Migne Reading Room

PG 48 · cols. 545–550 · Read from the page

On Virginity, one book

On Virginity, one book

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:545Read from the page
γέγονεν ἀναγκαῖα διὰ τὴν ἡμετέραν ἀσθένειαν καὶ ταῦτα καὶ τὰ ἄλλα ἅπαντα, αἱ πόλεις, αἱ τέχναι, ἡ τῶν ἱματίων περιβολὴ, ὁ λοιπὸς τῶν χρειῶν ὄχλος. Ταῦτα γὰρ ἅπαντα ἐπισυρόμενος εἰσήλασεν ὁ θάνατος μεθ' ἑαυτοῦ. Μὴ τοίνυν ὃ διὰ τὴν ἀσθένειαν συνεχωρήθη τὴν σὴν, τοῦτο τῆς παρθενίας προτίμα, μᾶλλον δὲ μηδὲ ἐν ἴσῳ τίθεσο· ἐπεὶ κατὰ τοῦτον προϊὼν τὸν λόγον καὶ τὸ δύο γυναῖκας ἔχειν τοῦ μιᾷ ἀρκεῖσθαι μόνον ἄμεινον εἶναι φήσεις, ἐπειδὴ καὶ τοῦτο συγκεχώρητο ἐν τῷ νόμῳ Μωϋσέως· καὶ τὸν πλοῦτον δὲ οὕτως τῆς ἑκουσίου προτιμήσεις πενίας, καὶ τὴν τρυφὴν τῆς σώφρονος διαίτης, καὶ τὸ ἀμύνεσθαι τοῦ φέρειν τὸν ἀδικοῦντα γενναίως.
both these things and all the rest became necessary on account of our weakness: cities, arts, the putting on of garments, and all the remaining crowd of needs. For death burst in dragging all these things in its train with itself. Do not, therefore, prefer above virginity that which was conceded on account of your weakness—nay rather, do not even set it on an equal footing; since, advancing according to this reasoning, you will say that having two wives is also better than being content with one alone, seeing that this too had been conceded in the law of Moses; and thus also you will prefer wealth above voluntary poverty, and luxury above a temperate way of life, and avenging oneself above nobly bearing with him who does wrong.
Ιϛʹ. Σὺ δὲ αὐτὰ κακίζεις, φησί. Κακίζω μὲν οὐδαμῶς. Θεὸς γὰρ αὐτὰ συνεχώρησε, καὶ γέγονεν ἐν καιρῷ χρήσιμα· μικρὰ δὲ αὐτὰ εἶναί φημι, καὶ παίδων κατορθώματα μᾶλλον ἢ ἀνδρῶν. Καὶ διὰ τοῦτο ἡμᾶς τελείους ὁ Χριστὸς δημιουργῆσαι βουλόμενος, ἐκεῖνα μὲν ἀποθέσθαι ἐκέλευσεν, ὥσπερ ἱμάτια παιδικὰ καὶ οὐ δυνάμενα περιβαλεῖν τὸν ἄνδρα τὸν τέλειον, οὐδὲ τὸ μέτρον κοσμῆσαι τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· τὰ δὲ ἐκείνων εὐπρεπέστερα καὶ τελειότερα περιθέσθαι ἐκέλευσεν, οὐκ ἀντινομοθετῶν ἑαυτῷ, ἀλλὰ καὶ σφόδρα ἀκολουθῶν. Ει γὰρ καὶ τὰ προστάγματα ταῦτα ἐκείνων μείζω, ἀλλὰ τοῦ νομοθέτου σκοπὸς ὁ αὐτός. Τίς οὖν ἐστιν οὗτος; Περικόψαι τὴν κακίαν τῆς ἡμετέρας ψυχῆς, καὶ πρὸς τὴν τελείαν αὐτὴν ἀγαγεῖν ἀρετήν. Εἰ τοίνυν τοῦτο ἐσπουδάκει, οὐ τὸ μείζονα ἐπιτάξαι τῶν προτέρων, ἀλλὰ τὸ ἐν τοῖς αὐτοῖς ἀφεῖναι διαπαντὸς, καὶ μηδέποτε τῆς εὐτελείας ἀπαλλάξαι ἐκείνης, τοῦτο ἐναντιουμένου σφόδρα ἦν ἑαυτῷ. Ὥσπερ γὰρ εἰ παρὰ τὴν ἀρχὴν, ὅτε νηπιωδέστερον τὸ τῶν ἀνθρώπων διέκειτο γένος, τὴν ἐπιτεταμένην ταύτην ἐνομοθέτησε πολιτείαν, οὐδ' ἂν τὴν σύμμετρον ἐδεξάμεθά ποτε, ἀλλὰ πάντα τὰ τῆς σωτηρίας ἡμῖν ὑπὸ ταύτης ἂν τῆς ἀμετρίας διέφθαρτο· οὕτως εἰ μετὰ τὸν πολὺν χρόνον ἐκεῖνον καὶ τὴν ἀπὸ τοῦ νόμου παιδαγωγίαν, τοῦ καιροῦ ἐπὶ τὴν οὐράνιον ταύτην καλοῦντος φιλοσοφίαν, εἴασε μένειν ἐπὶ τῆς γῆς, οὐδὲν ἂν μέγα ἐκ τῆς συγκαταβάσεως ἐκαρπωσάμεθα ἐκείνης, τῆς τελειότητος, δι' ἣν ἡ συγκατάβασις γέγονε, μὴ παραγενομένης ἡμῖν.
16. Yet you disparage them, says one. By no means do I disparage them. For God conceded them, and in their season they became useful; yet I say that they are small things, and the right actions of children rather than of men. And on this account Christ, wishing to fashion us perfect, commanded us to lay those things aside, like childish garments unable to clothe the full-grown man or to adorn the measure of the stature of the fullness of Christ; and He commanded us to put on things more becoming and more perfect than those, not legislating in opposition to Himself, but following His own purpose most closely. For