Migne Reading Room

PG 48 · cols. 641–646 · Read from the page

On the Priesthood, six books

On the Priesthood, six books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:641Read from the page
προκειμένης, ἣ τοσοῦτον ἀνωτέρω βασιλείας ἕστηκεν, ὅσον πνεύματος καὶ σαρκὸς τὸ μέσον, τολμήσει τις ἡμᾶς ὑπεροψίας γράφεσθαι; Καὶ πῶς οὐκ ἄτοπον τοὺς μὲν τὰ μικρὰ διαπτύοντας ὡς παραπαίοντας αἰτιᾶσθαι, τοὺς δὲ ἐπὶ τῶν ἄγαν ὑπερεχόντων τοῦτο ποιοῦντας τῶν μὲν τῆς παραπληξίας ἐγκλημάτων ἐξαιρεῖν, ταῖς δὲ τῆς ὑπερηφανίας ὑποβάλλειν αἰτίαις; Ὥσπερ ἂν εἴ τις τὸν ἀγέλης βοῶν καταφρονοῦντα, καὶ μὴ βουλόμενον εἶναι βουκόλον, εἰς ὑπερηφανίαν μὲν οὐδαμῶς, εἰς δὲ φρενῶν ἔκστασιν αἰτιώμενος, τὸν ἁπάσης τῆς οἰκουμένης τὴν βασιλείαν καὶ τὸ γενέσθαι κύριον τῶν ἁπανταχοῦ στρατοπέδων μὴ δεχόμενον ἀντὶ τοῦ μαίνεσθαι τετυφῶσθαι φαίη. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, οὐδὲ ἡμᾶς μᾶλλον ἢ ἑαυτοὺς οἱ ταῦτα λέγοντες διαβάλλουσι. Τὸ γὰρ ἐννοῆσαι μόνον, ὅτι δυνατὸν ἀνθρωπείᾳ φύσει τῆς ἀξίας ὑπερφρονῆσαι ἐκείνης, δεῖγμα κατ' αὐτῶν τῶν ἐκφερόντων ἐστὶν ἧς ἔχουσι περὶ τοῦ πράγματος δόξης. Εἰ γὰρ μὴ τῶν τυχόντων αὐτὸ, καὶ ὧν οὐ πολὺς ὁ λόγος, ἐνόμιζον εἶναι, οὐδ' ἂν ὑποπτεῦσαι τοῦτο ἐπῆλθεν αὐτοῖς. Διὰ τί γὰρ περὶ τῆς τῶν ἀγγέλων ἀξίας οὐδεὶς ἐτόλμησέ τι τοιοῦτον ὑποπτεῦσαί ποτε, καὶ εἰπεῖν ὅτι ἔστιν ἀνθρωπίνη ψυχὴ δι' ἀπόνοιαν οὐκ ἂν ἑλομένη ἐπὶ τὸ τῆς φύσεως ἐκείνης ἀξίωμα ἐλθεῖν; Μεγάλα γάρ τινα φανταζόμεθα περὶ τῶν δυνάμεων ἐκείνων, καὶ τοῦτο ἡμᾶς οὐκ ἀφίησι πιστεῦσαι ὅτι δύναται ἄνθρωπος τῆς τιμῆς φρονῆσαί τι μεῖζον ἐκείνης. Ὥστε αὐτοὺς μᾶλλον δικαίως ἄν τις γράψαιτο ἀπονοίας τοὺς ἡμῶν τοῦτο κατηγοροῦντας. Οὐ γὰρ ἄν ποτε περὶ ἑτέρων τοῦτο ὑπέλαβον, εἰ μὴ πρότερον αὐτοὶ τοῦ πράγματος, ὡς οὐδενὸς ὄντος, κατέγνωσαν. Εἰ δὲ πρὸς δόξαν ὁρῶντά με τοῦτο πεποιηκέναι φασὶν, περιπίπτοντες ἑαυτοῖς ἐλεγχθήσονται καὶ μαχόμενοι φανερῶς· οὐδὲ γὰρ οἶδα ποίους ἂν ἑτέρους πρὸ τούτων ἐζήτησαν λόγους, εἰ τῶν τῆς κενοδοξίας ἡμᾶς ἠθέλησαν ἀπαλλάξαι ἐγκλημάτων.
is set before us, which stands so far above kingship as is the interval between spirit and flesh, will anyone dare to indict us for disdain? And how is it not absurd to blame those who spurn small things as being deranged, while exempting those who do this in matters exceedingly pre-eminent from the charges of madness, and subjecting them instead to accusations of pride? Just as if someone, accusing him who despises a herd of oxen and is unwilling to be a neatherd not at all of pride, but of derangement of mind, should say that the man who does not accept the kingship of the whole inhabited world and the lordship over armies everywhere is puffed up with pride instead of raving! Yet these things are not so, they are not; nor do those who say these things malign us more than themselves. For merely to conceive that it is possible for human nature to scorn that dignity is a proof against those very men who put it forward of the opinion they hold concerning the matter. For if they did not deem it to be among ordinary things and those of no great account, it would not even have occurred to them to suspect this. For why has no one ever dared to suspect anything of the sort concerning the dignity of the angels, and to say that there is a human soul which out of arrogance would not choose to arive at the rank of that nature? Because we form certain great conceptions concerning those powers, and this does not allow us to believe that a man can imagine anything greater than that honour. So that one might more justly indict for arrogance those very men who accuse us of this. For they would never have supposed this concerning others had they not first themselves condemned the matter as being of no account. And if they say that I have done this with an eye to glory, they will be convicted of falling afoul of themselves and openly warring with themselves; for I do not even know what other arguments they would have sought in preference to these, had they wished to free us from the charges of vainglory.
βʹ. Εἰ γὰρ οὗτός μέ ποτε εἰσῆλθεν ὁ ἔρως, καταδέξασθαι μᾶλλον ἐχρῆν, ἢ φυγεῖν. Διὰ τί; Ὅτι πολλὴν ἡμῖν τοῦτο τὴν δόξαν ἤνεγκεν ἄν. Τὸ γὰρ ἐν τούτῳ τῆς ἡλικίας ὄντα, καὶ πρὸ βραχέος ἀποστάντα τῶν βιωτικῶν φροντίδων, ἐξαίφνης οὕτω δόξαι παρὰ πᾶσιν εἶναι θαυμαστὸν, ὥστε τῶν τὸν ἅπαντα χρόνον ἐν τοῖς τοιούτοις ἐξαναλωθέντων πόνοις προτιμηθῆναι, καὶ πλείονας ψήφους πάντων ἐκείνων λαβεῖν, θαυμαστά τινα καὶ μεγάλα περὶ ἡμῶν πάντας ἂν ὑποπτεύειν ἔπεισε, καὶ σεμνοὺς ἂν ἡμᾶς καὶ περιβλέπτους κατέστησε. Νῦν δὲ, πλὴν ὀλίγων, τὸ πλέον τῆς Ἐκκλησίας μέρος οὐδ' ἐξ ὀνόματος ἡμᾶς ἴσασιν· ὥστε οὐδὲ ὅτι παρῃτήμεθα πᾶσιν ἔσται φανερὸν, ἀλλ' ὀλίγοις τισὶν, οὓς οὐδ' αὐτοὺς οἶμαι τὸ σαφὲς εἰδέναι πάντας. Εἰκὸς δὲ καὶ τούτων πολλοὺς ἢ μηδ' ὅλως ἡμᾶς ἡρῆσθαι νομίσαι, ἢ παρεῶσθαι μετὰ τὴν αἵρεσιν, ἀνεπιτηδείους εἶναι δόξαντας, οὐχ ἑκόντας φυγεῖν.
