Migne Reading Room

PG 48 · cols. 701–706 · Read from the page

On the incomprehensible nature of God, etc., twelve homilies

On the incomprehensible nature of God, etc., twelve homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:701Read from the page
ΤΟΥ ΑΥΤΟΥ, ΠΕΡΙ ΑΚΑΤΑΛΗΠΤΟΥ, ΑΠΟΝΤΟΣ ΤΟΥ ΕΠΙΣΚΟΠΟΥ, ΠΡΟΣ ΑΝΟΜΟΙΟΥΣ (*).
OF THE SAME, ON THE INCOMPREHENSIBLE, IN THE ABSENCE OF THE BISHOP, AGAINST THE ANOMOEANS.
Λόγος πρῶτος.
Discourse the First.
αʹ. Τί τοῦτο; ὁ ποιμὴν οὐ πάρεστι, καὶ τὰ πρόβατα μετὰ πολλῆς εὐταξίας ἕστηκε. Καὶ τοῦτο τοῦ ποιμένος τὸ κατόρθωμα, τὸ μὴ μόνον παρόντος, ἀλλὰ καὶ ἀπόντος πᾶσαν ἐνδείκνυσθαι σπουδὴν τὰ ποίμνια. Ἐπὶ μὲν γὰρ τῶν ἀλόγων, ὅταν ὁ πρὸς τὴν νομὴν ἐξάγων μὴ παρῇ, μένειν εἴσω τῶν σηκῶν ἀνάγκη τὰ πρόβατα, ἢ χωρὶς τοῦ ποιμαίνοντος τῆς μάνδρας προκύψαντα πολλὴν ὑπομένειν τὴν πλάνην· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ μὴ παρόντος τοῦ ποιμαίνοντος πρὸς τὰς συνήθεις νομὰς μετὰ πολλῆς ἀπηντήκατε τῆς εὐταξίας. Μᾶλλον δὲ καὶ ὁ ποιμὴν πάρεστιν, εἰ καὶ μὴ τῇ σαρκὶ, ἀλλὰ τῇ διαθέσει, εἰ καὶ μὴ τῇ παρουσίᾳ τοῦ σώματος, ἀλλὰ τῇ εὐταξίᾳ τοῦ ποιμνίου. Διὰ τοῦτο μᾶλλον αὐτὸν ἐκπλήττομαι καὶ μακαρίζω, ὅτι τοσαύτην ὑμῖν σπουδὴν ἐναποθέσθαι ἴσχυσεν. Καὶ γὰρ καὶ στρατηγὸν τότε μάλιστα θαυμάζομεν, ὅταν καὶ μὴ παρόντος αὐτοῦ τὰ στρατόπεδα εὐτακτῇ. Τοῦτο καὶ ὁ Παῦλος ἐπὶ τῶν μαθητῶν ἐζήτει λέγων· Ὥστε, ἀδελφοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου. Διὰ τί Πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου; Ὅτι παρόντος μὲν τοῦ ποιμαίνοντος, κἂν ἐπέλθῃ λύκος τῇ ποίμνῃ, ῥᾳδίως ἀπελαύνεται τῶν προβάτων· μὴ παρόντος δὲ ἐν μείζονι τὰ ποίμνια ἀγωνίᾳ καθεστάναι ἀνάγκη, μηδενὸς ὄντος τοῦ αὐτὰ τειχίζοντος. Καὶ πρὸς τούτοις δὲ παρὼν μὲν μερίζεται μετ' αὐτῶν τοὺς ἐπὶ τῇ σπουδῇ μισθοὺς, μὴ παρὼν δὲ γυμνὸν ἀφίησιν αὐτῶν φαίνεσθαι τὸ κατόρθωμα. Ταῦτα καὶ ὁ διδάσκαλος εἰπὼν ὑμῖν διαλέγεται, καὶ ὅπουπερ ἂν ᾖ, νῦν ὑμᾶς καὶ τὸν ὑμέτερον φαντάζεται σύλλογον, καὶ οὐχ οὕτως τοὺς ἐκεῖ συγγινομένους αὐτῷ καὶ παρόντας, ὡς ὑμᾶς τοὺς ἀπόντας ὁρᾷ νῦν.
1. What is this? The shepherd is not present, and yet the sheep stand in great good order. And this too is the achievement of the shepherd: that not only when he is present, but also when he is absent, the flocks display every eagerness. For in the case of irrational creatures, when he who leads them out to pasture is not present, the sheep must needs remain within the pens, or else, venturing forth from the fold without him who tends them, suffer much wandering; here, however, there is nothing of the sort, but even when he who tends you is not present, you have come together to the customary pastures with great good order. Or rather, the shepherd is indeed present, even if not in the flesh, yet in disposition; even if not by bodily presence, yet by the good order of the flock. On this account I am all the more struck with admiration for him and call him blessed, because he had strength to deposit such great zeal within you. For a general too we admire most of all when even in his absence his armies keep good order. This Paul also sought in his disciples when he said: Wherefore, my brethren, just as you have always obeyed, not as in my presence only, but much more in my absence. Why Much more in my absence? Because while he who tends them is present, even if a wolf comes upon the flock, it is easily driven away from the sheep; whereas when he is not present, the flocks must needs stand in greater peril, since there is no one to wall them round. And besides these things, when present he shares with them the rewards for their zeal, whereas when not present he leaves their achievement to appear unshared as their own. Speaking these things, our teacher also converses with you, and wherever he may be, he now pictures you and your assembly in his mind, and does not so much behold those who are with him there and present, as he now sees you who are absent.
Οἶδα αὐτοῦ τὴν ἀγάπην τὴν ζέουσαν, τὴν πεπυρωμένην καὶ θερμὴν καὶ ἀκάθεκτον, ἣν κατὰ πολλοῦ τοῦ βάθους τῆς διανοίας ἐρριζωμένην ἔχει, καὶ μετὰ πολλῆς θεραπεύει τῆς σπουδῆς. Καὶ γὰρ οἶδε σαφῶς ὅτι κεφάλαιον
I know his fervent love, fiery and warm and irrepressible, which he holds rooted deep down in his mind, and cherishes with great earnestness. For he knows clearly that the crown
Notes, col. 701

On the reading

Printed ΛΝΟΜΟΙΟΥΣ, for ΑΝΟΜΟΙΟΥΣ.

