Migne Reading Room

PG 48 · cols. 683–688 · Read from the page

On the Priesthood, six books

On the Priesthood, six books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:683Read from the page
λίας ἐκτρέπεσθαι θαυμάζοι, τῆς καρτερίας μὲν τοῦτο δεῖγμα καὶ αὐτὸς εἶναι φαίην ἂν, οὐ μὴν ἁπάσης τῆς ἀνδρείας τῆς ἐν τῇ ψυχῇ τεκμήριον ἱκανόν. Ὁ μὲν γὰρ εἴσω λιμένων ἐπὶ τῶν οἰάκων καθήμενος, οὔπω τῆς τέχνης ἀκριβῆ δίδωσι βάσανον· τὸν δὲ ἐν μέσῳ τῷ πελάγει καὶ τῷ χειμῶνι δυνηθέντα διασῶσαι τὸ σκάφος, οὐδεὶς ὅστις οὐκ ἂν εἶναι φαίη κυβερνήτην ἄριστον.
course of the many, I myself too would say that this is a proof of endurance, yet not a sufficient token of the whole courage that is in the soul. For he who sits at the helms inside harbours does not yet give an exact test of his art; whereas him who in the midst of the open sea and the tempest has been able to bring the vessel safely through, there is no one who would not pronounce to be the best helmsman.
ζʹ. Οὐ τοίνυν ἡμῖν οὐδὲ τὸν μοναχὸν θαυμαστέον ἂν εἴη λίαν καὶ μεθ' ὑπερβολῆς, ὅτι μένων ἐφ' ἑαυτοῦ οὐ ταράττεται, οὐδὲ διαμαρτάνει πολλὰ καὶ μεγάλα ἁμαρτήματα· οὐδὲ γὰρ ἔχει τὰ παρακνίζοντα καὶ διεγείροντα τὴν ψυχήν. Ἀλλ' εἴ τις πλήθεσιν ὅλοις ἑαυτὸν ἐνδεδωκὼς, καὶ τὰς τῶν πολλῶν φέρειν ἁμαρτίας ἀναγκασθεὶς, ἔμεινεν ἀκλινὴς καὶ στεῤῥὸς, ὥσπερ ἐν γαλήνῃ τῷ χειμῶνι τὴν ψυχὴν διακυβερνῶν, οὗτος κροτεῖσθαι καὶ θαυμάζεσθαι παρὰ πάντων ἂν εἴη δίκαιος· ἱκανὴν γὰρ τῆς οἰκείας ἀνδρείας τὴν δοκιμασίαν ἐπεδείξατο. Μὴ τοίνυν μηδὲ αὐτὸς θαυμάσῃς, εἰ τὴν ἀγορὰν φεύγοντες ἡμεῖς, καὶ τὰς τῶν πολλῶν συνουσίας, οὐκ ἔχομεν τοὺς κατηγοροῦντας πολλούς· οὐδὲ γὰρ εἰ καθεύδων οὐχ ἡμάρτανον, οὐδ' εἰ μὴ παλαίων οὐκ ἔπιπτον, οὐδ' εἰ μὴ μαχόμενος οὐκ ἐβαλλόμην, θαυμάζειν ἐχρῆν. Τίς γὰρ, εἰπὲ, τίς δυνήσεται κατειπεῖν καὶ ἀποκαλύψαι τὴν μοχθηρίαν τὴν ἐμήν; ὁ ὄροφος οὗτος καὶ ὁ οἰκίσκος; Ἀλλ' οὐκ ἂν δύναιντο ῥῆξαι φωνήν. Ἀλλ' ἡ μήτηρ ἡ μάλιστα πάντων εἰδυῖα τὰ ἐμά; Μάλιστα μὲν οὐδὲ πρὸς αὐτήν ἐστί μοί τι κοινὸν, οὐδὲ εἰς φιλονεικίαν ἤλθομεν πώποτε. Εἰ δὲ καὶ τοῦτο ἦν συμβὰν, οὐδεμία οὕτως ἐστὶ μήτηρ ἄστοργος καὶ μισότεκνος, ὡς τοῦτον, ὃν ὤδινε καὶ ἔτεκε καὶ ἔθρεψε μηδεμιᾶς ἀναγκαζούσης προφάσεως, μηδὲ βιαζομένου τινὸς, κακίζειν καὶ διαβάλλειν παρὰ πᾶσιν. Ἐπεὶ ὅτι γε, εἴ τις τὴν ἡμετέραν πρὸς ἀκρίβειαν ἐθέλοι βασανίζειν ψυχὴν, πολλὰ αὐτῆς εὑρήσει τὰ σαθρὰ, οὐδὲ αὐτὸς ἀγνοεῖς ὁ μάλιστα πάντων ἡμᾶς τοῖς ἐγκωμίοις ἐπαίρειν παρὰ πᾶσιν εἰωθώς. Καὶ ὅτι γε οὐ μετριάζων ταῦτα λέγω νῦν, ἀνάμνησον σαυτὸν, ὁσάκις εἶπον πρὸς σὲ, λόγου τοιούτου γενομένου πολλάκις ἡμῖν· ὅτι, εἴ τις αἵρεσίν μοι προυτίθει, ποῦ μᾶλλον βουλοίμην εὐδοκιμεῖν, ἐν τῇ τῆς Ἐκκλησίας προστασίᾳ, ἢ κατὰ τὸν τῶν μοναχῶν βίον, μυρίαις ἂν ψήφοις τὸ πρότερον ἐδεξάμην ἔγωγε. Οὐ γὰρ διέλιπόν ποτε μακαρίζων πρὸς σὲ τοὺς ἐκείνης τῆς διακονίας προστῆναι δυνηθέντας καλῶς. Ὅτι δὲ ὅπερ ἐμακάριζον, οὐκ ἂν ἔφυγον, ἱκανῶς ἔχων μετελθεῖν, οὐδεὶς ἀντερεῖ. Ἀλλὰ τί πάθω; Οὐδὲν γὰρ οὕτως ἄχρηστον εἰς Ἐκκλησίας προστασίαν ὡς αὐτὴ ἡ ἀργία καὶ ἡ ἀμελετησία, ἣν ἕτεροι μὲν ἄσκησίν τινα θαυμαστὴν εἶναι νομίζουσιν· ἐγὼ δὲ αὐτὴν ὡσπερεὶ παραπέτασμα τῆς οἰκείας ἔχω φαυλότητος, τὰ πλείονα τῶν ἐλαττωμάτων τῶν ἐμαυτοῦ ταύτῃ συγκαλύπτων, καὶ οὐκ ἐῶν φαίνεσθαι. Ὁ γὰρ ἐνεθισθεὶς τοσαύτης ἀπολαύειν ἀπραγμοσύνης, καὶ ἐν ἡσυχίᾳ διάγειν πολλῇ, κἂν μεγάλης ᾖ φύσεως, ὑπὸ τῆς ἀνασκησίας θορυβεῖται καὶ ταράττεται, καὶ τῆς οἰκείας δυνάμεως περικόπτει μέρος οὐ μικρὸν τὸ ἀγύμναστον. Ὅταν δὲ ὁμοῦ καὶ βραδείας ᾖ διανοίας, καὶ τῶν τοιούτων λόγων καὶ ἀγώνων ἄπειρος, τοῦτο δὴ τὸ ἡμέτερον, τῶν λιθίνων οὐδὲν διοίσει, ταύτην δεξάμενος τὴν οἰκονομίαν. Διὰ τοῦτο τῶν ἐξ ἐκείνης ἐρχομένων τῆς παλαίστρας εἰς τοὺς ἀγῶνας