2. For if this passion had ever entered me, I ought rather to have accepted than to have fled. Why so? Because this would have brought us great glory. For the fact that one who was at this time of life, and had shortly before withdrawn from worldly cares, should suddenly appear to all so admirable as to be preferred above those who had spent their whole time in such labours, and to receive more votes than all of them, would have persuaded all men to surmise admirable and great things concerning us, and would have rendered us venerable and conspicuous. Whereas now, save for a few, the greater part of the Church do not know us even by name; so that not even the fact that we declined will be manifest to all, save to a few, all of whom themselves I do not think know the plain truth. And it is likely that many even of these either suppose that we were not chosen at all, or that we were rejected after the election, having appeared unfit, and did not flee willingly.
γʹ. ΒΑΣΙΛ. Ἀλλ' οἱ τἀληθὲς εἰδότες θαυμάσονται. ΧΡΥΣΟΣΤ. Καὶ μὴν τούτους ἔφης ὡς κενοδόξους καὶ ὑπερηφάνους διαβάλλειν ἡμᾶς. Πόθεν οὖν ἐστιν ἐλπίσαι τὸν ἔπαινον; Ἀπὸ τῶν πολλῶν; Ἀλλ' οὐκ ἴσασι τὸ σαφές.
3. Basil: Yet those who know the truth will marvel. Chrysostom: And yet you said that these very men malign us as vainglorious and proud. Whence, then, is one to hope for praise? From the many? Yet they do not know the plain truth.
PG 48:642Read from the page
Ἀλλ' ἐκ τῶν ὀλίγων; Ἀλλὰ κἀνταῦθα ἡμῖν εἰς τοὐναντίον τὸ πρᾶγμα περιτέτραπται. Οὐδὲ γὰρ ἑτέρου τινὸς ἕνεκεν ἐνθάδε εἰσῆλθες νῦν, ἀλλ' ἵνα μάθῃς, τί πρὸς ἐκείνους ἀπολογήσασθαι δέοι. Καὶ τί τούτων ἕνεκεν ἀκριβολογοῦμαι νῦν; Ὅτι γὰρ, εἰ καὶ πάντες ᾔδεσαν τἀληθὲς, οὐδὲ οὕτως ἡμᾶς ἀπονοίας ἢ φιλοδοξίας ἔδει κρίνειν, μικρὸν ἀνάμεινον, καὶ τοῦτο εἴσῃ σαφῶς. Καὶ πρὸς τούτῳ πάλιν ἐκεῖνο· ὅτι οὐ τοῖς ταύτην τολμῶσι τὴν τόλμαν μόνον, εἴπερ τίς ἐστιν ἀνθρώπων (οὐ γὰρ ἔγωγε πείθομαι), ἀλλὰ καὶ τοῖς περὶ ἑτέρων ὑποπτεύουσι, κίνδυνος ἐπικείσεται οὐ μικρός.
Or from the few? Yet here too the matter has turned round to the opposite for us. For on no other account did you come in here now save that you might learn what defence one ought to make before those men. And why do I speak with exactness about these things now? For that even if all men had known the truth, not even thus ought they to have judged us guilty of arrogance or love of glory—wait a little, and you will know this clearly. And in addition to this, there is again that point: that no small danger will lie upon not only those who venture this audacity, if indeed there is any such among men (for I, at least, am not persuaded of it), but also upon those who suspect it concerning others.
δʹ. Ἡ γὰρ ἱερωσύνη τελεῖται μὲν ἐπὶ τῆς γῆς, τάξιν δὲ ἐπουρανίων ἔχει ταγμάτων· καὶ μάλα γε εἰκότως. Οὐ γὰρ ἄνθρωπος, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, οὐκ ἄλλη τις κτιστὴ δύναμις, ἀλλ' αὐτὸς ὁ Παράκλητος ταύτην διετάξατο τὴν ἀκολουθίαν, καὶ ἔτι μένοντας ἐν σαρκὶ τὴν τῶν ἀγγέλων ἔπεισε φαντάζεσθαι διακονίαν. Διὸ χρὴ τὸν ἱερωμένον ὥσπερ ἐν αὐτοῖς ἑστῶτα τοῖς οὐρανοῖς μεταξὺ τῶν δυνάμεων ἐκείνων οὕτως εἶναι καθαρόν. Φοβερὰ μὲν γὰρ καὶ φρικωδέστατα καὶ τὰ πρὸ τῆς χάριτος, οἷον οἱ κώδωνες, οἱ ῥοΐσκοι, οἱ λίθοι οἱ ἐπὶ τοῦ στήθους, οἱ τῆς ἐπωμίδος, ἡ μίτρα, ἡ κίδαρις, ὁ ποδήρης, τὸ πέταλον τὸ χρυσοῦν, τὰ ἅγια τῶν ἁγίων, ἡ πολλὴ τῶν ἔνδον ἠρεμία. Ἀλλ' εἴ τις τὰ τῆς χάριτος ἐξετάσειε, μικρὰ ὄντα εὑρήσει τὰ φοβερὰ καὶ φρικωδέστατα ἐκεῖνα, καὶ τὸ περὶ τοῦ νόμου λεχθὲν κἀνταῦθα ἀληθὲς ὂν, Ὅτι οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Ὅταν γὰρ ἴδῃς τὸν Κύριον τεθυμένον καὶ κείμενον, καὶ τὸν ἱερέα ἐφεστῶτα τῷ θύματι, καὶ ἐπευχόμενον, καὶ πάντας ἐκείνῳ τῷ τιμίῳ φοινισσομένους αἵματι, ἆρα ἔτι μετὰ ἀνθρώπων εἶναι νομίζεις, καὶ ἐπὶ τῆς γῆς ἑστάναι, ἀλλ' οὐκ εὐθέως ἐπὶ τοὺς οὐρανοὺς μετανίστασαι, καὶ πᾶσαν σαρκικὴν διάνοιαν τῆς ψυχῆς ἐκβαλὼν, γυμνῇ τῇ ψυχῇ καὶ τῷ νῷ καθαρῷ περιβλέπεις τὰ ἐν οὐρανοῖς; Ὢ τοῦ θαύματος! ὢ τῆς τοῦ Θεοῦ φιλανθρωπίας! Ὁ μετὰ τοῦ Πατρὸς ἄνω καθήμενος, κατὰ τὴν ὥραν ἐκείνην ταῖς ἁπάντων κατέχεται χερσὶ, καὶ δίδωσιν αὑτὸν τοῖς βουλομένοις περιπτύξασθαι καὶ περιλαβεῖν. Ποιοῦσι δὲ τοῦτο πάντες διὰ τῶν ὀφθαλμῶν τῆς πίστεως. Ἆρά σοι τοῦ καταφρονεῖσθαι ταῦτα ἄξια καταφαίνεται, ἢ τοιαῦτα εἶναι ὡς δυνηθῆναί τινα καὶ ἐπαρθῆναι κατ' αὐτῶν; Βούλει καὶ ἐξ ἑτέρου θαύματος τῆς ἁγιαστείας ταύτης ἰδεῖν τὴν ὑπερβολήν; ὑπόγραψόν μοι τὸν Ἠλίαν τοῖς ὀφθαλμοῖς, καὶ τὸν ἄπειρον ὄχλον περιεστῶτα, καὶ τὴν θυσίαν ἐπὶ τῶν λίθων κειμένην, καὶ πάντας μὲν ἐν ἡσυχίᾳ τοὺς λοιποὺς καὶ πολλῇ τῇ σιγῇ, μόνον δὲ τὸν προφήτην εὐχόμενον· εἶτα ἐξαίφνης τὴν φλόγα ἐκ τῶν οὐρανῶν ἐπὶ τὸ ἱερεῖον ῥιπτουμένην· θαυμαστὰ ταῦτα καὶ πάσης ἐκπλήξεως γέμοντα. Μετάβηθι τοίνυν ἐκεῖθεν ἐπὶ τὰ νῦν τελούμενα, καὶ οὐ θαυμαστὰ ὄψει μόνον, ἀλλὰ καὶ πᾶσαν ἔκπληξιν ὑπερβαίνοντα. Ἕστηκε γὰρ ὁ ἱερεὺς, οὐ πῦρ καταφέρων, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τὴν ἱκετηρίαν ἐπὶ πολὺ ποιεῖται, οὐχ ἵνα τις λαμπὰς ἄνωθεν ἀφεθεῖσα καταναλώσῃ τὰ προκείμενα, ἀλλ' ἵνα ἡ χάρις ἐπιπεσοῦσα τῇ θυσίᾳ δι' ἐκείνης τὰς ἁπάντων ἀνάψῃ ψυχὰς, καὶ ἀργυρίου λαμπροτέρας ἀποδείξῃ πεπυρωμένου. Ταύτης οὖν τῆς φρικωδεστάτης τελετῆς τίς μὴ σφόδρα μαινόμενος, μηδὲ ἐξεστηκὼς,