even if these ordinances are greater than those, yet the aim of the Lawgiver is the same. What then is this aim? To cut away the wickedness of our soul, and to lead her towards perfect virtue. If, therefore, He had been eager for this, it was not enjoining greater things than the former, but leaving men in the same things continually and never at any time ridding them of that lowliness, that would have been the act of one sharply opposing Himself. For just as if at the beginning, when the race of men was disposed in a more infantile state, He had legislated this strenuous way of life, we would never have received even what was proportioned to us, nay, all the means of our salvation would have been destroyed by this excess; so if, after that long time and the tutorship of the law, when the season summoned us to this heavenly philosophy, He had suffered us to abide upon the earth, we would have reaped no great fruit from that condescension, since the perfection on whose account the condescension took place would not have come to us.
ΙΖʹ. Νῦν δὲ παρόμοιον γέγονεν οἷον ἐπὶ τῶν νεοττῶν. Καὶ γὰρ ἐκείνους ὅταν ἐκθρέψῃ ἡ μήτηρ, προάγει μὲν τῆς καλιᾶς· ἂν δὲ ἀσθενοῦντας ἴδῃ, καὶ καταπίπτοντας καὶ δεομένους ἔτι τῆς ἔνδον μονῆς, ἀφίησιν ἔτι πλείους ἡμέρας, οὐχ ἵνα διαπαντὸς ἔνδον μένωσιν, ἀλλ' ἵνα παγέντων αὐτοῖς καλῶς τῶν πτερῶν, καὶ τῆς ἰσχύος προσγενομένης ἁπάσης, μετὰ ἀσφαλείας λοιπὸν τῆς πτήσεως ἔχωνται. Οὕτω καὶ ὁ Κύριος ἡμῶν ἐξ ἀρχῆς μὲν εἷλκεν ἐπὶ τὸν οὐρανὸν, καὶ τὴν ἐκεῖ φέρουσαν ὁδὸν ἐδείκνυ, οὐκ ἀγνοῶν μὲν, ἀλλὰ καὶ σφόδρα εἰδὼς, ὅτι οὐκ ἀρκέσομεν πρὸς τὴν πτῆσιν ἐκείνην, δεῖξαι δὲ ἡμῖν βουλόμενος, ὅτι οὐ παρὰ τὴν αὐτοῦ βούλησιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ἀσθένειαν τὸ πτῶμα γίνεται. Ἐπειδὴ δὲ ἔδειξεν, οὕτω λοιπὸν ἀφίησιν ὥσπερ ἐν καλιᾷ τῷ κόσμῳ τούτῳ καὶ τῷ γάμῳ τρέφεσθαι χρόνον πολύν. Ὡς δὲ ἡμῖν ἐν τῷ πολλῷ χρόνῳ τὰ τῆς ἀρετῆς ἔφυ πτερὰ, τότε ἠρέμα καὶ κατὰ μικρὸν ἐλθὼν ἐξήγαγε τῆς ἐνταῦθα μονῆς, διδάσκων ὑψηλότερα πέτασθαι. Οἱ μὲν οὖν ἔτι νωθρότερον διακείμενοι, καὶ τὸν βαθὺν ὕπνον καθεύδοντες, ἐμφιλοχωροῦσιν ἔτι τῇ καλιᾷ, τοῖς τοῦ κόσμου προσηλωμένοι πράγμασιν· οἱ δὲ ὄντως γενναῖοι, καὶ τοῦ φωτὸς ἐρασταὶ, μετὰ πολλῆς εὐκολίας ἀφεντες αὐτὴν, πρὸς τὰ μετέωρα πέτανται, καὶ
17. And now something similar has come to pass to what happens in the case of nestlings. For when their mother has reared them, she leads them forth from the nest; yet if she sees them weak and falling down and still in need of abiding within, she leaves them still more days, not that they may abide within continually, but that, once their wings have grown firm and well-set and all their strength has been added to them, they may henceforth hold to their flight with security. Thus also our Lord from the beginning drew us towards heaven and showed the way leading thither—not in ignorance, nay, knowing full well that we would not suffice for that flight, yet wishing to show us that the fall comes to pass not from His will, but from our weakness. And when He had shown this, He thus leaves us henceforth to be nourished for a long time in this world and in marriage as though in a nest. But when in the long course of time the wings of virtue grew upon us, then, coming gently and little by little, He led us out from our abiding here, teaching us to fly higher. Those, then, who are still more sluggishly disposed, and sleep their deep sleep, still cling fondly to the nest, nailed fast to the affairs of the world; whereas those who are truly noble, and lovers of the light, leaving it with great ease, fly towards the heights on high, and
Notes, col. 545