PG 48:702Read from the page
αὕτη πάντων ἐστὶ τῶν ἀγαθῶν, καὶ ῥίζα καὶ πηγὴ καὶ μήτηρ, καὶ ταύτης οὐκ οὔσης τῶν ἄλλων ἡμῖν ὄφελος οὐδέν· αὕτη γάρ ἐστι τῶν μαθητῶν τοῦ Κυρίου ἡ εἰκὼν, ὁ χαρακτὴρ τῶν τοῦ Θεοῦ δούλων, τὸ γνώρισμα τῶν ἀποστόλων Ἐν τούτῳ γὰρ γνώσονται πάντες, φησὶν, ὅτι μαθηταί μου ἐστέ. Ἐν τίνι, εἰπέ; ἆρα ἐν τῷ νεκροὺς ἐγείρειν, ἢ λεπροὺς καθαίρειν, ἢ δαίμονας ἀπελαύνειν; Οὐχὶ, φησὶν, ἀλλὰ πάντα ἐκεῖνα παραδραμὼν, Ἐν τούτῳ γνώσονται πάντες, φησὶν, ὅτι μαθηταί μου ἐστὲ, ἐὰν ἀγαπᾶτε ἀλλήλους.
of all good things is this, and their root and spring and mother, and when this is absent there is no profit for us from all the rest; for this is the image of the Lord's disciples, the stamp of God's servants, the distinguishing mark of the apostles. For by this shall all men know, says He, that you are My disciples. By what, tell me? Is it by raising the dead, or cleansing lepers, or driving out demons? Not so, says He; rather, passing by all those things, By this shall all men know, says He, that you are My disciples: if you love one another.
Ἐκεῖνα μὲν γὰρ τῆς ἄνωθεν χάριτός ἐστι δῶρα μόνης, τοῦτο δὲ καὶ τῆς ἀνθρωπίνης σπουδῆς ἐστι τὸ κατόρθωμα. Τὸν δὲ γενναῖον οὐχ οὕτω τὰ ἄνωθεν διδόμενα δῶρα χαρακτηρίζειν εἴωθεν, ὡς τῶν οἰκείων πόνων τὰ κατορθώματα. Διόπερ οὐκ ἀπὸ τῶν σημείων, ἀλλ' ἀπὸ τῆς ἀγάπης γνωρίζεσθαι φησὶ τοὺς αὐτοῦ μαθητὰς ὁ Χριστός. Ταύτης γὰρ παρούσης οὐδὲν μέρος φιλοσοφίας ἐλλείπει τῷ κεκτημένῳ, ἀλλ' ὁλόκληρον ἔχει καὶ παντελῆ καὶ ἀπηρτισμένην τὴν ἀρετὴν, ὥσπερ οὖν ἀπούσης ἔρημός ἐστιν ἁπάντων τῶν ἀγαθῶν. Διὰ τοῦτο καὶ ὁ Παῦλος αὐτὴν ἐπαίρει καὶ ὑψοῖ τῷ λόγῳ· μᾶλλον δὲ ὅσα ἂν εἴπῃ, οὐδέπω τῆς ἀξίας αὐτῆς ἐφικνεῖται.
For those things are gifts of grace from above alone, whereas this is also the achievement of human zeal. And gifts bestowed from above are not wont so to characterize the noble man as are the achievements of his own labours. Wherefore Christ says that His disciples are recognized not from signs, but from love. For when this is present, no part of philosophy is lacking to its possessor, but he holds virtue entire and complete and perfected, just as when it is absent he is destitute of all good things. On this account Paul also exalts and elevates it in his speech; or rather, whatsoever things he may say, he does not yet attain to its worth.
βʹ. Τί γὰρ ἂν γένοιτο αὐτῆς ἴσον, ἣ τοὺς προφήτας συνέχει, καὶ τὸν νόμον ἅπαντα, καὶ ἧς ἄνευ οὐ πίστις, οὐ γνῶσις, οὐ μυστηρίων εἴδησις, οὐκ αὐτὸ τὸ μαρτύριον, οὐκ ἄλλο οὐδὲν τὸν κεκτημένον διασῶσαι δυνήσεται; Καὶ γὰρ ἐὰν παραδῶ τὸ σῶμά μου, φησὶν, ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι· καὶ ἀλλαχοῦ πάλιν, ὅτι πάντων μείζων ἐστὶ, καὶ κορυφὴ τῶν ἀγαθῶν, παραδηλῶν ἔλεγεν· Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται· μένει δὲ πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ πάντων ἐστὶν ἡ ἀγάπη. Ἀλλὰ γὰρ οὐ τὸ τυχὸν ἡμῖν ζήτημα ὁ περὶ τῆς ἀγάπης ἐπεισήγαγε λόγος. Τὸ μὲν γὰρ προφητείαν καταργηθῆναι καὶ παύσασθαι γλώσσας, χαλεπὸν οὐδέν· εἰς καιρὸν γὰρ τὰ χαρίσματα ταῦτα τὴν ἑαυτῶν χρείαν παρασχόντα ἡμῖν, καὶ παυσάμενα παραβλάψαι τὸν λόγον οὐδὲν δυνήσεται· ἰδοὺ γοῦν νῦν προφητεία οὐκ ἔστιν, οὐδὲ γλωσσῶν χάρισμα, καὶ ὁ τῆς εὐσεβείας οὐδὲν ἐνεποδίσθη λόγος· τὸ δὲ καὶ γνῶσιν παύσασθαι, τοῦτο ἔστι τὸ ζητούμενον. Ειπὼν γὰρ· Εἴτε προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, ἐπήγαγεν· Εἴτε γνῶσις καταργηθήσεται. Εἰ δὲ μέλλει ἡ γνῶσις παύεσθαι, οὐκ ἐπὶ τὸ βέλτιον, ἀλλ' ἐπὶ τὸ χεῖρον ἡμῖν προκόψει τὰ πρά-
2. For what could prove equal to it, which holds together the prophets and the entire law, and without which neither faith, nor knowledge, nor understanding of mysteries, nor martyrdom itself, nor aught else besides will be able to save its possessor? For though I hand over my body, says he, that I may be burned, yet have not love, I am profited nothing; and elsewhere again, signifying alongside that it is greater than all things and the summit of good things, he said: Whether prophecies shall be done away, or tongues shall cease, or knowledge shall be done away; yet there abide faith, hope, love, these three; and the greatest of all is love. Yet the discourse concerning love has brought in for us no ordinary inquiry. For that prophecy should be done away and tongues should cease is nothing difficult: for once these gifts of grace have rendered their service to us for a season, even when they have ceased they will have no power to harm the word in aught; behold, at any rate, there is now no prophecy, nor gift of tongues, and the word of piety has in no way been hindered; but that knowledge also should cease, this is the matter in question. For having said: Whether prophecies shall be done away, or tongues shall cease, he added: Or knowledge shall be done away. Yet if knowledge is about to cease, our affairs will advance not for the better, but for the worse;
Notes, col. 702

