Migne Reading Room

PG 48 · cols. 689–692 · Read from the page

On the Priesthood, six books

On the Priesthood, six books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:689Read from the page
ἐμοὶ, καὶ τοσαύτην ὑπομεῖναι αισχύνην ; Ταῦτα πολλάκις κατ' ἐμαυτὸν λογιζόμενος, καὶ τοῦ λίαν ἀτόπου μηδὲ τὴν ἐνθύμησιν δυνάμενος ἐνεγκεῖν, ὥσπερ οἱ παραπλῆγες ἐκείμην ἀχανὴς, οὔτε ὁρᾶν οὔτε ἀκούειν τι δυνάμενος. Τῆς δὲ ἀμηχανίας με τῆς τοσαύτης ἀφείσης (καὶ γὰρ ἔστιν ὅτε καὶ ὑπεξίστατο), διεδέχετο δάκρυα καὶ ἀθυμία · καὶ μετὰ τὸν τῶν δακρύων κόρον ἀντεισῄει πάλιν ὁ φόβος, ταράττων καὶ θορυβῶν καὶ διασείων μοι τὴν διάνοιαν. Τοσαύτῃ ζάλῃ τὸν παρελθόντα συνέζων χρόνον · σὺ δὲ ἠγνόεις, καὶ ἐν γαλήνῃ με διάγειν ἐνόμιζες. Ἀλλὰ νῦν σοι ἀποκαλύψαι πειράσομαι τὸν χειμῶνα τῆς ἐμῆς ψυχῆς · τάχα γάρ μοι καὶ ἀπὸ τούτου συγγνώσῃ, τὰ ἐγκλήματα ἀφείς. Πῶς οὖν σοι, πῶς αὐτὸν ἐκκαλύψωμεν ; Εἰ μὲν σαφῶς ἐθέλοις ἰδεῖν, ἑτέρως οὐκ ἂν εἴη, ἀλλ' ἢ τὴν καρδίαν γυμνώσαντα τὴν ἐμήν · ἐπειδὴ δὲ τοῦτο ἀδύνατον, δι' ἀμυδρᾶς τινος εἰκόνος, ὡς ἂν οἷός τε ὦ, πειράσομαί σοι τὸν τῆς ἀθυμίας τέως ὑποδεῖξαι καπνόν · σὺ δὲ ἐκ τῆς εἰκόνος τὴν ἀθυμίαν σύλλεγε μόνον. Ὑποθώμεθα εἶναί τινι μνηστὴν τοῦ πάσης τῆς ὑφ' ἥλιον κειμένης γῆς βασιλεύοντος θυγατέρα, ταύτην τε τὴν κόρην κάλλος τε ἔχειν ἀμήχανον, οἷον καὶ τὴν ἀνθρωπίνην ὑπερβαίνειν φύσιν, καὶ τούτῳ τὸ τῶν γυναικῶν ἁπασῶν φῦλον ἐκ πολλοῦ τοῦ διαστήματος νικᾶν, καὶ ψυχῆς ἀρετὴν τοσαύτην, ὡς καὶ τὸ τῶν ἀνδρῶν γένος, τῶν τε γενομένων, τῶν τε ἐσομένων ποτὲ, πολλῷ τῷ μέτρῳ κατόπιν ἀφεῖναι · καὶ πάντας μὲν ὑπερβῆναι φιλοσοφίας ὅρους τῇ τῶν τρόπων εὐκοσμίᾳ, πᾶσαν δὲ κρύψαι σώματος ὥραν τῷ τῆς οἰκείας ὄψεως κάλλει · τὸν δὲ ταύτης μνηστῆρα, μὴ διὰ ταῦτα μόνον περικαίεσθαι τῆς παρθένου, ἀλλὰ καὶ χωρὶς τούτων πάσχειν τι πρὸς αὐτὴν, καὶ τῷ πάθει τούτῳ τοὺς μανικωτάτους τῶν πώποτε γενομένων ἀποκρύψαι ἐραστῶν · εἶτα μεταξὺ τῷ φίλτρῳ καιόμενον καὶ ἀκοῦσαί ποθεν, ὅτι τὴν θαυμαστὴν ἐρωμένην ἐκείνην τῶν εὐτελῶν τις καὶ ἀπεῤῥιμμένων ἀνδρῶν, καὶ δυσγενὴς καὶ τὸ σῶμα ἀνάπηρος, καὶ πάντων τῶν ὄντων μοχθηρότατος μέλλοι πρὸς γάμον ἄγεσθαι. Ἆρά σοι μικρόν τι μέρος τῆς ἡμετέρας ὀδύνης παρεστήσαμεν, καὶ ἀρκεῖ μέχρι τούτου στῆσαι τὴν εἰκόνα ; Τῆς μὲν ἀθυμίας ἕνεκεν ἀρκεῖν οἶμαι · καὶ γὰρ διὰ τοῦτο μόνον αὐτὴν παρειλήφαμεν · ἵνα δέ σοι καὶ τοῦ φόβου καὶ τῆς ἐκπλήξεως ὑποδείξω τὸ μέτρον, ἐφ' ἑτέραν πάλιν ἴωμεν ὑπογραφήν. Καὶ ἔστω στρατόπεδον ἐκ πεζῶν καὶ ἱππέων καὶ ναυμάχων συνειλεγμένον ἀνδρῶν, καὶ καλυπτέτω μὲν τὴν θάλατταν ὁ τῶν τριήρων ἀριθμὸς, καλυπτέτωσαν δὲ τὰ τῶν πεδίων πλήθη καὶ τὰς τῶν ὀρῶν κορυφὰς αἱ τῶν πεζῶν καὶ ἱππέων φάλαγγες · καὶ ἀντιλαμπέτω μὲν ἡλίῳ τῶν ὅπλων ὁ χαλκὸς, καὶ ταῖς ἐκεῖθεν πεμπομέναις ἀκτῖσιν ἡ τῶν περικεφαλαίων καὶ τῶν ἀσπίδων ἀνταφιέσθω μαρμαρυγή · ὁ δὲ τῶν δοράτων κτύπος καὶ ὁ τῶν ἵππων χρεμετισμὸς πρὸς αὐτὸν φερέσθω τὸν οὐρανόν · καὶ μήτε θάλασσα φαινέσθω μήτε γῆ, ἀλλὰ χαλκὸς καὶ σίδηρος πανταχοῦ · ἀντιπαραταττέσθωσαν δὲ αὐτοῖς καὶ πολέμιοι, ἄγριοί τινες ἄνδρες καὶ ἀνήμεροι · ἐνεστηκέτω δὲ ἤδη καὶ ὁ τῆς συμβουλῆς καιρός · εἶτα ἁρπάσας τις ἐξαίφνης μειράκιον τῶν ἐν ἀγρῷ τραφέντων καὶ τῆς πηκτίδος καὶ τῆς καλαύροπος πλέον εἰδότων