On the reading

Printed Ει, for Εἰ.

Printed ἀφεντες, for ἀφέντες.

PG 48:546Read from the page
τῶν οὐρανῶν ἔχονται, πάντα ἐπὶ τῆς γῆς καταλείψαντες, τὸν γάμον, τὰ χρήματα, τὰς φροντίδας, τὰ ἄλλα πάντα ὅσα πρὸς τὴν γῆν ἡμᾶς καθέλκειν εἴωθε. Μὴ τοίνυν τὴν ἐξ ἀρχῆς γενομένην ἐπιτροπὴν τοῦ γάμου, ταύτην ἀνάγκην εἰς τὸ ἑξῆς εἶναι νομίζωμεν, κωλύουσαν ἀναχωρεῖν τοῦ γάμου· ὅτι γὰρ ἡμᾶς αὐτὸν ἀφεῖναι βούλεται, ἄκουσον τί φησιν· Ὁ δυνάμενος χωρεῖν χωρείτω. Εἰ δὲ μὴ παρὰ τὴν ἀρχὴν τοῦτο ἐπέταξε, μὴ θαυμάσῃς. Οὐδὲ γὰρ ἰατρὸς πάντα ὑφ' ἓν τοῖς κάμνουσι καὶ κατὰ τὸν αὐτὸν καιρὸν προστάττει, ἀλλ' ὅταν μὲν ὑπὸ τοῦ πυρετοῦ κατέχωνται, τῆς στερεᾶς αὐτοὺς ἀπείργει τροφῆς· ὅταν δὲ ἀποθῶνται ἐκεῖνο τὸ πῦρ καὶ τὴν ἀπ' αὐτοῦ τῷ σώματι προσγενομένην ἀσθένειαν, τότε λοιπὸν ἀπαλλάξας αὐτοὺς τῶν δυσαρέστων σιτίων ἐπὶ τὴν συνήθη φέρει δίαιταν. Ὥσπερ δὲ ἐν τοῖς σώμασι τὰ στοιχεῖα πρὸς ἄλληλα στασιάζοντα κατὰ τὸ πλέον ἢ ἔλαττον τὴν νόσον ἐργάζεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς αἱ τῶν παθῶν ἀμετρίαι διαφθείρουσι τὴν ὑγίειαν αὐτῆς· καὶ δεῖ μάλιστα καιροῦ τοῦ καταλλήλως τοῖς ὑποκειμένοις πάθεσιν ἔχειν τὸ πρόσταγμα, ὡς τούτων ἄνευ ἀμφοτέρων οὐκ ἂν ἀρκέσειε νόμος καθ' ἑαυτὸν διορθῶσαι τὴν ἐν τῇ ψυχῇ γενομένην διαστροφὴν, ὥσπερ οὖν οὐδὲ ἡ τῶν φαρμάκων φύσις αὐτὴ καθ' ἑαυτὴν δύναιτ' ἂν ἕλκος ἀφανίσαι ποτέ· ὅπερ γὰρ ἐπὶ τῶν τραυμάτων τὰ φάρμακα, τοῦτο ἐπὶ τῶν ἁμαρτημάτων οἱ νόμοι. Σὺ δὲ ἰατρὸν νῦν μὲν τέμνοντα, νῦν δὲ καίοντα, νῦν δὲ οὐδέτερον τούτων ποιοῦντα ἐπὶ τῶν αὐτῶν πολλάκις τραυμάτων, οὐ πολυπραγμονεῖς, καὶ ταῦτα πολλάκις ἀποσφαλέντα τοῦ τέλους· τὸν δὲ Θεὸν ἄνθρωπος ὢν, τὸν οὐδαμοῦ μὲν διαμαρτάνοντα, πάντα δὲ ἀξίως τῆς οἰκείας οἰκονομοῦντα σοφίας, περιεργάσῃ, καὶ τῶν προσταγμάτων εὐθύνας ἀπαιτήσεις, καὶ οὐ παραχωρήσεις τῷ τῆς σοφίας ἀπείρῳ; Καὶ πῶς οὐκ ἐσχάτης ταῦτα παραπληξίας; Εἶπεν, Αὐξάνεσθε καὶ πληθύνεσθε. Τοῦτο γὰρ ὁ καιρὸς ἀπῄτει, τῆς φύσεως μαινομένης, καὶ τὸν τῶν παθῶν οἶστρον μὴ δυναμένης ἐνεγκεῖν, οὐδὲ ἐχούσης εἰς ἕτερόν τινα λιμένα καταφυγεῖν ἐν ἐκείνῃ τῇ ζάλῃ. Ἀλλὰ τί κελεύειν ἐχρῆν; ἐν ἐγκρατείᾳ καὶ παρθενίᾳ διάγειν; Ἀλλὰ τοῦτο μεῖζον ἂν τὸ πτῶμα ειργάσατο, καὶ τὴν φλόγα σφοδροτέραν ἐποίησε. Καὶ γὰρ τοὺς γάλακτος μόνου δεομένους παῖδας εἴ τις ἐκείνης ἀπαγαγὼν τῆς τροφῆς, τῆς ἀνδράσι προσηκούσης ἀναγκάζοι μεταλαμβάνειν, οὐδὲν τὸ κωλύον αὐτοὺς ἀπολέσθαι εὐθέως. Τοσοῦτον ἡ ἀκαιρία κακόν. Διὰ ταῦτα ἐξ ἀρχῆς οὐκ ἐδόθη ἡ παρθενία· μᾶλλον δὲ ἡ παρθενία μὲν ἐξ ἀρχῆς καὶ τοῦ γάμου προτέρα ἡμῖν ἐφάνη· διὰ ταῦτα δὲ ἐπεισῆλθεν ὕστερον ὁ γάμος, καὶ πρᾶγμα ἀναγκαῖον ἐνομίζετο εἶναι, ὡς εἴ γε ἔμεινεν ὑπακούων ὁ Ἀδὰμ, οὐκ ἂν ἐδέησε τούτου. Καὶ πῶς ἂν, φησὶν, αι τοσαῦται μυριάδες ἐγένοντο; Ἐγὼ δέ σε πάλιν ἐρωτῶ, ἐπειδή σε σφόδρα παρέμεινε κατασείων οὗτος ὁ φόβος, πῶς ὁ Ἀδὰμ, πῶς δὲ ἡ Εὖα, μὴ μεσιτεύοντος γάμου; Τί οὖν; οὕτως, φησὶν, ἔμελλον ἅπαντες ἄνθρωποι γίνεσθαι; Εἴτε οὕτως, εἴτε ἑτέρως, οὐκ ἔχω λέγειν· τὸ γὰρ ζητούμενον νῦν, ὅτι γάμου οὐκ ἔδει τῷ Θεῷ πρὸς τὸ πολλοὺς ποιῆσαι τοὺς ἐπὶ τῆς γῆς ἀνθρώπους.
lay hold of the heavens, having left behind all things upon the earth: marriage, money, cares, and all other things whatsoever that are wont to drag us down towards the earth. Let us not, therefore, suppose the permission of marriage given from the beginning to be a necessity for all time thereafter, hindering us from withdrawing from marriage; for that He wills us to leave it aside, hear what He says: He that is able to receive it, let him receive it. And if He did not enjoin this at the beginning, do not marvel. For neither does a physician prescribe all things at once and at the same season to those who are sick; but when they