On the reading

Printed Ειπὼν, for Εἰπὼν.

PG 48:703Read from the page
γματα· ἄνευ γὰρ ταύτης καὶ τὸ εἶναι ἄνθρωποι παντελῶς ἀπολοῦμεν· Τὸν γὰρ Θεὸν, φησὶ, φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος. Ει τοίνυν τοῦτό ἐστιν ἄνθρωπος, τὸ φοβεῖσθαι τὸν Θεὸν, τὸ δὲ φοβεῖσθαι τὸν Θεὸν ἀπὸ γνώσεως γίνεται, ἡ δὲ γνῶσις μέλλει καταργεῖσθαι, καθὼς ὁ Παῦλός φησι, τότε παντελῶς ἀπολούμεθα, γνώσεως οὐκ οὔσης, καὶ τὰ καθ' ἡμᾶς δὲ πάντα οἰχήσεται, καὶ τῶν ἀλόγων οὐδὲν ἄμεινον διακεισόμεθα, ἀλλὰ πολλῷ χεῖρον. Ἐν τούτῳ γὰρ πλεονεκτοῦμεν αὐτῶν, ὡς τοῖς γε ἄλλοις ἅπασι τοῖς σωματικοῖς ἐκ πολλοῦ τοῦ περιόντος αὐτοῖς νικώμεθα. Τί οὖν ἔστιν ὃ φησιν ὁ Παῦλος, καὶ περὶ τίνος, ὅτι Ἡ γνῶσις καταργηθήσεται; Οὐ περὶ τῆς παντελοῦς, ἀλλὰ περὶ τῆς μερικῆς τοῦτό φησι, κατάργησιν τὴν ἐπὶ τὸ βέλτιον πρόοδον λέγων, ὡς τὴν μερικὴν καταργουμένην μηκέτι εἶναι μερικὴν, ἀλλὰ τελείαν. Καθάπερ γὰρ ἡ ἡλικία τοῦ παιδίου καταργεῖται, οὐκ ἀφανιζομένης τῆς οὐσίας, ἀλλ' αὐξανομένης τῆς ἡλικίας, καὶ εἰς ἄνδρα τέλειον ἐκβαινούσης· οὕτω καὶ ἐπὶ τῆς γνώσεως γίνεται. Ἡ μικρὰ, φησὶν, αὕτη οὐκέτι ἂν εἴη μικρὰ, διὰ τῶν ἑξῆς γενομένη μεγάλη· τοῦτο ἔστι τὸ, καταργεῖται· καὶ τοῦτο διὰ τῶν ἑξῆς σαφέστερον ἡμῖν ἐδήλωσεν. Ἵνα γὰρ ἀκούσας ὅτι καταργεῖται, μὴ κατάλυσιν παντελῆ νομίσῃς εἶναι, ἀλλ' αὔξησίν τινα καὶ πρὸς τὸ βέλτιον ἐπίδοσιν, εἰπὼν καταργεῖται, ἐπήγαγεν· Ἐκ μέρους γὰρ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται· ὡς μηκέτι εἶναι αὐτὸ ἐκ μέρους, ἀλλὰ τέλειον. Ὥστε τὸ ἀτελὲς αὐτοῦ καταργεῖται, ὡς μηκέτι εἶναι ἀτελὲς, ἀλλὰ τέλειον. Ἡ τοίνυν κατάργησις αὕτη πλήρωσίς ἐστι, καὶ πρὸς τὸ μεῖζον ἐπίδοσις.
for without it we shall utterly lose even our being human: For fear God, says he, and keep His commandments, since this is every man. If, then, this is man—to fear God—and fearing God comes from knowledge, while knowledge is about to be done away, just as Paul says, then we shall utterly perish once knowledge does not exist, and all our affairs will vanish away, and we shall be disposed no better than irrational creatures, nay, much worse. For in this one thing we surpass them, whereas in all other bodily qualities we are far outstripped by them. What, then, is it that Paul says, and concerning what sort of knowledge, when he says: Knowledge shall be done away? Not concerning complete knowledge, but concerning partial knowledge does he say this, calling the advance for the better a doing away, inasmuch as partial knowledge, being done away, is no longer partial, but perfect. For just as the time-of-life of a little child is done away, not through its substance being destroyed, but through its age growing and passing into a mature man, so too does it happen in the case of knowledge. This small knowledge, says he, will no longer be small, having become great through what follows; this is what is meant by: it is done away; and this he made still clearer to us through what follows. For lest, upon hearing that it is done away, you should suppose it to be a total destruction, rather than a certain growth and increase for the better, after saying it is done away, he added: For we know in part, and we prophesy in part; but when that which is perfect has come, then that which is in part shall be done away—so that it is no longer in part, but perfect. Accordingly, its imperfection is done away, so that it is no longer imperfect, but perfect. This doing away, therefore, is a fulfilment and an increase towards what is greater.
γʹ. Καὶ σκόπει μοι τὴν τοῦ Παύλου σύνεσιν· οὐ γὰρ εἶπε, Μέρος γινώσκομεν, ἀλλ', Ἐκ μέρους γινώσκομεν, δηλῶν ὅτι τοῦ μέρους μέρος κατέχομεν. Τάχα ἐπιθυμεῖτε ἀκοῦσαι, καὶ πόσον μέρος κατέχομεν, καὶ πόσον ὑπολέλειπται, καὶ πότερον τὸ πλέον ἢ τὸ ἔλαττον κατέχομεν. Οὐκοῦν ἵνα μάθῃς ὅτι τὸ ἔλαττον κατέχεις, καὶ οὐχ ἁπλῶς τὸ ἔλαττον, ἀλλ' ὡς ἂν εἴποι τις τὸ ἑκατοστὸν ἢ τὸ μυριοστὸν, ἄκουσον τῶν ἑξῆς· μᾶλλον δὲ πρὶν ἢ τὴν ἀποστολικὴν ὑμῖν ἀναγνῶναι φωνὴν, ὑπόδειγμα ἐρῶ δυνάμενον ὑμῖν παραστῆσαι, ὡς ἐξ ὑποδείγματος δυνατὸν, πόσον ὑπολέλειπται, καὶ πόσον ἐστὶν ὃ κατέχομεν νῦν. Πόσον τοίνυν ἐστὶ τὸ μέσον τῆς μελλούσης ἡμῖν δοθήσεσθαι γνώσεως, καὶ τῆς παρούσης νῦν; Ὅσον ἀνδρὸς τελείου πρὸς παῖδα θηλάζοντα τὸ μέσον· τοσαύτη γὰρ τῆς μελλούσης γνώσεως πρὸς τὴν παροῦσαν ἡ ὑπεροχή. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ τοσοῦτον ἐκείνη ταύτης μείζων ἐστὶν, αὐτὸς λεγέτω πάλιν ὁ Παῦλος. Ειπὼν γὰρ, Ἐκ μέρους γινώσκομεν, καὶ βουλόμενος δεῖξαι ἐκ πόσου μέρους, καὶ ὅτι τὸ βραχύτατον νῦν κατέχομεν, ἐπήγαγεν· Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου· νηπίου μὲν ἕξει τὴν παροῦσαν γνῶσιν, ἀνδρὸς δὲ τελείου τὴν γνῶσιν τὴν μέλλουσαν παραβάλλων. Καὶ οὐκ εἶπεν, Ὅτε
3. And observe for me Paul's intelligence: for he did not say, We know a part, but, We know in part, showing that we hold a part of a part. Perhaps you desire to hear also how great a part we hold, and how much has been left over, and whether we hold the greater part or the lesser. Well then, that you may learn that you hold the lesser part—and not merely the lesser, but, as one might say, the hundredth or the ten-thousandth part—listen to what follows; or rather, before I read out to you the apostolic utterance, I shall state an illustration able to set before you, so far as is possible from an illustration, how much has been left over, and how much it is that we now hold. How great, then, is the interval between the knowledge that is about to be given to us and that which is present now? As great as is the interval between a mature man and a nursing child: for so great is the superiority of the future knowledge over the present. And that this is true, and that the former is by so much greater than the latter, let Paul himself say once more. For having said, We know in part, and wishing to show out of how small a part, and that we now hold the tiniest portion, he added: When I was an infant, I spoke as an infant, I was minded as an infant, I reasoned as an infant; but when I have become a man, I have done away with the things of the infant—comparing present knowledge to the state of an infant, and future knowledge to that of a mature man. And he did not say, When
Notes, col. 703

