Migne Reading Room

PG 48 · cols. 623–628 · Read from the page

On the Priesthood, six books

On the Priesthood, six books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:623Read from the page
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΠΕΡΙ ΙΕΡΩΣΥΝΗΣ (*). ΛΟΓΟΙ Ϛʹ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ.
Of our Father among the Saints John Chrysostom, On the Priesthood (*), Six Books. Book the First.
ΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ Τῼ ΠΡΩΤῼ ΛΟΓῼ.
These things are contained in the First Discourse.
α Βασίλειος ὁ πάντας τοὺς τοῦ Χρυσοστόμου φίλους ὑπερβαλλόμενος.
1. Basil, who surpasses all the friends of Chrysostom.
βʹ. Ἡ ὁμόνοια Βασιλείου καὶ Χρυσοστόμου, καὶ συζήτησις περὶ πάντων
2. The concord of Basil and Chrysostom, and their joint inquiry concerning all matters
γʹ. Ὁ ζυγὸς ἄνισος ἐν τῇ τοῦ μοναστικοῦ βίου μεταδιώξει.
3. The unequal balance in the pursuit of the monastic life.
δʹ Ἡ πρόθεσις περὶ κοινῆς οἰκήσεως ἀμφοτέρων.
4. The proposal concerning a common dwelling for both.
εʹ. Αἱ της μητρὸς ἐπῳδαί.
5. The mother's entreaties.
ϛʹ. Ἡ ἀπάτη Χρυσοστόμου, ᾗ ἐχρήσατο ἐν τῇ χειροτονίᾳ.
6. The stratagem of Chrysostom, which he employed in the ordination.
ζʹ. Βασιλείου κατηγορία ἐπιεικὴς καὶ ἀφελής.
7. Basil's gentle and guileless accusation.
ηʹ. Χρυσοστόμου ἀπολογία ἀντιληπτική.
8. Chrysostom's defence joined with counter-reproof.
θʹ Ἀπάτης εὐκαίρου μέγα κέρδος. Θέσις καὶ κοινὸς τόπος.
9. Great gain from a timely stratagem. Thesis and commonplace.
αʹ. Ἐμοι πολλοὶ μὲν ἐγένοντο φίλοι γνήσιοί τε καὶ ἀληθεῖς καὶ τοὺς τῆς φιλίας νόμους καὶ εἰδότες καὶ φυλάττοντες ἀκριβῶς· εἷς δέ τις τουτωνὶ τῶν πολλῶν, ἅπαντας αὐτοὺς ὑπερβαλλόμενος τῇ πρὸς ἡμᾶς φιλίᾳ, τοσοῦτον ἐφιλονείκησεν ἀφεῖναι κατόπιν αὐτοὺς, ὅσον ἐκεῖνοι τοὺς ἁπλῶς πρὸς ἡμᾶς διακειμένους. Οὗτος τῶν τὸν ἅπαντά μοι χρόνον παρηκολουθηκότων ἦν· καὶ γὰρ μαθημάτων ἡψάμεθα τῶν αὐτῶν, καὶ διδασκάλοις ἐχρησάμεθα τοῖς αὐτοῖς. Ἦν δὲ ἡμῖν καὶ προθυμία καὶ σπουδὴ περὶ τοὺς λόγους οὓς ἐπονούμεθα μία, ἐπιθυμία τε ἴση καὶ ἐκ τῶν αὐτῶν τικτομένη πραγμάτων. Οὐ γὰρ ὅτε εἰς διδασκάλους μόνον ἐφοιτῶμεν, ἀλλὰ καὶ ἡνίκα ἐκεῖθεν ἐξελθόντας βουλεύεσθαι ἐχρῆν, ὁποίαν ἑλέσθαι τοῦ βίου βέλτιον ἡμῖν ὁδὸν, καὶ ἐνταῦθα ὁμογνωμονοῦντες ἐφαινόμεθα.
1. Many friends indeed I had, genuine and true, who both knew and kept the laws of friendship exactly; yet one man among these many, surpassing them all in his friendship towards us, strove as earnestly to leave them behind as they left behind those who were merely casually disposed towards us. He was one of those who accompanied me through all my time; for we engaged in the same studies and employed the same teachers. Ours too was a single zeal and earnestness for the literary pursuits at which we laboured, and an equal desire springing from the very same things. For not only while we attended our teachers, but also when we had come forth from there and had to take counsel what path of life it were better for us to choose, there too we proved to be of one mind.
βʹ. Καὶ ἕτερα δὲ πρὸς τούτοις ἡμῖν τὴν ὁμόνοιαν ταύτην ἐφύλαττεν ἀῤῥαγῆ τε καὶ βεβαίαν. Οὔτε γὰρ ἐπὶ πατρίδος μεγέθει ἕτερος ἑτέρου μᾶλλον φρονεῖν εἶχεν, οὔτε ἐμοὶ μὲν πλοῦτος ὑπέρογκος ἦν, ἐκεῖνος δὲ ἐσχάτῃ συνέζη πενίᾳ, ἀλλὰ καὶ τὸ τῆς οὐσίας μέτρον τὸ τῆς προαιρέσεως ἰσοστάσιον ἐμιμεῖτο. Καὶ γένος μὲν ἡμῖν ὁμότιμον ἦν, καὶ πάντα τῇ γνώμῃ συνέτρεχεν.
2. And besides these, other things as well preserved this concord for us unbroken and steadfast. For neither could the one plume himself above the other on the greatness of his native city, nor did I possess immoderate wealth while he lived in extreme poverty; rather, the measure of our substance mirrored the equality of our purpose. Our birth likewise was of equal rank, and everything concurred with our mind.
γʹ. Ἐπειδὴ δὲ ἔδει τὸν μακάριον τὸν τῶν μοναχῶν μεταδιώκειν βίον, καὶ τὴν φιλοσοφίαν τὴν ἀληθῆ, οὐκ ἔτι ἡμῖν ὁ ζυγὸς οὗτος ἴσος ἦν, ἀλλ' ἡ μὲν ἐκείνου πλάστιγξ ἐκουφίζετο μετέωρος, ἐγὼ δὲ ἔτι ταῖς τοῦ κόσμου πεπεδημένος ἐπιθυμίαις, καθεῖλκον τὴν ἐμαυτοῦ, καὶ ἐβιαζόμην κάτω μένειν, νεωτερικαῖς αὐτὴν ἐπιβρίθων φαντασίαις. Ἐνταῦθα λοιπὸν ἡ μὲν φιλία
3. Yet when that blessed man was about to pursue the life of the monks and true philosophy, this balance of ours was no longer even; rather, his scale-pan rose lightly aloft, whereas I, still fettered by the desires of the world, dragged my own down and forced it to remain below, weighing it down with youthful fancies. At that point our friendship indeed
Notes, col. 623

On the reading

Printed της, for τῆς.