to me, and to endure so great a disgrace? Reckoning these things often within myself, and unable to bear even the thought of so monstrous a thing, I lay speechless like men struck senseless, able neither to see nor to hear anything. And when this great helplessness left me (for at times it did recede), tears and despondency succeeded; and after my fill of tears, fear came in again in its place, troubling and disturbing and shaking my mind. In so great a tempest did I live through the time past; yet you knew it not, and supposed that I was passing my days in calm. But now I shall endeavour to uncover to you the winter storm of my soul; for perhaps from this too you will pardon me and dismiss your accusations. How then, how shall we uncover it to you? If you wished to see it clearly, it could not be otherwise than by stripping bare my heart; but since this is impossible, through some dim image, so far as I am able, I shall endeavour to show you meanwhile the smoke of my despondency; and do you from the image gather my despondency alone. Let us suppose that there is betrothed to someone the daughter of the king who rules over all the earth beneath the sun, and that this maiden possesses an ineffable beauty, such as transcends even human nature, and thereby surpasses the whole sex of women by a vast interval, and such virtue of soul as to leave far behind even the race of men, both those who have been and those who shall ever be; and that she exceeds all bounds of philosophy by the comeliness of her manners, and eclipses every grace of body by the beauty of her own countenance; and that her suitor not only burns with passion for the maiden on account of these things, but even apart from these suffers an affection towards her, and by this passion outdoes the most frantic lovers who have ever existed; and then, while burning amid this love-spell, he hears from somewhere that this wondrous beloved is about to be led in marriage by some low and outcast man, base-born and maimed in body, and the most wicked of all living men. Have we set before you some small part of our grief, and does it suffice to stay the image at this point? So far as despondency goes, I think it suffices; for on this account alone did we adopt it; but that I may show you the measure of my fear and dismay as well, let us proceed again to another sketch. Let there be an army gathered of foot-soldiers, horsemen, and sea-fighters, and let the number of triremes cover the sea, and let the phalanxes of infantry and cavalry cover the expanses of the plains and the summits of the mountains; and let the bronze of weapons flash back against the sun, and to the rays sent forth from thence let the gleam of helmets and shields shoot back; and let the clash of spears and the neighing of horses be borne up to heaven itself; and let neither sea nor earth appear, but bronze and iron everywhere; and arrayed against them let there also stand enemies, certain savage and fierce men; and let the moment of counsel (printed counsel) already be at hand; and then let someone suddenly seize a stripling from among those reared in the country, who know more of nothing beyond the shepherd's harp and crook
Notes, col. 689

On the reading

Printed αισχύνην, for αἰσχύνην.