are held fast by fever, he keeps them away from solid food, whereas when they have put off that burning heat and the weakness added from it to the body, then henceforth, having rid them of unpleasant foods, he brings them back to their accustomed regimen. And just as in bodies the elements at variance with one another work disease through excess or defect, so also in the soul the excesses of the passions corrupt her health; and there is above all need both of the right season and that the ordinance be adapted to the underlying passions, since without both of these a law by itself would not suffice to set right the distortion that has arisen in the soul, just as neither could the nature of medicines itself by itself ever cause an ulcer to vanish; for what medicines are in the case of wounds, this laws are in the case of sins. Yet a physician who now cuts, now cauterizes, and now does neither of these things upon the selfsame wounds oftentimes, you do not meddlesomely call to account, even though he has often missed his end; whereas God—though you are a man—Who nowhere errs, and dispenses all things worthily of His own wisdom, will you pry into, and demand accounts of His ordinances, and not give way to the infinity of His wisdom? And how do these things not belong to utter derangement? He said, Increase and multiply. For the season demanded this, while nature was raging madly, and was neither able to endure the gadfly of the passions, nor possessed of any other haven to flee to for refuge in that tempest. Nay, what ought He to have commanded? To pass life in continence and virginity? Yet this would have wrought a greater fall, and made the flame more vehement. For if someone should draw children who need milk alone away from that nourishment, and compel them to partake of food fitting for full-grown men, there is nothing to hinder them from perishing straightway. So great an evil is untimeliness. On this account virginity was not given from the beginning; nay rather, virginity appeared to us from the beginning and prior to marriage, whereas on this account marriage entered in afterwards, and was supposed to be a necessary thing, since, had Adam abode in obedience, there would have been no need of it. And how, says one, would so many tens of thousands have come into being? And I ask you again, since this fear has remained violently shaking you, how did Adam come to be, and how Eve, with no marriage intervening? What then? Thus, says one, were all men about to come into being? Whether thus or otherwise, I am unable to say; for the point now under inquiry is that God had no need of marriage towards making men upon the earth many.
ΙΗʹ. Ὅτι δὲ οὐχ ἡ παρθενία ποιεῖ τὸ τῶν ἀνθρώπων γένος ἐπιλιπεῖν, ἀλλ' ἡ ἁμαρτία καὶ αι ἄτοποι μίξεις, ἔδειξεν ὁ κατὰ τὸν Νῶε γενόμενος ἀφανισμὸς καὶ ἀνθρώπων καὶ κτηνῶν καὶ πάντων ἁπλῶς τῶν ἐμπνεόντων ἐπὶ τῆς γῆς. Ει γὰρ ἔστησαν πρὸς τὴν ἄτοπον τότε ἐπιθυμίαν ἐκείνην οι υιοὶ τοῦ Θεοῦ, καὶ τὴν παρθενίαν ἐτίμησαν, ει μὴ εἶδον ἀδίκοις ὄμμασι
18. And that it is not virginity that causes the race of men to fail, but sin and outrageous unions, was shown by the blotting out that came to pass in the time of Noah both of men and of cattle and absolutely of all things that breathe upon the earth. For had the sons of God stood firm at that time against that outrageous desire, and honoured virginity, had they not looked with unrighteous eyes
Notes, col. 546

On the reading

Printed ειργάσατο, for εἰργάσατο.

Printed αι, for αἱ.

Printed Ει, for Εἰ.

Printed οι, for οἱ.

Printed υιοὶ, for υἱοὶ.

Printed ει, for εἰ.