Printed Ἐμοι, for Ἐμοὶ.

PG 48:624Read from the page
βέβαιος ἔμενεν ἡμῖν, καθάπερ καὶ πρότερον, ἡ δὲ συνουσία διεκόπτετο· οὐ γὰρ ἦν τοὺς μὴ περὶ τὰ αὐτὰ σπουδάζοντας κοινὰς ποιεῖσθαι τὰς διατριβάς. Ὡς δέ ποτε καὶ αὐτὸς μικρὸν ἀνέκυψα τοῦ βιωτικοῦ κλύδωνος, δέχεται μὲν ἡμᾶς ἄμφω τὼ χεῖρε προτείνας, τὴν δὲ ἰσότητα οὐδὲ οὕτως ἰσχύσαμεν φυλάξαι τὴν προτέραν. Καὶ γὰρ καὶ τῷ χρόνῳ φθάσας ἡμᾶς, καὶ πολλὴν τὴν σφοδρότητα ἐπιδειξάμενος, ἀνωτέρω πάλιν ἡμῶν ἐφέρετο, καὶ εἰς ὕψος ᾔρετο μέγα.
remained steadfast between us, just as before, yet our intercourse was severed; for those not zealous for the same pursuits could not share common haunts. When at length I too raised my head a little above the surge of worldly life, he received us with both hands stretched out, yet not even so were we able to maintain our former equality. For having both outstripped us in time and displayed great vehemence, once again he was borne higher than we and soared to a lofty height.
δʹ. Πλὴν ἀλλ' ἀγαθός τε ὢν, καὶ πολλοῦ τὴν ἡμετέραν τιμώμενος φιλίαν, ἁπάντων ἑαυτὸν ἀποστήσας τῶν ἄλλων, ἡμῖν τὸν ἅπαντα χρόνον συνῆν, ἐπιθυμῶν μὲν τούτου καὶ πρότερον, ὅπερ δὲ ἔφην, ὑπὸ τῆς ἡμετέρας κωλυόμενος ῥᾳθυμίας. Οὐ γὰρ ἦν τὸν δικαστηρίῳ προσεδρεύοντα καὶ περὶ τὰς ἐν τῇ σκηνῇ τέρψεις ἐπτοημένον συγγίνεσθαι πολλάκις τῷ βιβλίοις προσηλωμένῳ, καὶ μηδὲ εἰς ἀγορὰν ἐμβαλόντι ποτέ. Διὰ τοῦτο οὖν πρότερον διειργόμενος, ἐπειδή ποτε ἡμᾶς ἔλαβεν εἰς τὴν αὐτὴν τοῦ βίου κατάστασιν, ἀθρόως ἣν πάλαι ὤδινεν ἐπιθυμίαν ἀπέτεκε τότε, καὶ οὐδὲ τὸ βραχύτατον τῆς ἡμέρας ἡμᾶς ἀπολιμπάνειν ἠνείχετο μέρος. Διετέλει τε παρακαλῶν, ἵνα τὴν οἰκίαν ἀφέντες ἕκαστος τὴν ἑαυτοῦ κοινὴν ἀμφότεροι τὴν οἴκησιν ἔχοιμεν, καὶ ἔπεισέ γε, καὶ τὸ πρᾶγμα ἦν ἐν χερσίν.
4. Nevertheless, being kind and holding our friendship of high value, he withdrew himself from all others and spent all his time with us — a thing he had desired before as well, though, as I said, he had been hindered by our indolence. For it was not possible that one haunting the law-court and fluttering after the delights of the stage should consort often with one riveted to books and never setting foot in the market-place. Having therefore been kept apart previously on this account, once at length he received us into the same state of life, he straightway brought to birth the desire with which he had long travailed, and could not bear to leave us for even the briefest part of the day. And he kept urging that each of us should leave his own house so that we might both share a common dwelling; and indeed he prevailed, and the matter was in hand.
εʹ. Ἀλλά με αἱ συνεχεῖς τῆς μητρὸς ἐπῳδαὶ διεκώλυσαν δοῦναι ταύτην ἐκείνῳ τὴν χάριν, μᾶλλον δὲ λαβεῖν ταύτην παρ' ἐκείνου τὴν δωρεάν. Ἐπειδὴ γὰρ ᾔσθετο ταῦτα βουλευόμενον, λαβοῦσά με τῆς δεξιᾶς εἰσήγαγεν εἰς τὸν ἀποτεταγμένον οἶκον αὐτῇ, καὶ καθίσασα πλησίον ἐπὶ τῆς εὐνῆς ἧς ἡμᾶς ὤδινεν, πηγάς τε ἠφίει δακρύων, καὶ τῶν δακρύων ἐλεεινότερα προσετίθει τὰ ῥήματα, τοιαῦτα πρὸς ἡμᾶς ἀποδυρομένη· Ἐγὼ, παιδίον, φησὶ, τῆς ἀρετῆς τοῦ πατρὸς τοῦ σοῦ οὐκ ἀφείθην ἀπολαῦσαι ἐπὶ πολὺ, τῷ Θεῷ τοῦτο δοκοῦν. Τὰς γὰρ ὠδῖνας τὰς ἐπὶ σοὶ διαδεξάμενος ὁ θάνατος ἐκείνου, σοὶ μὲν ὀρφανίαν, ἐμοὶ δὲ χηρείαν ἐπέστησεν ἄωρον καὶ τὰ τῆς χηρείας δεινὰ, ἃ μόναι αἱ παθοῦσαι δύναιντ' ἂν εἰδέναι καλῶς. Λόγος γὰρ οὐδεὶς ἂν ἐφίκοιτο τοῦ χειμῶνος ἐκείνου καὶ τοῦ κλύδωνος, ὃν ὑφίσταται κόρη, ἄρτι μὲν τῆς πατρῴας οἰκίας προελθοῦσα, καὶ πραγμάτων ἄπειρος οὖσα, ἐξαίφνης δὲ πένθει τε ἀσχέτῳ βαλλομένη, καὶ ἀναγκαζομένη φροντίδος καὶ τῆς ἡλικίας καὶ τῆς φύσεως ἀνέχεσθαι μείζονος. Δεῖ γὰρ, οἶμαι, ῥᾳθυμίας τε οἰκετῶν ἐπιστρέφειν, καὶ κακουργίας παρατηρεῖν, συγγενῶν ἀποκρούεσθαι ἐπιβουλὰς, τῶν τὰ δημόσια εἰσπραττόντων τὰς ἐπηρείας καὶ τὴν ἀπήνειαν ἐν ταῖς τῶν εἰσφορῶν καταβολαῖς φέρειν γενναίως. Ἐὰν δὲ καὶ παι-
5. Yet my mother's ceaseless entreaties hindered me from granting him this favour — or rather, from receiving this gift from him. For as soon as she perceived that I was planning this, she took me by the right hand, led me into her own appointed chamber, and, seating me beside her upon the couch on which she had borne us in travail, let flow fountains of tears, and to her tears added words still more pitiable, lamenting thus to us: I, my child, says she, was not permitted to enjoy for long your father's virtue, since so it pleased God. For his death, following close upon my birth-pangs for you, brought orphanhood upon you and untimely widowhood upon me, together with the hardships of widowhood, which only women who have suffered them could rightly know. For no speech could match that tempest and surge which a young girl undergoes when, having but newly come forth from her father's house and being inexperienced in affairs, she is suddenly stricken by unbearable grief and compelled to endure anxiety beyond both her years and her nature. For she must, I suppose, correct the laziness of household servants and watch against their malpractice, beat off the schemes of kinsfolk, and nobly bear the insolence of tax-gatherers and their harshness in the exaction of tributes. And if the departed also leaves a