4. For the priesthood is indeed performed upon the earth, yet it holds the rank of heavenly orders—and very reasonably so. For no man, no angel, no archangel, no other created power, save the Paraclete Himself ordained this order, and persuaded men, while still abiding in the flesh, to represent the ministry of angels. Wherefore it behooves him who is consecrated priest to be as pure as though he were standing in the very heavens in the midst of those powers. For fearful indeed and most awe-inspiring were even the things before grace, such as the bells, the pomegranates, the stones upon the breast, those of the shoulder-piece, the mitre, the tiara, the robe reaching to the feet, the golden plate, the holy of holies, the deep stillness of the things within. Yet if anyone should examine the things of grace, he will find those fearful and most awe-inspiring things to be small, and what was spoken concerning the law to be true here also, That even what was glorified has not been glorified in this respect, by reason of the surpassing glory. For when you see the Lord sacrificed and lying there, and the priest standing over the victim and praying over it, and all men reddened by that precious blood, do you suppose that you are still among men and standing upon the earth, and are you not straightway transported into the heavens, and, having cast out every carnal thought from your soul, do you not with naked soul and pure mind survey the things in the heavens? O the wonder! O the loving-kindness of God towards man! He Who sits on high with the Father is at that hour held in the hands of all, and gives Himself to those who wish to clasp and embrace Him. And all men do this through the eyes of faith. Do these things appear to you worthy of being despised, or to be of such a kind that anyone could even be lifted up against them? Do you wish from another wonder also to behold the exceeding greatness of this sacred ministration? Sketch Elijah before my eyes, and the countless multitude standing round, and the sacrifice lying upon the stones, and all the rest in quietness and deep silence while the prophet alone prays; then suddenly the flame hurled down from the heavens upon the victim—admirable are these things and full of all astonishment. Pass over, then, from thence to the things now accomplished, and you will see things not admirable only, but surpassing all astonishment. For the priest stands, bringing down not fire, but the Holy Spirit; and he makes his supplication at great length, not that some torch sent down from above may consume the things set forth, but that grace, falling upon the sacrifice, may through it kindle the souls of all, and render them brighter than silver refined by fire. Of this most awe-inspiring mystery, then, who that is not vehemently raving, nor out of his senses,
PG 48:643Read from the page
ὑπερφρονήσαι δυνήσεται; Ἢ ἀγνοεῖς, ὅτι οὐκ ἄν ποτε ἀνθρωπίνη ψυχὴ τὸ πῦρ ἐκεῖνο τῆς θυσίας ἐβάστασεν, ἀλλ' ἄρδην ἂν ἅπαντες ἠφανίσθησαν, ει μὴ πολλὴ τῆς τοῦ Θεοῦ χάριτος ἦν ἡ βοήθεια;
will be able to scorn? Or are you ignorant that a human soul could never have borne that fire of the sacrifice, and that all would have been utterly destroyed, had not the help of the grace of God been abundant?
εʹ. Ει γάρ τις ἐννοήσειεν ὅσον ἐστὶν ἄνθρωπον ὄντα, καὶ ἔτι σαρκὶ καὶ αἵματι περιπεπλεγμένον, τῆς μακαρίας καὶ ἀκηράτου φύσεως ἐκείνης ἐγγὺς δυνηθῆναι γενέσθαι, τότε ὄψεται καλῶς ὅσης τοὺς ἱερεῖς τιμῆς ἡ τοῦ Πνεύματος ἠξίωσε χάρις. Διὰ γὰρ ἐκείνων καὶ ταῦτα τελεῖται, καὶ ἕτερα τούτων οὐδὲν ἀποδέοντα, καὶ εἰς ἀξιώματος καὶ εἰς σωτηρίας τῆς ἡμετέρας λόγον. Οἱ γὰρ τὴν γῆν οἰκοῦντες, καὶ ἐν ταύτῃ ποιούμενοι τὴν διατριβὴν, τὰ ἐν οὐρανοῖς διοικεῖν ἐπετράπησαν, καὶ ἐξουσίαν ἔλαβον ἣν οὔτε ἀγγέλοις οὔτε ἀρχαγγέλοις ἔδωκεν ὁ Θεός. Οὐ γὰρ πρὸς ἐκείνους εἴρηται· Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα καὶ ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Ἔχουσι μὲν γὰρ καὶ οἱ κρατοῦντες ἐπὶ τῆς γῆς τὴν τοῦ δεσμεῖν ἐξουσίαν, ἀλλὰ σωμάτων μόνον· οὗτος δὲ ὁ δεσμὸς αὐτῆς ἅπτεται τῆς ψυχῆς, καὶ διαβαίνει τοὺς οὐρανούς· καὶ ἅπερ ἂν ἐργάσωνται κάτω οἱ ἱερεῖς, ταῦτα ὁ Θεὸς ἄνω κυροῖ, καὶ τὴν τῶν δούλων γνώμην ὁ Δεσπότης βεβαιοῖ. Καὶ τί γὰρ ἀλλ' ἢ πᾶσαν αὐτοῖς τὴν οὐράνιον ἔδωκεν ἐξουσίαν; Ὧν γὰρ ἂν, φησὶν, ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται, καὶ ὧν ἂν κρατῆτε, κεκράτηνται. Τίς ἂν γένοιτο ταύτης ἐξουσία μείζων; Πᾶσαν τὴν κρίσιν ἔδωκεν ὁ Πατὴρ τῷ Υἱῷ· ὁρῶ δὲ πᾶσαν αὐτὴν τούτους ἐγχειρισθέντας ὑπὸ τοῦ Υἱοῦ. Ὥσπερ γὰρ εἰς οὐρανοὺς ἤδη μετατεθέντες, καὶ τὴν ἀνθρωπείαν ὑπερβάντες φύσιν, καὶ τῶν ἡμετέρων ἀπαλλαγέντες παθῶν, οὕτως εἰς ταύτην ἤχθησαν τὴν ἀρχήν. Εἶτα, ἂν μὲν βασιλεύς τινι τῶν ὑπ' αὐτὸν ὄντων ταύτης μεταδῷ τῆς τιμῆς, ὥστε ἐμβάλλειν εἰς δεσμωτήριον οὓς ἂν ἐθέλῃ, καὶ ἀφιέναι πάλιν, ζηλωτὸς καὶ περίβλεπτος παρὰ πᾶσιν οὗτος· ὁ δὲ παρὰ Θεοῦ τοσούτῳ μείζονα ἐξουσίαν λαβὼν, ὅσῳ γῆς τιμιώτερος ὁ οὐρανὸς καὶ σωμάτων ψυχαὶ, οὕτω μικράν τισιν ἔδοξεν εἰληφέναι τιμὴν, ὡς δυνηθῆναι καὶ ἐννοῆσαι ὅτι τῶν ταῦτά τις πιστευθέντων ὑπερφρονήσει τῆς δωρεᾶς. Ἄπαγε τῆς μανίας! μανία γὰρ περιφανὴς ὑπερορᾷν τῆς τοσαύτης ἀρχῆς, ἧς ἄνευ οὔτε σωτηρίας ἡμῖν, οὔτε τῶν ἐπηγγελμένων τυχεῖν ἔστιν ἀγαθῶν. Ει γὰρ οὐ δύναταί τις εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐὰν μὴ δι' ὕδατος καὶ πνεύματος ἀναγεννηθῇ, καὶ ὁ μὴ τρώγων τὴν σάρκα τοῦ Κυρίου, καὶ τὸ αἷμα αὐτοῦ πίνων, ἐκβέβληται τῆς αἰωνίου ζωῆς, πάντα δὲ ταῦτα δι' ἑτέρου μὲν οὐδενὸς, μόνον δὲ διὰ τῶν ἁγίων ἐκείνων ἐπιτελεῖται χειρῶν, τῶν τοῦ ἱερέως λέγω· πῶς ἄν τις, τούτων ἐκτὸς, ἢ τὸ τῆς γεέννης ἐκφυγεῖν δυνήσεται πῦρ, ἢ τῶν ἀποκειμένων στεφάνων τυχεῖν;
5. For if anyone should consider how great a thing it is that one who is a man, and still entangled in flesh and blood, should be able to come near to that blessed and undefiled nature, he will then clearly see of how great honour the grace of the Spirit has deemed priests worthy. For through them both these things are performed, and others in no way inferior to these, with regard both to our dignity and to our salvation. For those who inhabit the earth and pass their life upon it have been entrusted with administering the things in the heavens, and have received an authority which God gave neither to angels nor to archangels. For it was not said to them: Whatsoever things you bind upon the earth shall be bound in heaven also, and whatsoever things you loose upon the earth shall be loosed in heaven. Those who rule upon the earth hold indeed the authority to bind, yet of bodies only; whereas this bond touches the very soul, and passes through the heavens; and whatsoever things the priests work below, these God ratifies above, and the Master confirms the judgement of His servants. And indeed what else did He give them save all heavenly authority? For whose sins, He says, you forgive, they are forgiven, and whose sins you retain, they are retained. What authority could be greater than this? The Father has given all judgement to the Son; and I see that they have been entrusted with all of it by the Son. For just as though they had already been translated into the heavens, and had surpassed human nature, and had been freed from our passions, so have they been brought to this office. Furthermore, if a king imparts to one of those under him this honour, so as to cast into prison whomsoever he wishes and to release them again, such a man is envied and conspicuous among all; whereas he who has received from God an authority so much greater as heaven is more precious than earth and souls than bodies has seemed to some to have received so small an honour that one can even conceive that someone among those entrusted with these things will scorn the gift! Away with the madness! For it is manifest madness to despise so great an office, without which it is impossible for us to obtain either salvation or the promised good things. For if no one can enter into the kingdom of the heavens unless he be regenerated through water and the Spirit, and he who does not eat the flesh of the Lord and drink His blood is cast out of eternal life, and all these things are accomplished through no other at all save through those holy hands—those of the priest, I mean—how, apart from these men, will anyone be able either to escape the fire of Gehenna or to obtain the crowns laid up in store?
ϛʹ. Οὗτοι γὰρ ἡμῖν εἰσιν, οὗτοι οἱ τὰς πνευματικὰς πιστευθέντες ὠδῖνας, καὶ τὸν διὰ τοῦ βαπτίσματος ἐπιτραπέντες τόκον· διὰ τούτων ἐνδυόμεθα τὸν Χριστὸν, καὶ συνθαπτόμεθα τῷ Υἱῷ τοῦ Θεοῦ, μέλη γινόμεθα τῆς μακαρίας ἐκείνης κεφαλῆς. Ὥστε ἡμῖν οὐκ ἀρχόντων μόνον, οὐδὲ βασιλέων φοβερώτεροι, ἀλλὰ καὶ πατέρων τιμιώτεροι δικαίως ἂν εἶεν. Οἱ μὲν γὰρ ἐξ αἱμάτων καὶ ἐκ θελήματος σαρκὸς ἐγέννησαν, οἱ δὲ τῆς ἐκ τοῦ Θεοῦ γεν-
6. For these are the men—these are they who for us are entrusted with spiritual birth-pangs and commissioned with the birth that is through baptism; through these we put on Christ, and are buried together with the Son of God, and become members of that blessed Head. So that they would justly be for us not only more fearsome than rulers and kings, but also more honoured than fathers. For the former begot us of blood and of the will of the flesh, whereas the latter of the genera-
Notes, col. 643