7. Neither, therefore, ought we to admire even the monk exceedingly and extravagantly because while abiding by himself he is not troubled and does not commit many and great sins; for neither has he the things that sting and stir up the soul. But if anyone who has given himself up to whole multitudes, and been compelled to bear the sins of the many, has remained unswerving and steadfast, piloting his soul through the tempest just as in a calm, this man would justly be applauded and admired by all; for he has displayed a sufficient proof of his own courage. Do not, then, marvel yourself either if we, fleeing the marketplace and the company of the many, do not have many accusers; for neither would it be right to marvel if while sleeping I did not sin, nor if without wrestling I did not fall, nor if without fighting I was not struck. For who, tell me, who will be able to denounce and uncover my wickedness? This roof and this little chamber? Yet they could not utter a sound. Or my mother, who knows my affairs best of all? First of all, I do not even share common life with her, nor have we ever come into contention. And even if this had happened, no mother is so void of natural affection and hating her child as to revile and slander before all men—with no pretext compelling her, nor anyone forcing her—him whom she bore in travail, brought forth, and reared. Since in truth, that if anyone wished to test our soul strictly, he will find many unsound parts in it, not even you yourself are ignorant, who most of all men are accustomed to exalt us with encomiums before everyone. And that it is not out of modesty that I say these things now, remind yourself how often I said to you, when such conversation arose often between us, that if anyone set before me the choice where I would rather win repute—in the government of the Church, or in the life of the monks—for my part I would have embraced the former by ten thousand votes. For I never ceased felicitating to you those who were able to preside well over that ministry. And that what I felicitated I would not have fled had I been competent to pursue it, no one will gainsay. Yet what am I to do? For nothing is so unserviceable for the government of the Church as this very inactivity and lack of practice, which others suppose to be some admirable discipline; whereas I hold it as a sort of curtain for my own baseness, veiling most of my own defects thereby and not suffering them to appear. For he who has grown accustomed to enjoy such freedom from business and to pass his life in great quiet, even if he be of a great nature, is confused and troubled by lack of exercise, and untrainedness cuts away no small part of his native power. And when he is at the same time both of slow understanding and inexperienced in such discourses and contests—which is very much our own case—once he has received this stewardship he will differ in no way from figures of stone. Wherefore, of those who come from that wrestling-school into the contests
PG 48:684Read from the page
τούτους ὀλίγοι διαφαίνονται· οἱ δὲ πλείους ἐλέγχονται καὶ καταπίπτουσι, καὶ πράγματα ὑπομένουσιν ἀηδῆ καὶ χαλεπά. Καὶ οὐδὲν ἀπεικός. Ὅταν γὰρ μὴ περὶ τῶν αὐτῶν οἵ τε ἀγῶνες ὦσι καὶ τὰ γυμνάσια, τῶν ἀγυμνάστων ὁ ἀγωνιζόμενος οὐδὲν διενήνοχε. Δόξης μάλιστα δεῖ καταφρονεῖν τὸν εἰς τοῦτο ἐρχόμενον τὸ στάδιον, ὀργῆς ἀνώτερον εἶναι, συνέσεως ἔμπλεων πολλῆς. Τούτῳ δὲ τῷ τὸν μονήρη στέργοντι βίον οὐδεμία γυμνασίας ὑπόθεσις πρόκειται. Οὔτε γὰρ τοὺς παροξύνοντας ἔχει πολλοὺς, ἵνα μελετήσῃ κολάζειν τοῦ θυμοῦ τὴν δύναμιν· οὔτε τοὺς μακαρίζοντας καὶ κροτοῦντας, ἵνα παιδευθῇ τοὺς παρὰ τῶν πολλῶν διαπτύειν ὧδε ἐπαίνους· τῆς τε ἐν ταῖς Ἐκκλησίαις ἀπαιτουμένης συνέσεως οὐ πολὺς αὐτοῖς ὁ λόγος. Ὅταν οὖν ἔλθωσιν εἰς τοὺς ἀγῶνας, ὧν μὴ μεμελετήκασι τὴν πεῖραν, ἀποροῦνται, ἰλιγγιῶσιν, εἰς ἀμηχανίαν ἐκπίπτουσι, καὶ πρὸς τῷ μηδὲν ἐπιδοῦναι πρὸς ἀρετὴν, καὶ ἅπερ ἔχοντες ἦλθον πολλοὶ πολλάκις ἀπώλεσαν.
such as these, few shine forth; whereas the greater part are exposed and fall down, and endure unpleasant and grievous troubles. And it is in no way unlikely. For when the contests and the exercises are not concerned with the same things, the contender differs in no way from the untrained. He who enters upon this course must above all despise glory, be superior to anger, and be full of great prudence. Yet for this man who cherishes the solitary life, no occasion for training lies before him. For he has neither many to provoke him, that he may practise chastening the power of his wrath, nor those to felicitate and applaud him, that he may be trained here to spurn the praises that come from the many; and of the prudence demanded in the Churches there is no great account among them. When, therefore, they come into the contests of which they have not practised the trial, they are at a loss, grow dizzy, and fall into helplessness, and in addition to making no advance towards virtue, many have often lost even what they came possessing.