PG 48:625Read from the page
δίον καταλιπὼν ὁ τεθνεὼς ἀπέλθῃ, θῆλυ μὲν ὂν πολλὴν καὶ οὕτω παρέξει τῇ μητρὶ τὴν φροντίδα, ὅμως δὲ καὶ ἀναλωμάτων καὶ δέους ἀπηλλαγμένην· ὁ δὲ υἱὸς μυρίων αὐτὴν φόβων καθ' ἑκάστην ἐμπίπλησι τὴν ἡμέραν, καὶ πλειόνων φροντίδων. Τὴν γὰρ τῶν χρημάτων ἐῶ δαπάνην, ὅσην ὑπομένειν ἀναγκάζεται, ἐλευθερίως αὐτὸν θρέψαι ἐπιθυμοῦσα. Ἀλλ' ὅμως οὐδέν με τούτων ἔπεισε δευτέροις ὁμιλῆσαι γάμοις, οὐδὲ ἕτερον ἐπεισαγαγεῖν νυμφίον τῇ τοῦ πατρὸς οἰκίᾳ τοῦ σοῦ· ἀλλ' ἔμενον ἐν τῇ ζάλῃ καὶ τῷ θορύβῳ, καὶ τὴν σιδηρᾶν τῆς χηρείας οὐκ ἔφυγον κάμινον, πρῶτον μὲν ὑπὸ τῆς ἄνωθεν βοηθουμένη ῥοπῆς· ἔφερε δέ μοι παραμυθίαν οὐ μικρὰν τῶν δεινῶν ἐκείνων καὶ τὸ συνεχῶς τὴν σὴν ὄψιν ὁρᾷν, καὶ εἰκόνα μοι τοῦ τετελευτηκότος φυλάσσεσθαι ἔμψυχον, καὶ πρὸς ἐκεῖνον ἀπηκριβωμένην καλῶς. Διά τοι τοῦτο καὶ ἔτι νήπιος ὢν, καὶ μηδὲ φθέγγεσθαί πω μαθὼν, ὅτε μάλιστα τέρπουσι τοὺς τεκόντας οἱ παῖδες, πολλήν μοι παρεῖχες τὴν παράκλησιν. Καὶ μὴν οὐδὲ ἐκεῖνό γ' ἂν ἔχοις εἰπεῖν καὶ αἰτιάσασθαι ὅτι τὴν μὲν χηρείαν γενναίως ἠνέγκαμεν, τὴν δὲ οὐσίαν σοι τὴν πατρῴαν ἠλαττώσαμεν διὰ τὴν τῆς χηρείας ἀνάγκην, ὅπερ πολλοὺς τῶν ὀρφανίᾳ δυστυχησάντων οἶδα παθόντας ἐγώ. Καὶ γὰρ καὶ ταύτην ἀκέραιον ἐφύλαξα πᾶσαν, καὶ τῶν ὀφειλόντων εἰς τὴν εὐδοκίμησιν δαπανηθῆναι τὴν σὴν ἐνέλιπον οὐδὲν, ἐκ τῶν ἐμαυτῆς καὶ ὧν ἦλθον οἴκοθεν ἔχουσα δαπανῶσα χρημάτων. Καὶ μή τοι νομίσῃς ὀνειδίζουσάν με ταῦτα λέγειν νῦν· ἀλλ' ἀντὶ πάντων σε τούτων μίαν αἰτῶ χάριν, μή με δευτέρᾳ χηρείᾳ περιβαλεῖν, μηδὲ τὸ κοιμηθὲν ἤδη πένθος ἀνάψαι πάλιν, ἀλλὰ περίμεινον τὴν ἐμὴν τελευτήν· ἴσως μετὰ μικρὸν ἀπελεύσομαι χρόνον. Τοὺς μὲν γὰρ νέους ἐλπὶς καὶ εἰς γῆρας ἥξειν μακρὸν, οἱ δὲ γεγηρακότες ἡμεῖς οὐδὲν ἕτερον ἢ τὸν θάνατον ἀναμένομεν. Ὅταν οὖν με τῇ γῇ παραδῷς, καὶ τοῖς ὀστέοις τοῦ πατρὸς ἀναμίξῃς τοῦ σοῦ, στέλλου μακρὰς ἀποδημίας, καὶ πλέε θάλατταν ἣν ἂν ἐθέλῃς· τότε ὁ κωλύσων οὐδείς· ἕως δ' ἂν ἐμπνέωμεν, ἀνάσχου τὴν μεθ' ἡμῶν οἴκησιν· μὴ δὴ προσκρούσῃς τῷ Θεῷ μάτην καὶ εἰκῆ τοσούτοις ἡμᾶς περιβάλλων κακοῖς ἠδικηκότας οὐδέν. Εἰ μὲν γὰρ ἔχεις ἐγκαλεῖν ὅτι σε εἰς βιωτικὰς περιέλκω φροντίδας, καὶ τῶν πραγμάτων ἀναγκάζω προστῆναι τῶν σῶν, μὴ τοὺς τῆς φύσεως νόμους, μὴ τὴν ἀνατροφὴν, μὴ τὴν συνήθειαν, μηδὲ ἄλλο μηδὲν αἰδεσθῇς, ἀλλ' ὡς ἐπιβούλους φεῦγε καὶ πολεμίους· εἰ δὲ ἅπαντα πράττομεν ὑπὲρ τοῦ πολλήν σοι παρασκευάσαι σχολὴν εἰς τὴν τοῦ βίου τούτου πορείαν, εἰ καὶ μηδὲν ἕτερον, οὗτος γοῦν κατεχέτω σε παρ' ἡμῖν ὁ δεσμός. Κἂν γὰρ μυρίους σε λέγῃς φιλεῖν, οὐδείς σοι παρέξει τοσαύτης ἀπολαῦσαι ἐλευθερίας, ἐπειδὴ μηδὲ ἔστι τις ὅτῳ μέλει τῆς σῆς εὐδοκιμήσεως ἐξ ἴσης ἐμοί.
child behind when he departs, if it is female it will even so cause great anxiety to the mother, yet free from expenses and fear; whereas a son fills her every single day with ten thousand fears and greater cares. For I pass over the outlay of money which she is compelled to endure if she desires to rear him liberally. Yet none of these things persuaded me to enter into a second marriage or to bring another bridegroom into your father's house; rather, I remained amid the tempest and tumult and did not flee the iron furnace of widowhood, being aided first of all by the impulse from on high; and no small comfort amid those terrible trials was brought to me also by beholding your face continually, and having preserved for me a living image of the departed, exactly fashioned after his likeness. On this account, while you were still an infant and had not yet learned to speak — the time when children most delight their parents — you afforded me great consolation. Nor indeed could you have this to say and lay to my charge: that while I bore my widowhood nobly, I diminished your paternal substance through the necessities of widowhood, which I know many of those misfortunate in orphanhood have suffered. For I kept all of that intact as well, and I omitted nothing of what