On the reading

Printed ὑπερφρονήσαι, for ὑπερφρονῆσαι.

Printed ει, for εἰ.

Printed 645, for 643.

Printed Ει, for Εἰ.

PG 48:644Read from the page
νήσεως ἡμῖν εἰσιν αἴτιοι, τῆς μακαρίας παλιγγενεσίας ἐκείνης, τῆς ἐλευθερίας τῆς ἀληθοῦς καὶ τῆς κατὰ χάριν υἱοθεσίας. Λέπραν σώματος ἀπαλλάττειν, μᾶλλον δὲ ἀπαλλάττειν μὲν οὐδαμῶς, τοὺς δὲ ἀπαλλαγέντας δοκιμάζειν μόνον εἶχον ἐξουσίαν οι τῶν Ἰουδαίων ἱερεῖς, καὶ οἶσθα πῶς περιμάχητον ἦν τὸ τῶν ἱερέων τότε. Οὗτοι δὲ οὐ λέπραν σώματος, ἀλλ' ἀκαθαρσίαν ψυχῆς, οὐκ ἀπαλλαγεῖσαν δοκιμάζειν, ἀλλ' ἀπαλλάττειν παντελῶς ἔλαβον ἐξουσίαν. Ὥστε οἱ τούτων ὑπερορῶντες πολλῷ καὶ τῶν περὶ Δαθὰν εἶεν ἐναγέστεροι, καὶ μείζονος ἄξιοι τιμωρίας. Οἱ μὲν γὰρ εἰ καὶ μὴ προσηκούσης αὐτοῖς ἀντεποιοῦντο τῆς ἀρχῆς, ἀλλ' ὅμως θαυμαστήν τινα περὶ αὐτῆς εἶχον δόξαν, καὶ τοῦτο τῷ μετὰ πολλῆς ἐφίεσθαι σπουδῆς ἔδειξαν· οὗτοι δὲ, ὅτε ἐπὶ τὸ κρεῖττον διεκοσμήθη καὶ τοσαύτην ἔλαβεν ἐπίδοσιν τὸ πρᾶγμα, τότε ἐξ ἐναντίας μὲν ἐκείνοις, πολλῷ δὲ ἐκείνων μείζονα τετολμήκασιν, Οὐδὲ γὰρ ἴσον εἰς καταφρονήσεως λόγον ἐφίεσθαι μὴ προσηκούσης τιμῆς, καὶ ὑπερορᾷν τοσούτων ἀγαθῶν, ἀλλὰ τοσούτῳ μεῖζον ἐκεῖνο τούτου, ὅσῳ τοῦ διαπτύειν καὶ θαυμάζειν τὸ μέσον ἐστίν. Τίς οὖν οὕτως ἀθλία ψυχὴ, ὡς τοσούτων ὑπεριδεῖν ἀγαθῶν; Οὐκ ἄν ποτε οὐδένα φαίην ἔγωγε, πλὴν εἰ μή τις οἶστρον ὑπομείνειεν δαιμονικόν. Ἀλλὰ γὰρ ἐπάνειμι πάλιν ὅθεν ἐξέβην· οὐ γὰρ ἐν τῷ κολάζειν μόνον, ἀλλὰ καὶ ἐν τῷ ποιεῖν εὖ, μείζονα τοῖς ἱερεῦσιν ἔδωκε δύναμιν τῶν φυσικῶν γονέων ὁ Θεός· καὶ τοσοῦτον ἀμφοτέρων τὸ διάφορον, ὅσον τῆς παρούσης καὶ τῆς μελλούσης ζωῆς. Οἱ μὲν γὰρ εἰς ταύτην, οἱ δὲ εἰς ἐκείνην γεννῶσι· κἀκεῖνοι μὲν οὐδὲ τὸν σωματικὸν αὐτοῖς δύναιντ' ἂν ἀμῦναι θάνατον, οὐ νόσον ἐπενεχθεῖσαν ἀποκρούσασθαι, οὗτοι δὲ καὶ κάμνουσαν καὶ ἀπόλλυσθαι μέλλουσαν τὴν ψυχὴν πολλάκις ἔσωσαν, τοῖς μὲν πραοτέραν τὴν κόλασιν ἐργασάμενοι, τοὺς δὲ οὐδὲ παρὰ τὴν ἀρχὴν ἀφέντες ἐμπεσεῖν, οὐ τῷ διδάσκειν μόνον καὶ νουθετεῖν, ἀλλὰ καὶ τῷ δι' εὐχῶν βοηθεῖν. Οὐ γὰρ ὅταν ἡμᾶς ἀναγεννῶσι μόνον, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα συγχωρεῖν ἔχουσιν ἐξουσίαν ἁμαρτήματα. Ἀσθενεῖ γάρ τις, φησὶν, ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ' αὐτὸν, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου. Καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκὼς, ἀφεθήσονται αὐτῷ. Ἔπειτα οἱ μὲν φυσικοὶ γονεῖς, εἰ μέν τισι τῶν ὑπερεχόντων καὶ μεγάλα ὧδε δυναμένων προσκρούσαιεν οἱ παῖδες, οὐδὲν αὐτοὺς ἔχουσιν ὠφελεῖν· οι δὲ ἱερεῖς οὐκ ἄρχοντας, οὐδὲ βασιλεῖς, ἀλλ' αὐτὸν αὐτοῖς πολλάκις ὀργισθέντα κατήλλαξαν τὸν Θεόν. Ἔτι οὖν ἡμᾶς μετὰ ταῦτα τολμήσει τις ἀπονοίας κρίνειν; Ἐγὼ μὲν γὰρ ἐκ τῶν εἰρημένων τοσαύτην εὐλάβειαν οἶμαι τὰς τῶν ἀκουόντων κατασχεῖν ψυχὰς, ὡς μηκέτι τοὺς φεύγοντας, ἀλλὰ καὶ τοὺς ἀφ' ἑαυτῶν προσιόντας καὶ σπουδάζοντας ταύτην ἑαυτοῖς κτήσασθαι τὴν τιμὴν, ἀπονοίας καὶ τόλμης κρίνειν. Εἰ γὰρ οἱ τὰς τῶν πόλεων ἀρχὰς πιστευθέντες, ὅταν μὴ συνετοὶ καὶ λίαν ὀξεῖς τυγχάνωσιν ὄντες, καὶ τὰς πόλεις ἀνέτρεψαν, καὶ ἑαυτοὺς προσαπώλεσαν· ὁ τοῦ Χριστοῦ τὴν νύμφην κατακοσμεῖν λαχὼν, πόσης σοι δοκεῖ δεῖσθαι δυνάμεως καὶ τῆς παρ' αὑτοῦ καὶ τῆς ἄνωθεν πρὸς τὸ μὴ διαμαρτεῖν;
tion that is from God are the authors for us—of that blessed regeneration, of the true freedom, and of the adoption according to grace. The priests of the Jews had authority to rid leprosy of body—or rather, by no means to rid it, save only to test those who had been rid of it—and you know how much contended for the office of the priests was at that time. Whereas these men received authority in the case not of leprosy of body, but of uncleanness of soul—not to test it when rid, but to rid it altogether. So that those who despise these men would be far more accursed even than the company of Dathan, and worthy of greater punishment. For those men, even if they laid claim to the office when it did not belong to them, nevertheless held an admirable opinion concerning it, and showed this by desiring it with great eagerness; whereas these men, when the matter has been adorned to a far higher degree and has received so great an advance, have dared things in an opposite way to those men, yet far greater than theirs. For it is not equal on the score of contempt to desire an honour that does not belong to one, and to despise so great good things; rather, the latter is so much greater than the former as is the interval between spurning and admiring. What soul, then, is so wretched as to overlook so great good things? I, for my part, would never name anyone, unless someone should suffer a demonic frenzy. Yet I return again whence I digressed: for not in punishing only, but also in doing good, God gave to priests a power greater than that of natural parents; and the difference between the two is as great as that between the present and the future life. For the former beget into this life, the latter into that; and the former could not even ward off bodily death from them, nor beat back a disease brought upon them, whereas the latter have often saved a soul that was sick and about to perish, rendering the punishment milder for some, and not allowing others to fall even at the outset, not only by teaching and admonishing, but also by helping through prayers. For not only when they regenerate us, but after these things as well, they have authority to forgive sins. For is anyone sick among you? it says; let him call for the elders of the Church, and let them pray over him, having anointed him with oil in the name of the Lord. And the prayer of faith shall save the sick man, and the Lord shall raise him up; and even if he have committed sins, they shall be forgiven him. Furthermore, natural parents, if their children should offend some of those who are pre-eminent and have great power here, are able to benefit them in no way; whereas the priests have often reconciled to them not rulers, nor kings, save God Himself when angered. Will anyone, then, still dare after these things to judge us guilty of arrogance? For I, at least, from what has been said, suppose that so great reverence possesses the souls of the hearers that they no longer judge those who flee, save rather those who come forward of their own accord and are eager to acquire this honour for themselves, as guilty of arrogance and audacity. For if those entrusted with the governments of cities, whenever they happen not to be prudent and exceedingly keen, have both overturned the cities and destroyed themselves besides, of how great power, both from himself and from above, does he who has obtained the lot of adorning the Bride of Christ seem to you to stand in need, in order not to err?
Notes, col. 644

