Migne Reading Room

PG 48 · cols. 707–712 · Read from the page

On the incomprehensible nature of God, etc., twelve homilies

On the incomprehensible nature of God, etc., twelve homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:707Read from the page
μὲν ἔστι Θεὸς οἶδε, τὸ δὲ, τί τὴν οὐσίαν ἐστὶν, ἀγνοεῖ· ὅτι μὲν σοφός ἐστιν ἐπίσταται, τὸ δὲ, πόσον ἐστὶ σοφὸς, ἀγνοεῖ· ὅτι μὲν ἔστι μέγας οὐκ ἀγνοεῖ, τὸ δὲ πόσον, ἢ τίς ἡ μεγαλωσύνη αὐτοῦ, τοῦτο οὐκ οἶδεν· ὅτι πανταχοῦ πάρεστιν ἐπίσταται, τὸ δὲ πῶς οὐκ ἐπίσταται· ὅτι προνοεῖ καὶ συνέχει τὰ πάντα καὶ συγκρατεῖ μετ' ἀκριβείας, οὐκ ἀγνοεῖ, τὸν δὲ τρόπον καθ' ὃν ταῦτα ποιεῖ ἀγνοεῖ. Διὰ τοῦτο ἔλεγεν· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν.
indeed God exists, he knows, yet what He is in essence, he does not know; that He is wise, he understands, yet how wise He is, he does not know; that He is great, he is not ignorant, yet how great, or what His greatness is, this he does not know; that He is present everywhere, he understands, yet how, he does not understand; that He provides for all things and holds them together and preserves them with exactness, he is not ignorant, yet the manner in which He does these things, he does not know. Wherefore he said: In part we know, and in part we prophesy.
ϛʹ. Ἀλλὰ γαρ, εἰ δοκεῖ, τὸν Παῦλον ἀφέντες καὶ τοὺς προφήτας, ἀνέλθωμεν εἰς τοὺς οὐρανούς· μή ποτε ἐκεῖ τινές εἰσιν εἰδότες, τί τὴν οὐσίαν ἐστὶν ὁ Θεός. Μάλιστα μὲν γὰρ, κἂν εὑρεθῶσιν εἰδότες, οὐδὲν κοινὸν πρὸς ἡμᾶς· πολὺ γὰρ τὸ μέσον ἀγγέλων καὶ ἀνθρώπων· πλὴν ἀλλ' ἵνα ἐκ περιουσίας μάθῃς, ὅτι οὐδὲ ἐκεῖ τις οἶδε κτιστὴ δύναμις τοῦτο, ἀκούσωμεν τῶν ἀγγέλων. Τί οὖν; περὶ τῆς οὐσίας ταύτης ἐκεῖ διαλέγονται, καὶ πρὸς ἑαυτοὺς ζητοῦσιν; Οὐδαμῶς· ἀλλὰ τί; Δοξάζουσι, προσκυνοῦσι, τὰς ἐπινικίους καὶ μυστικὰς ᾠδὰς διηνεκῶς ἀναπέμπουσι μετὰ πολλῆς τῆς φρίκης· καὶ οἱ μὲν λέγουσι· Δόξα ἐν ὑψίστοις Θεῷ· τὰ δὲ Σεραφίμ· Ἅγιος, ἅγιος, ἅγιος, καὶ τοὺς ὀφθαλμοὺς ἀποστρέφουσιν, οὐδὲ τὴν συγκατάβασιν ἐνεγκεῖν δυνάμενα τοῦ Θεοῦ· τὰ δὲ Χερουβίμ· Εὐλογημένη ἡ δόξα αὐτοῦ ἐκ τοῦ τόπου αὐτοῦ· οὐχ ὅτι τόπος περὶ Θεὸν, μὴ γένοιτο· ἀλλ' ὡς ἂν εἴποιμεν ἀνθρωπίνως φθεγγόμενοι, ὅπουπερ ἄν ἐστιν, ἢ ὅπως ἄν ἐστιν· εἰ δὴ καὶ τοῦτο ἀσφαλὲς ἐπὶ Θεοῦ εἰπεῖν· ἀνθρωπίνην γὰρ ἔχομεν γλῶτταν. Εἶδες πόσος ἄνω φόβος, πόση κάτω καταφρόνησις; Ἐκεῖνοι δοξάζουσιν, οὗτοι περιεργάζονται· εὐφημοῦσιν ἐκεῖνοι, πολυπραγμονοῦσιν οὗτοι· ἐκεῖνοι τὰς ὄψεις ἀποκρύπτουσιν, οὗτοι φιλονεικοῦσιν ἐνατενίζειν ἀναισχύντως εἰς τὴν ἀνεκδιήγητον δόξαν. Τίς οὐκ ἂν στενάξειε, τίς οὐκ ἂν θρηνήσειεν αὐτοὺς τῆς παραπληξίας καὶ τῆς ἐσχάτης ταύτης ἀνοίας; Ἐβουλόμην μὲν οὖν μακροτέρω προαγαγεῖν τὸν λόγον, ἀλλ' ἐπειδὴ νῦν πρῶτον εἰς ταῦτα κατέβην τὰ παλαίσματα, λυσιτελὲς ὑμῖν εἶναι νομίζω ἀρκεσθῆναι τέως τοῖς εἰρημένοις, ὥστε μὴ τὸ πλῆθος τῶν μελλόντων ῥηθήσεσθαι ἐπελθὸν πολλῇ τῇ ῥύμῃ παρασύρῃ καὶ τούτων τὴν μνήμην· πάντως δὲ, ἂν ὁ Θεὸς ἐπιτρέπῃ, ταύτην λοιπὸν μέχρι πολλοῦ τὴν ὑπόθεσιν ἐργασόμεθα. Ἐγὼ μὲν γὰρ καὶ πάλαι τούτους ὤδινον πρὸς ὑμᾶς τοὺς λόγους εἰπεῖν, ἔμελλον δὲ καὶ ἀνεβαλλόμην, ὅτι πολλοὺς τῶν ταῦτα νοσούντων ἑώρων μεθ' ἡδονῆς ἡμῶν ἀκροωμένους, καὶ οὐ βουλόμενος ἀποσοβῆσαι τὴν θήραν, τέως ἐπεῖχον τὴν γλῶτταν τούτων τῶν παλαισμάτων, ὥστε μετὰ τὸ κατασχεῖν αὐτοὺς ἀκριβῶς, τότε ἐπαποδύσασθαι· ἐπειδὴ δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν αὐτῶν ἤκουσα παρακαλούντων καὶ ἐνοχλούντων εἰς τούτους ἐμβῆναι τοὺς ἀγῶνας, θαῤῥῶν ἀπεδυσάμην λοιπὸν, καὶ τὰ ὅπλα ἔλαβον τὰ τοὺς λογισμοὺς καθαιροῦντα καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ταῦτα δὲ ἔλαβον τὰ ὅπλα, οὐχ ἵνα καταβάλω τοὺς ἐναντίους, ἀλλ' ἵνα ἀναστήσω κειμένους· τοιαύτη γὰρ τῶν ὅπλων τούτων ἡ δύναμις, τοὺς μὲν φιλονεικοῦντας πλήττειν οἶδε, τοὺς δὲ εὐγνωμόνως ἀκούοντας μετὰ πολλῆς
6. Yet indeed, if it seems good, leaving Paul and the prophets aside, let us ascend into the heavens, lest perhaps there are some there who know what God is in essence. To be sure, even if they were found to know, that would be nothing in common with us; for great is the interval between angels and men; nevertheless, that thou mayest learn superabundantly that not even there does any created power know this, let us hear the angels. What then? do they discourse there concerning this essence, and inquire among themselves? By no means; but what? They glorify, they worship, they send up ceaselessly triumphal and mystic hymns with great awe; and some say: Glory to God in the highest; while the Seraphim say: Holy, holy, holy, and turn away their eyes, unable to endure even the condescension of God; and the Cherubim: Blessed be His glory from His place — not that there is place about God, far be it! — but as we might say in human speech, wherever He is, or however He is, if indeed even this is safe to say of God; for we have a human tongue. Hast thou seen how great is the fear above, how great the contempt below? Those glorify, these pry; those praise, these meddle; those hide their eyes, these strive to gaze shamelessly upon the unspeakable glory. Who would not groan, who would not bewail them for their derangement and this extreme folly? Now I wished indeed to carry the discourse further, but since I have now for the first time descended into these wrestlings, I think it profitable for you to be content for the present with what has been said, lest the multitude of things about to be spoken, coming on with great rush, sweep away the memory of these things also; and by all means, if God permits, we shall work out this subject henceforth at great length. For I myself long ago was in travail to speak these words to you, yet I delayed and put it off, because I saw many of those sick with these things listening to us with pleasure, and not wishing to scare away the quarry, for a time I held back my tongue from these wrestlings, so that after securing them fast, I might then strip for the contest; but since by the grace of God I heard them exhorting and importuning me to enter into these contests, taking courage I have stripped at last, and taken up the weapons that pull down reasonings and every high thing exalting itself against the knowledge of God. And I took up these weapons, not that I might strike down adversaries, but that I might raise up those who lie fallen; for such is the power of these weapons: those who are contentious it knows how to smite, while those who listen with goodwill with great
Notes, col. 707

On the reading

Printed γαρ, for γὰρ.

PG 48:708Read from the page
θεραπεύειν τῆς ἐπιμελείας· οὐχὶ δίδωσι τραύματα, ἀλλ' ἰᾶται τραύματα.
care it knows how to heal; it does not inflict wounds, but heals wounds.
ζʹ. Μὴ τοίνυν πρὸς ἐκείνους ἀγριαίνωμεν, μηδὲ θυμὸν προβαλλώμεθα, ἀλλὰ μετὰ ἐπιεικείας αὐτοῖς διαλεγώμεθα· οὐδὲν γὰρ ἐπιεικείας καὶ πραότητος ἰσχυρότερον. Διὰ τοῦτο καὶ Παῦλος πολλῇ τῇ σπουδῇ τούτου τοῦ πράγματος ἀντέχεσθαι ἐκέλευσε λέγων· Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας. Οὐκ εἶπε, Πρὸς τοὺς ἀδελφοὺς μόνον, ἀλλὰ, πρὸς πάντας. Καὶ πάλιν, Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω· οὐκ εἶπε τοῖς ἀδελφοῖς, ἀλλὰ πᾶσιν ἀνθρώποις. Τί γὰρ, φησὶν, ὄφελος ἐὰν τοὺς φιλοῦντας ὑμᾶς φιλῆτε; Ἂν μὲν οὖν βλάπτωσιν αὐτῶν αἱ φιλίαι, καὶ πρὸς κοινωνίαν τῆς ἀσεβείας ἕλκωσι, κἂν οἱ γεγεννηκότες ὦσιν, ἀποπήδησον· κἂν ὀφθαλμὸς ᾖ, ἐξόρυξον· Ἐὰν γὰρ, φησὶν, ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔκκοψον αὐτόν· οὐ περὶ σώματος λέγων, πῶς γάρ; Εἰ γὰρ περὶ τῆς τοῦ σώματος φύσεως ἔλεγε, τὸ ἔγκλημα εἰς τὸν τῆς φύσεως δημιουργὸν διέβαινεν· ἄλλως δὲ οὐχὶ τὸν ἕνα ἐξορύττειν ἐχρῆν· κἂν γὰρ ὁ ἀριστερὸς ὑπολειφθῇ, ὁμοίως σκανδαλίζει τὸν ἔχοντα. Ἀλλὰ ἵνα μάθῃς, ὅτι οὐ περὶ ὀφθαλμοῦ ὁ λόγος, προσέθηκε τὸν δεξιὸν, δεικνὺς, ὅτι κἂν ὡς δεξιὸν ὀφθαλμὸν ἔχῃς τινὰ φίλον, καὶ τοῦτον ἔκβαλε, καὶ ἀπότεμε τῆς πρὸς σὲ φιλίας, ἐάν σε σκανδαλίζῃ. Τί γὰρ ὄφελος ἔχειν ὀφθαλμὸν ἐπὶ λύμῃ τοῦ λοιποῦ σώματος; Ἂν μὲν οὖν, ὅπερ ἔφην, βλάπτωσιν αἱ φιλίαι, φεύγωμεν καὶ ἀποπηδῶμεν· ἐὰν δὲ μηδὲν ἡμᾶς εἰς τὸν τῆς εὐσεβείας ἀδικῶσι λόγον, ἕλκωμεν καὶ ἐπισπώμεθα πρὸς ἑαυτοὺς ἐκείνους· εἰ δὲ μήτε αὐτὸν ὠφελεῖς, καὶ τὴν παρ' ἐκείνου δέχῃ βλάβην, κέρδανον τὸ μεῖναι διὰ τῆς ἐκκοπῆς ἀσινὴς, καὶ φεῦγε αὐτῶν τὰς φιλίας, ἂν βλάπτωσι· φεῦγε μόνον, μὴ μάχου, μηδὲ πολέμει. Οὕτω καὶ Παῦλος παραινῶν λέγει· Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. Δοῦλος εἶ τοῦ τῆς εἰρήνης Θεοῦ· ἐκεῖνος τοὺς δαίμονας ἐκβάλλων καὶ μυρία ἐργαζόμενος ἀγαθὰ, ἐπειδὴ δαιμονῶντα αὐτὸν ἐκάλεσαν, οὐκ ἀφῆκε σκηπτὸν, οὐ συνέτριψε τοὺς λοιδοροῦντας, οὐ κατέκαυσε τὴν γλῶτταν τὴν οὕτως ἀναίσχυντον καὶ ἀγνώμονα, καίτοι πάντα ταῦτα δυνάμενος, ἀλλ' ἀπεκρούσατο τὴν κατηγορίαν μόνον εἰπών. Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πέμψαντά με. Ἐπειδὴ δὲ καὶ ὁ δοῦλος τοῦ ἀρχιερέως αὐτὸν ἔτυψε, τί φησιν; Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Εἰ δὲ ὁ Δεσπότης τῶν ἀγγέλων ἀπολογεῖται, καὶ εὐθύνας δίδωσιν οἰκέτῃ, οὐ χρεία μακροτέρων λόγων. Ταῦτα μόνον στρέφε τὰ ῥήματα ἐν τῇ διανοίᾳ, καὶ συνεχῶς αὐτὰ μελέτα, καὶ λέγε· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Καὶ ἐννόησον τὸν λέγοντα, καὶ πρὸς τίνα φησὶ, καὶ τίνος ἕνεκεν, καὶ ἔσται σοι θεία τις ἐπῳδὴ καὶ διηνεκὴς τὰ ῥήματα ταῦτα, καὶ πᾶσαν δυνήσεται φλεγμονὴν καταστεῖλαι· ἐννόησον τὸ ἀξίωμα τοῦ ὑβρισθέντος, τὸ εὐτελὲς τοῦ ὑβρίσαντος, τὴν ὑπερβολὴν τῆς ὕβρεως. Οὐ γὰρ ἐλοιδορήσατο μόνον, ἀλλὰ καὶ ἐτύπτησε· καὶ οὐκ ἐτύπτησεν ἁπλῶς, ἀλλὰ καὶ ἐῤῥάπισεν· οὐδὲν δὲ ταύτης τῆς πληγῆς ἀτιμότερον· ἀλλ' ὅμως ἅπαντα ἤνεγκεν, ἵνα ἐκ περιουσίας μάθῃς σὺ σωφρονεῖν. Ταῦτα μὴ μόνον ἐνταῦθα φιλοσοφῶμεν, ἀλλὰ καὶ ὅταν καιρὸς ᾖ, αὐτῶν μνημονεύωμεν. Ἐπηνέσατε τὰ λεγόμενα, ἀλλ'
7. Let us not, therefore, grow fierce towards them, nor put forward anger, but let us converse with them with gentleness; for nothing is stronger than gentleness and meekness. Wherefore Paul also commanded us to cleave to this thing with great earnestness, saying: And the servant of the Lord must not strive, but be gentle towards all. He did not say, Towards the brethren alone, but, towards all. And again, Let your gentleness be known — he did not say to the brethren, but to all men. For what profit is it, says He, if you love those who love you? If, then, their friendships do harm, and draw you into fellowship with impiety, even if they be your begetters, leap away; even if it be an eye, pluck it out: For if, says He, thy right eye causes thee to stumble, cut it out — not speaking concerning the body, for how could He? For if He were speaking concerning the nature of the body, the charge would pass over to the Creator of nature; and besides, one ought not to pluck out the one eye alone; for even if the left eye be left behind, it likewise causes its possessor to stumble. But that thou mayest learn that the