PG 48:547Read from the page
τὰς θυγατέρας τῶν ἀνθρώπων, οὐκ ἂν αὐτοὺς ὁ τοσοῦτος κατέλαβεν ὄλεθρος. Καὶ μή μέ τις οιέσθω τῆς ἀπωλείας αὐτῶν αἰτιᾶσθαι τὸν γάμον· οὐ γὰρ τοῦτό φημι νῦν, ἀλλ' ὅτι τὸ ἀπολλύναι καὶ διαφθείρειν τὸ γένος τὸ ἡμέτερον, οὐ τῆς παρθενίας, ἀλλὰ τῆς ἁμαρτίας ἐστίν.
upon the daughters of men, so great a destruction would not have overtaken them. And let no one suppose me to blame marriage for their ruin; for this is not what I now say, but that destroying and corrupting our race belongs not to virginity, but to sin.
ΙΘʹ. Ἐδόθη μὲν οὖν καὶ παιδοποιίας ἕνεκεν ὁ γάμος· πολλῷ δὲ πλέον ὑπὲρ τοῦ σβέσαι τὴν τῆς φύσεως πύρωσιν. Καὶ μάρτυς ὁ Παῦλος, λέγων· Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω· οὐ διὰ τὰς παιδοποιίας· καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι κελεύει, οὐχ ἵνα πατέρες γένωνται παίδων πολλῶν· ἀλλὰ τί; Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς, φησί. Καὶ προελθὼν δὲ οὐκ εἶπεν, Ει δὲ ἐπιθυμοῦσι παίδων· ἀλλὰ τί; Εἰ δὲ μὴ ἐγκρατεύονται, γαμησάτωσαν. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν, ὅπερ ἔφην, δύο ταύτας εἶχε τὰς ὑποθέσεις· ὕστερον δὲ, πληρωθείσης καὶ τῆς γῆς καὶ τῆς θαλάττης καὶ τῆς οἰκουμένης ἁπάσης, μία λείπεται πρόφασις αὐτοῦ μόνη, ἡ τῆς ἀκολασίας καὶ ἡ τῆς ἀσελγείας ἀναίρεσις. Τοὺς γὰρ ἔτι καὶ νῦν ἐν τούτοις καλινδουμένους τοῖς πάθεσι, καὶ χοίρων βίον ἐπιθυμοῦντας ζῆν, καὶ ἐν χαμαιτυπείοις φθείρεσθαι, οὐ μικρὸν ὀνίνησι, τῆς ἀκαθαρσίας καὶ τῆς ἀνάγκης ἀπαλλάττων ἐκείνης, καὶ ἐν ἁγιασμῷ καὶ σεμνότητι διατηρῶν. Ἀλλὰ γὰρ μέχρι τίνος οὐ παύσομαι σκιαμαχῶν; Καὶ γὰρ ὑμεῖς οἱ ταῦτα λέγοντες ἡμῶν οὐχ ἧττον ἴστε τὴν τῆς παρθενίας ὑπεροχὴν, καὶ πάντα, ἅπερ ὑμῖν εἴρηται, σκήψεις καὶ προφάσεις εἰσὶ καὶ ἀκρασίας προκαλύμματα.
19. Marriage, then, was indeed given also on account of the begetting of children, yet far more for the sake of quenching the burning heat of nature. And Paul is witness, saying: Nevertheless, because of fornications, let each man have his own wife; not because of the begetting of children; and again he commands them to come together, not that they may become fathers of many children, but why? That Satan may not tempt you, says he. And advancing further, he did not say, But if they desire children; but what? But if they do not have continence, let them marry. For at the beginning, as I said, it had these two grounds; whereas afterwards, when both the land and the sea and the entire inhabited world have been filled, one sole plea for it remains: the doing away with licentiousness and wantonness. For those who even now wallow in these passions, and desire to live the life of swine and be corrupted in brothels, it benefits in no small degree, ridding them of uncleanness and of that compulsion, and preserving them in sanctification and dignity. Yet up to what point shall I not cease shadow-boxing? For you who say these things know the superiority of virginity no less than we do, and all the things that have been spoken by you are excuses and pretexts and cloaks for incontinence.
Κʹ. Ἀλλ' εἰ μὲν ἀκινδύνως ἐνῆν ταῦτα λέγειν, ἔδει μὲν καὶ οὕτω παύεσθαι τῆς διαβολῆς. Ὁ γὰρ πρὸς τὰ καλὰ τῶν πραγμάτων ἀπ' ἐναντίας διακείμενος τῆς γνώμης μετὰ τῆς ἄλλης βλάβης καὶ μαρτύριον οὐ μικρὸν παρὰ πᾶσι τῆς οἰκείας ἐκφέρει μοχθηρίας τὴν οὕτω διεστραμμένην καὶ ἄδικον ψῆφον· ὥστε εἰ καὶ μηδενὸς ἕνεκεν ἄλλου, τοῦ γοῦν μὴ προστρίψασθαι δόξαν οὕτω πονηρὰν ἐπέχειν τὴν γλῶτταν ἐχρῆν, ἐνθυμουμένους ὅτι ὁ μὲν θαυμάζων τοὺς ἐν τοῖς μεγίστοις διαλάμποντας ἄθλοις, κἂν μὴ δύνηται τῶν αὐτῶν ἐφικέσθαι, συγγνώμης δυνήσεται παρὰ πάντων τυχεῖν· ὁ δὲ πρὸς τῷ μὴ μετιέναι καὶ κακίζων τὰ πολλῶν ἄξια στεφάνων δικαίως ἂν παρὰ πάντων μισοῖτο ὡς ἐχθρὸς καὶ πολέμιος τῆς ἀρετῆς, καὶ τῶν μαινομένων ἀθλιώτερον διακείμενος. Οἱ μὲν γὰρ οὐκ ἴσασιν ἃ ποιοῦσιν, οὐδὲ ἑκόντες ἃ πάσχουσιν ὑπομένουσι· διὸ καὶ τοὺς ἐν δυναστείαις ὄντας ὑβρίζοντες οὐ μόνον οὐ κολάζονται, ἀλλὰ καὶ ἐλεοῦνται παρὰ τῶν ὑβρισθέντων αὐτῶν. Εἰ δέ τις ἑκὼν ταῦτα τολμήσειεν, ἅπερ ἄκοντες ἐκεῖνοι ποιοῦσι, δικαίως ἂν ταῖς ἁπάντων καταδικάζοιτο ψήφοις, ὡς τῆς φύσεως τῆς ἡμετέρας ἐχθρός.
20. Yet even if it were possible to say these things without peril, one ought even so to cease from this slander. For he who is disposed in judgement contrariwise towards noble things, along with his other harm, brings forth before all men no small testimony of his own depravity in a verdict so perverted and unjust; so that, even if on account of nothing else, at least so as not to fix upon themselves so evil a reputation, they ought to restrain their tongue, reflecting that he who admires those who shine forth in the greatest contests, even if he be unable to attain to the same things, will be able to obtain pardon from all; whereas he who, in addition to not pursuing them, also disparages things worthy of many crowns, would justly be hated by all as an enemy and foe of virtue, and disposed more wretchedly than madmen. For madmen do not know what they do, nor do they willingly undergo what they suffer; wherefore even when they insult those in power, not only are they not punished, nay, they are even pitied by the very men whom they have insulted. But if anyone should willingly dare these things which those men do unwillingly, he would justly be condemned by the votes of all, as an enemy of our nature.
ΚΑʹ. Ἐχρῆν μὲν οὖν, ὅπερ ἔφην, ει καὶ ἀκίνδυνος ἦν ἡ τοιάδε κατηγορία, τῶν γοῦν ειρημένων ἕνεκεν αὐτῆς ἀπέχεσθαι. Νῦν δὲ καὶ κίνδυνος τῷ πράγματι κεῖται μέγας· οὐ γὰρ ὁ καθήμενος καὶ κατὰ τοῦ ἀδελφοῦ καταλαλῶν, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρὸς τιθεὶς σκάνδαλον, κολασθήσεται μόνος, ἀλλὰ καὶ ὁ πράγματα διαβάλλειν ἐπιχειρῶν Θεῷ δοκοῦντα εἶναι καλά. Ἄκουσον γοῦν τί φησιν ἕτερος προφήτης περὶ αὐτοῦ τούτου διαλεγόμενος· Οὐαὶ ὁ λέγων τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρόν· ὁ τιθεὶς τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς· ὁ τιθεὶς τὸ γλυκὺ πικρὸν, καὶ τὸ πικρὸν γλυκύ. Τί γὰρ τῆς παρθενίας ἥδιον, τί κάλλιον, τί φωτεινότερον; Καὶ γὰρ αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων φαιδροτέρας ἀφίησι
21. One ought, therefore, as I said, even if such an accusation were free from peril, at least on account of what has been said to abstain from it. As it is, however, a great peril also lies upon the matter; for not only he who sits and speaks against his brother, and sets a stumbling-block against his mother's son, shall be punished, but also he who attempts to slander things that seem noble to God. Hear, at all events, what another prophet says when discoursing concerning this very thing: Woe unto him that calls evil good, and good evil; that puts light for darkness, and darkness for light; that puts sweet for bitter, and bitter for sweet. For what is sweeter than virginity, what lovelier, what more luminous? For she sends forth gleams more radiant than the very rays of the sun
Notes, col. 547

On the reading

Printed οιέσθω, for οἰέσθω.