Printed συμβουλῆς, for συμβολῆς.

PG 48:690Read from the page
οὐδὲν, καθοπλιζέτω μὲν αὐτὸ ὅπλοις χαλκοῖς, περιαγέτω δὲ τὸ στρατόπεδον ἅπαν, καὶ δεικνύτω λόχους καὶ λοχαγοὺς, τοξότας, σφενδονήτας, ταξιάρχους, στρατηγοὺς, ὁπλίτας, ἱππέας, ἀκοντιστὰς, τριήρεις, τριηράρχους, τοὺς ἐκεῖ πεφραγμένους στρατιώτας, τῶν ἐν ταῖς ναυσὶν ἀποκειμένων μηχανημάτων τὸ πλῆθος · δεικνύτω δὲ καὶ τὴν τῶν πολεμίων παράταξιν ἅπασαν, καὶ ὄψεις ἀποτροπαίους τινὰς, καὶ σκευὴν ὅπλων ἐξηλλαγμένην, καὶ πλῆθος ἄπειρον, καὶ φάραγγας καὶ κρημνοὺς βαθεῖς καὶ δυσχωρίας ὀρῶν · δεικνύτω δὲ ἔτι παρὰ τοῖς ἐναντίοις καὶ πετομένους ἵππους διά τινος μαγγανείας, καὶ ὁπλίτας δι' ἀέρος φερομένους, καὶ πάσης γοητείας δύναμίν τε καὶ ἰδέαν · καταλεγέτω δὲ καὶ τὰς τοῦ πολέμου συμφορὰς, τῶν ἀκοντίων τὸ νέφος, τῶν βελῶν τὰς νιφάδας, τὴν πολλὴν ἀχλὺν ἐκείνην, καὶ τὴν ἀορασίαν, τὴν ζοφωδεστάτην νύκτα, ἣν τὸ τῶν τοξευμάτων συνίστησι πλῆθος, ἀποστρέφον τῇ πυκνότητι τὰς ἀκτῖνας, τὴν κόνιν οὐχ ἧττον τοῦ σκότους τοὺς ὀφθαλμοὺς ἀμαυροῦσαν, τοὺς τῶν αἱμάτων χειμάῤῥους, τῶν πιπτόντων τὰς οἰμωγὰς, τῶν ἑστώτων τοὺς ἀλαλαγμοὺς, τῶν κειμένων τοὺς σωροὺς, τροχοὺς αἵματι βαπτιζομένους, ἵππους αὐτοῖς ἀναβάταις πρηνεῖς φερομένους ἀπὸ τοῦ πλήθους τῶν κειμένων νεκρῶν, τὴν γῆν φύρδην ἅπαντα ἔχουσαν, αἷμα καὶ τόξα καὶ βέλη, ἵππων ὁπλὰς καὶ ἀνθρώπων κεφαλὰς ὁμοῦ κειμένας, καὶ βραχίονας καὶ τράχηλον, καὶ κνημῖδα, καὶ στῆθος διακοπὲν, ἐγκεφάλους ξίφεσι προσπεπλασμένους, ἀκίδα βέλους ἐκκεκλασμένην, καὶ ὀφθαλμὸν ἔχουσαν ἐμπεπερονημένον · καταλεγέτω καὶ τὰ τοῦ ναυτικοῦ πάθη, τριήρεις τὰς μὲν ἐν μέσοις ἀναπτομένας τοῖς ὕδασι, τὰς δὲ αὐτοῖς ὁπλίταις καταδυομένας, τὴν τῶν ὑδάτων ἦχον, τὸν τῶν ναυτῶν θόρυβον, τὴν τῶν στρατιωτῶν βοὴν, τὸν τῶν κυμάτων καὶ τῶν αἱμάτων ὁμοῦ μιγνύμενον ἀφρὸν καὶ ὁμοῦ τοῖς πλοίοις ἐπεισιόντα πᾶσι, τοὺς ἐπὶ τῶν καταστρωμάτων νεκροὺς, τοὺς καταποντιζομένους, τοὺς ἐπιπλέοντας, τοὺς εἰς τοὺς αἰγιαλοὺς ἐκβρασσομένους, τοὺς ἔνδον τοῖς κύμασι περικλυζομένους, καὶ ταῖς ναυσὶν ἀποφράττοντας τὴν ὁδόν · καὶ πάσας ἀκριβῶς διδάξας τὰς τοῦ πολέμου τραγῳδίας, προστιθέτω καὶ τὰ τῆς αἰχμαλωσίας δεινὰ, καὶ τὴν παντὸς θανάτου χαλεπωτέραν δουλείαν · καὶ ταῦτα εἰπὼν, κελευέτω τὸν ἵππον ἀναβαίνειν εὐθέως, καὶ τοῦ στρατοπέδου παντὸς ἐκείνου στρατηγεῖν. Ἆρα οἴει πρὸς τὴν διήγησιν μόνην ἀρκέσειν τὸν μειρακίσκον ἐκεῖνον, ἀλλ' οὐκ ἀπὸ πρώτης ὄψεως εὐθέως ἀφήσειν τὴν ψυχήν ;