discourse is not concerning an eye, He added the right, showing that even if thou hast some friend like a right eye, cast him out also, and sever him from friendship towards thee, if he causes thee to stumble. For what profit is it to have an eye to the ruin of the rest of the body? If, then, as I said, friendships do harm, let us flee and leap away; but if they wrong us in no way as to the matter of piety, let us draw and win those men over to ourselves; yet if thou neither profitest him, and receivest harm from him, count it gain to remain unscathed through amputation, and flee their friendships if they do harm; only flee, do not fight, nor make war. Thus also Paul exhorts and says: If it be possible, as much as lies in you, living peaceably with all men. Thou art a servant of the God of peace; He, casting out demons and working ten thousand good deeds, when they called Him demon-possessed, did not hurl a thunderbolt, did not crush the revilers, did not burn up that tongue so shameless and ungrateful, although able to do all these things, but only repelled the accusation, saying: I have not a demon, but I honour Him Who sent Me. And when the servant of the high priest also struck Him, what says He? If I spoke evilly, bear witness of the evil; but if well, why dost thou smite Me? Now if the Master of the angels makes defence, and renders an account to a household slave, there is no need of longer words. Turn these words alone over in thy mind, and meditate upon them continually, and say: If I spoke evilly, bear witness of the evil; but if well, why dost thou smite Me? And consider Him Who speaks, and to whom He speaks, and for what cause, and these words shall be to thee a divine and ceaseless charm, and shall be able to allay every inflammation; consider the dignity of Him Who was insulted, the baseness of him who insulted, the excess of the insult. For he did not merely revile, but also struck; and he did not strike simply, but also slapped Him on the cheek; and nothing is more dishonouring than this blow; yet nevertheless He bore all things, that thou mightest superabundantly learn to be self-controlled. Let us practise this philosophy not here alone, but also when the occasion comes, let us remember these things. You have praised what was spoken, but
PG 48:709Read from the page
ἐπὶ τῶν ἔργων ἐπιδείξατέ μοι τὸν ἔπαινον. Καὶ γὰρ ὁ παλαιστὴς ἐν τῇ παλαίστρᾳ γυμνάζεται, ἵνα ἐπὶ τῶν ἀγώνων δείξῃ τῆς ἐκεῖ γυμνασίας τὴν ὠφέλειαν· καὶ σὺ τοίνυν τῆς ἐνταῦθα ἀκροάσεως, ὅταν ἐπέλθῃ θυμὸς, δεῖξον τὸ κέρδος, καὶ τοῦτο συνεχῶς λέγε τὸ ῥῆμα, Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Τοῦτο ἔγγραψον τῇ διανοίᾳ· διὰ τοῦτο γὰρ συνεχῶς ὑπομιμνήσκω τούτων τῶν λόγων ὑμᾶς, ὥστε ἐντεθῆναι ὑμῶν τῇ ψυχῇ τὰ εἰρημένα ἅπαντα, ὥστε ἀνεξάλειπτον μεῖναι τὴν μνήμην, καὶ τὴν ἀπὸ τῆς μνήμης ὠφέλειαν. Ἂν γὰρ ἔχωμεν ἐγγεγραμμένα τὰ ῥήματα ταῦτα ἐπὶ τὸ πλάτος τῆς διανοίας τῆς ἡμε-
in your deeds show me the praise. For the wrestler also trains in the wrestling-school, that in the contests he may show the benefit of his training there; do thou also, therefore, when anger comes upon thee, show the gain of thy hearing in this place, and continually say this saying, If I spoke evilly, bear witness of the evil; but if well, why dost thou smite Me? Inscribe this upon thy mind; for on this account I continually remind you of these words, so that all the things spoken may be implanted in your soul, so that the memory may remain indelible, and the benefit from that memory. For if we have these words written upon the tablet of our
Τοῦ αὐτοῦ πρὸ πολλῶν ἡμερῶν πρὸς Ἀνομοίους εἰπόντος, εἶτα πρὸς Ἰουδαίους, εἶτα σιγήσαντος διὰ παρουσίαν ἐπισκόπων καὶ μαρτύρων μνήμας πολλῶν γενομένας, νῦν πάλιν πρὸς Ἀνομοίους περὶ ἀκαταλήπτου.
Of the same, after he had spoken many days before against the Anomoeans, and next against the Jews, and had next kept silence because of the presence of bishops and the commemorations of many martyrs that had intervened, now again against the Anomoeans on the Incomprehensible.
Λόγος δεύτερος.
Discourse the Second.