ought to have been spent for your good repute, spending out of my own means and what I had brought with me from my home. And do not suppose that I say these things now to reproach you; rather, in return for all these things I ask of you one favour: do not plunge me into a second widowhood, nor kindle afresh the grief already lulled to sleep, but await my end; perhaps after a short time I shall depart. For the young have hope of reaching even advanced old age, whereas we who have grown old await nothing other than death. When therefore you commit me to the earth and mingle me with your father's bones, set out on long journeys abroad and sail whatever sea you wish — then there will be no one to hinder you; but so long as we draw breath, endure to dwell with us; do not offend God vainly and rashly by surrounding us with so many ills when we have done no wrong. For if you have cause to accuse me of dragging you round into worldly cares and compelling you to manage your own affairs, reverence neither the laws of nature, nor your upbringing, nor familiar intercourse, nor anything else at all, but flee us as plotters and enemies; yet if we do everything in order to provide you ample leisure for the journey of this life, let this bond at least, if nothing else, detain you with us. For even though you say ten thousand men love you, no one will afford you the enjoyment of such great freedom, since there is not even anyone who cares for your good repute equally with me.
ϛʹ. Ταῦτα μὲν καὶ τὰ τούτων πλείονα πρὸς ἐμὲ μὲν ἡ μήτηρ· ἐγὼ δὲ πρὸς τὸν γενναῖον ἔλεγον ἐκεῖνον. Ὁ δὲ οὐ μόνον οὐκ ἐδυσωπεῖτο τοῖς ῥήμασι τούτοις, ἀλλὰ καὶ πλέον ἐνέκειτο, τὰ αὐτὰ ἀπαιτῶν ἅπερ καὶ πρότερον. Ἐν τούτῳ δὲ ἡμῶν ὄντων, καὶ τοῦ μὲν συνεχῶς ἱκετεύοντος, ἐμοῦ δὲ οὐκ ἐπινεύοντος, ἄφνω τις ἐπιστᾶσα φήμη διετάραξεν ἀμφοτέρους· ἡ δὲ φήμη ἦν εἰς τὸ τῆς ἐπισκοπῆς ἡμᾶς ἀξίωμα μέλλειν προάγεσθαι. Ἐγὼ μὲν οὖν ἅμα τῷ τὸν λόγον ἀκοῦσαι τοῦτον δέει τε καὶ ἀπορίᾳ συνειχόμην· δέει μὲν, μήποτε καὶ ἄκων ἁλῶ, ἀπορίᾳ δὲ, ζητῶν πολλάκις πόθεν ἐπῆλθε τοῖς ἀνδράσιν
6. These things and more than these my mother spoke to me, and I reported them to that noble man. Yet far from being shamed into yielding by these words, he pressed all the more, demanding the very same things as before. While we were engaged in this — he continually entreating and I not consenting — a rumour suddenly coming upon us threw us both into dismay; and the rumour was that we were about to be advanced to the dignity of the episcopate. As soon as I heard this report, I was gripped at once by fear and perplexity: by fear, lest I should be captured even against my will, and by perplexity, as I inquired time and again whence it had occurred to those men
PG 48:626Read from the page
ἐκείνοις ἐνθυμηθῆναί τι τοιοῦτο περὶ ἡμῶν· εἰς γὰρ ἐμαυτὸν ἀφορῶν οὐδὲν εὕρισκον ἔχοντα τῆς τιμῆς ἄξιον ἐκείνης. Ὁ δὲ γενναῖος οὑτοσὶ προσελθών μοι κατ' ἰδίαν καὶ κοινωσάμενος περὶ τούτων ὡς ἀνηκόῳ γε ὄντι τῆς φήμης, ἐδεῖτο κἀνταῦθα καὶ πράττοντας καὶ βουλευομένους ὀφθῆναι τὰ αὐτὰ, καθάπερ καὶ πρότερον· ἕψεσθαι γὰρ αὐτὸν ἑτοίμως ἡμῖν, καθ' ὁποτέραν ἂν ἡγώμεθα τῶν ὁδῶν, εἴτε φυγεῖν, εἴτε ἑλέσθαι δέοι. Αἰσθόμενος τοίνυν αὐτοῦ τῆς προθυμίας ἐγὼ, καὶ ζημίαν ἡγησάμενος οἴσειν παντὶ τῷ κοινῷ τῆς Ἐκκλησίας, εἰ νέου οὕτως ἀγαθοῦ καὶ πρὸς τὴν τῶν πολλῶν ἐπιστασίαν ἐπιτηδείου ἀποστεροίην τοῦ Χριστοῦ τὴν ἀγέλην διὰ τὴν ἀσθένειαν τὴν ἐμαυτοῦ, οὐκ ἀπεκάλυψα τὴν γνώμην, ἣν εἶχον περὶ τούτων ἐκείνῳ· καίτοι γε μηδέποτε πρότερον ἀνασχόμενος λαθεῖν τι τῶν βουλευμάτων αὐτὸν τῶν ἐμῶν· ἀλλ' εἰπὼν δεῖν τὴν ὑπὲρ τούτων βουλὴν εἰς ἕτερον ἀναβάλλεσθαι καιρὸν, οὐ γὰρ νῦν τοῦτο κατεπείγειν, ἔπεισά τε εὐθέως μηδὲν ὑπὲρ τούτων φροντίζειν, καὶ ὑπὲρ ἐμαυτοῦ παρέσχον θαῤῥεῖν ὡς ὁμογνωμονήσοντος, εἴ ποτε συμβαίη τοιοῦτόν τι παθεῖν. Χρόνου δὲ παρελθόντος οὐ πολλοῦ, καὶ τοῦ μέλλοντος ἡμᾶς χειροτονήσειν ἐλθόντος, καὶ κρυπτομένου μου, αὐτὸς μηδὲν τούτων εἰδὼς ἄγεται μὲν ὡς ἐφ' ἑτέρᾳ προφάσει, δέχεται δὲ τὸν ζυγὸν, ἐλπίζων ἐξ ὧν ὑπεσχημένος ἤμην αὐτῷ, καὶ ἡμᾶς πάντως ἕψεσθαι, μᾶλλον δὲ νομίζων ἡμῖν ἀκολουθεῖν. Καὶ γάρ τινες τῶν ἐκεῖ παρόντων, ἀσχάλλοντα πρὸς τὴν σύλληψιν ὁρῶντες, ἠπάτησαν βοῶντες ὡς ἄτοπον εἴη τὸν μὲν θρασύτερον εἶναι δοκοῦντα παρὰ πᾶσιν, ἐμὲ λέγοντες, μετὰ πολλῆς τῆς ἐπιεικείας εἶξαι τῇ τῶν Πατέρων κρίσει, ἐκεῖνον δὲ τὸν πολὺ συνετώτερον καὶ ἐπιεικέστερον θρασύνεσθαι καὶ κενοδοξεῖν σκιρτῶντα καὶ ἀποπηδῶντα καὶ ἀντιλέγοντα. Τούτοις εἴξας τοῖς ῥήμασιν, ἐπειδὴ ἤκουσεν ὅτι διέφυγον, εἰσελθὼν πρός μὲ μετὰ πολλῆς τῆς κατηφείας, καθέζεται πλησίον μου, καὶ ἐβούλετο μέν τι καὶ εἰπεῖν, ὑπὸ δὲ τῆς ἀπορίας κατεχόμενος, καὶ λόγῳ παραστῆσαι τὴν βίαν, ἣν ὑπέμεινεν, οὐκ ἔχων, ἅμα τῷ χᾶναι ἐκωλύετο φθέγγεσθαι ὑπὸ τῆς ἀθυμίας, πρὶν ἢ τοὺς ὀδόντας ὑπερβῆναι, διακοπτούσης τὴν λόγον. Ὁρῶν τοίνυν ἐγὼ περίδακρυν ὄντα, καὶ πολλῆς πεπληρωμένον τῆς ταραχῆς, καὶ τὴν αἰτίαν εἰδὼς, ἐγέλων τε ὑπὸ πολλῆς τῆς ἡδονῆς, καὶ τὴν δεξιὰν κατέχων, ἐβιαζόμην καταφιλεῖν, καὶ τὸν Θεὸν ἐδόξαζον ὅτι μοι τὰ τῆς μηχανῆς τέλος εἶχε καλὸν καὶ οἷον ηὐχόμην ἀεί. Ὡς δὲ εἶδε περιχαρῆ τε ὄντα καὶ φαιδρὸν, καὶ πρότερον ἠπατημένος ὑφ' ἡμῶν ᾔσθετο, καὶ μᾶλλον ἐδάκνετο καὶ ἐδυσχέραινε.