Printed Ει, for Εἰ.

Printed ει, for εἰ.

Printed ειρημένων, for εἰρημένων.

PG 48:548Read from the page
τὰς μαρμαρυγὰς, πάντων μὲν ἡμᾶς ἀφιστῶσα βιωτικῶν, καθαροῖς δὲ ὀφθαλμοῖς εἰς τὸν τῆς δικαιοσύνης ἥλιον ἀτενὲς παρασκευάζουσα ἐνορᾷν. Καὶ ταῦτα μὲν ὁ Ἠσαΐας περὶ τῶν ἐν αὐτοῖς τὰς διεστραμμένας κρίσεις ἐχόντων ἐβόα· ἄκουσον δὲ καὶ περὶ τῶν εἰς ἑτέρους ἐκφερόντων τὰ λοιμικὰ ταῦτα ῥήματα τί φησιν ἄλλος προφήτης, ἀπὸ τοῦ αὐτοῦ πάλιν ἐπιφθέγματος ποιούμενος τὴν ἀρχήν· Οὐαὶ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν. Τὸ δὲ, Οὐαὶ, οὐ ῥῆμα ψιλόν ἐστιν, ἀλλ' ἀπειλή τις ἄφατον ἡμῖν καὶ ἀσύγγνωστον προαναφωνοῦσα τὴν τιμωρίαν· ἐπὶ γὰρ τῶν οὐκέτι δυναμένων διαφυγεῖν τὴν μέλλουσαν κόλασιν τοῦτο τὸ ἐπίρῥημα κεῖται ἐν ταῖς Γραφαῖς. Καὶ πάλιν ἕτερος προφήτης, ἐγκαλῶν τοῖς Ἰουδαίοις, ἔλεγεν, Ἐποτίσατε τοὺς ἡγιασμένους οἶνον. Εἰ δὲ ὁ τοὺς Ναζωραίους οἶνον ποτίζων, τοσαύτην ὑποστήσεται τιμωρίαν, ὁ τὴν θολερὰν ἀνατροπὴν ἐκχέων εἰς τὰς τῶν ἀφελεστέρων ψυχὰς τίνος οὐκ ἔσται κολάσεως ἄξιος; Εἰ μέρος μικρὸν τῆς κατὰ νόμον ἀσκήσεως ὑποτεμνόμενός τις ἀπαραίτητον ἔχει τὴν κόλασιν, ὁ τὴν ἁγιωσύνην αὐτὴν ὁλόκληρον διασύρων, τίνα ὑφέξει δίκην; Ἐάν τις σκανδαλίσῃ, φησὶν, ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ, ἵνα μύλος ὀνικὸς κρεμασθῇ περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ εἰς τὴν θάλασσαν. Τί οὖν λέξουσιν οἱ διὰ τῶν ῥημάτων τούτων οὐχ ἕνα μικρὸν, ἀλλὰ πολλοὺς σκανδαλίζοντες; Ὅπου γὰρ ὁ τὸν ἀδελφὸν καλῶν μωρὸν, ὀρθὴν ἐπὶ τὸ τῆς γεέννης ἀπαχθήσεται πῦρ, ὁ τὴν ἰσάγγελον ταύτην διαβάλλων πολιτείαν, πόσην ὀργὴν ἐπισπάσεται κατὰ τῆς ἑαυτοῦ κεφαλῆς; Κατεγέλασέ ποτε τοῦ Μωϋσέως ἡ Μαριὰμ, οὐχ οὕτως ὡς τῆς παρθενίας νῦν ὑμεῖς, ἀλλὰ πολλῷ ἔλαττον καὶ ἐπιεικέστερον. Οὐ γὰρ διέσυρε τὸν ἄνδρα, οὐδὲ ἐχλεύασε τὴν ἀρετὴν τὴν τοῦ μακαρίου τότε ἐκείνου, ἀλλὰ καὶ σφόδρα ἐθαύμασε· τοσοῦτον δὲ εἶπε μόνον, ὅτι καὶ αὐτὴ τῶν αὐτῶν ἀπήλαυσεν ὧνπερ ἐκεῖνος· ἀλλ' ὅμως οὕτως ἐξεκαλέσατο τοῦ Θεοῦ τὴν ὀργὴν, ὡς οὐδὲ αὐτοῦ ἐκείνου τοῦ δοκοῦντος ὑβρίσθαι πολλὰ παρακαλοῦντος γενέσθαι τι πλέον, ἀλλὰ καὶ περαιτέρω τῆς ἐκείνου γνώμης ἐπιταθῆναι τὴν τιμωρίαν αὐτῇ.
the gleamings, withdrawing us on the one hand from all worldly concerns, and preparing us on the other to gaze steadfastly with pure eyes upon the Sun of righteousness. And these things Isaiah cried aloud concerning those who hold perverted judgements within themselves; hear now also what another prophet says concerning those who bring forth these pestilential words to others, taking his start again from the very same exclamation: Woe to him who gives his neighbour a turbid subversion to drink. Now this word, Woe, is not a bare word, but a certain threat foreannouncing to us an unspeakable and unpardonable punishment; for in the Scriptures this adverb stands with reference to those who are no longer able to escape the coming chastisement. And again another prophet, bringing a charge against the Jews, said, You gave the sanctified ones wine to drink. Now if he who gives the Nazirites wine to drink shall undergo so great a punishment, of what chastisement shall he not be worthy who pours out turbid subversion into the souls of the simpler ones? If one who cuts away a small part of the ascetic discipline according to the law has an inexorable chastisement, what penalty shall he undergo who disparages holiness itself in its entirety? Whosoever shall cause to stumble, He says, one of these little ones, it is profitable for him that a millstone turned by an ass be hanged round his neck, and that he be sunk in the sea. What then shall they say who through these words cause not one little one, but many, to stumble? For where he who calls his brother a fool shall be led off straight to the fire of Gehenna, how great a wrath shall he draw down upon his own head who slanders this angelic way of life? Miriam once mocked Moses, not thus as you now mock virginity, but far less and more mildly. For she did not disparage the man, nor did she scoff at the virtue of that blessed man at that time, nay she even greatly marvelled at him; and she said only so much, that she herself also enjoyed the same things as he; and yet she so called forth the wrath of God that not even when that very man who seemed to have been wronged entreated much did anything further come to pass, nay the punishment upon her was even extended beyond his judgement.
ΚΒʹ. Καὶ τί λέγω Μαριάμ; οἱ γὰρ παῖδες ἐκεῖνοι οἱ περὶ τὴν Βηθλεὲμ παίζοντες, ἵνα πρὸς τὸν Ἐλισσαῖον τοῦτο μόνον εἴπωσιν, Ἀνάβαινε, φαλακρὲ, οὕτω παρώξυναν τὸν Θεὸν, ὡς ἅμα τῷ λόγῳ τούτῳ ἄρκτους αὐτῶν ἐπαφεῖναι τῷ πλήθει (καὶ γὰρ τεσσαράκοντα δύο ἦσαν)· καὶ πάντες ἄρδην ὑπὸ τῶν θηρίων ἐσπαράττοντο τότε ἐκεῖνοι· καὶ οὔτε ἡλικία, οὔτε τὸ πλῆθος, οὔτε τὸ γελῶντας εἰπεῖν προέστη τῶν μειρακίων· καὶ μάλα εἰκότως. Εἰ γὰρ μέλλοιεν οἱ τοὺς τοσούτους ἀναδεχόμενοι πόνους καὶ παρὰ παίδων καὶ παρὰ ἀνδρῶν διασύρεσθαι, τίς τῶν ἀσθενεστέρων αἱρήσεται πόνους ἀναδέξασθαι γέλωτας ἔχοντας καὶ χλευασίαν; τίς δὲ τῶν πολλῶν ζηλώσει τὴν ἀρετὴν, οὕτω καταγέλαστον αὐτὴν οὖσαν ὁρῶν; Εἰ γὰρ νῦν πάντων αὐτὴν πανταχοῦ θαυμαζόντων, οὐ τῶν μετιόντων μόνον, ἀλλὰ καὶ τῶν ἐκπεπτωκότων αὐτῆς, ὅμως ὀκνοῦσι καὶ ἀναδύονται πρὸς τοὺς ἱδρῶτας ἐκείνους πολλοὶ, τίς ἂν αὐτῆς ἐπιλαβέσθαι ταχέως ἠθέλησεν, εἰ πρὸς τῷ μὴ θαυμάζεσθαι καὶ διαβαλλομένην ἑώρα παρὰ πάντων ἀνθρώπων; Οἱ μὲν γὰρ ἰσχυροὶ λίαν καὶ πρὸς τὸν οὐρανὸν ᾔδη μεταστάντες οὐδὲν δέονται τῆς ἀπὸ τῶν πολλῶν παραμυθίας, ἀλλ' ἀρκεῖ πρὸς
22. And why do I speak of Miriam? For those boys playing round Bethlehem, merely for saying so much to Elisha, Go up, baldhead, so provoked God to anger that straightway upon that word He let loose bears against their multitude (for indeed they were forty-two); and all of them were utterly torn in pieces at that time by the wild beasts; and neither their youth, nor their multitude, nor their speaking in jest stood in defence of the lads; and very reasonably so. For if those who take upon themselves such great toils were to be disparaged both by boys and by grown men, who of the weaker sort will choose to take up toils that bring laughter and scoffing? And who among the many will emulate virtue, seeing it to be so ridiculous? For if even now, when all men everywhere marvel at it, not only those who pursue it, but even those who have fallen away from it, many nevertheless shrink back and recoil before those sweats, who would readily have wished to lay hold of it if, besides not being marvelled at, he saw it even slandered by all men? For the exceedingly strong, who have already removed towards heaven, have no need at all of encouragement from the many, rather there suffices for
Notes, col. 548