αʹ. Φέρε δὴ πάλιν πρὸς τοὺς ἀπίστους Ἀνομοίους ἀποδυσώμεθα· εἰ δὲ ἀγανακτοῦσιν ἄπιστοι καλούμενοι, φευγέτωσαν τὸ πρᾶγμα, κἀγὼ κρύπτω τὸ ὄνομα· ἀποστήτωσαν τῆς ἀπίστου διανοίας, καὶ ἀφίσταμαι τῆς ἐπονειδίστου προσηγορίας. Εἰ δὲ αὐτοὶ διὰ τῶν ἔργων ἀτιμάζοντες τὴν πίστιν, καὶ ἑαυτοὺς καταισχύνοντες οὐ καταδύονται, τίνος ἕνεκεν πρὸς ἡμᾶς δυσχεραίνουσι διὰ τῶν ῥημάτων ἐγκαλοῦντας αὐτοῖς ἃ διὰ τῶν ἔργων αὐτοὶ ἐπιδείκνυνται; Πρώην μὲν γὰρ ἡνίκα εἰς τὸ στάδιον τῶν λόγων τούτων καθήκαμεν ἑαυτοὺς, καθάπερ δὴ μέμνησθε, καὶ τῶν αὐτῶν ἡψάμεθα παλαισμάτων, οἱ πρὸς Ἰουδαίους ἡμᾶς εὐθέως διεδέξαντο ἀγῶνες, καὶ οὐκ ἦν ἀσφαλὲς τὸ οἰκεῖα μέλη νενοσηκότα παρατρέχειν. Οἱ μὲν γὰρ πρὸς Ἀνομοίους λόγοι ἀεὶ καιρὸν ἔχουσι· τότε δὲ τοὺς ἀῤῥωστοῦντας τῶν ἀδελφῶν τῶν ἡμετέρων καὶ τὰ Ἰουδαϊκὰ νοσοῦντας εἰ μὴ προλαβόντες εὐθέως ἐξηρπάσαμεν τῆς πυρᾶς τῆς Ἰουδαϊκῆς, οὐδὲν ὄφελος ἡμῖν λοιπὸν ἐγίνετο τῆς παραινέσεως, τῆς ἁμαρτίας τῆς κατὰ τὴν νηστείαν προχωρησάσης αὐτοῖς. Μετὰ δὲ τοὺς πρὸς ἐκείνους ἀγῶνας πάλιν διεδέξατο πατέρων παρουσία πνευματικῶν πολλῶν πολλαχόθεν ἐνταῦθα ἀφιγμένων, καὶ οὐδὲ τότε εὔκαιρον ἦν, ἁπάντων ἐκείνων καθάπερ τινῶν ποταμῶν εἰς τὴν πνευματικὴν ταύτην ῥεόντων θάλασσαν, τὸν ἡμέτερον ἐκτείνεσθαι λόγον· καὶ μετὰ τὴν ἐκείνων δὲ ἀποδημίαν μαρτύρων ἀπήντησαν ἐπάλληλοι μνῆμαι καὶ συνεχεῖς, καὶ οὐκ ἔδει καταφρονῆσαι τῆς τῶν ἀθλητῶν ἐκείνων εὐλογίας. Ταῦτα δὲ λέγω καὶ ἀπαριθμοῦμαι, ἵνα μὴ νομίσητε ἐξ ὄκνου τινὸς καὶ ῥᾳθυμίας ἡμῖν γενέσθαι τὴν ἀναβολὴν τῶν ἀγώνων τῶν πρὸς ἐκείνους. Νῦν γοῦν ἐπειδὴ καὶ τῆς πρὸς Ἰουδαίους λοιπὸν ἀπηλλάγημεν μάχης, καὶ οἱ πατέρες πρὸς τὰς ἑαυτῶν ἐπανῆλθον πατρίδας, καὶ τῆς εὐλογίας τῶν μαρτύρων ἀπηλαύσαμεν ἱκανῶς, φέρε δὴ λοιπὸν τὴν χρονίαν ὠδῖνα τῆς ἡμετέρας ἀκροάσεως λύσωμεν. Εὖ γὰρ οἶδ' ὅτι ἐμοῦ τοῦ λέγοντος οὐκ ἔλαττον ἕκαστος ὑμῶν ὠδίνει τοὺς περὶ τούτων ἀκοῦσαι λόγους· τὸ δὲ αἴτιον, φιλόχριστος· ἡμῖν ἄνωθεν ἡ πόλις ἐστὶ, καὶ πατρῴαν ταύτην διεδέξασθε κληρονομίαν, μηδέποτε περιορᾷν τὰ τῆς εὐσεβείας δόγματα νοθευόμενα. Πόθεν τοῦτο δῆλον; Κατέβησάν τινες ἀπὸ τῆς Ἰουδαίας ποτὲ ἐπὶ τῶν προγόνων τῶν
1. Come then, let us strip once more against the unbelieving Anomoeans; and if they are indignant at being called unbelieving, let them flee the deed, and I too will conceal the name; let them depart from their unbelieving mind, and I depart from the reproachful appellation. Yet if they themselves, dishonouring the faith by their deeds and putting themselves to shame, do not sink down in blushing, for what reason are they displeased with us when by words we charge them with the things that they themselves display by their deeds? For not long ago, when we let ourselves down into the course of these discourses, even as you remember, and laid hold of the same wrestlings, the contests against the Jews straightway received us in succession, and it was not safe to pass by our own sickened members. For discourses against the Anomoeans always have their season; whereas then, had we not anticipated and straightway snatched those of our brethren who were weak and sick with Judaic ways out of the Judaic pyre, there would have been no profit left to us from exhortation, once the sin regarding the fast had advanced in them. And after the contests against those men, there succeeded again the presence of many spiritual fathers who had arrived here from many quarters, and neither then was it seasonable, while all of them like so many rivers were flowing into this spiritual sea, for our own discourse to be drawn out at length; and after their departure too, there met us successive and continual memorials of martyrs, and one ought not to have slighted the eulogy of those athletes. Now I say and recount these things, lest you suppose that from some sloth and indolence came our postponement of the contests against those men. Now at all events, since we are rid at last of the battle against the Jews, and the fathers have returned to their own homelands, and we have sufficiently enjoyed the eulogy of the martyrs, come then, let us at last loose the long-standing travail of our hearing. For well I know that no less than I who speak does each one of you travail to hear the discourses concerning these matters; and the cause is that our city has from of old been Christ-loving, and you have received this ancestral inheritance, never to overlook the doctrines of piety being adulterated. Whence is this manifest? Certain men came down once from Judaea in the days of the forefathers of
Notes, col. 709