ηʹ. Καὶ ὁ ΒΑΣΙΛΕΙΟΣ. Τί οὖν; τοὺς ἐν τῷ μέσῳ στρεφομένους, καὶ πραγμάτων φροντίζοντας βιωτικῶν, καὶ τετριμμένους πρὸς μάχας καὶ λοιδορίας, καὶ μυρίας δεινότητος γέμοντας, καὶ τρυφᾷν εἰδότας, ἐπιστήσομεν τῇ τῆς Ἐκκλησίας οἰκονομίᾳ; ΧΡΥΣ. Εὐφήμει, ἔφην, ὦ μακάριε σύ. Τούτους γὰρ οὐδ' εἰς νοῦν βάλλεσθαι δεῖ, ὅταν ἱερέων ἐξέτασις ᾖ· ἀλλ' εἴ τις μετὰ τοῦ πᾶσιν ὁμιλεῖν καὶ συναναστρέφεσθαι δύναιτο τὴν καθαρότητα καὶ τὴν ἀταραξίαν, τήν τε ἁγιωσύνην καὶ τὴν καρτερίαν καὶ νῆψιν, καὶ τὰ ἄλλα τὰ τοῖς μοναχοῖς προσόντα ἀγαθὰ, φυλάττειν ἀκέραια καὶ ἀπαρασάλευτα μᾶλλον τῶν μεμονωμένων ἐκείνων· ὡς ὅ γε πολλὰ μὲν ἔχων ἐλαττώματα, δυνάμενος δὲ αὐτὰ τῇ μονώσει καλύπτειν καὶ ποιεῖν ἄπρακτα τῷ μηδενὶ καταμιγνύναι ἑαυτόν· οὗτος εἰς μέσον ἐλθὼν, οὐδὲν ἕτερον ἢ τὸ καταγέλαστος γενέσθαι κερδανεῖ, καὶ κινδυνεύσει μειζόνως· ὃ μικροῦ δεῖν ἐπάθομεν ἂν ἡμεῖς, ει μὴ ἡ τοῦ Θεοῦ κηδεμονία τὸ πῦρ ταχέως ἀνέσχε τῆς ἡμετέρας κεφαλῆς. Οὐ γὰρ ἔστι λαθεῖν τὸν οὕτω διακείμενον, ὅταν ἐν τῷ φανεφῷ καταστῇ, ἀλλὰ πάντοτε ἐλέγχεται, καὶ καθάπερ τὰς μεταλλικὰς ὕλας δοκιμάζει τὸ πῦρ, οὕτω καὶ ἡ τοῦ κλήρου βάσανος τὰς τῶν ἀνθρώπων διακρίνει ψυχὰς, κἂν ὀργίλος τις ᾖ, κἂν μικρόψυχος, κἂν φιλόδοξος, κἂν ἀλαζὼν, κἂν ὅ τι δήποτε ἕτερον, ἅπαντα ἐκκαλύπτει, καὶ γυμνοῖ ταχέως τὰ ἐλαττώματα· οὐ γυμνοῖ δὲ μόνον, ἀλλὰ καὶ χαλεπώτερα καὶ ἰσχυρότερα αὐτὰ καθίστησι. Καὶ γὰρ τὰ τοῦ σώματος τραύματα προστριβόμενα δυσίατα γίνεται, καὶ τὰ τῆς ψυχῆς πάθη κνιζόμενα καὶ παροξυνόμενα μᾶλλον ἀγριαίνεσθαι πέφυκε, καὶ τοὺς ἔχοντας αὐτὰ πλείονα ἁμαρτάνειν βιάζεται. Καὶ γὰρ εἰς ἔρωτα δόξης ἐπαίρει τὸν μὴ προσέχοντα, καὶ εἰς ἀλαζονείαν, καὶ εἰς χρημάτων ἐπιθυμίαν· ὑποσύρει δὲ καὶ εἰς τρυφὴν καὶ εἰς ἄνεσιν καὶ ῥᾳθυμίαν, καὶ κατὰ μικρὸν εἰς τὰ περαιτέρω τούτων, καὶ ἐκ τούτων τικτόμενα κακά. Πολλὰ γάρ ἐστιν ἐν τῷ μέσῳ τὰ δυνάμενα ψυχῆς ἀκρίβειαν ἐκλῦσαι, καὶ τὸν ἐπὶ Θεὸν διακόψαι δρόμον· καὶ πρῶτον ἁπάντων αἱ πρὸς τὰς γυναῖκας ὁμιλίαι. Οὐδὲ γὰρ ἔστι τὸν προεστῶτα καὶ
8. And Basil: What then? Shall we set over the stewardship of the Church those who move in public life, and are anxious about worldly affairs, and are practised in quarrels and abuses, and teem with countless cunning tricks, and know how to live in luxury? Chrysostom: Hush, said I, O blessed man! For such men one ought not even to admit to mind when there is an examination for priests; rather, if anyone along with conversing and associating with all men should be able to guard purity and calmness, holiness, endurance, sobriety, and the other good qualities belonging to monks, intact and unshaken even more than those who live in solitude. Since he at least who has many defects, yet is able to cover them up by solitude and render them inactive by mingling himself with no one—this man, on coming into public, will gain nothing else than becoming a laughing-stock, and will run greater risk; which we ourselves would very nearly have suffered, had not the providential care of God quickly held back the fire from our head. For it is not possible for one so disposed to lie hidden when he is set in the open, but he is always exposed; and just as fire tests metallic ores, so also the trial of the clergy sifts the souls of men: whether one be quick-tempered, or petty-souled, or fond of glory, or boastful, or anything else whatsoever, it uncovers all things and quickly strips bare his defects; and it not only strips them bare, but also renders them more grievous and stronger. For bodily wounds too, when chafed, become hard to heal, and the passions of the soul, when stung and provoked, naturally grow more savage and compel those who hold them to sin more. For they lift up the unwary man towards love of glory, and towards arrogance, and towards desire for money; and they secretly drag him down also towards luxury and ease and indolence, and little by little towards the things beyond these and the evils born from them. For many are the things in public life able to slacken the strictness of a soul and cut short its course towards God; and first of all, conversations with women. For it is not possible for him who presides and
Notes, col. 684