at all, arm him fully in weapons of bronze, lead him round the whole camp, and show him companies and captains, archers, slingers, brigadiers, generals, heavy-armed men, horsemen, javelin-men, triremes, trierarchs, the soldiers manning them in armour, and the multitude of engines stored aboard the ships; and let him show also the whole battle-line of the enemies, and certain hideous visages, and strange equipment of arms, and a boundless multitude, and ravines and deep cliffs and rough mountain passes; and let him show further among the adversaries horses flying through some sorcery, and heavy-armed soldiers borne through the air, and the power and form of every enchantment; and let him recount also the calamities of war: the cloud of javelins, the snowstorms of arrows, that thick mirk, and the blindness, the most gloomy night which the multitude of missiles produces by turning aside the sun's rays with its density, the dust dimming the eyes no less than the darkness, the torrents of blood, the groans of the falling, the war-cries of those standing, the heaps of the prostrate, wheels drenched in blood, horses pitched headlong with their very riders by the multitude of lying corpses, the earth holding all things jumbled together—blood and bows and arrows, horses' hoofs and men's heads lying together, and arms and a neck, and a greave, and a cleft chest, brains plastered upon swords, the broken-off barb of an arrow having an eye pierced upon it; let him recount also the sufferings of the naval force: triremes, some set ablaze in mid-water, others sinking with their very men-at-arms, the roar of the waters, the tumult of the sailors, the shouting of the soldiers, the foam mingled together of waves and blood and rushing in together upon all the vessels, the dead upon the decks, those drowning, those floating, those cast ashore upon the beaches, those washed round within by the waves and blocking the way for the ships; and having taught him exactly all the tragedies of war, let him add also the terrors of captivity, and slavery more grievous than any death; and having spoken these things, let him bid him mount his horse forthwith and take command of all that camp. Do you think that stripling will suffice even for the narration alone, and will not rather give up the ghost straightway at the very first sight?