On the reading

Printed ειπόντος, for εἰπόντος.

PG 48:710Read from the page
τέρας, οὐδεὶς οὕτω λίθινος καὶ ἀγνώμων καὶ ἀναίσθητος, ὡς ἐξενεχθῆναί ποτε πρὸς ὀργήν· ἀντὶ γὰρ χαλινοῦ παντὸς καὶ πάσης ἡνίας, τὴν γλῶτταν ἡμῖν πέρα τοῦ μέτρου καὶ τοῦ προσήκοντος ἐκφερομένην ταῦτα ἐπισχεῖν δυνήσεται τὰ ῥήματα, καὶ τὴν διάνοιαν οἰδοῦσαν καταστεῖλαι, καὶ ποιῆσαι μετριάζειν διηνεκῶς, καὶ ὁλόκληρον ἡμῖν ἐγκατοικίσαι τὴν εἰρήνην· ἧς γένοιτο διαπαντὸς ἡμᾶς ἀπολαύειν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ αγιῳ Πνεύματι ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
mind, no one is so stony and unfeeling and insensible as ever to be carried away into anger; for instead of every bridle and every rein, these words shall be able to check our tongue when carried beyond measure and beyond what is fitting, and to calm our swelling mind, and to make it practise moderation ceaselessly, and to settle peace whole and entire within us; which may it be ours continually to enjoy, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father and to the Holy Spirit be glory, might, and worship, now and always, and unto the ages of ages. Amen.
ὑμετέρων, ἐπιθολουντες τὰ καθαρὰ τῆς ἀποστολικῆς διδασκαλίας δόγματα, καὶ κελεύοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον Μωϋσέως. Ταύτην οὐκ ἤνεγκαν σιγῇ τὴν καινοτομίαν οἱ τότε τὴν πόλιν ὑμῶν οἰκοῦντες· ἀλλ' ὥσπερ γενναῖοι σκύλακες λύκους ὁρῶντες ἐπεισιόντας, καὶ τὴν ποίμνην ἅπασαν διαφθείροντας, οὕτως ἐπιπηδήσαντες ἐκείνοις οὐ πρότερον ἀπέστησαν σοβοῦντες αὐτοὺς πάντοθεν καὶ ἐλαύνοντες, ἕως παρεσκεύασαν παρὰ τῶν ἀποστόλων πανταχοῦ τῆς οἰκουμένης πεμφθῆναι δόγματα ἀποτειχίζοντα κἀκείνοις καὶ τοῖς μετ' ἐκείνους ἅπασι τὴν τοιαύτην κατὰ τῶν πιστῶν ἔφοδον.
yours, troubling the pure doctrines of the apostolic teaching, and commanding men to be circumcised and to keep the law of Moses. Those who then inhabited your city did not bear this innovation in silence; but just as noble watchdogs seeing wolves rushing in and destroying the whole flock, so leaping upon them they did not desist from scaring them off on every side and driving them away, until they brought it about that decrees were sent forth from the apostles everywhere in the inhabited world, walling off both for those men and for all who came after them any such assault against the faithful.
βʹ. Πόθεν οὖν ἡμῖν ἀρκτέον τῶν πρὸς ἐκείνους λόγων; Πόθεν ἄλλοθεν ἀλλ' ἢ ἀπὸ τῆς κατὰ τὴν ἀπιστίαν κατηγορίας; Πάντα γὰρ ποιοῦσι καὶ πραγματεύονται, ὥστε ἐξωσθῆσαι τῆς τῶν ἀκουόντων διανοίας τὴν πίστιν, οὗ τί γένοιτ' ἂν μεῖζον ἀσεβείας ἔγκλημα; Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηταί τι, δέχεσθαι χρὴ πιστῶς τὸ λεχθὲν, οὐ περιεργάζεσθαι τολμηρῶς. Ὁ βουλόμενος αὐτῶν καλείτω με ἄπιστον, οὐκ ἀγανακτῶ. Διὰ τί; Διὰ γὰρ τῶν ἔργων ἐπιδείκνυμαι τὴν προσηγορίαν. Καὶ τί λέγω, καλείτω με ἄπιστον; καλείτω με καὶ μωρὸν ἐν Χριστῷ· καὶ ἐπὶ τούτῳ ὥσπερ ἐπὶ στεφάνῳ πάλιν ἀγάλλομαι· καὶ γὰρ μετὰ Παύλου κοινωνῶ τῆς προσηγορίας ταύτης. Ἐκεῖνος γάρ φησιν· Ἡμεῖς μωροὶ διὰ Χριστόν. Πάσης σοφίας αὕτη ἡ μωρία φρονιμωτέρα. Ἃ γὰρ οὐκ ἴσχυσεν ἡ ἔξωθεν εὑρεῖν σοφία, ταῦτα κατώρθωσεν ἡ μωρία ἡ κατὰ Χριστόν· αὕτη τὸ σκότος τῆς οἰκουμένης ἀπήλασεν, αὕτη τὸ φῶς τῆς γνώσεως ἐπανήγαγε. Τί δέ ἐστι μωρία κατὰ Χριστόν; Ὅταν τοὺς οἰκείους λογισμοὺς λυττῶντας ἀκαίρως καταστέλλωμεν, ὅταν ἔρημον καὶ κενὴν τὴν ἡμετέραν διάνοιαν τῆς ἔξωθεν ποιῶμεν παιδεύσεως, ἵνα, ὅταν δέῃ τὰ τοῦ Χριστοῦ δέχεσθαι, σχολάζουσαν καὶ σεσαρωμένην αὐτὴν πρὸς ὑποδοχὴν τῶν θείων λόγων παρέχωμεν.
2. Whence then must we begin our discourses against them? Whence else than from the accusation regarding unbelief? For they do and contrive all things so that faith may be thrust out from the mind of the hearers — than which what greater charge of impiety could there be? For when God declares anything, one must faithfully receive what is spoken, not boldly pry into it. Let whoever of them wishes call me unbelieving; I am not indignant. Why? Because by my deeds I display what title is mine. And why do I say, let him call me unbelieving? Let him call me also a fool in Christ; and in this once more I exult as in a crown; for I share this appellation with Paul. For he says: We are fools for Christ's sake. This foolishness is wiser than all wisdom. For what the wisdom from without had not strength to find, these things the foolishness according to Christ accomplished; this drove away the darkness of the inhabited world, this brought back the light of knowledge. And what is foolishness according to Christ? When we quell our own reasonings raging unseasonably, when we make our mind desolate and empty of outward learning, so that, when we must receive the things of Christ, we may present it unoccupied and swept clean for the reception of the divine words.
Καὶ γὰρ ὅταν ἀποφαίνηταί τι ὁ Θεὸς, ὃ μὴ δεῖ πολυπραγμονεῖσθαι, πίστει παραδέχεσθαι χρή. Τὸ γὰρ ἐπὶ τῶν τοιούτων περιεργάζεσθαι τὰς αἰτίας καὶ ἀπαιτεῖν τὰς εὐθύνας, καὶ τὸν τρόπον ἐπιζητεῖν, τολμηροτάτης καὶ ῥιψοκινδύνου ψυχῆς. Καὶ τοῦτο πάλιν ἀπ' αὐτῶν τῶν Γραφῶν παραστῆσαι πειράσομαι. Ζαχαρίας τις ἦν ἀνὴρ θαυμαστὸς καὶ μέγας, ἀρχιερωσύνῃ τετιμημένος, παρὰ
For indeed when God declares anything which must not be meddled with, one must receive it by faith. For in such matters to pry into the causes and demand accounts, and to seek out the manner, belongs to a most audacious and reckless soul. And this once more I shall endeavour to establish from the Scriptures themselves. There was a certain Zachariah, a wonderful and great man, honoured with the high priesthood, from
Notes, col. 710