On the reading

Printed Ει, for Εἰ.

Printed Ειπὼν, for Εἰπὼν.

PG 48:704Read from the page
ἤμην παῖς· παῖς γὰρ καὶ ὁ δωδεκαέτης λέγεται ἀλλ', Ὅτε ἤμην νήπιος, τὸν ὑπομάζιον καὶ ἔτι γαλακτοτροφούμενον καὶ θηλάζοντα ἡμῖν ἐμφαίνων. Ὅτι γὰρ ἡ Γραφὴ τοῦτόν φησι νήπιον, ἄκουσον τοῦ ψαλμοῦ λέγοντος· Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν· ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω τὸν αἶνον. Ὁρᾷς ὅτι τὸν νήπιον πανταχοῦ τὸν θηλάζοντα καλεῖ; Εἶτα τῷ πνεύματι προορῶν τῶν μελλόντων ἀνδρῶν τὴν ἀναισχυντίαν, οὐχὶ τῷ ἑνὶ παραδείγματι τούτῳ μόνον ἠρκέσθη, ἀλλὰ καὶ δευτέρῳ καὶ τρίτῳ τοῦτο βέβαιον ἡμῖν ἐποίησε. Καθάπερ γὰρ ὁ Μωϋσῆς πρὸς Ἰουδαίους ἀποστελλόμενος τριῶν σημείων ἐλάμβανεν ἀπόδειξιν, ἵνα, ἐὰν ἀπιστήσωσι τῷ προτέρῳ, τῆς τοῦ δευτέρου φωνῆς ἀκούσωσι, ἂν δὲ καὶ ταύτης καταφρονήσωσι, τὸ τρίτον αἰσχυνθέντες καταδέξωνται τὸν προφήτην· οὕτω καὶ οὗτος τρία τίθησιν ὑποδείγματα· ἓν μὲν τὸ τοῦ παιδίου, λέγων, Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐφρόνουν· δεύτερον τὸ τοῦ ἐσόπτρου· καὶ τρίτον τὸ τοῦ αἰνίγματος. Ειπὼν γὰρ, Ὅτε ἤμην νήπιος, ἐπήγαγε· Βλέπομεν νῦν δι' ἐσόπτρου ἐν αἰνίγματι. Ἰδοὺ γὰρ δεύτερον ὑπόδειγμα τῆς παρούσης ἀσθενείας, καὶ τοῦ ἀτελῆ τὴν γνῶσιν εἶναι· τρίτον πάλιν τὸ Ἐν αἰνίγματι. Καὶ γὰρ τὸ παιδίον ὁρᾷ μὲν πολλὰ καὶ ἀκούει καὶ φθέγγεται, τρανὸν δὲ οὐδὲν οὔτε ὁρᾷ, οὔτε ἀκούει, οὔτε φθέγγεται· καὶ φρονεῖ μὲν, οὐδὲν δὲ διηρθρωμένον. Οὕτω καὶ ἐγὼ οἶδα μὲν πολλὰ, οὐκ ἐπίσταμαι δὲ αὐτῶν τὸν τρόπον. Ὅτι μὲν γὰρ πανταχοῦ ἔστιν ὁ Θεὸς οἶδα, καὶ ὅτι ὅλως ἔστι πανταχοῦ οἶδα· τὸ δὲ πῶς οὐκ οἶδα· ὅτι ἄναρχός ἐστι καὶ ἀγέννητος καὶ ἀΐδιος, οἶδα· τὸ δὲ πῶς οὐκ οἶδα· οὐ γὰρ δέχεται λογισμὸς ειδέναι πῶς οἷόν τε οὐσίαν εἶναι, μήτε παρ' ἑαυτῆς μήτε παρ' ἑτέρου τὸ εἶναι ἔχουσαν. Οἶδα ὅτι ἐγέννησεν Υἱὸν, τὸ δὲ πῶς ἀγνοῶ· οἶδα ὅτι τὸ Πνεῦμα ἐξ αὐτοῦ, τὸ δὲ πῶς ἐξ αὐτοῦ οὐκ ἐπίσταμαι· βρώματα ἐσθίω, τὸ δὲ πῶς μερίζονται εἰς φλέγμα, εις αἷμα, εις χυμὸν, εἰς χολὴν, ἀγνοῶ. Ταῦτα ἅπερ βλέπομεν καθ' ἑκάστην ἡμέραν ἐσθίοντες ἀγνοοῦμεν, καὶ τὴν οὐσίαν τοῦ Θεοῦ πολυπραγμονοῦμεν;
I was a boy—for even a boy of twelve years is called a boy—but, When I was an infant, indicating to us the child at the breast, still fed on milk and nursing. For that Scripture calls such a one an infant, listen to the psalm when it says: O Lord, our Lord, how wondrous is Thy name in all the earth! For Thy magnificence has been exalted far above the heavens; out of the mouth of infants and nurslings Thou hast perfected praise. Do you see that everywhere it calls the nursling an infant? Next, foreseeing by the Spirit the shamelessness of men to come, he was not content with this single example alone, but made this sure for us by a second and a third as well. For just as Moses, when sent to the Jews, received the proof of three signs, so that if they disbelieved the first, they might hearken to the voice of the second, and if they despised this one also, put to shame at the third they might receive the prophet—so too this man sets down three illustrations: one, that of the little child, when he says, When I