Migne Reading Room

PG 48 · cols. 1092–1097 · Read from the page

Spurious works

Spurious works

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:1092Read from the page
νατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν μὴ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν γενέσθω. Ἆρα τὸν θάνατον δειλιᾷ, ἢ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται; ὁ εἰπὼν, Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποκτανθῆναι, καὶ ταφῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι· ὁ εἰπὼν, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· ὁ εἰπὼν, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ, Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ· ἐγὼ ἀπ' ἐμαυτοῦ τίθημι αὐτὴν, καὶ ἐγὼ πάλιν λαμβάνω αὐτήν· ὁ ἐπιτιμήσας τῷ πρὸ βραχέος μακαρισθέντι Πέτρῳ ἐπὶ τῷ λόγῳ, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἔπειτα δὲ ἀνάξιον αὐτοῦ τὸ πάθος νομίσας, ἀκούσας· Ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· ὁ στηρίξας τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι εἰς Ἱερουσαλὴμ, ἵνα σωτηρίαν διὰ τοῦ πάθους αὐτοῦ πᾶσι χορηγήσῃ· ὁ διὰ τῶν προφητῶν καὶ τὸ εἶδος τοῦ πάθους αὐτοῦ προκηρύξας, διὰ μὲν Ἱερεμίου· Ἐπ' ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν, λέγοντες· Δεῦτε καὶ ἐμβάλλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς, τὸν σταυρὸν σημαίνων· διὰ δὲ Δαυΐδ· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος · καὶ, Ὤρυξαν χεῖράς μου καὶ πέδας μου· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον· καὶ διὰ Ἠσαΐου · Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Οἶδας οὖν ταῦτα πάντα τελεσθέντα ἐν τῷ σταυρῷ. Ὑπὸ γὰρ Πιλάτου ἐφραγελλώθη, ὑπὸ δούλου ἐῤῥαπίσθη, ὑπὸ ἀνόμων ἐνεπτύσθη, ὑπὸ στρατιωτῶν ἥλοις ἐν σταυρῷ ἐπάγη, διαμεριζομένων αὐτοῦ τὰ ἱμάτια καὶ κλῆρον βαλλόντων. Ὁ διὰ πολλῶν τὸ πάθος σημάνας, πῶς ἀναδύεται νῦν ; Διὰ τί οὖν λέγει , Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο; Ἠγνόει ὁ διάβολος τίς ἦν· βλέπων γὰρ αὐτὸν διψῶντα, πεινῶντα, κοπιῶντα, καὶ τὰς ἄλλας αὐτοῦ οἰκονομίας, ἐνόμισεν αὐτὸν ἄνθρωπον εἶναι ψιλὸν, ὁρῶν δὲ αὐτοῦ τὰ θεῖκὰ θαύματα, Θεὸν ὑπενόει· ἀμφέβαλεν οὖν περὶ αὐτοῦ, ἀγνοῶν αὐτόν. Εἰ γὰρ ᾔδει ἀκριβῶς, ὅτι Θεὸς ἦν, οὐκ ἂν ἐτόλμησεν σύτῷ προσελθεῖν · ὡς καὶ Παῦλος λέγει · Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Προβάλλεται οὖν ὁ Δεσπότης δειλίαν, ἐκεῖνον ἐπισπώμενος, ἵνα ἐπελθὼν ὡς ἀνθρώπῳ, τροπωθῇ παρ' αὐτοῦ, καὶ λυτρωθῶσι πάντες οἱ αἰχμάλωτοι, ὅσοι κατείχοντο ὑπ' αὐτοῦ. Ὥσπερ ἂν εἴ τις βασιλεὺς μέλλων τυράννῳ ἀσθενεῖ τινι συμβαλεῖν, ἐπίσταται δὲ ὅτι φεύξεται αὐτὸν, σοφίζεται δὲ δειλίαν, λέγων ταῖς δυνάμεσιν αὐτοῦ, Φύγωμεν δῆθεν ἀπὸ προσώπου αὐτοῦ, ὅπως μὴ ἀποδράσῃ ἡμᾶς, ἀλλὰ καταδιώξῃ, καὶ οὕτω στραφέντες συλλάβωμεν αὐτόν· οὕτω καὶ ὁ Δεσπότης προεβάλλετο δειλίαν, ἵνα ἐπέλθῃ ὁ διάβολος ὡς ἀνθρώπῳ, καὶ εὕρῃ διαρείσοντα αὐτὸν, καὶ ῥυόμενον πάντας τοὺς ὑπὸ τοῦ ᾅδου κρατουμένους. Οὕτω γάρ φησιν · Ὤφθη ἄγγελος ἐνισχύων αὐτόν. Ὁ ὑπὸ ἀγγέλων προσκυνούμενος, καὶ ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, πῶς ἰσχὺν παρὰ ἀγγέλου ἐλάμβανεν ; Οὐκ ἰσχὺν , ἀλλὰ δοξολογίαν λέγοντος ἀγγέλου · Σοῦ ἐστιν ἡ βασιλεία καὶ τὸ κράτος, Δέσποτα. Οὐδεὶς ἐπίσταται τὴν ἡμέραν ἐκείνην, ἢ τὴν ὥραν , οὔτε οἱ ἄγγελοι , οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ. Καὶ πῶς, φησὶν, ἴσος τῷ Πατρὶ, ὁ μὴ εἰδὼς τὴν ἡμέραν ἐκείνην; ὁ ποιήσας αὐτὴν, οὐκ οἶδεν αὐτήν ; Καὶ διὰ τί οὖν λέγει, Οὔτε ὁ Υἱός ; Βλέπε δὲ θεωρίαν· Δύο γνώσεις καὶ εἰδήσεις ἐν τῇ Γραφῇ εὕροι τις ἂν, μίαν μὲν τὴν κατὰ πρᾶξιν, ἑτέραν δὲ τὴν κατὰ γνῶσιν. Ἔγνω γὰρ, φησὶν, Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, οὐχ ὡς πρότερον ἀγνοῶν· πῶς γὰρ ὁ εἰπὼν, Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου , καὶ σὰρξ ἐκ τῆς σαρκός μου ; Καὶ ἔγνω Ἀβραὰμ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ, καὶ ὁ Ἰακὼβ