On the reading

Printed ει, for εἰ.

Printed φανεφῷ, for φανερῷ.

PG 48:685Read from the page
παντὸς τοῦ ποιμνίου κηδόμενον τοῦ μὲν τῶν ἀνδρῶν ἐπιμελεῖσθαι μέρους, τὸ δὲ τῶν γυναικῶν παρορᾷν· ὃ μάλιστα δεῖται προνοίας πλείονος διὰ τὸ πρὸς τὰς ἁμαρτίας εὐόλισθον· ἀλλὰ δεῖ καὶ τῆς τούτων ὑγιείας, εἰ καὶ μὴ ἐκ πλείονος, ἀλλ' οὖν ἐξ ἴσης φροντίζειν τῆς μοίρας τὴν λαχόντα τὴν ἐπισκοπὴν διοικεῖν. Καὶ γὰρ ἐπισκοπεῖσθαι αὐτὰς ἡνίκα ἂν κάμνωσι, καὶ παρακαλεῖν ἡνίκα ἂν πενθῶσι, καὶ ἐπιπλήττειν ῥᾳθυμούσαις, καὶ βοηθεῖν καταπονουμέναις ἀνάγκη. Τούτων δὲ γινομένων, πυλλὰς ἂν εὕροι τὰς παρεισδύσεις ὁ πονηρὸς, εἰ μὴ ἠκριβωμένῃ τις ἑαυτὸν τειχίσειε φυλακῇ. Καὶ γὰρ ὀφθαλμὸς βάλλει καὶ θορυβεῖ ψυχὴν, οὐχ ὁ τῆς ἀκολάστου μόνον, ἀλλὰ καὶ ὁ τῆς σώφρονος, καὶ κολακεῖαι μαλάσσουσι, καὶ τιμαὶ καταδουλοῦνται· καὶ ἀγάπη ζέουσα, τοῦτο δὴ τὸ πάντων αἴτιον τῶν ἀγαθῶν, μυρίων αἴτιον γέγονε κακῶν τοῖς οὐκ ὀρθῶς χρησαμένοις αὐτῇ. Ἤδη δὲ καὶ φροντίδες συνεχεῖς ἤμβλυναν τὸ τῆς διανοίας ὀξὺ, καὶ μολίβδου βαρύτερον τὸν πτηνὸν ἀπειργάσαντο· καὶ θυμὸς δὲ καὶ προσπεσὼν καπνοῦ δίκην τὰ ἔνδον κατέσχεν ἅπαντα. Τί ἄν τις λέγοι τὰς λοιπὰς βλάβας, τὰς ὕβρεις, τὰς ἐπηρείας, τὰς μέμψεις, τὰς παρὰ τῶν μειζόνων, τὰς παρὰ τῶν ἐλαττόνων, τὰς παρὰ τῶν συνετῶν, τὰς παρὰ τῶν ἀσυνέτων;
cares for the whole flock to take charge of the men's part while overlooking that of the women, which stands most in need of greater forethought because of its readiness to slip into sins; rather, he whose lot it is to administer the episcopate must take thought for their soundness also, if not in greater, yet at least in equal measure. For it is necessary to visit them whenever they are sick, and to console them whenever they mourn, and to rebuke them when indolent, and to aid them when worn down. And while these things are being done, the evil one would find many loopholes for creeping in, unless one walled oneself round with strict guard. For the eye strikes and troubles the soul—not that of the licentious woman alone, but that of the modest also—and flatteries soften, and honours enslave; and fervent love, that very cause of all good things, has become the cause of countless evils to those who have not used it rightly. And ere now continual cares too have dulled the keenness of the mind, and rendered what was winged heavier than lead; and wrath also, falling upon it like smoke, has taken possession of all within. Why should one speak of the remaining harms—the outrages, the abuses, the reproaches, those from superiors, those from inferiors, those from the prudent, those from the foolish?
θʹ. Τοῦτο γὰρ δὴ μάλιστα τὸ γένος τῶν ὀρθῆς ἀπεστερημένων κρίσεως μεμψίμοιρόν τέ ἐστι, καὶ οὐκ ἂν εὐκόλως ἀπολογίας ἀνάσχοιτό ποτε. Τὸν δὲ προεστῶτα καλῶς οὐδὲ τούτων δεῖ καταφρονεῖν, ἀλλὰ πρὸς ἅπαντας περὶ ὧν ἂν ἐγκαλῶσι, διαλύεσθαι μετὰ πολλῆς τῆς ἐπιεικείας καὶ πραότητος, συγγινώσκοντα μᾶλλον αὐτοῖς τῆς ἀλόγου μέμψεως ἢ ἀγανακτοῦντα καὶ ὀργιζόμενον. Εἰ γὰρ ὁ μακάριος Παῦλος, μὴ κλοπῆς ὑπόνοιαν λάβῃ παρὰ τοῖς μαθηταῖς, ἔδεισε, καὶ διὰ τοῦτο προσέλαβε καὶ ἑτέρους εἰς τὴν τῶν χρημάτων διακονίαν, Ἵνα μή τις ἡμᾶς μωμήσηται, φησὶν, ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν· πῶς ἡμᾶς οὐ πάντα δεῖ ποιεῖν ὥστε τὰς πονηρὰς ἀναιρεῖν ὑποψίας, κἂν ψευδεῖς, κἂν ἀλόγιστοι τυγχάνωσιν οὖσαι, κἂν σφόδρα τῆς ἡμετέρας ἀπέχωσι δόξης; Οὐδενὸς γὰρ ἁμαρτήματος τοσοῦτον ἡμεῖς ἀφεστήκαμεν, ὅσον κλοπῆς ὁ Παῦλος. Ἀλλ' ὅμως καὶ τοσοῦτον ἀφεστηκὼς τῆς πονηρᾶς ταύτης πράξεως, οὐδὲ οὕτως ἠμέλησε τῆς τῶν πολλῶν ὑπονοίας, καίτοι λίαν οὔσης ἀλόγου καὶ μανιώδους· μανία γὰρ ἦν τοιοῦτον ὑποπτεῦσαί τι περὶ τῆς μακαρίας καὶ θαυμαστῆς ἐκείνης κεφαλῆς. Ἀλλ' ὅμως οὐδὲν ἧττον καὶ ταύτης τῆς ὑποψίας τῆς οὕτως ἀλόγου, καὶ ἣν οὐδεὶς ἂν μὴ παραπαίων ὑπώπτευσε, πόῤῥωθεν ἀναιρεῖ τὰς αἰτίας· καὶ οὐ διέπτυσε τὴν τῶν πολλῶν ἄνοιαν, οὐδὲ εἶπε· Τίνι γὰρ ἂν ἐπέλθοι ποτὲ τοιαῦτα περὶ ἡμῶν ὑπονοεῖν, καὶ ἀπὸ τῶν σημείων καὶ ἀπὸ τῆς ἐπιεικείας τῆς ἐν τῷ βίῳ πάντων ἡμᾶς καὶ τιμώντων καὶ θαυμαζόντων; ἀλλ' ἅπαν τοὐναντίον, καὶ ὑπείδετο καὶ προσεδόκησε ταύτην τὴν πονηρὰν ὑπόνοιαν, καὶ πρόῤῥιζον αὐτὴν ἀνέσπασε, μᾶλλον δὲ οὐδὲ φῦναι τὴν ἀρχὴν ἀφῆκε. Διὰ τί; Προνοοῖμεν γὰρ, φησὶ, καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Τοσαύτῃ δεῖ, μᾶλλον δὲ καὶ πλείονι κεχρῆσθαι
9. For this very class of those deprived of sound judgement is most given to fault-finding, and would never easily brook a defence. Yet he who presides well must not despise even these, but clear himself before all men concerning whatever they lay to his charge with great gentleness and meekness, pardoning them their unreasonable reproach rather than chafing and growing angry. For if blessed Paul feared lest he incur suspicion of theft among the disciples, and on this account took others also with him into the administration of the moneys—Lest anyone blame us, says he, in this abundance which is administered by us—how ought we not to do all things so as to do away with evil suspicions, even if they happen to be false, even if unreasoning, even if they are very far removed from our reputation? For from no sin stand we so far aloof as Paul stood from theft. Yet nevertheless, though standing so far aloof from this wicked deed, not even thus did he slight the suspicion of the many, although it was exceedingly unreasonable and mad; for it was madness to suspect any such thing concerning that blessed and admirable soul. Yet nevertheless, none the less does he do away from afar with the occasions even of this suspicion that was so unreasonable, and which no one not out of his wits would have suspected; and he did not spurn the folly of the many, nor say: Into whose mind would it ever enter to suspect such things about us, when all men both honour and admire us both from our signs and from the gentleness of our life? Rather, quite the contrary, he both eyed with caution and anticipated this evil suspicion, and plucked it up root and branch, or rather did not allow it to spring up at all in the first place. Why? For we take forethought for honourable things, says he, not only in the sight of the Lord, but also in the sight of men. Such, or rather even greater, must one employ
Notes, col. 685

On the reading

Printed τὴν, for τὸν.