was an infant, I was minded as an infant; a second, that of the mirror; and a third, that of the riddle. For having said, When I was an infant, he added: We see now through a mirror in a riddle. For behold a second illustration of our present weakness, and of our knowledge being imperfect; and a third again is In a riddle. For indeed the little child sees many things and hears and utters sounds, yet neither sees, nor hears, nor utters aught distinctly; and it thinks indeed, yet nothing articulate. So I too know many things, yet do not understand their manner. For that God is everywhere I know, and that He is wholly everywhere I know; yet the how I do not know; that He is without beginning and unbegotten and eternal, I know; yet the how I do not know: for reasoning does not admit of knowing how it is possible for an essence to exist that has its being neither from itself nor from another. I know that He begot a Son, yet the how I am ignorant of; I know that the Spirit is from Him, yet how He is from Him I do not understand; I eat foods, yet how they are parted into phlegm, into blood, into humour, into bile, I am ignorant. Are we ignorant of these things which we see every day as we eat them, and yet pry meddlesomely into the essence of God?
δʹ. Ποῦ τοίνυν εἰσιν οἱ τὸ πᾶν ἀπειληφέναι τῆς γνώσεως λέγοντες, οι πρὸς τὸ βάραθρον τῆς ἀγνωσίας καταπεσόντες; Οἱ γὰρ κατὰ τὸ παρὸν λέγοντες ἀπειληφέναι τὸ πᾶν, εἰς τὸ μέλλον ἐρήμους ἑαυτοὺς τῆς παντελοῦς καθιστῶσι γνώσεως. Ἐγὼ μὲν γὰρ ὁ λέγων, ὅτι ἐκ μέρους γινώσκω, κἂν εἴπω, ὅτι καταργεῖται ἡ γνῶσις αὕτη, πρὸς τὸ βέλτιον καὶ τελειότερον ὁδεύω, καταργηθείσης τῆς μερικῆς καὶ γενομένης τελειοτέρας· ἐκεῖνος δὲ ὁ λέγων παντελῆ καὶ ὁλόκληρον καὶ τελείαν ἔχειν τὴν γνῶσιν, εἶτα ὁμολογῶν αὐτὴν καταργεῖσθαι ἐν τῷ μέλλοντι, ἔρημον ἑαυτὸν ἀποφαίνει τῆς γνώσεως, ταύτης μὲν καταργουμένης, ἑτέρας δὲ τελειοτέρας οὐκ ἐπεισαγομένης· εἴπερ αὕτη ἐστὶ κατ' αὐτοὺς ἡ τελεία. Ὁρᾶτε πῶς φιλονεικοῦντες ἐνταῦθα τὸ πᾶν ἔχειν, οὔτε τὸ ἐνταῦθα ἔχουσι, καὶ ἐκεῖ τοῦ παντὸς ἑαυτοὺς ἐκβάλλουσι;
4. Where, then, are those who say that they have received the whole of knowledge, they who have plunged down into the pit of ignorance? For those who say that at present they have received the whole render themselves destitute of complete knowledge for the future. For I, who say that I know in part, even if I say that this knowledge is done away, journey on towards what is better and more perfect, once partial knowledge has been done away and become more perfect; whereas that man who says that he possesses knowledge all-entire and whole and perfect, and then confesses that it is done away in the future, declares himself destitute of knowledge, since this knowledge is done away and no other more perfect one is brought in besides—if indeed, according to them, this one is the perfect knowledge. Do you see how, by contentiously claiming to hold the whole here, they neither hold what is here nor fail to cast themselves out from the whole there?
Notes, col. 704

On the reading

Printed Ειπὼν, for Εἰπὼν.