ιγʹ. Καὶ μήτοι με νομίσῃς ἐπαίρειν τὸ πρᾶγμα τῷ λόγῳ · μηδ' ὅτι τῷ σώματι τούτῳ καθάπερ τινὶ δεσμωτηρίῳ κατακλεισθέντες τῶν ἀοράτων οὐδὲν δυνάμεθα ἰδεῖν, μεγάλα τὰ εἰρημένα εἶναι νομίσῃς. Πολὺ γὰρ ταύτης τῆς μάχης μείζονα καὶ φρικωδεστέραν εἶδες ἂν, εἰ τοῦ διαβόλου τὴν ζοφωδεστάτην παράταξιν καὶ τὴν μανιώδη συμβολὴν τούτοις τοῖς ὀφθαλμοῖς ἰδεῖν ἠδυνήθης ποτέ. Οὐ γὰρ χαλκὸς ἐκεῖ καὶ σίδηρος, οὐδὲ ἵπποι καὶ ἅρματα καὶ τροχοὶ, οὐδὲ πῦρ καὶ βέλη, [οὐδὲ] ταῦτα τὰ ὁρατὰ, ἀλλ' ἕτερα πολὺ τούτων φοβερώτερα μηχανήματα. Οὐ δεῖ τούτοις τοῖς πολεμίοις θώρακος, οὐδὲ ἀσπίδος, οὐδὲ ξιφῶν καὶ δοράτων · ἀλλ' ἀρκεῖ μόνη ἡ ὄψις τῆς ἐπαράτου στρατιᾶς ἐκείνης παραλῦσαι τὴν ψυχὴν, ἢν μὴ λίαν οὖσα γενναία τύχῃ, καὶ πρὸ τῆς οἰκείας ἀνδρείας πολλῆς ἀπολαύσῃ τῆς παρὰ τοῦ Θεοῦ προνοίας. Καὶ εἴ γε ἦν δυνατὸν, τὸ σῶμα ἀποδύντα τοῦτο, ἢ καὶ μετὰ αὐτοῦ τοῦ σώματος δυνηθῆναι καθαρῶς καὶ ἀφόβως ἅπασαν
13. And do not suppose that I am magnifying the matter in speech; nor, because we are shut up in this body as in a prison and can see none of the things unseen, suppose that what has been said is exaggerated. For you would have seen a battle far greater and more dreadful than this, if you had ever been able with these eyes to behold the devil's most gloomy battle-array and furious onslaught. For there is no bronze there nor iron, nor horses and chariots and wheels, nor fire and darts, [nor] these visible things, but other engines far more terrible than these. These enemies have no need of breastplate, nor of shield, nor of swords and spears; the mere sight of that accursed host suffices to paralyse the soul, unless it happen to be exceedingly noble, and before its own courage enjoy abundant providence from God. And if indeed it were possible, having put off this body, or even with this very body, to be able clearly and fearlessly to behold all
Notes, col. 690

On the reading

Printed τὴν, for τὸν.

PG 48:691Read from the page
Vulnera autem non eamdem inferunt necem, sed quantum est inter animam et corpus discrimen, tanta est inter hanc et illam differentia. Nam cum anima plagam accipit et cadit, non sine sensu jacet ut corpus; sed jam inde ex mala conscientia contabescit, post obitum vero, judicii tempore, aeterno traditur supplicio. Quod si quis de vulneribus a diabolo inflictis nihil doleat, majus ipsi damnum ex indolentia illa infligitur: quem enim prior plaga non mordet, is secundam et subinde aliam facile recipit. Siquidem nefarius ille usque ad extremum halitum numquam finem feriendi facit, si supinam inveniat animam, prioresque plagas contemnentem; etenim si conflictus modum expendere velis, hunc vehementiorem, callidioremque reperias. Neque enim quisquam est, qui fraudis et doli tantas species norit, quantas ille scelestus: neque inimicitias quis tam implacabiles exercere possit contra sibi infensissimos hostes, quantas malignus ille daemon contra humanam naturam. Animum autem si quis examinaverit, quo pugnam committit, certe ridiculum putabit homines ipsi hac in parte conferri. Sin iracundissimas truculentissimasque feras quispiam deligens, eas illius insaniae comparare voluerit, mansuetissimas illas humanissimasque cum illo comparatas esse inveniet: tantum ille furorem spirat, cum animas nostras adoritur. Pugnae porro hominum breve tempus est; imo in hac brevitate temporis multae dantur induciae. Nox quippe superveniens, et occidendi labor, et cibi capiendi tempus, aliaque multa, militi quiescendi potestatem faciunt, ita ut armaturam omnem exuat, parumque respiret, seque cibo potuque reficiat, ac multis aliis rebus pristinas vires recuperet. In bello autem contra malignum illum numquam licet arma ponere, nec somnum capere eum qui velit semper invulneratus esse. Ex duobus enim unum necessario eligat oportet, ut aut cadat et pereat armis nudatus, aut armatus stet vigiletque semper. Nam ille stat perpetuo cum acie sua, nostram segnitiem observans, majusque studium ad nostram perniciem adhibens, quam nos ad salutem nostram. Ac quod a nobis non videatur, quodque derepente irrumpat (quae maxime in causa sunt innumerabilium malorum), id certe iis, qui non semper vigilant, magis dubium hujus quam illius belli eventum facit.