Printed πυλλὰς, for πολλὰς.

Printed Προνοοῖμεν, for Προνοοῦμεν.

PG 48:686Read from the page
σπουδῇ, ὥστε μὴ μόνον αἰρομένας κατασπᾷν καὶ κωλύειν τὰς φήμας τὰς οὐκ ἀγαθὰς, ἀλλὰ καὶ πόῤῥωθεν ὅθεν ἂν γένοιντο προορᾷν, καὶ τὰς προφάσεις ἐξ ὧν τίκτονται προαναιρεῖν, καὶ μὴ περιμένειν αὐτὰς συστῆναι, καὶ ἐν τοῖς τῶν πολλῶν διαθρυλληθῆναι στόμασι. Τηνικαῦτα γὰρ οὔτε εὔπορον αὐτὰς ἀφανίσαι λοιπὸν, ἀλλὰ καὶ λίαν δυσχερὲς, τάχα δὲ καὶ ἀδύνατον· οὔτε ἀζήμιον τῷ μετὰ τὴν τῶν πολλῶν βλάβην τοῦτο γενέσθαι. Ἀλλὰ γὰρ μέχρι τίνος οὐ στήσομαι διώκων ἀκίχητα; τὸ γὰρ ἁπάσας τὰς ἐκεῖ δυσχερείας καταλέγειν, οὐδὲν ἕτερόν ἐστιν ἢ πέλαγος ἀναμετρεῖν. Καὶ γὰρ ὅταν τις αὐτὸς παντὸς καθαρεύσῃ πάθους, ὃ τῶν ἀδυνάτων ἐστὶν, ἵνα τὰ τῶν ἄλλων ἐπανορθώσῃ πταίσματα, μυρία ὑπομένειν ἀναγκάζεται δεινά· προστεθέντων δὲ καὶ τῶν οἰκείων νοσημάτων, θέα τὴν ἄβυσσον τῶν πόνων καὶ τῶν φροντίδων, καὶ ὅσα πάσχειν ἀνάγκη τῶν τε οἰκείων καὶ τῶν ἀλλοτρίων βουλόμενον περιγενέσθαι κακῶν.
earnestness, so as not only to pull down and hinder evil rumours as they rise, but also to foresee from afar whence they might spring, and to clear away beforehand the pretexts out of which they are born, and not wait for them to gather strength and be noised abroad in the mouths of the many. For at that point it is neither easy to blot them out thereafter, but exceedingly difficult and perhaps even impossible, nor free from loss for him that this should take place after the harm done to the many. Yet how long shall I not cease pursuing things unattainable? For to recount all the difficulties there is nothing else than to measure the open sea. For even when a man is himself pure of every passion—which is among things impossible—in order to set right the stumblings of others he is forced to endure ten thousand terrible things; and when his own maladies also are added, behold the abyss of toils and cares, and all that one who wishes to overcome both his own evils and those of others must of necessity suffer.
ιʹ. Καὶ ὁ ΒΑΣΙΛΕΙΟΣ, Νῦν δὲ, φησὶν, οὐδείς σοι τῶν πόνων τούτων ἀγὼν, οὐδὲ φροντίδας ἔχεις, κατὰ σαυτὸν ὤν. ΧΡΥΣΟΣΤ. Ἔχω μὲν, ἔφην, καὶ νῦν· πῶς γὰρ ἔστιν, ἄνθρωπον ὄντα καὶ τὸν πολύμοχθον τοῦτον βιοῦντα βίον, φροντίδων ἀπηλλάχθαι καὶ ἀγωνίας; Ἀλλ' οὐκ ἔστιν ἴσον εἰς πέλαγος ἄπειρον ἐμπεσεῖν, καὶ ποταμὸν παραπλεῖν· τοσοῦτον γὰρ τούτων κἀκείνων τῶν φροντίδων τὸ μέσον. Νῦν μὲν γὰρ εἰ μὲν δυνηθείην καὶ ἑτέροις γενέσθαι χρήσιμος, βουλοίμην ἂν καὶ αὐτὸς, καὶ πολλῆς μοι τοῦτο ἔργον εὐχῆς· εἰ δὲ οὐκ ἔστιν ἕτερον ὀνῆσαι, ἐμαυτὸν γοῦν ἐὰν ἐγγένηται διασῶσαι καὶ τοῦ κλύδωνος ἐξελεῖν, ἀρκεσθήσομαι τούτῳ. Εἶτα, τοῦτο οἴει μέγα, φησὶν, εἶναι, ὁ ΒΑΣΙΛΕΙΟΣ, ὅλως δὲ καὶ σωθήσεσθαι νομίζεις, ἑτέρων μηδενὶ γενόμενος χρήσιμος; ΧΡΥΣΟΣΤ. Εὖ καὶ καλῶς, ἔφην, εἴρηκας· οὐδὲ γὰρ αὐτὸς τοῦτο πιστεύειν ἔχω, ὅτι σώζεσθαι ἔνεστι τὸν οὐδὲν εἰς τὴν τοῦ πλησίον κάμνοντα σωτηρίαν. Οὐδὲ γὰρ ἐκεῖνον τὸν δείλαιον ὤνησέ τι τὸ μὴ μειῶσαι τὸ τάλαντον, ἀλλὰ καὶ ἀπώλεσε τὸ μὴ πλεονάσαι καὶ διπλοῦν προσενεγκεῖν. Πλὴν ἀλλ' ἐπιεικεστέραν μοι τὴν τιμωρίαν οἶμαι ἔσεσθαι ἐγκαλουμένῳ διὰ τί μὴ καὶ ἑτέρους ἔσωσα, ἢ εἰ καὶ ἑτέρους καὶ ἐμαυτὸν προσαπώλεσα, πολὺ χείρων γενόμενος μετὰ τὴν τοσαύτην τιμήν. Νῦν μὲν γὰρ τοσαύτην ἔσεσθαί μοι πιστεύω τὴν κόλασιν, ὅσην ἀπαιτεῖ τῶν ἁμαρτημάτων τὸ μέγεθος· μετὰ δὲ τὸ δέξασθαι τὴν ἀρχὴν, οὐ διπλῆν μόνον καὶ τριπλῆν, ἀλλὰ καὶ πολλαπλασίονα, τῷ τε πλείονας σκανδαλίσαι, καὶ τῷ μετὰ μείζονα τιμὴν προσκροῦσαι τῷ τετιμηκότι Θεῷ.
10. And Basil, Now, however, says he, you have no struggle with these toils, nor have you cares, living by yourself. Chrysostom: I do have them, said I, even now; for how is it possible, being human and living this much-labouring life, to have been freed from cares and anxiety? Yet it is not the same thing to fall into a boundless sea and to sail along a river; for so great is the interval between these cares and those. For now, if I could become serviceable to others also, I myself too would wish it, and this is the object of much prayer for me; but if it is not possible to benefit another, if at least it be granted me to save myself and snatch myself from the billows, I shall be content with this. Then do you suppose this to be a great thing, says Basil, and do you think that you will be saved at all, having proved serviceable to none of others? Chrysostom: Well and nobly have you spoken, said I; for neither am I myself able to believe this, that it is possible for one who labours in no way towards the salvation of his neighbour to be saved. For neither did it profit that wretched man at all that he did not diminish his talent, nay rather, the fact that he did not increase it and bring back double destroyed him as well. Nevertheless, I think my punishment will be milder when accused as to why I did not save others also, than if I destroyed both others and myself besides, having become far worse after so great an honour. For now I believe my chastisement will be as great as the magnitude of my sins demands; whereas after receiving the office, not only double and triple, but many times greater, both by causing more people to stumble and by offending, after greater honour, the God Who honoured me.
ιαʹ. Διά τοι τοῦτο καὶ τῶν Ἰσραηλιτῶν σφοδρότερον κατηγορῶν, τούτῳ δείκνυσιν αὐτοὺς μείζονος ὄντας κολάσεως ἀξίους τῷ μετὰ τὰ παρ' αὐτοῦ γενομένας εἰς αὐτοὺς τιμὰς ἁμαρτεῖν, ποτὲ μὲν λέγων· Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς, διὰ τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς τὰς ἀσεβείας ὑμῶν· ποτὲ δέ· Ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας, καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν. Καὶ πρὸ τῶν προφητῶν ἐπὶ τῶν θυσιῶν δεῖξαι βουλόμενος ὅτι τὰ ἁμαρτήματα μείζονα ἐκδέχεται πολλῷ τὴν τιμωρίαν, ὅταν ὑπὸ τῶν ἱερέων γίνηται, ἢ ὅταν ὑπὸ τῶν ἰδιωτῶν, προστάττει τοσαύτην
11. On this very account, accusing the Israelites also more vehemently, He shows them to be worthy of greater chastisement by this, that they sinned after the honours bestowed upon them by Him, at one time saying: You only have I known out of all the tribes of the earth; therefore I will avenge upon you your impieties; and at another time: I took of your sons for prophets, and of your young men for sanctification. And before the prophets, wishing in the case of the sacrifices to show that sins await far greater punishment when they are committed by priests than when by private persons, He enjoins that so great
Notes, col. 686