to conceive any such thought concerning us; for when I looked at myself, I found me possessing nothing worthy of that honour. That noble man, however, came to me privately, and having communicated these matters to me as to one still unaware of the rumour, begged that in this case too we might be seen acting and taking counsel together just as before; for he would readily follow us along whichever of the two paths we might lead, whether it were needful to flee or to accept. Perceiving therefore his readiness, and deeming that I should inflict loss upon the whole community of the Church if through my own weakness I deprived the flock of Christ of a young man so good and well suited for the supervision of the many, I did not disclose to him the mind that I held concerning these matters — although never before had I suffered any of my plans to be hidden from him; rather, saying that deliberation about these things ought to be put off to another time, since there was no urgency for this at present, I straightway persuaded him to take no thought for them, and gave him confidence as regards myself that I would be of one mind with him if ever it befell us to experience any such thing. Not much time having elapsed, when the one who was to ordain us arrived and I hid myself, he, knowing nothing of this, is led away as though on another pretext, and receives the yoke, hoping from the promises I had made to him that we too would assuredly follow — or rather, supposing that he was following us. For indeed certain of those present there, seeing him chafe at his seizure, deceived him by shouting how absurd it was that the one reputed more headstrong by all — meaning me — had yielded with great meekness to the judgement of the Fathers, while he, who was far more prudent and gentle, grew bold and vainglorious, kicking, shrinking back, and gainsaying. Having yielded to these words, once he heard that I had escaped, he came in to me in deep dejection, sat down beside me, and wished to say something; yet held fast by helplessness and unable to set forth in speech the violence he had undergone, the moment he opened his mouth he was prevented from uttering a sound, despondency cutting short his speech before it passed his teeth. Seeing him therefore bathed in tears and filled with great agitation, and knowing the cause, I laughed for great joy, and seizing his right hand strove to kiss him tenderly, and glorified God that my stratagem had reached a fair outcome, such as I had always prayed for. When he saw me overjoyed and radiant, and perceived that he had previously been deceived by us, he was stung and vexed all the more.
ζʹ. Καί ποτε μικρὸν ἀπ' ἐκείνου καταστὰς τοῦ θορύβου τῆς ψυχῆς. Ἀλλ' ει καὶ τὸ ἡμέτερον, φησὶ, μέρος διέπτυσας, καὶ λόγον ἡμῶν ἔχεις οὐδένα λοιπὸν, ὡς ἔγωγε οὐκ οἶδα ἀνθ' ὅτου, τῆς γοῦν ὑπολήψεως ἔδει σε φροντίσαι τῆς σῆς· νῦν δὲ τὰ πάντων ἠνέῳξας στόματα, καὶ δόξης σε ἐρῶντα κενῆς τὴν λειτουργίαν ταύτην παρητῆσθαι λέγουσιν ἅπαντες, ὁ δὲ ἐξαιρησόμενός σε τῆς κατηγορίας ταύτης οὐκ ἔστιν. Ἐμοὶ δὲ οὐδὲ εἰς ἀγορὰν ἐμβαλεῖν ἀνεκτόν· τοσοῦτοι οἱ προσιόντες ἡμῖν, καὶ καθ' ἑκάστην ἐγκαλοῦντες τὴν ἡμέραν. Ὅταν γὰρ ἴδωσι φα-
7. And when at length he had recovered a little from that tumult of soul: Even if, says he, you have spurned our part and hold no account of us any more — though for what cause I for my part do not know — you ought at least to have cared for your own reputation; as it is, you have opened everyone's mouth, and all say that out of love for vainglory you declined this ministry, and there is no one to rescue you from this accusation. As for me, it is unbearable even to set foot in the market-place, so many are those who come up to us and reproach us every single day. For whenever they catch sight of me ap-
Notes, col. 626