On the reading

Printed αγιῳ, for ἁγίῳ.

Printed ἐπιθολουντες, for ἐπιθολοῦντες.

PG 48:711Read from the page
τοῦ Θεοῦ τὴν προστασίαν ἐμπεπιστευμένος τοῦ δήμου παντός· οὗτος ὁ Ζαχαρίας εἰσελθὼν εἰς τὰ ἅγια τῶν ἁγίων, εἰς αὐτὰ τὰ ἄδυτα, ἃ μόνῳ τῶν πάντων ἀνθρώπων ἐκείνῳ θέμις ἦν τότε ὁρᾷν (καὶ σκόπει πῶς καὶ τοῦ πλήθους παντὸς ἀντίῤῥοπος ἦν, ὡς καὶ λιτὰς ὑπὲρ τοῦ πλήθους παντὸς ἀναφέρειν τῷ Θεῷ, καὶ ἵλεω ποιεῖν τὸν Δεσπότην τοῖς οἰκέταις (εἶδες παῤῥησίας μέγεθος;) καθάπερ μεσίτης τις ὢν Θεοῦ καὶ ἀνθρώπων), εἶδεν ἄγγελον ἔνδον ἑστῶτα, καὶ ἐπειδὴ ἐξέπληξεν ἡ ὄψις τὸν ἄνθρωπον, φησὶν ἐκεῖνος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἰδοὺ τέξῃ υἱόν. Καὶ ποία αὕτη ἀκολουθία; ὑπὲρ τοῦ λαοῦ παρεκάλει, ὑπὲρ τῶν ἁμαρτημάτων ἐδεῖτο, συγγνώμην ᾔτει τοῖς συνδούλοις, καὶ λέγει, Μὴ φοβοῦ, Ζαχαρία, ἠκούσθη γὰρ ἡ δέησίς σου· καὶ τοῦ ἀκουσθῆναι ἀπόδειξιν ποιεῖται τὸ τεχθήσεσθαι παῖδα αὐτῷ τὸν Ἰωάννην; Καὶ μάλα εἰκότως. Ἐπειδὴ γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ παρεκάλει, ἔμελλε δὲ τίκτειν υἱὸν βοῶντα· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, εἰκότως, φησὶν, Εἰσηκούσθη ἡ δέησίς σου, καὶ τέξῃ υἱόν. Τί οὖν ἐκεῖνος; Τὸ γὰρ ζητούμενον τοῦτό ἐστιν, ὅτι τὸ περιεργάζεσθαι τρόπους χρησμῶν θείων ἀσύγγνωστόν ἐστι, τὰς δὲ ἀποφάσεις πίστει δέχεσθαι χρή. Εἶδεν εἰς τὴν ἡλικίαν τὴν ἑαυτοῦ, εἰς τὴν πολιὰν, εἰς τὸ σῶμα τὸ ἐξησθενηκός· εἶδεν εἰς τὴν στείρωσιν τῆς γυναικὸς, καὶ διηπίστησε, καὶ τὸν τρόπον ἐζήτησε μαθεῖν, καὶ εἶπε· Κατὰ τί γνώσομαι τοῦτο; Πῶς, φησὶν, ἔσται τοῦτο; Ἰδοὺ ἐγὼ γεγήρακα καὶ πεπολίωμαι, καὶ ἡ γυνή μου στεῖρα προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς· ἡ ἡλικία ἄωρος, ἡ φύσις ἄχρηστος· πῶς ἔχει λόγον τὰ ἐπηγγελμένα; ἐγὼ ὁ σπείρων ἀσθενής· ἡ ἄρουρα ἄγονος. Ἆρ' οὐ δοκεῖ τισι συγγνώμης ἄξιος εἶναι πραγμάτων ἀκολουθίαν ἐπιζητῶν, καὶ δοκῶν τι λέγειν εἰκός; Ἀλλ' οὐ τῷ Θεῷ ἔδοξεν ἄξιος εἶναι· καὶ μάλα εἰκότως. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηται, λογισμοὺς κινεῖν οὐ χρὴ, οὐδὲ πραγμάτων ἀκολουθίαν, οὐδὲ φύσεως ἀνάγκην προβάλλεσθαι, οὐδὲ ἄλλο τι τῶν τοιούτων οὐδέν· πάντων γὰρ τούτων ἀνωτέρα τῆς ἀποφάσεως ἡ δύναμις οὐδενὶ διακοπτομένη κωλύματι. Τί ποιεῖς, ἄνθρωπε; ὁ Θεὸς ἐπαγγέλλεται, καὶ ἐπὶ ἡλικίαν καταφεύγεις, καὶ γῆρας προβάλλῃ; μὴ γὰρ ἰσχυρότερον τὸ γῆρας τῆς ἐπαγγελίας τοῦ Θεοῦ; μὴ γὰρ δυνατωτέρα ἡ φύσις τοῦ δημιουργοῦ τῆς φύσεως; οὐκ οἶδας ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ; Ὁ λόγος αὐτοῦ τὸν οὐρανὸν ἔστησεν· ὁ λόγος αὐτοῦ τὴν κτίσιν παρήγαγεν· ὁ λάγος αὐτοῦ ἀγγέλους ἐποίησε, καὶ σὺ περὶ γεννήσεως ἀμφιβάλλεις; Διὰ ταῦτα ἠγανάκτησεν ὁ ἄγγελος, καὶ οὐδὲ διὰ τὴν ἱερωσύνην συνέγνω· διὰ ταύτην μὲν οὖν καὶ ἐκολάζετο μειζόνως. Τὸν γὰρ πλέον τῶν ἄλλων εἰς τιμῆς ἔχοντα λόγον καὶ περὶ τὴν πίστιν τῶν ἄλλων πλεονεκτεῖν ἔδει. Καὶ τίς ὁ τρόπος τῆς κολάσεως; Ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλεῖν. Ἡ γλῶσσά σου, φησὶν, ἣ διηκο-
the hand of God entrusted with the presidency of the whole people; this Zachariah, having entered into the Holy of Holies, into the very inmost shrines, which it was lawful at that time for that man alone of all men to behold (and observe how he was also a counterpoise to the whole multitude, so as to offer up supplications on behalf of the whole multitude to God, and to render the Master propitious to His household servants (hast thou seen the greatness of his boldness?), being as it were a mediator between God and men), saw an angel standing within, and since the sight struck the man with amazement, that one says: Fear not, Zachariah, because thy supplication has been heard, and behold, thou shalt beget a son. And what sequence is this? On behalf of the people he was entreating, on behalf of their sins he was beseeching, he was asking pardon for his fellow-servants, and he says, Fear not, Zachariah, for thy supplication was heard; and as proof of his having been heard does he make the fact that a child, John, shall be born to him? Yes, most reasonably. For since he was entreating on behalf of the sins of the people, and was about to beget a son crying aloud: Behold the Lamb of God Who takes away the sin of the world, reasonably does he say, Thy supplication has been heard, and thou shalt beget a son. What then did that man do? For the point under inquiry is this, that to pry into the manners of divine oracles is unpardonable, whereas one must receive His declarations by faith. He looked upon his own age, upon his grey hair, upon his enfeebled body; he looked upon the barrenness of his wife, and he doubted, and sought to learn the manner, and said: Whereby shall I know this? How, says he, shall this be? Behold, I have grown old and grey, and my wife is barren, advanced in her days; my age is untimely, nature is unserviceable; how do the things promised hold reason? I the sower am weak; the tillage is sterile. Does he not seem to some to be worthy of pardon in seeking out the sequence of affairs, and in seeming to say something plausible? Yet to God he did not seem worthy; and most reasonably. For when God declares, one must not stir up reasonings, nor put forward the sequence of affairs, nor the necessity of nature, nor any other such thing at all; for higher than all these is the power of His declaration, cut short by no hindrance. What doest thou, O man? God promises, and dost thou take refuge in age, and put forward old age? Is old age stronger than the promise of God? Is nature more powerful than the Creator of nature? Dost thou not know that the works of His words are strong? His word established the heaven; His word brought forth the creation; His word made angels, and dost thou doubt concerning a birth? On this account the angel was indignant, and did not pardon him even for his priesthood; nay, on account of this very thing he was chastised all the more severely. For he who held a greater account of honour than others ought also to have excelled others in regard to faith. And what was the manner of the chastisement? Behold, thou shalt be silent, and unable to speak. Thy tongue, says he, which ministered-
Notes, col. 711