On the reading

Printed τὰ, for τὰς.

PG 48:687Read from the page
ὑπὲρ τῶν ἱερέων προσάγεσθαι τὴν θυσίαν, ὅσην ὑπὲρ παντὸς τοῦ λαοῦ. Τοῦτο δὲ οὐδὲν ἕτερον δηλοῦντός ἐστιν ἢ ὅτι μείζονος βοηθείας δεῖται τὰ τοῦ ἱερέως τραύματα, καὶ τοσαύτης, ὅσης ὁμοῦ τὰ παντὸς τοῦ λαοῦ· μείζονος δὲ οὐκ ἂν ἐδεῖτο, ει μὴ χαλεπώτερα ἦν· χαλεπώτερα δὲ γίνεται, οὐ τῇ φύσει, ἀλλὰ τῇ ἀξίᾳ τοῦ τολμῶντος αὐτὰ ἱερέως βαρούμενα. Καὶ τί λέγω τοὺς ἄνδρας τοὺς τὴν λειτουργίαν μετιόντας; Αἱ γὰρ θυγατέρες τῶν ἱερέων, αἷς οὐδεὶς πρὸς τὴν ἱερωσύνην λόγος, ὅμως διὰ τὸ πατρικὸν ἀξίωμα τῶν αὐτῶν ἁμαρτημάτων πολὺ πικροτέραν ὑπέχουσι τὴν τιμωρίαν· καὶ τὸ μὲν πλημμέλημα ἴσον αὐταῖς καὶ ταῖς τῶν ἰδιωτῶν θυγατράσι, πορνεία γὰρ ἀμφότερα, τὸ δὲ ἐπιτίμιον πολλῷ τούτων χαλεπώτερον.
a sacrifice be offered on behalf of the priests as on behalf of the whole people. And this signifies nothing else than that the wounds of the priest stand in need of greater help, and of as great help as those of the whole people together; and they would not stand in need of greater, unless they were more grievous; and they become more grievous, not by their nature, but weighted down by the dignity of the priest who dares them. And why do I speak of the men who pursue the ministry? For the daughters of the priests, who have no share in the priesthood, nevertheless on account of their father's dignity undergo a far bitterer punishment for the same sins; and the offence is equal for them and for the daughters of private citizens—for both are fornication—yet the penalty for these is far more grievous.
ιβʹ. Ὁρᾷς μεθ' ὅσης σοι δείκνυσιν ὑπερβολῆς ὁ Θεὸς ὅτι πολλῷ πλείονα τῶν ἀρχομένων ἀπαιτεῖ τὸν ἄρχοντα τιμωρίαν; Οὐ γὰρ δήπου ὁ τὴν ἐκείνου θυγατέρα δι' ἐκεῖνον μειζόνως τῶν ἄλλων κολάζων, τὸν καὶ ἐκείνῃ τῆς προσθήκης τῶν βασάνων αἴτιον ἴσην τοῖς πολλοῖς εἰσπράξεται δίκην, ἀλλὰ πολλῷ μείζονα· καὶ μάλα γε εἰκότως. Οὐ γὰρ εἰς αὐτὸν περιίσταται μόνον ἡ ζημία, ἀλλὰ καὶ τὰς τῶν ἀσθενεστέρων καὶ εἰς αὐτὸν βλεπόντων καταβάλλει ψυχάς. Τοῦτο καὶ ὁ Ἰεζεκιὴλ διδάξαι βουλόμενος, διίστησιν ἀπ' ἀλλήλων τὴν τῶν κριῶν καὶ τὴν τῶν προβάτων κρίσιν. Ἆρά σοι δοκοῦμεν λόγον ἔχοντα πεφοβῆσθαι φόβον; Πρὸς γὰρ τοῖς εἰρημένοις νῦν μὲν εἰ καὶ πολλοῦ μοι δεῖ πόνου πρὸς τὸ μὴ δὴ καταγωνισθῆναι τέλεον ὑπὸ τῶν τῆς ψυχῆς παθῶν, ἀλλ' ὅμως ἀνέχομαι τὸν πόνον, καὶ οὐ φεύγω τὸν ἀγῶνα. Καὶ γὰρ ὑπὸ κενοδοξίας ἁλίσκομαι μὲν καὶ νῦν, ἀναφέρω δὲ πολλάκις, καὶ ὅτι ἑάλων συνορῶ· ἔστι δὲ ὅτε καὶ ἐπιτιμῶ τῇ δουλωθείσῃ ψυχῇ. Ἐπιθυμίαι μοι προσπίπτουσι μὲν ἄτοποι καὶ νῦν, ἀλλ' ἀργοτέραν ἀνάπτουσι τὴν φλόγα, τῶν ὀφθαλμῶν τῶν ἔξωθεν οὐκ ἐχόντων ἐπιλαβέσθαι τῆς τοῦ πυρὸς ὕλης· τοῦ δὲ κακῶς τὸν δεῖνα λέγειν, καὶ λεγόμενον ἀκούειν, ἀπήλλαγμαι παντελῶς, τῶν διαλεγομένων οὐ παρόντων· οὐ γὰρ δὴ οὗτοι οἱ τοῖχοι δύναιντ' ἂν ἀφεῖναι φωνήν. Ἀλλ' οὐχὶ καὶ τὴν ὀργὴν ὁμοίως δυνατὸν διαφυγεῖν, καίτοι γε τῶν παροξυνόντων οὐκ ὄντων. Μνήμη γὰρ πολλάκις ἀνδρῶν ἀτόπων προσπεσοῦσα, καὶ τῶν ὑπ' αὐτῶν γενομένων, ἐξοιδεῖν μοι τὴν καρδίαν ποιεῖ, πλὴν ἀλλ' οὐκ εἰς τέλος· ταχέως γὰρ αὐτὴν φλεγμαίνουσαν καταστέλλομεν, καὶ πείθομεν ἡσυχάζειν εἰπόντες ὅτι λίαν ἀσύμφωνον καὶ τῆς ἐσχάτης ἀθλιότητος, τὰ οἰκεῖα ἀφέντας κακὰ, τὰ τῶν πλησίον περιεργάζεσθαι. Ἀλλ' οὐκ εἰς τὸ πλῆθος ἐλθὼν, καὶ ταῖς μυρίαις ἀποληφθεὶς ταραχαῖς, δυνήσομαι ταύτης ἀπολαύειν τῆς νουθεσίας, οὐδὲ τοὺς ταῦτα παιδαγωγοῦντας λογισμοὺς εὑρεῖν· ἀλλ' ὥσπερ οἱ κατὰ κρημνῶν ὑπό τινος ῥεύματος ἢ καὶ ἑτέρως ὠθούμενοι τὴν μὲν ἀπώλειαν, εἰς ἣν τελευτῶσι, προορᾷν δύνανται, βοήθειαν δέ τινα ἐπινοεῖν οὐκ ἔχουσιν· οὕτω καὶ αὐτὸς εἰς τὸν πολὺν τῶν παθῶν θόρυβον ἐμπεσὼν, τὴν μὲν κόλασιν καθ' ἑκάστην αὐξομένην μοι τὴν ἡμέραν δυνή-
12. Do you see with how great an abundance God shows you that He demands far greater punishment from the ruler than from the ruled? For surely He Who chastises that man's daughter more severely than the rest on his account will not exact from him who was also the cause of the additional torments for her a penalty equal to that of the many, but one far greater; and very reasonably so. For the loss does not come round upon him alone, but also casts down the souls of the weaker who look towards him. Wishing to teach this too, Ezekiel separates from one another the judgement of the rams and that of the sheep. Do we seem to you to have feared a fear that holds reason? For besides what has been said, even though now I need much toil so as not to be utterly overcome by the passions of the soul, yet nevertheless I endure the toil and do not flee the contest. For even now I am caught by vainglory, yet I recover often and perceive that I was caught; and at times I even rebuke my enslaved soul. Unseemly desires assail me even now, yet they kindle a slacker flame, since my outward eyes are unable to lay hold of fuel for the fire; and from speaking ill of so-and-so and hearing it spoken I have been wholly freed, since none are present to converse—for surely these walls could not utter a sound. Yet it is not possible in like manner to escape wrath also, even though none are present to provoke me. For often the memory of perverse men and of the deeds done by them falls upon me and makes my heart swell up, yet not to the end; for we quickly quell its inflammation and persuade it to be still, saying that it is exceedingly out of harmony and a mark of utter wretchedness to leave one's own evils alone and pry into those of one's neighbours. Yet if I come into the multitude and am caught amid ten thousand tumults, I shall not be able to enjoy this admonition, nor to find the reflections that school me in these things; rather, just as those thrust down precipices by some stream or in some other way are able to foresee the destruction in which they end, yet have no power to devise any aid, so I too, once fallen into the great tumult of the passions, my chastisement growing for me day by day I shall be able-
Notes, col. 687