sible, let this cup pass from Me; nevertheless, not My will, but Thine be done (Matt. 26:39). Does He then shrink in cowardice from death, or come unwillingly to the Passion — He Who said, The Son of Man must suffer many things, and be killed, and be buried, and on the third day rise again (Mark 8:31); He Who said, Destroy this temple, and in three days I will raise it up (John 2:19); He Who said, I have authority to lay down My life, and I have authority to take it again; and, No one takes it from Me; I lay it down of Myself, and I take it again (John 10:18); He Who rebuked Peter, who slightly before had been called blessed for the saying, Thou art the Christ, the Son of the living God (Matt. 16:16), when afterwards Peter deemed the Passion unworthy of Him and heard, Get behind Me, Satan; you are a stumbling-block to Me, for you do not mind the things of God, but the things of men (Matt. 16:23); He Who set His face steadfastly to go up to Jerusalem (Luke 9:51), that through His Passion He might supply salvation to all; He Who through the prophets proclaimed beforehand the very form of His Passion — through Jeremiah: Against Me they devised an evil thought, saying, Come and let us cast wood into His bread, and let us blot Him out from the earth (Jer. 11:19), signifying the Cross; and through David: They gave gall for My food, and for My thirst they gave Me vinegar to drink (Ps. 68:22); and, They dug My hands and My feet; they divided My garments among themselves, and for My raiment they cast lots (Ps. 21:17, 19); and through Isaiah: I have given My back to scourges, and My cheeks to blows, and My face I did not turn away from the shame of spittings (Isa. 50:6)? You know, then, that all these things were accomplished upon the Cross. For He was scourged by Pilate, struck on the cheek by a servant, spat upon by lawless men, nailed upon a cross with nails by soldiers, while they divided His garments and cast lots. How does He Who signified the Passion through so many things shrink back now? Why then does He say, Father, if it is possible, let this cup pass from Me? The devil did not know Who He was; for seeing Him thirsting, hungering, growing weary, and His other dispensations, he supposed Him to be a mere man, whereas seeing His divine miracles, he suspected Him to be God; he was therefore in doubt concerning Him, not knowing Him. For had he known accurately that He was God, he would not have dared to approach Him, just as Paul also says: For had they known, they would not have crucified the Lord of glory (1 Cor. 2:8). The Master therefore puts forward timidity, drawing him on, so that having attacked Him as a man, he might be routed by Him, and all the captives who were held fast by him might be ransomed. Just as if some king, about to engage a weak tyrant, knows that he will flee from him, and contrives a show of cowardice, saying to his forces, Let us pretend to flee from his face, lest he run away from us, so that he may pursue us, and thus turning round we may seize him — so also the Master put forward timidity, that the devil might attack Him as a man, and find Him piercing him through and delivering all those held fast by Hades. For thus it says: There appeared an angel strengthening Him (Luke 22:43). How did He Who is worshipped by angels, and to Whom bends every knee of things in heaven and things on earth and things under the earth (Phil. 2:10), receive strength from an angel? Not strength, but doxology, the angel saying: Thine is the kingdom and the power, O Master. No one knows that day or the hour, neither the angels, nor the Son, save the Father (Matt. 24:36; Mark 13:32). And how, says he, is He equal to the Father Who does not know that day? Did He Who made it not know it? And why then does He say, Neither the Son? Behold the deeper contemplation: one might find two kinds of knowledge and cognition in Scripture, the one by way of action, the other by way of cognition. For Adam, it says, knew Eve his wife (Gen. 4:1), not as being previously ignorant of her — for how could he be, who had said, This is now bone of my bones, and flesh of my flesh (Gen. 2:23)? And Abraham knew Sarah his wife, and Jacob
Notes, col. 1092

