βʹ. Καὶ γὰρ τῶν ἀκτίνων αὐτῶν καθαρωτέραν τῷ ἱερεῖ τὴν ψυχὴν εἶναι δεῖ, ἵνα μηδέποτε ἔρημον αὐτὸν καταλιμπάνῃ τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα δύνηται λέγειν, Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστό⟨ς.⟩ Εἰ γὰρ οἱ τὴν ἔρημον οἰκοῦντες, καὶ πόλεως καὶ ἀγορᾶς καὶ τῶν ἐκεῖθεν ἀπηλλαγμένοι θορύβων, καὶ διαπαντὸς λιμένων καὶ γαλήνης ἀπολαύοντες οὐκ ἐθέλουσι θαῤῥεῖν, τῇ τῆς διαίτης ἐκείνης ἀσφαλείᾳ, ἀλλὰ καὶ μυρίας ἑτέρας προστιθέασι φυλακὰς, πάντοθεν ἑαυτοὺς περιφράττοντες, καὶ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ λέγειν ἅπαντα καὶ πράττειν σπουδάζοντες, ἵνα μετὰ παῤῥησίας καὶ καθαρότητος εἰλικρινοῦς, ὅσον εἰς ἀνθρωπείαν ἧκε δύναμιν, προσιέναι τῷ Θεῷ δύνωνται· πόσης οἴει δεῖν τῷ ἱερωμένῳ καὶ δυνάμεως καὶ βίας, ὥστε δυνηθῆναι παντὸς ἐξαρπάσαι μολυσμοῦ τὴν ψυχὴν, καὶ ἀσινὲς τὸν πνευματικὸν τηρῆσαι κάλλος; Καὶ γὰρ πολλῷ μείζονος αὐτῷ δεῖ καθαρότητος, ἢ ἐκείνοις· καὶ ᾧ μείζονος δεῖ, οὗτος πλείοσιν ἀνάγκαις ἐκείνων ὑπόκειται ταῖς δυναμέναις αὐτὸν ῥυποῦν, ἢν μὴ τῇ διηνεκεῖ νήψει καὶ τῷ πολλῷ τόνῳ χρησάμενος, ἄβατον αὐταῖς ἐργάσηται τὴν ψυχήν. Καὶ γὰρ προσώπων εὐμορφία, καὶ κινημάτων διάθρυψις, καὶ βαδίσεως ἐπιτήδευσις, καὶ φωνῆς διάκλασις, καὶ ὀφθαλμῶν ὑπογραφαὶ, καὶ παρειῶν ἐπιγραφαὶ, καὶ πλεγμάτων συνθέσεις, καὶ τριχῶν βαφαὶ, καὶ ἱματίων πολυτέλεια, καὶ χρυσίων ποικιλία, καὶ λίθων κάλλος, καὶ μύρων εὐωδία, καὶ τἆλλα πάντα, ἃ τὸ γυναικεῖον ἐπιτηδεύει γένος, ἱκανὰ θορυβῆσαι ψυχὴν, ἢν μὴ πολλῇ τῇ τῆς σωφροσύνης αὐστηρότητι ἀπεσκληκυῖα τύχῃ. Ἀλλὰ τὸ μὲν ὑπὸ τούτων ταράττεσθαι, θαυμαστὸν οὐδέν· τὸ δὲ καὶ διὰ τῶν τούτοις ἐναντίων δύνασθαι βάλλειν τὸν διάβολον καὶ κατατοξεύειν τὰς τῶν ἀνθρώπων ψυχὰς, τοῦτο ἔστι τὸ πολλῆς ἐκπλήξεως καὶ ἀπορίας μεστόν. Ἤδη γάρ τινες ταῦτα ἐκφυγόντες τὰ θήρατρα, τοῖς πολὺ τούτων ἀφεστηκόσιν ἑάλωσαν. Καὶ γὰρ καὶ ἡμελημένη ὄψις, καὶ αὐχμῶσα κόμη, καὶ ῥυπῶσα στολὴ, καὶ σχῆμα ἀνεπίπλαστον, καὶ ἦθος ἁπλοῦν, καὶ ῥῆμα ἀφελὲς, καὶ βάδισις ἀνεπιτήδευτος, καὶ ἀσχημάτιστος φωνὴ, καὶ τὸ πενίᾳ συζῆν, καὶ τὸ καταφρονεῖσθαι, καὶ τὸ ἀπροστάτευτον, καὶ ἡ μόνωσις, πρῶτον μὲν εἰς ἔλεον τὸν ὁρῶντα, ἀπ' ἐκείνου δὲ εἰς τὸν ἔσχατον ἤγαγεν ὄλεθρον.