On the reading

Printed ει, for εἰ.

PG 48:688Read from the page
σομαι συνορᾷν, ἐν ἐμαυτῷ δὲ γενέσθαι καθάπερ καὶ νῦν, καὶ ἐπιτιμῆσαι πάντοθεν τοῖς νοσήμασι λυττῶσι τούτοις, οὐκ ἔτι ὁμοίως εὔπορον ἐμοὶ, καθάπερ καὶ πρότερον. Ἐμοὶ γὰρ ψυχή τίς ἐστιν ἀσθενὴς καὶ μικρὰ καὶ εὐχείρωτος οὐ τούτοις μόνον τοῖς πάθεσιν, ἀλλὰ καὶ τῷ πάντων πικροτέρῳ φθόνῳ, καὶ οὔτε ὕβρεις οὔτε τιμὰς μετρίως ἐπίσταται φέρειν, ἀλλὰ μεθ' ὑπερβολῆς ἐκεῖναί τε ἐπαίρουσιν αὐτὴν, καὶ ταπεινοῦσιν αὗται. Ὥσπερ οὖν θηρία χαλεπὰ, ὅταν μὲν εὐσωματῇ καὶ σφριγᾷ, τῶν πρὸς αὐτὰ μαχομένων κρατεῖ, καὶ μάλιστα ὅταν ἀσθενεῖς ὦσι καὶ ἄπειροι, εἰ δέ τις αὐτὰ λιμῷ κατατήξειε, τόν τε θυμὸν αὐτοῖς ἐκοίμισε, καὶ τῆς δυνάμεως τὸ πλέον ἔσβεσεν, ὡς καὶ τὸν μὴ λίαν γενναῖον ἀναδέξασθαι τὸν πρὸς ταῦτα ἀγῶνα καὶ πόλεμον· οὕτω καὶ τὰ πάθη τῆς ψυχῆς, ὁ μὲν ἀσθενῆ ποιῶν, ὑποχείρια τοῖς ὀρθοῖς αὐτὰ τίθησι λογισμοῖς· ὁ δὲ τρέφων ἐπιμελῶς χαλεπωτέραν αὐτῷ τὴν πρὸς αὐτὰ καθίστησι μάχην, καὶ οὕτως αὐτῷ φοβερὰ ἀπεργάζεται, ὡς ἐν δουλείᾳ καὶ δειλίᾳ τὸν πάντα χρόνον βιοῦν. Τίς οὖν τῶν θηρίων τούτων ἡ τροφή; Κενοδοξίας μὲν τιμαὶ καὶ ἔπαινοι, ἀπονοίας δὲ ἐξουσία καὶ δυναστείας μέγεθος, βασκανίας δὲ αἱ τῶν πλησίον εὐδοκιμήσεις, φιλαργυρίας αἱ τῶν παρεχόντων φιλοτιμίαι, ἀκολασίας τρυφὴ καὶ αἱ συνεχεῖς τῶν γυναικῶν ἐντεύξεις, καὶ ἕτερον ἑτέρου. Πάντα δὲ ταῦτα εἰς μὲν τὸ μέσον ἐλθόντι σφοδρῶς ἐπιθήσεται, καὶ σπαράξει μοι τὴν ψυχὴν, καὶ φοβερὰ ἔσται, καὶ χαλεπώτερόν μοι τὸν πρὸς ταῦτα ποιήσει πόλεμον. Ἐνταῦθα δὲ καθημένῳ μετὰ πολλῆς μὲν καὶ οὕτως ὑποταγήσεται βίας, ὑποταγήσεται δ' οὖν ὅμως τῇ τοῦ Θεοῦ χάριτι, καὶ τῆς ὑλακῆς αὐτοῖς οὐδὲν ἔσται πλέον. Διὰ ταῦτα τὸν οἰκίσκον φυλάττω τοῦτον καὶ ἀπρόϊτος καὶ ἀκοινώνητός εἰμι καὶ ἀσυνουσίαστος, καὶ μυρίας ἑτέρας τοιαύτας μέμψεις ἀκούειν ἀνέχομαι· ἡδέως μὲν ἂν αὐτὰς ἀποτριψάμενος, τῷ δὲ μὴ δύνασθαι δακνόμενος καὶ ἀλγῶν. Οὐδὲ γὰρ εὔπορόν μοι, ὁμιλητικόν τε ὁμοῦ γενέσθαι, καὶ ἐπὶ τῆς παρούσης ἀσφαλείας μένειν. Δι' ὃ καὶ αὐτόν σε παρακαλῶ, τὸν ὑπὸ τοσαύτης δυσχερείας ἐπειλημμένον ἐλεεῖν μᾶλλον ἢ διαβάλλειν· ἀλλ' οὐδέπω σε πείθομεν. Οὐκοῦν ὥρα μοι λοιπὸν, ὃ μόνον εἶχον ἀπόῤῥητον, πρὸς σὲ καὶ τοῦτο ἐκβαλεῖν. Καὶ ἴσως μὲν ἄπιστον εἶναι δόξει πολλοῖς· ἐγὼ δὲ αὐτὸ οὐδὲ οὕτως εἰς μέσον ἐνεγκεῖν αἰσχυνθήσομαι. Εἰ γὰρ καὶ πονηρᾶς συνειδήσεως καὶ μυρίων ἁμαρτημάτων ἔλεγχος τὸ λεγόμενον ᾖ, τοῦ μέλλοντος ἡμᾶς κρίνειν Θεοῦ πάντα εἰδότος ἀκριβῶς, τί πλέον ἡμῖν ἐκ τῆς τῶν ἀνθρώπων ἀγνοίας ἐγγενέσθαι δυνήσεται; Τί οὖν ἐστι τὸ ἀπόῤῥητον; Ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ ταύτην ἐνέθηκάς μοι τὴν ὑποψίαν, πολλάκις ἐκινδύνευσέ μοι παραλυθῆναι τὸ σῶμα τέλεον· τοσοῦτος μὲν φόβος, τοσαύτη δὲ ἀθυμία κατέσχε μου τὴν ψυχήν. Τῆς γὰρ Χριστοῦ νύμφης τὴν δόξαν ἐννοῶν, τὴν ἁγιωσύνην, τὸ κάλλος τὸ πνευματικὸν, τὴν σύνεσιν, τὴν εὐκοσμίαν, καὶ τὰ ἐμαυτοῦ λογιζόμενος κακὰ, οὐ διελίμπανον ἐκείνην τε πενθῶν, καὶ ἐμαυτὸν ταλανίζων, καὶ στένων συνεχῶς καὶ διαπορῶν πρὸς ἐμαυτὸν ἔλεγον ταῦτα· Τίς ἆρα ταῦτα συνεβούλευσε; τί τοσοῦτον ἥμαρτεν ἡ τοῦ Θεοῦ Ἐκκλησία; τί τηλικοῦτον παρώξυνε τὸν αὐτῆς Δεσπότην, ὡς τῷ πάντων ἀτιμοτάτῳ παραδοθῆναι