On the reading

Printed οι, for οἱ.

Printed τετολμήκασιν,, for τετολμήκασιν..

PG 48:645Read from the page
ζʹ. Οὐδεὶς μᾶλλον Παύλου τὸν Χριστὸν ἠγάπησεν, οὐδεὶς μείζονα ἐκείνου σπουδὴν ἐπεδείξατο, οὐδεὶς πλείονος ἠξιώθη χάριτος· ἀλλ' ὅμως μετὰ τοσαῦτα πλεονεκτήματα δέδοικεν ἔτι καὶ τρέμει περὶ ταύτης τῆς ἀρχῆς καὶ τῶν ἀρχομένων ὑπ' αὐτοῦ. Φοβοῦμαι γὰρ, φησὶ, μή πως. ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν· καὶ πάλιν, Ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς· ἄνθρωπος εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, καὶ ἀποῤῥήτων κοινωνήσας Θεῷ, καὶ τοσούτους ὑπομείνας θανάτους, ὅσας μετὰ τὸ πιστεῦσαι ἔζησεν ἡμέρας· ἄνθρωπος μηδὲ τῇ δοθείσῃ παρὰ τοῦ Χριστοῦ χρήσασθαι ἐξουσίᾳ βουληθεὶς, ἵνα μή τις τῶν πιστευσάντων σκανδαλισθῇ. Εἰ τοίνυν ὁ τὰ προστάγματα ὑπερβαίνων τοῦ Θεοῦ, καὶ μηδαμοῦ τὸ ἑαυτοῦ ζητῶν, ἀλλὰ τὸ τῶν ἀρχομένων, οὕτως ἔμ⟨φ⟩οβος ἦν ἀεὶ, πρὸς τὸ τῆς ἀρχῆς μέγεθος ἀφορῶν, τί πεισόμεθα ἡμεῖς οἱ πολλαχοῦ τὰ ἑαυτῶν ζητοῦντες, οἱ τὰς ἐντολὰς τοῦ Χριστοῦ οὐ μόνον οὐχ ὑπερβαίνοντες, ἀλλὰ καὶ ἐκ πλείονος παραβαίνοντες μοίρας; Τίς ἀσθενεῖ, φησὶ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; τοιοῦτον εἶναι δεῖ τὸν ἱερέα, μᾶλλον δὲ οὐ τοιοῦτον μόνον· μικρὰ γὰρ ταῦτα καὶ τὸ μηδὲν πρὸς ὃ μέλλω λέγειν. Τί δὲ τοῦτό ἐστιν; Ηὐχόμην, φησὶν, ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου τῶν κατὰ σάρκα. Εἴ τις δύναται ταύτην ἀφιέναι τὴν φωνὴν, εἴ τις ἔχει τὴν ψυχὴν ταύτης ἐφικνουμένην τῆς εὐχῆς, ἐγκαλεῖσθαι δίκαιος ἂν εἴη φεύγων· εἰ δέ τις ἀποδέοι τῆς ἀρετῆς ἐκείνης τοσοῦτον, ὅσον ἡμεῖς, οὐχ ὅταν φεύγῃ, ἀλλ' ὅταν δέχηται μισεῖσθαι δίκαιος. Οὐδὲ γὰρ, ει στρατιωτικῆς ἀξίας αἵρεσις προὔκειτο, εἶτα χαλκοτύπον, ἢ σκυτοτόμον, ἤ τινα τῶν τοιούτων δημιουργῶν ἑλκύσαντες εἰς τὸ μέσον οἱ δοῦναι κύριοι τὴν τιμὴν, ἐνεχείριζον τὸν στρατὸν, ἐπῄνεσα ἂν τὸν δείλαιον ἐκεῖνον οὐ φεύγοντα, καὶ πάντα ποιοῦντα ὥστε μὴ εἰς προῦπτον ἑαυτὸν ἐμβαλεῖν κακόν. Εἰ μὲν γὰρ ἁπλῶς τὸ κληθῆναι ποιμένα καὶ μεταχειρίσαι τὸ πρᾶγμα ὡς ἔτυχεν ἀρκεῖ, καὶ κίνδυνος οὐδεὶς, ἐγκαλείτω κενοδοξίας ἡμῖν ὁ βουλόμενος· εἰ δὲ πολλὴν μὲν σύνεσιν, πολλὴν δὲ πρὸ τῆς συνέσεως τὴν παρὰ τοῦ Θεοῦ χάριν, καὶ τρόπων ὀρθότητα, καὶ καθαρότητα βίου, καὶ μείζονα ἢ κατὰ ἄνθρωπον ἔχειν δεῖ τὴν ἀρετὴν, τὸν ταύτην ἀναδεχόμενον τὴν φροντίδα, μή με ἀποστερήσῃς συγγνώμης, μάτην ἀπολέσθαι μὴ βουλόμενον καὶ εικῆ. Καὶ γὰρ εἰ μυριάγωγόν τις ὁλκάδα ἄγων, πεπληρωμένην ἐρετῶν, καὶ φορτίων γέμουσαν πολυτελῶν, εἶτα ἐπὶ τῶν οἰάκων καθίσας ἐκέλευέ με περᾷν τὸ Αἰγαῖον ἢ τὸ Τυῤῥηνικὸν πέλαγος, ἐκ πρώτης ἂν ἀπεπήδησα τῆς φωνῆς· καὶ εἴ τις ἤρετο, διὰ τί; Ἵνα μὴ καταδύσω τὸ πλοῖον, εἶπον ἄν. Εἶτα ἔνθα μὲν εἰς χρήματα ἡ ζημία, καὶ ὁ κίνδυνος σωματικοῦ μέχρι θανάτου, οὐδεὶς ἐγκαλέσει πολλῇ κεχρημένοις προνοίᾳ· ὅπου δὲ τοῖς ναυαγοῦσιν οὐκ εἰς τὸ πέλαγος τοῦτο, ἀλλ' εἰς τὴν ἄβυσσον τοῦ πυρὸς ἀπόκειται πεσεῖν, καὶ θάνατος αὐτοὺς οὐχ ὁ τὴν ψυχὴν ἀπὸ τοῦ σώματος διαιρῶν, ἀλλ' ὁ ταύτην μετ' ἐκείνου εἰς κόλασιν παραπέμπων αἰώνιον ἐκδέχεται, ἐνταῦθα ὅτι μὴ προπετῶς εἰς τοσοῦτον ἑαυτοὺς ἐῤῥίψαμεν κακὸν, ὀργιεῖσθε καὶ μισήσετε;
7. No one loved Christ more than Paul, no one displayed greater zeal than he, no one was deemed worthy of greater grace; and yet after so many advantages he still fears and trembles concerning this office and those ruled by him. For I fear, he says, lest by any means, as the serpent deceived Eve in his craftiness, so your minds should be corrupted from the simplicity that is towards Christ; and again, In fear and in great trembling was I with you; a man caught up to the third heaven, and having shared in unspeakable things with God, and having endured as many deaths as the days he lived after believing; a man who did not wish to use even the authority given him from Christ, lest anyone of those who believed should be caused to stumble. If, then, he who surpassed the commandments of God, and nowhere sought his own good, save that of those ruled, was always so fearful when looking to the magnitude of the office, what shall we suffer—we who in many places seek our own, we who not only do not surpass the commandments of Christ, save even transgress them in the greater part? Who is weak, he says, and I am not weak? Who is caused to stumble, and I do not burn? Such must the priest be—or rather, not such only; for these things are small and as nothing compared to what I am about to say. And what is this? I could pray, he says, to be accursed from Christ for the sake of my brethren, my kinsmen according to the flesh. If anyone is able to utter this voice, if anyone has a soul attaining to this prayer, he would justly be accused when fleeing; yet if anyone should fall as far short of that virtue as we do, he justly deserves to be hated not when he flees, save when he accepts. For neither, if the choice of military rank had been set forth, and those who had authority to grant the honour had dragged a coppersmith, or a cobbler, or some such craftsman into the midst and were entrusting the army to him, would I have praised that wretched man had he not fled and done everything so as not to cast himself into manifest ruin. For if merely to be called a shepherd and to handle the matter at random suffices, and there is no danger, let whosoever wishes accuse us of vainglory; yet if he who undertakes this care must possess great understanding, and, before understanding, abundant grace from God, and uprightness of manners, and purity of life, and virtue greater than is according to man, do not deprive me of pardon when I am unwilling to perish in vain and to no purpose. For if someone, bringing a merchant ship of ten thousand amphorae burden, filled with rowers and laden with costly cargoes, had then seated me at the helms and were bidding me cross the Aegean or the Tyrrhenian Sea, I would have leapt away at the very first word; and if anyone had asked, Why so? Lest I sink the vessel, I would have said. Well then, where the loss touches money and the danger extends only as far as bodily death, no one will accuse men who have exercised great forethought; whereas when it lies in store for those who suffer shipwreck to fall not into this sea, save into the abyss of fire, and there awaits them a death that does not sever the soul from the body, save sends her off together with it to eternal punishment—here, because we did not headlong hurl ourselves into so great an evil, will you be angry and hate us?
ηʹ. Μὴ, δέομαι καὶ ἀντιβολῶ. Οἶδα τὴν ἐμαυτοῦ ψυχὴν,
8. Do not, I beg and entreat! I know my own soul,
Notes, col. 645

