas all these men beheld diverse forms. Indicating this very thing again through another prophet at all events, and persuading them that they did not see His essence with exactness, He said: I multiplied visions, and by the hands of prophets was I likened. Not Mine own essence itself did I show, He says, but I condescended, He says, to that of those who behold