Nor do the wounds inflict the same death, rather as great as is the difference between soul and body, so great is the difference between the one death and the other. For when the soul receives a blow and falls, it does not lie senseless like the body; rather from that very moment it wastes away out of an evil conscience, and after departure, at the time of judgement, it is handed over to eternal punishment. And if anyone feels no pain at the wounds inflicted by the devil, greater harm is inflicted upon him from that insensibility: for he whom the first blow does not sting readily receives a second and another thereafter. Since that accursed foe right up to our last breath never makes an end of striking, if he finds a soul supine and despising former blows; for if you wish to weigh the manner of his encounter, you will find it more vehement and more cunning. For there is no one who knows so many forms of fraud and guile as that wicked one: nor could anyone wage so implacable an enmity against his fiercest foes as that malignant demon wages against human nature. And if anyone examines the spirit with which he joins battle, he will certainly deem it ridiculous for men to be compared with him in this respect. Whereas if someone, choosing out the most wrathful and savage wild beasts, wished to compare them to his madness, he will find them most gentle and tame when compared with him: such rage does he breathe forth when he assails our souls. Furthermore, the time of men's battle is brief; nay, in this brevity of time many truces are granted. Inasmuch as night coming on, and the toil of slaying, and the time for taking food, and many other things give the soldier opportunity to rest, so that he strips off all his armour, breathes a little, refreshes himself with food and drink, and by many other means recovers his former strength. Whereas in the war against that malignant foe it is never permitted to lay down one's arms or take sleep if one wishes always to remain unwounded. For of two things he must needs choose one, either to fall and perish stripped of arms, or to stand armed and keep watch always. For he stands perpetually with his battle-line, watching our sloth, and bringing greater zeal to bear for our ruin than we do for our salvation. And the fact that he is not seen by us, and bursts in suddenly (which above all are the cause of countless ills), certainly makes the issue of this war far more precarious than that of the other for those who do not keep watch always.
IN HOMILIAM CUM PRESBYTER FUIT ORDINATUS.
ON THE HOMILY WHEN HE WAS ORDAINED PRESBYTER.