On the reading

Printed πως., for πως,.

Printed ει, for εἰ.

Printed εικῆ, for εἰκῇ.

PG 48:646Read from the page
τὴν ἀσθενῆ ταύτην καὶ μικράν· οἶδα τῆς διακονίας ἐκείνης τὸ μέγεθος καὶ τὴν πολλὴν τοῦ πράγματος δυσκολίαν. Πλείονα γὰρ τῶν τὴν θάλατταν ταραττόντων πνευμάτων χειμάζει κύματα τὴν τοῦ ἱερωμένου ψυχήν.
this weak and small one; I know the magnitude of that ministry and the great difficulty of the matter. For more waves tempest-toss the soul of him who is consecrated priest than the winds that trouble the sea.
θʹ. Καὶ πρῶτον ἁπάντων ὁ δεινότατος τῆς κενοδοξίας σκόπελος, χαλεπώτερος ὢν οὗπερ οἱ μυθοποιοὶ τερατεύονται τῶν Σειρήνων· τοῦτον γὰρ πολλοὶ μὲν ἴσχυσαν διαπλεύσαντες διαφυγεῖν ἀσινεῖς· ἐμοὶ δὲ οὕτω τοῦτο χαλεπὸν, ὡς μηδὲ νῦν, ὅτε οὐδεμία μέ τις ἀνάγκη πρὸς ἐκεῖνο ὠθεῖ τὸ βάραθρον, δύνασθαι καθαρεύειν τοῦ δεινοῦ. Εἰ δὲ καὶ τὴν ἐπιστασίαν τις ἐγχειρίζοι ταύτην, μονονουχὶ δήσας ὀπίσω τὼ χεῖρε, παραδώσει τοῖς ἐν ἐκείνῳ τῷ σκοπέλῳ κατοικοῦσι θηρίοις καθ' ἑκάστην με σπαράττειν τὴν ἡμέραν. Τίνα δέ ἐστι τὰ θηρία; Θυμὸς, ἀθυμία, φθόνος, ἔρις, διαβολαὶ, κατηγορίαι, ψεῦδος, ὑπόκρισις, ἐπιβουλαὶ, ὀργαὶ κατὰ τῶν ἠδικηκότων οὐδὲν, ἡδοναὶ ἐπὶ ταῖς τῶν λειτουργούντων ἀσχημοσύναις, πένθος ἐπὶ ταῖς εὐημερίαις, ἐπαίνων ἔρως, τιμῆς πόθος (τοῦτο δὴ τὸ μάλιστα πάντων τὴν ἀνθρωπείαν ἐκτραχηλίζον ψυχήν), διδασκαλίαι πρὸς ἡδονὴν, ἀνελεύθεροι κολακεῖαι, θωπεῖαι ἀγεννεῖς, καταφρονήσεις πενήτων, θεραπεῖαι πλουσίων, ἀλόγιστοι τιμαὶ καὶ ἐπιβλαβεῖς, χάριτ⟨ε⟩ς κίνδυνον φέρουσαι καὶ τοῖς παρέχουσι καὶ τοῖς δεχομένοις αὐτὰς, φόβος δουλοπρεπὴς, καὶ τοῖς φαυλοτάτοις τῶν ἀνδραπόδων προσήκων μόνοις, παῤῥησίας ἀναίρεσις, ταπεινοφροσύνης τὸ μὲν σχῆμα πολὺ, ἡ ἀλήθεια δὲ οὐδαμοῦ, ἔλεγχοι δὲ ἐκποδὼν καὶ ἐπιτιμήσεις, μᾶλλον δὲ κατὰ μὲν τῶν ταπεινῶν καὶ πέρα τοῦ μέτρου, ἐπὶ δὲ τῶν δυναστείαν περιβεβλημένων οὐδὲ διᾷραί τις τὰ χείλη τολμᾷ. Ταῦτα γὰρ ἅπαντα, καὶ τὰ τούτων πλείονα, ὁ σκόπελος ἐκεῖνος τρέφει θηρία, οἷς τοὺς ἅπαξ ἁλόντας εἰς τοσοῦτον ἀνάγκη καθελκυσθῆναι δουλείας, ὡς καὶ εἰς γυναικῶν ἀρέσκειαν πράττειν πολλὰ πολλάκις, ἃ μηδὲ εἰπεῖν καλόν. Ὁ μὲν γὰρ θεῖος νόμος αὐτὰς ταύτης ἐξέωσε τῆς λειτουργίας, ἐκεῖναι δὲ ἑαυτὰς εἴσω θεῖναι βιάζονται. Καὶ ἐπειδὴ δι' ἑαυτῶν ἰσχύουσιν οὐδὲν, δι' ἑτέρων ἅπαντα πράττουσι· καὶ τοσαύτην περιβέβληνται δύναμιν, ὡς τῶν ἱερέων καὶ ἐγκρίνειν καὶ ἐκβάλλειν οὓς ἂν ἐθέλωσι· καὶ τὰ ἄνω κάτω, τοῦτο δὴ τὸ τῆς παροιμίας λεγόμενον ἔστιν ἰδεῖν γιγνόμενον, Τοὺς ἄρχοντας ἄγουσιν οἱ ἀρχόμενοι· καὶ εἴθε μὲν ἄνδρες, ἀλλ' αἷς οὐδὲ διδάσκειν ἐπιτέτραπται. Τί λέγω διδάσκειν; οὐδὲ λαλεῖν μὲν οὖν αὐταῖς ἐν Ἐκκλησίᾳ συνεχώρησεν ὁ μακάριος Παῦλος. Ἐγὼ δέ τινος ἤκουσα λέγοντος, ὅτι καὶ τοσαύτης αὐταῖς μετέδωκαν παῤῥησίας, ὡς καὶ ἐπιτιμᾷν τοῖς τῶν Ἐκκλησιῶν προεστῶσι, καὶ καθάπτεσθαι πικρότερον ἐκείνων, ἢ τῶν ἰδίων οἰκετῶν οἱ δεσπόται.