On the reading

Printed θεῖκὰ, for θεϊκὰ.

Printed σύτῷ, for αὐτῷ.

PG 48:1093Read from the page
Λείαν καὶ Ῥαχήλ. Ἆρ' οὖν ἠγνόει αὐτὰς ὁ δι' αὐτὰς δεκατέσσαρα ἔτη δουλεύσας; Ἤδει μὲν αὐτὰς κατὰ γνῶσιν, ἐπὶ τέλει δὲ καὶ κατὰ πρᾶξιν. Ὁ οὖν Πατὴρ μὴ κρίνων τινὰ, ἀλλὰ τὴν κρίσιν ἅπασαν δεδωκὼς τῷ Υἱῷ, οἶδε τὴν ἡμέραν καὶ γνώσει καὶ πράξει· ὁ δὲ Υἱὸς ἐλθὼν σῶσαι τὸν κόσμον, καὶ οὐ κρῖναι, οἶδεν αὐτὴν κατὰ γνῶσιν · ἐπειδὴ δὲ οὐδέπω ἔκρινεν, ἀγνοεῖ τὴν ἡμέραν, τὴν κατὰ πρᾶξιν γνῶσιν σημαίνων.
Leah and Rachel (Gen. 29). Was he then ignorant of them, who served fourteen years for their sake? He knew them indeed by way of cognition, and at the end also by way of action. The Father, therefore, judging no one, but having given all judgement to the Son (John 5:22), knows the day both in cognition and in action; whereas the Son, having come to save the world and not to judge it (John 12:47), knows it by way of cognition, yet since He has not yet judged, He is ignorant of the day, signifying knowledge by way of action.
γʹ. Ἀλλὰ λέγει Παῦλος· Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Χριστὸν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· καὶ ἀλλαχοῦ · Κύριον καὶ Χριστὸν ὁ Θεὸς αὐτὸν ἐποίησε · καὶ Σολομών· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Ὁρᾷς πῶς κτίσμα καὶ ποίημα ἡ Γραφὴ αὐτὸν σημαίνει ; Ἀλλ' ἐλέγξει σε ἡ ἀκολουθία , ὦ θεομάχε · Πᾶς γὰρ, φησὶν, ἱερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται, εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας. Ἔλαβε γὰρ ἐξ ἡμῶν τὴν ποιητικὴν σάρκα ἀναμαρτήτως, ἣν ὑπὲρ ἡμῶν τῷ Πατρὶ προσήνεγκε θυσίαν. Κατὰ σάρκα οὖν, τῷ ποιήσαντι αὐτὸν, νόει , καὶ μὴ κατὰ τὴν θεότητα. Οὕτω καὶ, Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε. Πρὸ γὰρ οἰκονομίας ἁπανταχῆ Θεὸς κηρύσσεται, καθὼς προδέδεικται, καὶ οὐδαμοῦ τις ποίημα αὐτὸν λέγει· ἀλλὰ διὰ τὴν ἕνωσιν τῆς κτιστῆς σαρκὸς λέγει, Κύριον καὶ Χριστὸν ὁ Θεὸς αὐτὸν ἐποίησε · πρὸς τὴν παχύτητα τῶν ἀκροατῶν· Κύριος ἀρχὴν ὁδῶν αὐτοῦ ἔκτισέ με, φησίν. Ὁρᾷς ὅτι κτίσμα λέγει ; Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν τῶν ἑξῆς ἴωμεν· Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Πρῶτον μὲν, ὦ κενόδοξε, μάνθανε ὅτι Παροιμία ἡ βίβλος λέγεται · πᾶν δὲ τὸ παροιμιαζόμενον οὐ ταυτόν ἐστι τῇ τοῦ λόγου δυνάμει. Καὶ γὰρ ὁ Κύριος τὴν βασιλείαν τῶν οὐρανῶν σαγήνῃ καὶ ζύμῃ καὶ κόκκῳ σινήπιος παρείκασε, καὶ ἄλλοις πολλοῖς τοσούτοις · καὶ οὐ πάντως φαμὲν τὴν βασιλείαν τι τούτων εἶναι. Ἀλλ' οὐ περιφερόμενος λέξω · Κύριος ἀρχὴν ὁδῶν αὐτοῦ ἔκτισέ με, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Πῶς οὖν τὸ γεννώμενον κτίζεται, ἢ θεμελιοῦται ; ἢ πῶς τὸ κτιζόμενον γεννᾶται ; Εἰ γὰρ κτιστὸς, οὐ γεννητός · ἡμεῖς οὐ κτίζομεν ἃ γεννῶμεν, οὐδὲ γεννῶμεν ἃ κτίζομεν. Καὶ πῶς ἐνδέχεται τὸν ἄκτιστον Πατέρα γεγεννηκέναι Υἱὸν κτιστόν ; Ἡμεῖς γὰρ κτιστοὶ ὄντες κτιστὰ γεννῶμεν · ὁ δὲ Πατὴρ ἄκτιστος ὢν, ἄκτιστον Υἱὸν ἐγέννησεν. Ἀκύλας δὲ διερμηνεύων, Ἐκτήσατό με, εἶπε. Τὸ οὖν, ἔκτισέ με, τὸ μέλλον γενέσθαι ὡς ἤδη γεγονὸς προαναφωνεῖ· καὶ γὰρ ἔθος τοῦτο τῇ Γραφῇ · ὥσπερ τὸ , Ὤρυξαν χεῖράς μου καὶ πόδας μου · ἐμὲ , φησὶν, ὃν βλέπετε κτιστὴν σάρκα ἰδίᾳ εὐδοκίᾳ ἑνώσαντα ἑαυτῷ, ἀπ' ἀρχῆς εἰμι, οὐκ ἀπὸ Μαρίας ἔχω τὴν ἀρχήν. Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος · καὶ, Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι. Ὁμολόγει οὖν Υἱὸν ἄκτιστον, καὶ συνάναρχον Πατρὶ, ἵνα μὴ δῷς καὶ τῷ Πατρὶ ἀρχὴν τοῦ γενέσθαι πατήρ. Εἰ λέγεις συνάναρχον τῷ Πατρὶ τὸν Υἱὸν, πῶς ἐγέννησεν ὁ Πατὴρ τὸν Υἱόν ; θέλων, ἢ μὴ θέλων ; Ἐὰν εἴπωμεν, Θέλων, ἀντιλέγουσιν · Ἰδὲ ἦν τὸ θέλημα πρὸ τοῦ Λόγου · πρὶν γὰρ θελῆσαι, φησὶν, οὐκ ἦν ὁ Υἱός · ἐὰν δὲ εἴπωμεν, Μὴ θέλων, λέγουσι · Τυραννεῖται τὸ Θεῖον · πᾶν δὲ τὸ τυραννούμενον οὐ Θεός. Ἡμεῖς δὲ λέγομεν, ὅτι ὥσπερ ὁ ἥλιος τὰς ἀκτῖνας καὶ τὸ φέγγος συναΐδια ἔχει , οὕτως ὁ Πατὴρ Υἱὸν καὶ ἅγιον Πνεῦμα · ἵνα μὴ εἴπωμεν καὶ τὸν Πατέρα ὑπὸ ἀρχήν. Εἰ γὰρ λέγεται ὑπὸ ἀρχὴν, πρὶν ἄρξασθαι τὸν Υἱὸν, οὐκ ἦν ὁ Πατὴρ πατὴρ, κατὰ τὸν σὸν λόγον, καὶ ἀναγκασθήσῃ τὸν Πατέρα ὑπ' ἀρχὴν ποιεῖν ἀσεβῶς · εἰ δὲ μή γε, ἀντεπάγω σοι κἀγώ· Θέλων ὁ Πατὴρ ἐγένετο πατὴρ, ἢ μὴ θέλων ; Ἐὰν εἴπῃς , Θέλων, ἰδὲ οὖν, πρὶν θελῆσαι οὐκ ἦν Πατήρ · ἦν οὖν καιρὸς ὅτε οὐκ ἦν πατὴρ ὁ Πατήρ · καὶ αὐτὸς οὖν ἤρξατο τοῦ εἶναι πατήρ · ἐὰν εἴπῃς. Μὴ θέλων, τετυράννηται, Θεὸς δὲ οὐ τυραννεῖται · τὸ γὰρ τυραννούμενον οὐ Θεός. Ὁρᾷς εἰς πόσην ἐμπίπτεις ἀσέβειαν, ἐὰν μὴ ὁμολογήσῃς συνάναρχον καὶ συναΐδιον καὶ συνδημιουργὸν Πατρὸς τὸν Υἱόν ; Καὶ πῶς εἴπω συνδημιουργόν ; γέγραπται γὰρ, ὅτι Πάντα δι' αὐτοῦ
3. Yet Paul says: Consider the Apostle and High Priest of our confession, Christ Jesus, Who is faithful to Him Who made Him (Heb. 3:1-2); and elsewhere: God has made Him both Lord and Christ (Acts 2:36); and Solomon: The Lord created Me the beginning of His ways for His works (Prov. 8:22). Do you see how Scripture signifies Him as a creature and a work? Nay, what follows will convict you, O fighter against God: For every high priest, he says, taken from among men is appointed on behalf of men, in order to offer both gifts and sacrifices (Heb. 5:1). For He took from us the created flesh without sin, which He offered as a sacrifice on our behalf to the Father. Understand, therefore, to Him Who made Him according to the flesh, and not according to the Godhead. So also, God has made Him both Lord and Christ. For before the dispensation He is everywhere proclaimed God, as has been shown before, and nowhere does anyone call Him a work; rather, on account of the union of the created flesh he says, God has made Him both Lord and Christ — in proportion to the dullness of the hearers. The Lord created Me the beginning of His ways, says he. Do you see that it calls Him a creature? Yet let us proceed to the sequence of what follows: Before the age He founded Me, and before all hills He begets Me (Prov. 8:23, 25). First of all, O vainglorious man, learn that the book is called a Proverb; and not everything spoken by way of proverb is identical with the literal force of the word. For the Lord also likened the kingdom of heaven to a drag-net and to leaven and to a grain of mustard seed (Matt. 13:31-47), and to many other such things; and we by no means affirm the kingdom to be any of these things. Yet without going round about I will say: The Lord created Me the beginning of His ways, before the age He founded Me, and before all hills He begets Me. How then is that which is begotten created or founded? Or how is that which is created begotten? For if He is created, He is not begotten: we do not create the things we beget, nor do we beget the things we create. And how is it possible for the uncreated Father to have begotten a created Son? For we, being created, beget created things; whereas the Father, being uncreated, begat an uncreated Son. Now Aquila, interpreting it, said: He acquired Me. The phrase He created Me, therefore, proclaims beforehand what was about to come to pass as though already come to pass — for this is a custom of Scripture, just as the saying, They dug My hands and My feet (Ps. 21:17): I, He says, Whom you behold having united created flesh to Himself by His own good pleasure, am from the beginning; I do not have My beginning from Mary. For in the beginning was the Word (John 1:1); and, Before Abraham came to be, I am (John 8:58). Confess, therefore, an uncreated Son, co-beginningless with the Father, lest you assign to the Father also a beginning of becoming a father. If you call the Son co-beginningless with the Father, how did the Father beget the Son — willingly, or unwillingly? If we say, Willingly, they object: See, the will was before the Word; for before He willed, says he, the Son was not; and if we say, Unwillingly, they say: The Divine Nature suffers tyranny; and everything that suffers tyranny is not God. But we say that just as the sun has its rays and its radiance co-eternal, so the Father has the Son and the Holy Spirit, lest we place the Father also under a beginning. For if He is said to be under a beginning, then before the Son began, the Father was not a father, according to your argument, and you will be compelled impiously to place the Father under a beginning; otherwise, I too rejoin to you: Did the Father become a father willingly, or unwillingly? If you say, Willingly, see then, before He willed He was not Father; there was therefore a time when the Father was not a father, and He Himself therefore began to be a father; if you say, Unwillingly, He has suffered tyranny, yet God does not suffer tyranny, for that which suffers tyranny is not God. Do you see into how great impiety you fall, unless you confess the Son to be co-beginningless and co-eternal and co-Creator with the Father? And how shall I call Him co-Creator? For it is written that All things through Him
Notes, col. 1093