On the reading

Printed πρός μὲ, for πρός με.

Printed τὴν λόγον, for τὸν λόγον.

Printed ει, for εἰ.

PG 48:627Read from the page
νέντα που τῆς πόλεως, λαβόντες καταμόνας ὅσοι πρὸς ἡμᾶς οἰκείως ἔχουσι, τῷ πλείονί με τῆς κατηγορίας ὑποβάλλουσι μέρει. Ειδότα γὰρ αὐτοῦ τὴν γνώμην, φασὶν, οὐδὲ γὰρ ἄν σε ἔλαθέ τι τῶν ἐκείνου, οὐκ ἔδει ἀποτρύψασθαι, ἀλλ' ἡμῖν ἀνακοινώσασθαι ἐχρῆν, καὶ πάντως οὐκ ἂν ἠπορήσαμεν μηχανῆς πρὸς τὴν ἄγραν. Ἐγὼ δὲ, ὅτι μέν σε οὐκ ᾔδειν ἐκ πολλοῦ ταῦτα βουλευόμενον, αισχύνομαι καὶ ἐρυθριῶ πρὸς ἐκείνους εἰπεῖν, μήποτε καὶ ὑπόκρισιν τὴν ἡμετέραν εἶναι νομίσωσι φιλίαν. Εἰ γὰρ καὶ ἔστιν, ὥσπερ οὖν καὶ ἔστιν, καὶ οὐδὲ ἂν αὐτὸς ἀρνηθείης, ἐξ ὧν εἰς ἡμᾶς ἔπραξας νῦν· ἀλλὰ τοὺς ἔξωθεν καὶ μετρίαν γοῦν περὶ ἡμῶν ἔχοντας δόξαν καλὸν τὰ ἡμέτερα κρύπτειν κακά. Εἰπεῖν μὲν οὖν πρὸς αὐτοὺς τἀληθὲς, καὶ ὡς ἔχει τὰ καθ' ἡμᾶς, ὀκνῶ· ἀναγκάζομαι δὲ λοιπὸν σιωπᾷν καὶ κύπτειν εἰς γῆν καὶ τοὺς ἀπαντῶντας ἐκτρέπεσθαι καὶ ἀποπηδᾷν. Κἂν γὰρ τὴν προτέραν ἐκφύγω κατάγνωσιν, ψεύδους ἀνάγκη με κρίνεσθαι λοιπόν. Οὐδὲ γὰρ ἐθελήσουσί μοι πιστεῦσαί ποτε, ὅτι καὶ Βασίλειον μετὰ τῶν ἄλλων ἔταξας, οἷς οὐ θέμις ειδέναι τὰ σά. Ἀλλὰ τούτων μὲν οὐ πολύς μοι λόγος, ἐπειδή σοι τοῦτο γέγονεν ἡδύ· τὴν δὲ λοιπὴν πῶς οἴσομεν αισχύνην; Οἱ μὲν γὰρ ἀπονοίας, οἱ δὲ φιλοδοξίας σε γράφονται· ὅσοι δέ εἰσιν ἀφειδέστεροι τῶν αἰτιωμένων, ταῦτά τε ἡμῖν ἀμφότερα ἐγκαλοῦσιν ὁμοῦ, καὶ προστιθέασι τὴν εἰς τοὺς τετιμηκότας ὕβριν, δίκαια πεπονθέναι λέγοντες αὐτοὺς, καὶ εἰ μείζονα τούτων ἀτιμασθέντες ἔτυχον παρ' ἡμῶν, ὅτι τοσούτους καὶ τηλικούτους ἀφέντες ἄνδρας, μειράκια χθὲς καὶ πρώην ἔτι ταῖς τοῦ βίου μερίμναις ἐγκαλινδούμενα, ἵνα χρόνον βραχὺν τὰς ὀφρῦς συναγάγωσι, καὶ φαιὰ περιβάλωνται, καὶ κατήφειαν ὑποκρίνωνται, ἐξαίφνης εἰς τοσαύτην ἤγαγον τιμὴν, ὅσην οὐδὲ ὄναρ λήψεσθαι προσεδόκησαν. Καὶ οἱ μὲν ἐκ πρώτης ἡλικίας εἰς ἔσχατον γῆρας τὴν ἑαυτῶν ἐκτείναντες ἄσκησιν, ἐν τοῖς ἀρχομένοις εἰσίν· ἄρχουσι δὲ αὐτῶν οἱ παῖδες αὐτῶν, καὶ μηδὲ τοὺς νόμους ἀκηκοότες καθ' οὓς ταύτην δεῖ διοικεῖν τὴν ἀρχήν. Ταῦτα καὶ πλείονα τούτων λέγοντες συνεχῶς ἡμῖν ἐπιφύονται. Ἐγὼ δὲ ὅ τι μὲν ἀπολογήσομαι πρὸς ταῦτα οὐκ ἔχω, δέομαι δέ σου φράσαι μοι. Οὐδὲ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ ταύτην οἶμαί σε φυγεῖν τὴν φυγὴν, καὶ πρὸς ἄνδρας οὕτω μεγάλους τοσαύτην ἀναδέξασθαι τὴν ἔχθραν, ἀλλὰ μετά τινος λογισμοῦ καὶ σκέψεως ἐπὶ τοῦτο ἐλθεῖν, ὅθεν καὶ λόγον ἕτοιμον εἶναί σοι πρὸς ἀπολογίαν στοχάζομαι. Ειπὲ οὖν εἴ τινα πρόφασιν δικαίαν πρὸς τοὺς ἐγκαλοῦντας δυνησόμεθα λέγειν. Ὧν γὰρ αὐτὸς ἠδίκημαι παρὰ σοῦ, οὐδένα ἀπαιτῶ λόγον, οὐχ ὧν ἠπάτησας, οὐχ ὧν προὔδωκας, οὐχ ὧν ἀπήλαυσας παρ' ἡμῶν ἅπαντα τὸν ἔμπροσθεν χρόνον. Ἡμεῖς μὲν γὰρ καὶ τὴν ψυχὴν τὴν ἡμετέραν, ὡς εἰπεῖν, φέροντες, ἐνεθήκαμέν σου ταῖς χερσί· σὺ δὲ τοσαύτῃ πρὸς ἡμᾶς ἐχρήσω τῇ πανουργίᾳ, ὅσῃπερ ἂν εἰ πολεμίους σοί τινας φυλάξασθαι προὔκειτο. Καίτοι γε ἐχρῆν, εἰ μὲν ὠφέλιμον ταύτην ᾔδεις οὖσαν τὴν γνώμην, μηδὲ αὐτῆς τὸ κέρδος φυγεῖν· εἰ δὲ ἐπιβλαβῆ, καὶ ἡμᾶς, οὓς ἁπάντων ἀεὶ προτιμᾷν ἔλεγες, ἀπαλλάξαι τῆς ζημίας. Σὺ δὲ καὶ ὅπως ἐμπεσούμεθα ἅπαντα ἔπραξας· καὶ δόλου σοι καὶ ὑποκρίσεως ἐδέησεν οὐδὲν πρὸς τὸν ἀδόλως καὶ ἁπλῶς ἅπαντα καὶ λέγειν καὶ πράττειν ειωθότα πρὸς σέ. Ἀλλ' ὅμως, ὅπερ