9. And first of all there is that most dreadful crag of vainglory, more perilous than that of the Sirens of which the myth-makers tell marvels; for many were strong enough to sail past that one and escape unharmed, whereas to me this is so difficult that not even now, when no necessity drives me towards that pit, am I able to keep pure of the evil. And if someone should entrust this superintendence also to me, all save binding both my hands behind my back, he will hand me over to the wild beasts dwelling upon that crag to rend my soul every day. And what are those wild beasts? Wrath, despondency, envy, strife, slanders, accusations, falsehood, hypocrisy, plots, angers against those who have done no wrong, pleasures over the unseemly acts of fellow-ministers, grief over their prosperities, love of praises, longing for honour (this very thing which most of all casts the human soul headlong), teachings aimed at pleasure, servile flatteries, ignoble fawnings, contempt for the poor, courting of the rich, unreasoning and harmful honours, favours bringing danger both to those who bestow them and to those who receive them, slavish fear fitting only for the basest of slaves, abolition of boldness of speech, much outward show of humility while the truth is nowhere, and reproofs and rebukes put out of the way—or rather, employed even beyond measure against the lowly, while against those clothed with power no one dares so much as to open his lips. For all these wild beasts, and more than these, does that crag nourish; and those once caught by them must of necessity be dragged down into such slavery as often to do many things even to please women which it is not even honourable to speak of. For the divine law thrust them out of this ministry, yet they force themselves inside. And since through themselves they have no strength at all, they accomplish everything through others; and they have invested themselves with so great power as both to approve and to cast out whomsoever of the priests they wish; and things are turned upside down, and one may see that saying of the proverb coming to pass: The ruled lead the rulers—and would that they were men, and not women to whom it is not even permitted to teach! Why do I say to teach? Nay, the blessed Paul did not allow them even to speak in Church. Yet I heard someone saying that men have granted them such boldness of speech as even to rebuke those who preside over the Churches, and to upbraid them more bitterly than masters do their own household servants.
ιʹ. Καὶ μή μέ τις οἰέσθω πάντας ταῖς εἰρημέναις ὑποβάλλειν αἰτίαις· εἰσὶ γὰρ, εἰσὶ πολλοὶ οἱ τούτων ὑπερενεχθέντες τῶν δικτύων, καὶ τῶν ἁλόντων πλείους. Ἀλλ' οὐδὲ τὴν ἱερωσύνην αἰτιάσαιμι ἂν τούτων τῶν κακῶν. μήποτε οὕτω μανείην ἐγώ! Οὔτε γὰρ τὸν σίδηρον τῶν φόνων, οὔτε τὸν οἶνον τῆς μέθης, οὔτε τὴν ῥώμην τῆς ὕβρεως, οὔτε τὴν ἀνδρείαν τῆς ἀλόγου τόλμης, ἀλλὰ τοὺς οὐκ εἰς δέον χρωμένους ταῖς παρὰ τοῦ Θεοῦ δεδομέναις δωρεαῖς ἅπαντες οι νοῦν ἔχοντες αἰτίους εἶναί φασι καὶ κολάζουσιν. Ἐπεὶ ἥ γε ἱερωσύνη καὶ ἐγκαλέ-
10. And let no one suppose that I subject all men to the charges mentioned; for there are—there are many who have risen above these nets, and more numerous than those who have been caught. Yet neither would I blame the priesthood for these evils—may I never rave so madly! For all men who have sense say that the guilty ones—and punish them—are neither iron for murders, nor wine for drunkenness, nor strength for insolent violence, nor courage for unreasoning audacity, save those who use not as is due the gifts given from God. Since the priesthood, for its part, will even accuse
Notes, col. 646

On the reading

Printed κακῶν., for κακῶν·.

Printed οι, for οἱ.