Printed ειδέναι, for εἰδέναι.

Printed εις, for εἰς.

Printed οι, for οἱ.

PG 48:705Read from the page
Τοσοῦτόν ἐστι κακὸν τὸ μὴ μένειν εἴσω τῶν ὅρων ὧν ἐξ ἀρχῆς ἔταξεν ἡμῖν ὁ Θεός. Οὕτω καὶ ὁ Ἀδὰμ ἐλπίδι πλείονος τιμῆς καὶ τῆς οὔσης ἐξέπεσεν· οὕτω καὶ ἐπὶ τῶν φιλαργύρων γίνεται· πολλοὶ πολλάκις μειζόνων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀπώλεσαν· οὕτω καὶ οὗτοι προσδοκῶντες ἐνταῦθα τὸ πᾶν ἔχειν, καὶ τοῦ μέρους ἐξέπεσον. Διὸ παραινῶ φεύγειν αὐτῶν τὴν μανίαν· μανίας γὰρ ἐσχάτης φιλονεικεῖν ειδέναι τί τὴν οὐσίαν ἐστὶν ὁ Θεός. Καὶ ἵνα μάθῃς ὅτι μανίας ἐσχάτης τοῦτο, ἀπὸ τῶν προφητῶν ὑμῖν τοῦτο ποιήσω φανερόν· οἱ γὰρ προφῆται οὐ μόνον τί τὴν οὐσίαν ἐστὶν ἀγνοοῦντες φαίνονται, ἀλλὰ καὶ περὶ τῆς σοφίας αὐτοῦ πόση τίς ἐστιν ἀποροῦσι· καίτοι γε οὐχ ἡ οὐσία ἀπὸ τῆς σοφίας, ἀλλ' ἡ σοφία ἐκ τῆς οὐσίας. Ὅταν δὲ μηδὲ ταύτην δύνωνται καταλαμβάνειν οἱ προφῆται μετ' ἀκριβείας, πόσης ἂν εἴη μανίας τὸ τὴν οὐσίαν αὐτὴν νομίζειν δύνασθαι τοῖς οἰκείοις ὑποβάλλειν λογισμοῖς; Ἀκούσωμεν τοίνυν τί φησιν ὁ προφήτης περὶ αὐτῆς· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ Μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν. Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης. Τί ἔστι φοβερῶς; Πολλὰ θαυμάζομεν νῦν, ἀλλ' οὐ μετὰ φόβου, οἷον κιόνων κάλλη, τύπων ζωγραφίας, ἄνθη σωμάτων· θαυμάζομεν πάλιν τῆς θαλάσσης τὸ μέγεθος, καὶ τὸν ἄπειρον βυθὸν, ἀλλὰ μετὰ φόβου, ὅταν πρὸς τὸ βάθος κατακύψωμεν. Οὕτω τοίνυν καὶ ὁ προφήτης πρὸς τὸ ἄπειρον καὶ ἀχανὲς πέλαγος τῆς τοῦ Θεοῦ κατακύψας σοφίας, καὶ ἰλιγγιάσας, μετὰ φόβου πολλοῦ θαυμάσας ἀνεχώρησε βοῶν καὶ λέγων· Ἐξομολογήσομαί σοι ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου· καὶ πάλιν· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.
So great an evil is it not to remain within the boundaries which God appointed for us from the beginning. Thus Adam also, in hope of greater honour, fell away even from that which he had; thus too does it happen in the case of lovers of money: many have often lost even what they had on hand while desiring greater things; and thus these men also, expecting to hold the whole here, fell away even from the part. Wherefore I exhort you to flee their madness: for it belongs to utter madness to strive contentiously to know what God is in essence. And that you may learn that this belongs to utter madness, I shall make this manifest to you from the prophets: for the prophets appear not only ignorant of what He is in essence, but are also at a loss concerning His wisdom, how great and of what sort it is; and yet His essence is not from His wisdom, but His wisdom is from His essence. When, therefore, the prophets cannot comprehend even the latter with exactitude, of how great madness would it be to suppose that one can subject the essence itself to one's own reasonings? Let us hear, then, what the prophet says concerning it: Thy knowledge has been made wondrous beyond me. Or rather, let us carry the discourse further up: I will give praise to Thee, for Thou hast been made fearfully wondrous. What is fearfully? We admire many things now, yet not with fear—such as the beauties of columns, figures of painting, the bloom of bodies; again, we admire the vastness of the sea and its boundless deep, yet with fear, when we peer down into the depth. In this way, therefore, the prophet also, having peered down into the boundless and yawning ocean of the wisdom of God and grown dizzy, marvelling with great fear, drew back crying aloud and saying: I will give praise to Thee, for Thou hast been made fearfully wondrous; wondrous are Thy works; and again: Thy knowledge has been made wondrous beyond me, it has grown strong; I can by no means attain to it.
Ὅρα εὐγνωμοσύνην οἰκέτου· Εὐχαριστῶ σοι, φησὶ, διὰ τοῦτο, ὅτι ἀκατάληπτον ἔχω Δεσπότην· οὐ περὶ οὐσίας ἐνταῦθα λέγων· ἐκεῖνο μὲν γὰρ ὡς ὡμολογημένον ἀκατάληπτον εἶναι παρῆκε· περὶ δὲ τοῦ πανταχοῦ παρεῖναι τὸν Θεὸν ταῦτά φησι, δεικνὺς ὅτι οὐδὲ αὐτὸ τοῦτο οἶδε, πῶς πανταχοῦ πάρεστιν. Ὅτι γὰρ περὶ τούτου φησὶν, ἄκουε τῶν ἑξῆς. Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εις τὸν ᾅδην, πάρει. Εἶδες πῶς πανταχοῦ πάρεστιν; Ἀλλ' ὁ προφήτης οὐκ οἶδεν, ἀλλ' ἰλιγγιᾷ καὶ ἀπορεῖ καὶ φοβεῖται μόνον εἰς νοῦν αὐτὸ λαβών; Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας τοὺς τοσοῦτον ἀπέχοντας τῆς ἐκείνου χάριτος αὐτὴν τοῦ Θεοῦ πολυπραγμονεῖν τὴν οὐσίαν; Καίτοι οὗτός ἐστιν ὁ προφήτης ὁ λέγων· Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι· ἀλλ' ὅμως τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ μαθὼν, περὶ αὐτῆς φησὶ ταύτης, ὅτι ἄπειρός τίς ἐστι καὶ ἀκατάληπτος. Μέγας γὰρ ὁ Κύριος, φησὶ, καὶ μεγάλη ἡ ισχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμὸς, τουτέστιν, οὐκ ἔστι κατάληψις. Τί λέγεις; ἡ σοφία ἀκατάληπτος τῷ προφήτῃ, καὶ ἡ οὐσία ἡμῖν καταληπτή; ἆρα οὐ φανερὰ αὕτη ἡ μανία; ἡ μεγαλωσύνη αὐτοῦ οὐκ ἔχει πέρας, καὶ τὴν οὐσίαν αὐτοῦ περιγράφεις;
Behold the grateful mind of a household servant: I give thanks to Thee, says he, on this account, that I have an incomprehensible Master—not speaking here concerning essence; for that he passed by as acknowledged to be incomprehensible; rather, he says these things concerning God's being present everywhere, showing that he does not know even this very thing: how He is present everywhere. For that he speaks concerning this, listen to what follows: If I ascend into heaven, Thou art there; if I go down into Hades, Thou art present. Did you see how He is present everywhere? Yet does the prophet not know, but grow dizzy and stand at a loss and fear merely upon taking it into his mind? How, then, does it not belong to utter folly for men who fall so far short of that man's grace to pry meddlesomely into the very essence of God? And yet this is the prophet who says: The uncertain and hidden things of Thy wisdom Thou hast made manifest to me; nevertheless, after learning the uncertain and hidden things of His wisdom, he says concerning this very wisdom that it is something boundless and incomprehensible. For great is the Lord, says he, and great is His strength, and of His understanding there is no number—that is, there is no comprehension. What say you? Is His wisdom incomprehensible to the prophet, and is His essence comprehensible to us? Is not this madness manifest? Does His majesty have no limit, and do you circumscribe His essence?
εʹ. Ταῦτα καὶ ὁ Ἠσαΐας φιλοσοφῶν ἔλεγε· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Οὐκ εἶπε· Τίς διηγεῖται, ἀλλὰ,
5. Philosophizing on these things, Isaiah also said: Who shall declare His generation? He did not say: Who declares, but,
Notes, col. 705