pearing somewhere in the city, all those who are on familiar terms with us take me aside privately and lay upon me the greater share of the blame. Knowing his mind, they say — for none of his affairs could have escaped you — you ought not to have concealed it, but should have shared the matter with us, and we would assuredly not have lacked some device for the capture. For my part, I am ashamed and blush to tell them that I did not know you had long been planning this, lest they suppose even our friendship to be hypocrisy. For if indeed it is so — as in fact it is, nor could you yourself deny it after what you have now done to us — yet from outsiders who hold at least a moderate opinion of us it is well to hide our evils. To tell them the truth, therefore, and how matters stand with us, I shrink back; and henceforth I am forced to keep silence, to bow my head to the ground, and to turn aside and dart away from those who meet me. For even if I escape the former condemnation, I must henceforth be adjudged guilty of falsehood. For they will never consent to believe me that you ranked Basil too among the rest for whom it is unlawful to know your secrets. Yet of these things I make little account, since this has pleased you; however, how shall we bear the remaining disgrace? For some indict you for arrogance, others for vainglory; and those among our accusers who are more unsparing lay both these charges against us together, and add besides the insult against those who honoured us, saying that they have suffered plain justice — nay, even had they met with greater dishonour than this at our hands — because, passing over men so numerous and so great, they suddenly advanced striplings who yesterday and the day before were still wallowing in the cares of worldly life — merely because for a brief time they knit their brows, clad themselves in dark garments, and feigned dejection — to an honour so great as they never expected to receive even in a dream. And those who have stretched out their ascetic discipline from earliest youth to extreme old age are among the governed, while their own children govern them without having so much as heard the laws according to which one must administer this office. Saying these things and more than these, they fasten upon us continually. What defence I shall make to this I do not know, and I beg you to tell me. For I do not suppose that casually or rashly you fled this flight and incurred such enmity with men of such greatness, but that you came to this course with some reckoning and reflection, whence I conjecture that you also have an argument ready for a defence. Tell me, therefore, whether we shall be able to state any just plea to our accusers. For of the wrongs I myself have suffered from you I demand no account — neither for your deceit, nor for your betrayal, nor for all the enjoyment you received from us throughout all the time past. For we, bringing our very soul, so to speak, placed it in your hands; whereas you used as great craftiness towards us as if it had been your task to guard yourself against certain enemies. Yet if you knew this counsel to be beneficial, you ought not to have fled its gain yourself either; and if harmful, you ought to have rescued from the loss us as well, whom you always professed to prize above all men. You, however, did everything that we might fall into it; nor was there any need at all for you to use guile and dissimulation towards one accustomed both to speak and to do everything towards you without guile and in simplicity. Nevertheless,
Notes, col. 627