On the reading

Printed ᾔδη, for ἤδη.

PG 48:549Read from the page
πᾶσαν παραμυθίαν αὐτοῖς ὁ παρὰ τοῦ Θεοῦ ἔπαινος· οἱ δὲ ἀσθενέστερον διακείμενοι, καὶ ἄρτι πρὸς τὸ πρᾶγμα χειραγωγούμενοι, οὐ μικρὰν καὶ ἀπὸ τῆς τῶν πολλῶν δόξης δυνάμεως προσθήκην λαμβάνουσιν, ἕως ἂν παιδαγωγηθέντες πάντοθεν κατὰ μικρὸν εἰς τὸ μηκέτι δεῖσθαι ταύτης τῆς χειραγωγίας καταστήσωσιν ἑαυτούς. Οὐκ ἐκείνων δὲ μόνων ἕνεκεν, ἀλλὰ καὶ τῆς τῶν χλευαζόντων αὐτῶν σωτηρίας τοῦτο γίνεται· ὥστε μὴ περαιτέρω προελθεῖν τῆς κακίας αὐτοὺς τῷ μηδεμίαν ὑπὲρ τῶν προτέρων δοῦναι δίκην. Ἀλλὰ μεταξύ με ταῦτα λέγοντα καὶ ἡ τῶν κατὰ τὸν Ἠλίαν γενομένων εἰσῆλθε μνήμη. Ὅπερ γὰρ οἱ παῖδες ὑπὸ τῶν ἄρκτων ἔπασχον διὰ τὸν Ἐλισσαῖον, τοῦτο διὰ τὸν τούτου διδάσκαλον ὑπὸ πυρὸς ἄνωθεν ἁφθέντος δὶς πεντήκοντα ἄνδρες ἅμα τοῖς προεστῶσιν αὐτῶν ὑπέμενον. Ἐπειδὴ γὰρ κἀκεῖνοι μετὰ πολλῆς εἰρωνείας προσελθόντες ἐκάλουν τὸν δίκαιον, καὶ καταβαίνειν ἐκέλευον πρὸς αὐτοὺς, ἀντ' ἐκείνου πῦρ κατελθὸν ἅπαντας αὐτοὺς κατέφαγε τῶν θηρίων ἐκείνων οὐχ ἧττον. Ταῦτ' οὖν ἐννοήσαντες ἅπαντες ὑμεῖς οἱ τῆς παρθενίας ἐχθροὶ, ἐπίθεσθέ ποτε τῷ στόματι ὑμῶν θύραν καὶ μοχλὸν, ἵνα μὴ καὶ ὑμεῖς ἄρξησθε λέγειν κατὰ τὴν ἡμέραν τῆς κρίσεως τοὺς ἀπὸ τῆς παρθενίας ἐκεῖ λάμποντας ὁρῶντες· Οὗτοι ἦσαν οὓς εἴχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ· ἡμεῖς οἱ ἄφρονες τὸν βίον αὐτῶν ἐλογισάμεθα μανίαν, καὶ τὴν τελευτὴν αὐτῶν ἄτιμον. Πῶς κατελογίσθησαν ἐν υἱοῖς Θεοῦ, καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτῶν ἐστι; Ἆρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας, καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἐπέλαμψεν ἡμῖν. Ἀλλὰ τί τὸ κέρδος τῶν ῥημάτων τούτων, τῆς μετανοίας ἐκνενευρισμένης ὑπὸ τοῦ καιροῦ τότε;
every encouragement to them the praise that comes from God; whereas those who are more weakly disposed, and are just now being led by the hand towards the undertaking, receive no small accession of strength from the esteem of the many also, until, having been trained on every side little by little, they bring themselves to the point of no longer needing this leading by the hand. Nor is it for their sake alone, rather this comes to pass also for the salvation of the scoffers themselves; so that they may not advance further in wickedness through paying no penalty for their former deeds. Yet while I am saying these things, the memory of what came to pass in the days of Elijah has also entered my mind. For what the boys suffered from the bears on account of Elisha, that twice fifty men together with their leaders endured from fire kindled from above on account of his teacher. For since they too approached with great irony, calling upon the righteous man and bidding him come down to them, instead of him fire came down and devoured them all no less than those wild beasts had done. Laying these things to heart, therefore, all you enemies of virginity, set at last a door and a bolt upon your mouth, lest you also begin to say on the day of judgement, when you see those who come from virginity shining there: These were they whom we once held in derision and for a byword of reproach; we fools deemed their life madness, and their end dishonourable. How have they been numbered among the sons of God, and how is their lot among the saints? Truly we strayed from the way of truth, and the light of righteousness did not shine upon us. Yet what is the profit of these words, when repentance has had its sinews cut away by the season at that time?
ΚΓʹ. Ἀλλ' ἴσως ἐρεῖ τις ὑμῶν· Οὐδεὶς οὖν μετ' ἐκείνους τοὺς καιροὺς ἐκακηγόρησεν ἁγίους ἄνδρας; Πολλοὶ, καὶ πολλαχοῦ γῆς. Πῶς οὖν τὴν αὐτὴν δίκην οὐκ ἔδοσαν, φησίν; Ἔδοσαν μὲν, καὶ τούτων ἴσμεν πολλούς· εἰ δὲ ἔνιοι καὶ διέφυγον, ἀλλ' οὐκ εἰς τέλος διαφεύξονται. Κατὰ γὰρ τὸν μακάριον Παῦλον, Τινῶν αἱ ἁμαρτίαι πρόδηλοί εἰσι προάγουσαι εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσι· καὶ καθάπερ οἱ νομοθέται τῶν ἀδικούντων τὰς τιμωρίας ἐν γράμμασι θέντες ἀφῆκαν, οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἕνα καὶ δεύτερον τῶν ἡμαρτηκότων κολάσας, καὶ ὥσπερ ἐν στήλῃ χαλκῇ καὶ γράμμασι τὰς ἐκείνων καταθέμενος τιμωρίας, διὰ τῶν ἐκείνοις συμβάντων ἅπασι διαλέγεται, λέγων, ὅτι κἂν ἐν τῷ παρόντι καιρῷ τιμωρίαν μὴ δῶσι τὴν αὐτὴν οἱ τὰ αὐτὰ τολμῶντες τοῖς δεδωκόσι, κατὰ τὸν μέλλοντα καιρὸν χαλεπωτέραν ὑποστήσονται κόλασιν.
23. Yet perhaps someone among you will say: Did no one, then, after those times revile holy men? Many did, and in many parts of the earth. How is it, then, he says, that they did not pay the same penalty? Nay, they did pay it, and we know many of these; and even if some did escape, yet they will not escape to the end. For according to the blessed Paul, Some men's sins are openly evident, going before unto judgement, whereas with some they even follow after; and just as lawgivers, having set down the punishments of wrongdoers in written statutes, left them there, so also our Lord Jesus Christ, having chastised one and a second of those who had sinned, and having laid down their punishments as though on a brazen pillar and in written characters, speaks to all men through what befell them, saying that even if in the present season those who dare the same things do not pay the same punishment as those who paid it, in the season to come they shall undergo a severer chastisement.
ΚΔʹ. Ὥστε ὅταν ἄμετρα ἁμαρτάνοντες μηδὲν πάσχωμεν κακὸν, μὴ θαρῥῶμεν, ἀλλὰ διὰ τοῦτο μᾶλλον φοβώμεθα. Κἂν γὰρ ἐνταῦθα μὴ κριθῶμεν ὑπὸ τοῦ θεοῦ, ἐκεῖ σὺν τῷ κόσμῳ κατακριθησόμεθα. Καὶ αὕτη πάλιν οὐκ ἐμὴ ἡ ἀπόφασις, ἀλλὰ τοῦ λαλοῦντος ἐν τῷ Παύλῳ Χριστοῦ. Τοῖς γὰρ τῶν μυστηρίων ἀναξίως μεταλαμβάνουσι διαλεγόμενός φησι· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· νῦν δὲ κρινόμενοι ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Εἰσὶ μὲν γὰρ οἱ τῆς ἐνταῦθα μόνον ἐπιτιμήσεως δεόμενοι, ὅταν αὐτῶν σύμμετρα ᾖ τὰ ἁμαρτήματα, καὶ κολασθέντες μηκέτι πάλιν πρὸς τὰ πρότερα ἀνατρέχωσι, τὸν ἐπὶ τὸν ἔμετον ἐπιστρέψαντα κύνα μιμούμενοι· εἰσὶ δὲ οἳ διὰ τὴν ὑπερβολὴν τῆς κακίας καὶ ἐνταῦθα καὶ ἐκεῖ δώσουσι δίκην· ἕτεροι δὲ μόνον
24. Wherefore, when we sin beyond measure and suffer no ill, let us not take courage, rather on this very account let us fear all the more. For even if we are not judged here by God, there we shall be condemned with the world. And this sentence again is not mine, rather it is that of Christ speaking in Paul. For discoursing with those who partake unworthily of the mysteries, he says: For this cause many among you are weak and sickly, and not a few sleep. For if we discerned ourselves, we would not be judged; whereas now, being judged, we are chastened by the Lord, so that we may not be condemned with the world. For there are indeed some who stand in need only of rebuke here, when their sins are within measure, and having been chastised they no longer run back again to their former deeds in imitation of the dog that turned back to his own vomit; and there are others who on account of the excess of their wickedness shall pay the penalty both here and there; while others only
Notes, col. 549

On the reading

Printed θεοῦ, for Θεοῦ.