Hanc primam habuit homiliam Chrysostomus postquam a Flaviano Antiochiae episcopo in presbyterum adlectus et ordinatus fuit, ineunte videlicet anno 386 ; tuncque primum concionari coepit, cum antehac, ut ipse ait, hoc palaestrae genus nunquam attigisset. Quando autem hoc primum tum eloquentiae, tum modestiae suae specimen dedit, adolescentulus, μειρακίσκος, erat :
Chrysostom delivered this first homily after he had been chosen and ordained presbyter by Flavian, bishop of Antioch, namely at the beginning of the year 386; and then for the first time he began to preach, whereas before this, as he himself says, he had never touched this kind of arena. Now when he gave this first proof both of his eloquence and of his modesty, he was a very young man, a stripling:
PG 48:692Read from the page
Hic igitur nos volebas milites Christi ducere? At hoc fuisset diabolo ducem esse: nam cum is, qui debet alios ad bellum instruere, ipsisque imperare, omnium imperitissimus infirmissimusque est, imperitia sua concreditos sibi milites prodens, diabolo magis, quam Christo ducem agit. Tu vero quid ingemiscis, quid lacrymaris? Non enim quae ad me pertinent nunc lacrymis digna sunt, sed gaudio et laetitia. BASILIUS. At non item mea, inquit, sed potius sexcentis sunt digna planctibus. Vix enim hactenus animadvertere potui, in quantum malorum me conjeceris. Siquidem ideo te adieram, ut quid criminatoribus tuis mihi respondendum esset ediscerem: tu vero me dimittis curam aliam pro alia injiciens. Non enim jam mihi curae est quid illis pro te respondeam, sed quam ad Deum parabo pro me proque malis meis defensionem. Caeterum te rogo et obsecro, si qua tibi est rerum mearum cura, si qua in Christo consolatio (Philipp. 2. 1), si qua viscera et commiserationes (etenim nosti me tua potissimum opera in hoc periculum conjectum fuisse): manum mihi porrigas, illa dicens faciensque, quae nos emendare possint: ne animum inducas, ut ad brevissimum nos tempus deseras; sed nunc magis quam prius commune sit nobis contubernium. CHRYSOST. Ego autem ad haec verba subridens: Et qua in re, inquam, tibi usui esse possim in tanta illa negotiorum mole? Caeterum, quia id tibi in voto est, bono animo esto, o dilectum mihi caput: quo enim tempore a curis hujusmodi tibi respirare licebit, adero tibi teque consolabor, quantum in me erit nulla tibi in re defuturus. Ad haec ille magis illacrymans surgit. Ego vero virum complexus, caputque deosculatus, ipsum deduxi hortatus, ut quod acciderat fortiter ferret, his verbis: Fiduciam in Christo habeo, qui te vocavit suisque praefecit ovibus, te tantam ex hoc ministerio acquisiturum fiduciam, ut nos illa die periclitantes in aeterna tabernacula recipias (1).
Was it here, then, that you wished us to lead the soldiers of Christ? Yet that would have been to act as general for the devil: for when he who ought to array others for battle and command them is of all men the most inexperienced and the weakest, betraying through his inexperience the soldiers entrusted to him, he acts as general for the devil rather than for Christ. Yet why do you groan, why do you weep? For the things that pertain to me are now worthy not of tears, rather of joy and gladness. BASIL. Yet mine are not so, said he, rather are worthy of countless lamentations. For hitherto I have scarcely been able to perceive into what a depth of ills you have cast me. Since I had come to you in order to learn what I ought to answer to your accusers: whereas you send me away casting one care upon me in place of another. For it is no longer my care what I shall answer them on your behalf, rather what defence I shall prepare before God for myself and for my own ills. However, I beg and beseech you, if you have any care for my affairs, if there is any consolation in Christ (Philipp. 2. 1), if any bowels of mercy and compassions (for you know that it was above all through your doing that I was cast into this danger): stretch out your hand to me, saying and doing the things that can set us right: do not bring yourself to forsake us even for the briefest time; rather now more than before let our dwelling together be in common. CHRYSOST. And I, smiling gently at these words, said: And wherein could I be of service to you in so vast a mass of affairs? However, since that is your wish, be of good cheer, O head beloved by me: for at whatever time you are permitted to breathe freely from cares of this kind, I will be at your side and console you, and so far as in me lies I shall fail you in nothing. At these words he rose up weeping all the more. And embracing the man and kissing his head, I led him on his way, exhorting him to bear bravely what had befallen, with these words: I have confidence in Christ, who has called you and set you over his own sheep, that from this ministry you will gain such boldness as to receive us, when we are in peril on that day, into the everlasting tabernacles (1).
hoc nempe se nomine non semel appellat in hac homilia : quanquam, si ducto calculo annos vitae illius numeremus, natus anno cum tardissime 347, ut in Vita ejus pluribus commonstratur, ordinatusque presbyter ineunte 386, quadragesimum circiter aetatis ageret annum : usque adeo exploratum esse debet, ex hujusmodi verbis, puerulus, adolescentulus, et vicissim senex, extremae senectu-
for by this name he calls himself more than once in this homily; although, if by reckoning we count the years of his life, having been born at the very latest in the year 347, as is shown at length in his Life, and ordained presbyter at the beginning of 386, he was in about the fortieth year of his age; so well established must it be that from expressions of this sort—little boy, stripling, and on the other hand old man, of extreme old-