On the reading

Printed Ειδότα, for Εἰδότα.

Printed ἀποτρύψασθαι, for ἀποκρύψασθαι.

Printed αισχύνομαι, for αἰσχύνομαι.

Printed ειδέναι, for εἰδέναι.

Printed αισχύνην, for αἰσχύνην.

Printed Ειπὲ, for Εἰπὲ.

Printed ειωθότα, for εἰωθότα.

PG 48:628Read from the page
ἔφην, οὐδὲν τούτων ἐγκαλῶ νῦν, οὐδὲ ὀνειδίζω τὴν ἐρημίαν, εἰς ἣν κατέστησας ἡμᾶς, τὰς συνόδους διακόψας ἐκείνας, ἐξ ὧν καὶ ἡδονὴν καὶ ὠφέλειαν οὐ τὴν τυχοῦσαν ἐκαρπωσάμεθα πολλάκις· ἀλλὰ πάντα ταῦτα ἀφίημι, καὶ φέρω σιγῇ καὶ πράως· οὐκ ἐπειδὴ πράως εἰς ἡμᾶς ἐπλημμέλησας, ἀλλ' ἐπειδὴ τοῦτον ἔθηκα ἐμαυτῷ τὸν νόμον ἀπὸ τῆς ἡμέρας ἐκείνης ἧς τὴν φιλίαν ἔστερξα τὴν σὴν, ὑπὲρ ὧν ἂν θέλῃς ἡμᾶς λυπεῖν, μηδέποτέ σε εἰς ἀπολογίας ἀνάγκην καθιστᾷν. Ἐπεὶ, ὅτι γε οὐ μικρὰν τὴν ζημίαν ἡμῖν ἐπήγαγες, οἶσθα καὶ αὐτὸς, εἴ γε μέμνησαι τῶν ῥημάτων, καὶ τῶν παρὰ τῶν ἔξωθεν περὶ ἡμῶν, καὶ τῶν ὑφ' ἡμῶν λεγομένων ἀεί· ταῦτα δὲ ἦν, ὅτι πολὺ κέρδος ἡμῖν ὁμοψύχοις εἶναί τε καὶ φράττεσθαι τῇ πρὸς ἀλλήλους φιλίᾳ. Καὶ οἱ μὲν ἄλλοι πάντες ἔλεγον, καὶ ἑτέροις πολλοῖς οὐ μικρὰν ὠφέλειαν τὴν ἡμετέραν οἴσειν ὁμόνοιαν· ἐγὼ δὲ ὠφέλειαν μὲν οὐδέποτε ἐνενόησα, τό γε εἰς ἐμὲ ἧκον, παρέξειν τισίν· ἔλεγον δὲ, ὅτι τοῦτο γοῦν ἀπ' αὐτῆς κερδανοῦμεν κέρδος οὐ μικρὸν, τὸ δυσχείρωτοι γενέσθαι τοῖς καταγωνίσασθαι βουλομένοις ἡμᾶς. Καὶ ταῦτά σε ὑπομιμνήσκων οὐκ ἐπαυσάμην ποτέ. Χαλεπὸς ὁ καιρός· οἱ ἐπιβουλεύοντες πολλοί· τὸ τῆς ἀγάπης γνήσιον ἀπόλωλεν· ἀντεισῆκται δὲ ὁ τῆς βασκανίας ὄλεθρος· ἐν μέσῳ παγίδων διαβαίνομεν, καὶ ἐπὶ ἐπάλξεων πόλεων περιπατοῦμεν· οἱ μὲν ἕτοιμοι τοῖς ἡμετέροις ἐφησθῆναι κακοῖς, εἴ ποτέ τι συμβαίη, πολλοὶ καὶ πολλαχόθεν ἐφεστήκασιν· ὁ δὲ συναλγήσων οὐδεὶς, ἢ καὶ εὐαρίθμητοι λίαν. Ὅρα μὴ διαστάντες ποτὲ πολὺν τὸν γέλωτα ὀφλήσωμεν, καὶ τοῦ γέλωτος μείζονα τὴν ζημίαν· Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ, καὶ ὡς μεμοχλευμένη βασιλεία. Μὴ δὴ διαλύσῃς ταύτην τὴν γνησιότητα, μηδὲ διακόψῃς τὸν μοχλόν. Ταῦτα καὶ τὰ τούτων πλείονα ἔλεγον συνεχῶς, οὐδὲν μέν ποτε ὑποπτεύων τοιοῦτον, ἀλλὰ καὶ πάνυ σε τὰ πρὸς ἡμᾶς ὑγιαίνειν νομίζων, ἐκ περιουσίας δὲ καὶ ὑγιαίνοντα θεραπεύειν βουλόμενος· ἐλάνθανον δὲ, ὡς ἔοικε, νοσοῦντι τὰ φάρμακα ἐπιτιθείς· καὶ οὐδὲ οὕτως ὁ δείλαιος ὤνησα, οὐδὲ γέγονεν ἐμοί τι πλέον ἐκ ταύτης τῆς ἄγαν προμηθείας. Πάντα γὰρ ἐκεῖνα ῥίψας ἀθρόως, καὶ οὐδὲ εἰς νοῦν βαλόμενος, ὥσπερ ἀνερμάτιστον πλοῖον εἰς πέλαγος ἡμᾶς ἄπειρον ἀφῆκας, οὐδὲν τῶν ἀγρίων ἐκείνων ἐννοήσας κυμάτων, ἅπερ ἡμᾶς ὑπομένειν ἀνάγκη. Εἰ γάρ ποτε συμβαίη συκοφαντίαν, ἢ χλευασίαν, ἢ καὶ ἄλλην τινὰ ὕβριν καὶ ἐπήρειαν ἐπενεχθῆναί ποθεν ἡμῖν (πολλάκις δὲ τὰ τοιαῦτα συμβαίνειν ἀνάγκη), πρὸς τίνα καταφευξόμεθα; τίνι κοινωσόμεθα τὰς ἡμετέρας ἀθυμίας; τίς ἡμῖν ἀμῦναι θελήσει, καὶ τοὺς μὲν λυποῦντας ἀνακόψει, καὶ ποιήσει μηκέτι λυπεῖν, ἡμᾶς δὲ παραμυθήσεται, καὶ παρασκευάσει τὰς ἑτέρων φέρειν ἀπαιδευσίας; Οὐκ ἔστιν οὐδεὶς, σοῦ πόῤῥωθεν ἑστηκότος τοῦ δεινοῦ τούτου πολέμου, καὶ μηδὲ κραυγὴν ἀκοῦσαι δυναμένου. Ἆρα οἶδας ὅσον εἴργασταί σοι κακόν; ἆρα νῦν γοῦν μετὰ τὸ πλῆξαι ἐπιγινώσκεις ὡς καιρίαν ἡμῖν ἔδωκας τὴν πληγήν; Ἀλλὰ ταῦτα μὲν ἀφείσθω· οὐδὲ γὰρ ἔστι τὰ γενόμενα ἀναλῦσαι λοιπὸν, οὐδὲ πόρον τοῖς ἀπόροις εὑρεῖν. Τί πρὸς τοὺς ἔξωθεν ἐροῦμεν; τί πρὸς τὰς αἰτίας ἀπολογησόμεθα τὰς ἐκείνων;
as I said, I lay none of these things to your charge now, nor do I reproach you for the desolation in which you have placed us by cutting short those meetings from which we often reaped no ordinary pleasure and benefit; rather, I let all these things pass and bear them in silence and meekness — not because you offended meekly against us, but because from the day when I cherished your friendship I laid down this law for myself: never to put you under the necessity of making a defence for any grief you might wish to cause us. For that you brought no small loss upon us, you yourself also know, if at least you remember the words spoken continually both by outsiders concerning us and by ourselves; and those words were that it was a great gain for us to be of one soul and to be fenced round by our mutual friendship. Now all others used to say that our concord would bring no small benefit to many others as well; I, however, never supposed that as far as lay in me I should afford benefit to anyone, yet I did say that from it we should at least reap this no small gain: becoming hard to subdue for those who wished to overpower us. And I never ceased reminding you of these things: The time is hard; plotters are many; genuine love has perished, and the bane of envy has been brought in instead; we walk amidst snares and tread upon the battlements of cities; many on every side stand ready to exult over our misfortunes, should anything untoward ever befall us, while there is no one to grieve with us, or else they are very easily numbered. See to it lest by parting company one day we incur great ridicule, and a loss greater than the ridicule: A brother helped by a brother is like a strong city, and like a kingdom barred with bolts. Do not, I pray, dissolve this genuine bond, nor break through the bolt. These things and more than these I kept saying continually, never suspecting anything of the sort, but supposing you to be altogether sound in your disposition towards us, and wishing out of abundant caution to apply remedies even to one in health; yet unawares, it seems, I was applying medicines to a sick man; and not even so did I, wretched as I am, avail aught, nor did any advantage accrue to me from this excessive forethought. For casting all those things away at once, without even taking them to heart, you launched us like an unballasted vessel out into a boundless sea, taking no thought of those savage billows which we must needs endure. For if ever it should befall that calumny, or mockery, or some other insult and maltreatment is brought upon us from any quarter — and such things must often happen of necessity — to whom shall we flee for refuge? To whom shall we impart our despondencies? Who will be willing to come to our aid, check those who vex us and make them cease vexing us, and comfort us and prepare us to bear the coarseness of others? There is no one at all, now that you stand afar off from this terrible war and are unable even to hear my cry. Do you know how great an evil you have wrought? Now at least, after striking the blow, do you recognize how mortal a wound you have dealt us? Yet let these things pass; for it is no longer possible to undo what has been done, nor to find a way out in things that have no way out. What shall we say to outsiders? What defence shall we make against their accusations?