to survey, whereas to come to myself as I do now and to rebuke on every side these raging maladies will no longer be equally easy for me as formerly. For I have a certain weak and petty soul, easily vanquished not only by these passions, but also by envy, the bitterest of them all; and it knows not how to bear either insults or honours moderately, but the latter exalt it beyond measure, and the former cast it down. Just, then, as fierce wild beasts, when they are stout of body and vigorous, prevail over those who fight against them, and most of all when these are weak and inexperienced, whereas if anyone should waste them down with hunger, he lulls their rage to sleep and quenches the greater part of their strength, so that even one not exceedingly noble can take up the contest and war against them; so also with the passions of the soul: he who makes them weak renders them subject to sound reasonings, whereas he who feeds them diligently makes the battle against them more grievous for himself, and renders them so terrible to him that he lives his whole time in slavery and cowardice. What, then, is the food of these wild beasts? Of vainglory, honours and praises; of presumption, authority and greatness of power; of envy, the good repute of one's neighbours; of avarice, the munificence of givers; of intemperance, luxury and continual meetings with women; and one thing for another. And all these things will set upon me vehemently if I come into public life, and will tear my soul, and be terrible, and make the war against them more grievous for me. Whereas while I sit here, even so they will be subjected only with great force, yet subjected they will be nevertheless by the grace of God, and they will have nothing more than their barking. On this account I keep to this little chamber, and am unapproachable and unsociable and without company, and endure hearing countless other such reproaches—gladly would I have wiped them away, yet I am stung and grieved at not being able. For it is not easy for me both to become sociable at the same time and to remain in my present safety. Wherefore I exhort you yourself also to pity rather than slander one caught in so great a difficulty; yet we do not yet persuade you. It is time for me, therefore, hereafter to bring forth to you this also, the sole secret I held. And perhaps it will seem incredible to many; yet not even so shall I be ashamed to bring it into the open. For even if what is spoken be a proof of an evil conscience and of countless sins, since God Who is about to judge us knows all things exactly, what advantage will be able to accrue to us from the ignorance of men? What, then, is the secret? From that day on which you put this suspicion into me, my body was often in danger of being utterly paralysed, so great a fear and so great a despondency took hold of my soul. For pondering the glory of the Bride of Christ, her holiness, her spiritual beauty, her prudence, her comeliness, and reckoning up my own evils, I never ceased both mourning for her and bewailing myself, and groaning continually and in perplexity I kept saying to myself these things: Who, pray, counselled these things? What great sin has the Church of God committed? Wherein has she so greatly provoked her Master as to be handed over to the most dishonourable of all