On the reading

Printed ειδέναι, for εἰδέναι.

Printed εις, for εἰς.

Printed ισχὺς, for ἰσχὺς.

PG 48:706Read from the page
Τίς διηγήσεται, καὶ τὸ μέλλον ἀπέκλεισε. Καὶ ὁ μὲν Δαυΐδ φησιν· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ὁ δὲ Ἠσαΐας οὐκ ἀφ' ἑαυτοῦ μόνον φησὶν, ἀλλὰ καὶ ἀπὸ πάσης τῆς ἀνθρωπίνης φύσεως ἀποκεκλεῖσθαι τὴν διήγησιν ταύτην. Ἀλλ' ἴδωμεν, μήποτε ὁ Παῦλος οἶδεν, ἅτε δὴ μείζονος ἀπολελαυκὼς χάριτος· αὐτὸς μὲν οὖν ἐστιν ὁ λέγων· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἀλλαχοῦ, οὐ περὶ οὐσίας, ἀλλὰ περὶ σοφίας καὶ αὐτὸς διαλεγόμενος τῆς ἐν τῇ προνοίᾳ φαινομένης, οὐ τῆς καθόλου λέγω, καθ' ἣν ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄνω προνοεῖ δυνάμεων, ἀλλ' ἐκεῖνο τῆς προνοίας τὸ μέρος ἐξετάζων, καθ' ὃ προνοεῖ τῶν ἐν τῇ γῇ ἀνθρώπων, καὶ ταύτης αὐτῆς πάλιν μέρος. Οὐδὲ γὰρ αὐτὴν ὅλην ἐξετάζει, καθ' ἣν ἀνατέλλει τὸν ἥλιον, καθ' ἣν ψυχὰς ἐμπνεῖ, καθ' ἣν σώματα διαπλάττει, καθ' ἣν τρέφει τοὺς ἐπὶ γῆς ἀνθρώπους, καθ' ἣν συγκρατεῖ τὸν κόσμον, καθ' ἣν τὰς ἐτησίους δίδωσι τροφάς· ἀλλὰ ταῦτα πάντα ἀφεὶς, καὶ μικρόν τι μέρος ἐξετάσας τῆς προνοίας αὐτοῦ, καθ' ὃ τοὺς μὲν Ἰουδαίους ἐξέβαλε, τοὺς δὲ ἐξ ἐθνῶν εἰσεδέξατο, καὶ πρὸς αὐτὸ τοῦτο τὸ μικρὸν μέρος, ὥσπερ πρὸς πέλαγος ἄπειρον ἰλιγγιάσας, καὶ βάθος ἰδὼν ἀχανὲς, ἀπεπήδησεν εὐθέως, καὶ μέγα ἀνεβόησεν εἰπών· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ. Οὐκ εἶπεν, Ἀκατάληπτα, ἀλλ', Ἀνεξερεύνητα. Εἰδὲ ἐρευνηθῆναι οὐ δύναται, πολλῷ μᾶλλον καταληφθῆναι ἀδύνατον. Καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Αἱ ὁδοὶ αὐτού ἀνεξιχνίαστοι καὶ αὐτὸς καταληπτός; εἰπέ μοι. Καὶ τί λέγω περὶ τῶν ὁδῶν; τὰ ἔπαθλα τὰ ἀποκείμενα ἡμῖν ἀκατάληπτα· Ὀφθαλμὸς γὰρ αὐτὰ οὐκ εἶδεν, οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ἀλλὰ καὶ ἡ δωρεὰ αὐτοῦ ἀνεκδιήγητος· Χάρις γὰρ τῷ Θεῷ, φησὶν, ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ, καὶ ἡ εἰρήνη αὐτοῦ ὑπερέχει πάντα νοῦν. Τί λέγεις; τὰ κρίματα αὐτοῦ ἀνεξερεύνητα, αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι, ἡ εἰρήνη ὑπερέχει πάντα νοῦν, ἡ δωρεὰ ἀνεκδιήγητος, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν οὐκ ἀνέβη ἐπὶ καρδίαν ἀνθρώπου, ἡ μεγαλωσύνη πέρας οὐκ ἔχει, ἡ σύνεσις ἀριθμὸν οὐκ ἔχει, πάντα ἀκατάληπτα, καὶ αὐτὸς μόνος καταληπτός; Καὶ ποίαν οὐκ ἂν ἔχοι τοῦτο μανίας ὑπερβολήν; Κάτεχε τὸν αἱρετικόν· μὴ ἀφῇς ἀναχωρῆσαι· εἰπέ· Τί φησιν ὁ Παῦλος; Ἐκ μέρους γικώσκομεν. Οὐ περὶ τῆς οὐσίας τοῦτο λέγει, φησὶν, ἀλλὰ περὶ τῶν οἰκονομιῶν. Μάλιστα μὲν, εἰ καὶ περὶ τῶν οἰκονομιῶν ἦν ὁ λόγος, ἐκ πλείονος ἡμῖν περιουσίας καὶ οὕτω τὰ νικητήρια· εἰ γὰρ αἱ οἰκονομίαι ἀκατάληπτοι, πολλῷ μᾶλλον αὐτός· ὅτι δὲ ἐνταῦθα οὐ περὶ τῶν οἰκονομιῶν φησιν, ἀλλὰ περὶ αὐτοῦ τοῦ Θεοῦ, ἄκουσον τῶν ἑξῆς· εἰπὼν γάρ· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν, ἐπήγαγεν· Ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Ὑπὸ τίνος οὖν ἐπεγνώσθη; ὑπὸ τοῦ Θεοῦ, ἢ ὑπὸ τῶν οἰκονομιῶν; Ὑπὸ τοῦ Θεοῦ δηλονότι· τοῦτον οὖν καὶ ἐκ μέρους γινώσκει. Ἐκ μέρους δὲ εἶπεν, οὐχ ὅτι τὸ μὲν αὐτοῦ τῆς οὐσίας γινώσκει, τὸ δὲ ἀγνοεῖ (ἁπλοῦς γὰρ ὁ Θεός)· ἀλλ' ἐπειδὴ ὅτι