On the reading

Printed λάγος, for λόγος.

Printed διηκο-, for διηκό-.

PG 48:712Read from the page
νησε πρὸς τὴν τῶν ῥημάτων ἀπιστίαν, αὕτη δέξεται καὶ τὴν ἐπὶ τῇ ἀπιστίᾳ τιμωρίαν· Ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ λαλῶν, ἕως ἂν γένηται ταῦτα. Ἐννόησον φιλανθρωπίαν Δεσπότου· Ἀπιστεῖς μοι, φησί· νῦν δέχου τὴν κόλασιν, καὶ ὅταν διὰ τῶν πραγμάτων παράσχω τὴν ἀπόδειξιν, τότε λύω τὴν ὀργήν· ὅταν μάθῃς, ἄτι δικαίως ἐκολάσθης, τότε σὲ ἀπαλλάττω τῆς τιμωρίας. Ἀκουέτωσαν οἱ Ἀνόμοιοι πῶς ἀγανακτεῖ πολυπραγμοναύμενας ὁ Θεός. Εἰ δὲ ἐκεῖνος ἀπιστήσας τῇ θνητῇ γεννήσει κολάζεται, σὺ ὁ τὴν ἀπόῤῥητον καὶ τὴν ἄνω περιεργαζόμενος πῶς διαφεύξῃ τιμωρίαν, εἰπέ μοι; Ἐκεῖνος οὐκ ἀπεφήνατο, ἀλλὰ μαθεῖν ἠθέλησε, καὶ οὐκ ἔτυχε συγγνώμης· σὺ δὲ ὁ καὶ εἰδέναι διισχυριζόμενος τὰ πᾶσιν ἀθέατα καὶ ἀκατάληπτα, ποίαν ἕξεις ἀπολογίαν; τίνα δὲ οὐκ ἐπισπάσῃ κατὰ σαυτοῦ τιμωρίαν;
to disbelief towards the words, this same tongue shall also receive the punishment for disbelief: Behold, thou shalt be silent and not speaking, until these things come to pass. Consider the loving-kindness of the Master: Thou disbelievest Me, says He; now receive the chastisement, and when through the deeds themselves I furnish the proof, then I loose My anger; when thou hast learned that thou wast justly chastised, then I set thee free from the punishment. Let the Anomoeans hear how indignant God is when meddled with. And if that man, having disbelieved a mortal birth, is chastised, how shalt thou, who priest into the ineffable and supernal generation, escape punishment, tell me? That man made no positive assertion, but wished to learn, and did not obtain pardon; whereas thou, who even confidently affirmest that thou knowest the things unseen and incomprehensible to all, what defence shalt thou have? and what punishment shalt thou not draw down upon thyself?
γʹ. Ἀλλ' οἱ μὲν περὶ γεννήσεως λόγοι τοὺς προσήκοντας ἀναμενέτωσαν καιρούς· τέως δὲ ὁδῷ βαδίζωμεν ἐπὶ τὴν προτέραν ὑπόθεσιν, ἧς πρώην τὰ λείψανα κατελίπομεν, τὴν ὀλεθρίαν ἐκσπάσαι ῥίζαν ἐπιχειροῦντες, τὴν πάντων μητέρα τῶν κακῶν, καὶ ὅθεν αὐτοῖς τὰ δόγματα ταῦτα ἐβλάστησε. Ποία δὲ ἡ ῥίζα τῶν κακῶν πάντων; Πιστεύσατε· φρίκη με κατέχει μέλλοντα αὐτὴν ἐκλαλεῖν· ὀκνῶ γὰρ διὰ γλώττης ἐκφέρειν ἃ μελετῶσιν ἐπὶ τῆς διανοίας ἐκεῖνοι διαπαντός. Τίς οὖν ἐστιν ἡ ῥίζα τούτων τῶν κακῶν; Ἐτόλμησεν ἄνθρωπος εἰπεῖν ὅτι, Θεὸν οἶδα, ὡς αὐτὸς ὁ Θεὸς ἑαυτὸν οἶδε. Ταῦτα οὖν ἐλέγχου δεῖται; ταῦτα ἀποδείξεως; οὐκ ἀρκεῖ μόνη ἡ προφορὰ τῶν ῥημάτων δεῖξαι πᾶσαν αὐτῶν τὴν ἀσέβειαν; Καὶ γὰρ μανία τίς ἐστι ταῦτα σαφὴς, παραπληξία ἀσύγγνωστος, καινότερος ἀσεβείας τρόπος· οὐδείς τοιοῦτον οὐδὲν οὐδέποτε οὔτε εἰς νοῦν βαλέσθαι, οὔτε διὰ τῆς γλώττης προενεγκεῖν ἐτόλμησεν. Ἐννόησον, ἄθλιε καὶ ταλαίπωρε, τίς εἶ, καὶ τίνα περιεργάζῃ· ἄνθρωπος ὢν Θεὸν πολυπραγμονεῖς; Ἀρκεῖ γὰρ τὰ ὀνόματα ψιλὰ τῆς ἀνοίας δεῖξαι τὴν ὑπερβολὴν, ἄνθρωπος γῆ καὶ σποδὸς ὑπάρχων, σὰρξ καὶ αἷμα, χόρτος καὶ ἄνθος χόρτου, σκιὰ καὶ καπνὸς καὶ ματαιότης, καὶ εἴ τι τούτων ἀδρανέστερον καὶ εὐτελέστερον. Καὶ μὴ νομίσητε κατηγορίαν εἶναι τῆς φύσεως τὰ λεγόμενα· οὐδὲ γὰρ ἐγὼ ταῦτα λέγω, ἀλλ' οἱ προφῆται ταῦτα φιλοσοφοῦσιν, οὐκ ἀτιμάζοντες ἡμῶν τὸ γένος, ἀλλὰ καταστέλλοντες τῶν ἀνοήτων τὸ φύσημα· οὐκ ἐξευτελίζοντες ἡμῶν τὴν φύσιν, ἀλλὰ ταπεινοῦντες τῶν μαινομένων τὴν ἀπόνοιαν. Εἰ γὰρ τοσαῦτα καὶ τοιαῦτα εἰρηκότων ἐκείνων ὅμως ἐφάνησάν τινες οἱ τοῦ διαβόλου τὴν μεγαληγορίαν νικήσαντες, εἰ μηδὲν τούτων εἴρητο, ποῦ οὐκ ἂν ἐξελάκτισαν ἀπονοίας, εἰπέ μοι. Εἰ ἔχουσι τὸ φάρμακον ἐπικείμενον καὶ ἔτι φλεγμαίνουσι, ποῦ οὐκ ἂν ὄγκου καὶ ἀπονοίας ἐξεφυσήθησαν, εἰ μὴ τοσαῦτα καὶ τοιαῦτα ἀπεφήναντο περὶ τῆς φύσεως τῆς ἀνθρωπίνης ἐκεῖνοι; Ἄκουσον γοῦν τί φησιν ὁ δίκαιος πατριάρχης περὶ ἑαυτοῦ· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Θεῷ διελέγετο, καὶ οὐκ ἐπῆρεν αὐτὸν ἡ παῤῥησία· αὕτη μὲν οὖν, αὕτη μετριάζειν αὐτὸν ἀνέπειθεν. Οὗτοι δὲ οὐδὲ τῆς σκιᾶς ὄντες ἄξιοι τῆς ἐκείνου, τῶν ἀγγέλων αὐτῶν μείζους ἑαυτοὺς εἶναι νομίζουσιν, ὅπερ ἐσχάτης ἐστὶ μανίας ἀπόδειξις. Θεὸν, εἰπέ μοι, περιεργάζῃ τὸν ἄναρχον, τὸν ἀναλλοίωτον, τὸν ἀσώματον, τὸν ἄφθαρτον, τὸν πανταχοῦ παρόντα, καὶ πάντα ὑπερβαίνοντα καὶ ἀνωτέρω τῆς κτίσεως ἁπάσης ὄντα. Ἄκουσον τί φιλοσοφοῦσιν οἱ προφῆται περὶ αὐτοῦ, καὶ φοβήθητι· Ὁ ἐπιβλέπων
3. Yet let the discourses concerning the generation await their fitting seasons; meanwhile let us proceed in order upon our former subject, of which we left the remnants behind not long ago, endeavouring to pluck out the deadly root, the mother of all evils, and the source whence these doctrines sprouted up in them. And what is the root of all the evils? Believe me, a shuddering holds me fast as I am about to utter it aloud; for I shrink from bringing forth with my tongue what those men ponder in their mind continually. What then is the root of these evils? A man has dared to say: I know God even as God Himself knows Himself. Do these words, then, need refutation? do these need proof? Does not the mere utterance of the words suffice to show all their impiety? For indeed this is manifest madness, unpardonable derangement, a novel kind of impiety; no one ever dared either to cast any such thing into his mind or to bring it forth with his tongue. Consider, O wretched and miserable man, who thou art, and Whom thou priest into: being a man, dost thou meddle with God? For the bare names suffice to show the excess of the folly: man, who is earth and ashes, flesh and blood, grass and the flower of grass, shadow and smoke and vanity, and whatever may be more feeble and more paltry than these. And do not suppose that what is spoken is an accusation against nature; for neither is it I who say these things, but the prophets teach this wisdom, not dishonouring our race, but quelling the puffing up of the senseless; not disparaging our nature, but humbling the arrogance of madmen. For if, after those prophets had spoken so many and such things, there nevertheless appeared certain men who surpassed the boastful speech of the devil, had none of these things been spoken, to what pitch of frenzy would they not have kicked out, tell me? If they have the remedy laid upon them and are still inflamed, to what pitch of swelling and frenzy would they not have been puffed up, had those men not declared so many and such things concerning human nature? Hear at all events what the righteous patriarch says concerning himself: And I am earth and ashes. He was conversing with God, and his boldness of speech did not lift him up; nay, this very thing persuaded him to practise moderation. Yet these men, who are not worthy even of that man's shadow, suppose themselves to be greater than the angels themselves — which is proof of extreme madness. Dost thou pry into God, tell me — Him Who is without beginning, unchangeable, incorporeal, incorruptible, everywhere present, surpassing all things and being above the whole creation? Hear what wisdom the prophets teach concerning Him, and stand in fear: He Who looks
Notes, col. 712

On the reading

Printed ἄτι, for ὅτι.

Printed πολυπραγμοναύμενας, for πολυπραγμονούμενος.

Printed οὐδείς, for οὐδεὶς.