Chapter II. For indeed the priest's soul must be purer than the very rays of the sun, lest the Holy Spirit ever leave him destitute, so that he may be able to say, Yet it is no longer I who live, rather Christ lives in me. For if those who inhabit the desert, freed from city and market-place and the tumults thence arising, and perpetually enjoying havens and calm, are unwilling to place confidence in the security of that way of life, rather add ten thousand other safeguards also, fencing themselves round on every side, and striving with great exactness both to speak and to do all things, so that with boldness and sincere purity, so far as comes within human power, they may be able to draw near to God; how great a power and force do you suppose he who is consecrated needs, so as to be able to snatch his soul from every defilement and keep his spiritual beauty unscathed? For he needs far greater purity than they; and he who needs greater purity is subject to more necessities than they that are able to sully him, unless by employing perpetual watchfulness and great intensity he renders his soul inaccessible to them. For comeliness of countenances, and mincing of movements, and affectation of gait, and breaking of the voice, and pencillings of the eyes, and paintings of the cheeks, and arrangements of braids, and dyeings of hair, and costliness of garments, and variety of gold ornaments, and beauty of stones, and fragrance of unguents, and all the other things which womankind practises, are sufficient to disturb a soul unless it happens to have been hardened by great austerity of temperance. Yet to be troubled by these things is no wonder; whereas that through the opposites of these also the devil is able to strike and shoot down the souls of men—this is what is full of great astonishment and perplexity. For already some who had escaped these snares have been captured by things far removed from them. For indeed a neglected appearance, and unkempt hair, and a squalid robe, and an unaffected bearing, and a simple character, and artless speech, and an unstudied gait, and an unmodulated voice, and living in poverty, and being despised, and lacking protection, and solitude have first led the beholder to pity, and thence to utter ruin.
γʹ. Καὶ πολλοὶ τὰ πρότερα ἐκφυγόντες δίκτυα, τὰ διὰ τῶν χρυσίων, καὶ τῶν μύρων, καὶ τῶν ἱματίων, καὶ τῶν λοιπῶν ὧν εἶπον συγκείμενα, τούτοις τοῖς τοσοῦτον αὐτῶν ἀφεστηκόσι εὐκόλως ἐνέπεσον καὶ ἀπώλοντο. Ὅταν οὖν καὶ διὰ πενίας, καὶ διὰ πλούτου, καὶ διὰ καλλωπισμοῦ καὶ διὰ σχήματος εἰκῆ κειμένου, καὶ διὰ τρόπων τῶν τε ἐπιτηδευτῶν καὶ τῶν ἀπλάστων, καὶ διὰ πάντων ἁπλῶς ὧν ἀπηριθμησάμην, ὁ πόλεμος ἀναῤῥιπίζηται τῇ τοῦ θεωμένου ψυχῇ, καὶ τὰ μηχανήματα αὐτὸν περιστοιχίζῃ πανταχόθεν· πόθεν ἀναπνεῦσαι δυνήσεται, τοσούτων κύκλῳ περικειμένων παγίδων; ποίαν κατάδυσιν εὑρεῖν, οὐ λέγω πρὸς τὸ μὴ κατὰ κράτος ἁλῶναι (τοῦτο μὲν γὰρ οὐ πάνυ χαλεπὸν), ἀλλὰ καὶ πρὸς τὸ ἀτάραχον τῶν μιαρῶν λογι-
Chapter III. And many who had escaped the former nets—those composed of gold ornaments, and unguents, and garments, and the rest of the things I mentioned—easily fell into these so far removed from them and perished. When, therefore, both through poverty and through wealth, both through adornment and through a bearing left at random, both through manners studied and unfeigned, and in a word through all the things I have enumerated, war is fanned up in the beholder's soul, and engines hem him in on every side, whence will he be able to draw breath, with so many snares lying round about in a circle? What retreat can he find—I do not say so as not to be taken by storm (for this indeed is not very hard), rather also so as to keep his soul untroubled by foul thoughts-