Who shall declare it?, and shut out the future also. And David on the one hand says: Thy knowledge is become wonderful from me; while Isaiah on the other says that not from himself alone, but also from the whole of human nature has this account been shut out. Yet let us see whether perhaps Paul knows it, inasmuch as he has enjoyed greater grace; now it is he himself who says: In part we know, and in part we prophesy. And not here alone, but elsewhere also, discoursing himself too not concerning essence, but concerning the wisdom manifested in providence — I do not mean the universal providence, according to which He provides for angels and archangels and the powers above, but examining that part of providence according to which He provides for men upon the earth, and again a part of this very providence itself. For neither does he examine the whole of it, according to which He makes the sun to rise, according to which He breathes in souls, according to which He fashions bodies, according to which He nourishes men upon earth, according to which He holds together the world, according to which He gives the yearly sustenance; but leaving all these things aside, and having examined some small part of His providence, according to which He cast out the Jews on the one hand, and admitted those from the Gentiles on the other, even before this very small part, growing dizzy as though before a boundless sea, and beholding a yawning depth, he leapt back straightway, and cried aloud with a great voice, saying: O depth of the riches and wisdom and knowledge of God! how unsearchable are His judgements! He did not say, Incomprehensible, but, Unsearchable. And if they cannot be searched out, much more is it impossible for them to be comprehended. And untraceable are His ways. Are His ways untraceable and is He Himself comprehensible? tell me. And why do I speak concerning His ways? The prizes laid up for us are incomprehensible: For eye has not seen them, nor ear heard, neither have they entered upon the heart of man, the things which God has prepared for those who love Him. Nay, His gift also is unspeakable: For thanks be to God, says he, for His unspeakable gift, and His peace surpasses every mind. What sayest thou? His judgements are unsearchable, His ways untraceable, His peace surpasses every mind, His gift is unspeakable, what God has prepared for those who love Him has not entered upon the heart of man, His greatness has no bound, His understanding has no number — all things are incomprehensible, and is He alone comprehensible? And what excess of madness would this not hold? Hold fast the heretic; do not suffer him to withdraw; say: What says Paul? In part we know. Not concerning the essence does he say this, says he, but concerning the dispensations. Assuredly indeed, even if the discourse were concerning the dispensations, from greater abundance would the prize of victory be ours thus also; for if the dispensations are incomprehensible, much more is He Himself; yet that he speaks here not concerning the dispensations, but concerning God Himself, hear what follows: for after saying: In part we know, and in part we prophesy, he added: Now I know in part, but then I shall know fully even as also I was fully known. By whom, then, was he fully known? by God, or by the dispensations? By God, plainly; Him, therefore, he also knows in part. And he said In part, not because he knows one part of His essence and is ignorant of another (for God is simple); but because that
Notes, col. 706

On the reading

Printed Εἰδὲ, for Εἰ δὲ.

Printed αὐτού, for αὐτοῦ.

Printed γικώσκομεν, for γινώσκομεν.