PG 48:550Read from the page
ἐκεῖ τὴν τιμωρίαν ὑποστήσονται, διὰ τὸ πάντων χαλεπώτερα εἰργάσθαι μὴ ἀξιωθέντες μετὰ ἀνθρώπων μαστιγωθῆναι· Καὶ μετὰ ἀνθρώπων γὰρ, φησὶν, οὐ μαστιγωθήσονται· ὡς τηρούμενοι μετὰ δαιμόνων κολάζεσθαι. Ἀπέλθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ εἰς τὸ σκότος τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Πολλοὶ τὴν ἱερωσύνην ἥρπασαν χρήμασιν, ἀλλ' οὐκ ἔσχον τὸν ἐλέγχοντα, οὐδὲ ἤκουσαν ὅπερ ὁ μάγος Σίμων ἤκουσε παρὰ τοῦ Πέτρου τότε· ἀλλ' οὐ διὰ τοῦτο διέφυγον, ἀλλὰ πολλῷ χαλεπωτέραν ὑποστήσονται δίκην τῆς ἐνθάδε ὀφειλομένης, ὅτι μηδὲ ἐκ τοῦ παραδείγματος ἐσωφρονίσθησαν. Πολλοὶ τὰ τοῦ Κορὲ ἐτόλμησαν, ἀλλ' οὐκ ἔπαθον τὰ τοῦ Κορὲ, ἀλλὰ πείσονται ὕστερον ἐπὶ μείζονι τῇ ζημίᾳ. Πολλοὶ τὴν τοῦ Φαραὼ ζηλώσαντες ἀσέβειαν οὐ κατεποντίσθησαν ὥσπερ ἐκεῖνος, ἀλλὰ μένει τὸ τῆς γεέννης αὐτοὺς πέλαγος. Οὐδὲ γὰρ οἱ τοὺς ἀδελφοὺς ἀποκαλοῦντες μωροὺς ἤδη τὴν δίκην ἔδωκαν· ἐκεῖ γὰρ αὐτοῖς ἡ κόλασις τεταμίευται. Μὴ τοίνυν τὰς ἀποφάσεις τοῦ Θεοῦ ῥήματα εἶναι νομίζετε μόνον. Διὰ τοῦτο γὰρ καὶ ἐνίας αὐτῶν ἐπὶ τὸ ἔργον προήγαγεν· οἷον ἐπὶ τῆς Σαπφείρας, ἐπὶ τοῦ Χαρμὶ, ἐπὶ τοῦ Ἀαρὼν, καὶ ἐφ' ἑτέρων δὲ πολλῶν, ἵνα οἱ τοῖς λόγοις ἀπιστοῦντες αὐτοῦ, τὴν ἀπὸ τῶν πραγμάτων πίστιν δυσωπηθέντες, παύσωνται λοιπὸν ἀπατῶντες ἑαυτοὺς, ὡς οὐ δώσοντες δίκην, καὶ μάθωσιν ὅτι τοῦ Θεοῦ τὸ χρηστὸν ἐν τῷ διδόναι προθεσμίαν τοῖς ἁμαρτάνουσιν, οὐκ ἐν τῷ μηδ' ὅλως κολάζειν τοὺς ἐπιμένοντας τοῖς ἁμαρτήμασίν ἐστιν. Ἐνῆν μὲν οὖν καὶ πλείονα λέγειν δεικνύντας ὅσον ἑαυτοῖς συνάγουσι πῦρ οἱ τὸ τῆς παρθενίας ἐξευτελίζοντες καλὸν, ἀλλὰ τοῖς μὲν σωφρονοῦσιν ἀρκεῖ καὶ ταῦτα, τοὺς δὲ ἀδιορθώτως ἔχοντας καὶ μαινομένους οὐδὲ πολλῷ τούτων πλείονα τῆς μανίας αὐτοὺς ἀποστῆσαι δυνήσεται. Διὸ τοῦτο τὸ μέρος ἀφέντες τοῦ λόγου, πρὸς τοὺς σωφρονοῦντας αὐτὸν ἅπαντα τρέψωμεν, πάλιν ἐπὶ τὸν μακάριον Παῦλον ἐπανελθόντες. Περὶ δὲ ὧν ἐγράψατέ μοι, φησὶ, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. Αἰσχυνέσθωσαν ἀμφότεροι νῦν, καὶ οἱ τὸν γάμον κακίζοντες, καὶ οἱ παρὰ τὴν ἀξίαν αὐτὸν ἐπαίροντες· ἀμφοτέρους γὰρ ὁ μακάριος ἐπιστομίζει Παῦλος, καὶ διὰ τούτων, καὶ διὰ τῶν ἐφεξῆς κειμένων.
there shall undergo punishment, not having been deemed worthy to be scourged with men because they have wrought things more grievous than all others; For with men, it says, they shall not be scourged; as being kept to be chastised with demons. For depart from Me, He says, into the outer darkness prepared for the devil and his angels. Many seized the priesthood with money, yet had none to convict them, nor did they hear what Simon the magician heard from Peter at that time; yet not on this account did they escape, rather they shall undergo a far severer penalty than that owed here, because they were not even brought to their senses by the example. Many dared the deeds of Korah, yet did not suffer the fate of Korah, rather they shall suffer later with greater loss. Many who emulated the impiety of Pharaoh were not sunk in the deep like him, yet the sea of Gehenna awaits them. For neither have those who call their brethren fools already paid the penalty; for there chastisement is laid up in store for them. Do not, therefore, suppose that the sentences of God are words only. For on this account He also brought some of them into effect: as in the case of Sapphira, in the case of Charmi, in the case of Aaron, and in the case of many others as well, so that those who disbelieve His words, shamed into belief by the proof from deeds, may cease henceforth deceiving themselves as though they will not pay the penalty, and may learn that the kindness of God consists in granting a reprieve to sinners, not in never chastising at all those who persist in their sins. One might indeed say even more things showing how great a fire those who belittle the good of virginity gather upon themselves, yet for those of sound mind even these suffice, whereas not even far more than these will be able to turn away from their madness those who are incorrigibly disposed and raving. Leaving aside this part of the discourse, therefore, let us turn the whole of it towards those of sound mind, having returned again to the blessed Paul. Now concerning the things whereof you wrote to me, he says, it is good for a man not to touch a woman. Let both sides now be ashamed, both those who decry marriage and those who exalt it beyond its worth; for the blessed Paul stops the mouths of both, alike through these words and through those set down next.
ΚΕʹ. Καλὸν ὁ γάμος, ὅτι ἐν σωφροσύνῃ τὸν ἄνδρα διατηρεῖ, καὶ οὐκ ἀφίησιν εἰς πορνείαν κατακυλισθέντα ἀποθανεῖν. Μὴ τοίνυν αὐτὸν διαβάλῃς· πολὺ γὰρ ἔχει τὸ κέρδος, οὐκ ἐῶν τὰ μέλη τοῦ Χριστοῦ μέλη γενέσθαι πόρνης, οὐ συγχωρῶν τὸν ἅγιον ναὸν γίνεσθαι βέβηλον καὶ ἀκάθαρτον. Διὰ τοῦτο καλὸν, ὅτι βαστάζει καὶ ἀνορθοῖ τὸν καταπίπτειν μέλλοντα. Ἀλλὰ τί τοῦτο πρὸς τὸν ἑστῶτα, πρὸς τὸν οὐ δεόμενον τῆς ἀπ' αὐτοῦ βοηθείας; Ἐνταῦθα γὰρ οὐκέτι χρήσιμον τὸ πρᾶγμα οὐδὲ ἀναγκαῖόν ἐστιν, ἀλλὰ καὶ ἐμπόδιον ἀρετῆς οὐ μόνον τῷ πολλὰ τιθέναι κωλύματα, ἀλλὰ καὶ τῷ τὸ πλέον τῶν ἐγκωμίων ὑποτέμνεσθαι μέρος.
25. Marriage is a good thing, because it preserves a man in sobriety, and does not suffer him to roll down into fornication and perish. Do not, therefore, slander it; for it brings great profit, not permitting the members of Christ to become the members of a harlot, not allowing the holy temple to become profane and unclean. On this account it is a good thing, because it upholds and sets upright the one who is about to fall. Yet what is this to the one who stands, to the one who has no need of help from it? For in that case the thing is no longer useful or necessary, rather it is even a hindrance to virtue, not only by placing many obstacles in the way, rather also by cutting off the greater part of its praises.
ΚϚʹ. Τὸν γὰρ δυνάμενον γυμνὸν μάχεσθαι καὶ νικᾷν ὁ περιφράττων ὅπλοις οὐ μόνον οὐκ ὤνησεν, ἀλλὰ καὶ τὴν ἐσχάτην ἀδικίαν ἠδίκησε, τοῦ θαύματος ἀποστερήσας αὐτὸν καὶ τῶν λαμπρῶν στεφάνων· οὐ γὰρ εἴασεν αὐτοῦ ἅπασαν φανῆναι τὴν ἰσχὺν, οὐδὲ σφόδρα περιβόητον αὐτοῦ γενέσθαι τὸ τρόπαιον. Ἐπὶ δὲ τοῦ γάμου καὶ μείζων ἡ ζημία· οὐ γὰρ δόξης μόνον τῆς παρὰ τῶν πολλῶν, ἀλλὰ καὶ μισθῶν ἀποστερεῖ τῶν
26. For he who fences round with armour the man able to fight unarmed and conquer has not only done him no benefit, rather he has even done him the utmost wrong, depriving him of the marvel and of the splendid crowns; for he did not suffer his whole strength to be shown forth, nor his trophy to become exceedingly renowned. And in the case of marriage the loss is even greater; for it deprives not only of the glory that comes from the many, rather also of the rewards that