On the reading

Printed σινήπιος, for σινάπεως.

PG 48:1094Read from the page
ἐγένετο. Οὐκ ἀκούεις τοῦ προφήτου λέγοντος περὶ τοῦ Υἱοῦ, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον , καὶ τὰ ἑξῆς · ὅτι Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου , σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας ; Οὐχ ὁρᾷς τοῦ Χριστοῦ τὴν αὐθεντίαν λέγοντος · Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι · καὶ, Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ , οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ · καὶ, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι · καὶ τῷ Πνεύματι τῷ ἀκαθάρτῳ, Ἐγώ σοι ἐπιτάσσω, φιμώθητι, καὶ ἔξελθε ἀπ' αὐτοῦ · καὶ, Θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου ; Ἐπειδὴ γὰρ ἐκεῖνοι ἔλεγον, Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεὸς, ἐκ τοῦ στόματος αὐτῶν ἐλέγχων αὐτοὺς, φησίν· Ὑμεῖς εἴπατε, ὅτι Θεοῦ μόνου ἐστὶν ἀφιέναι ἁμαρτίας · ἰδοὺ οὖν ἀφίημι ἁμαρτίας, καὶ ὁμολογήσατέ μου τὴν θεότητα. Εἰ δὲ ἀπιστεῖτε, ἐκ τῆς τοῦ σώματος ῥώσεως βλέπετε καὶ μάθετε καὶ τὴν τῆς ψυχῆς ὑγίειαν. Τότε λέγει αὐτῷ· Ἐγερθεὶς ἆρόν σου τὸν κράββατον, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου · καὶ πάλιν ἄλλῳ · Ἔκτεινον τὴν χεῖρά σου · καὶ τῇ θαλάσσῃ · Σιώπα, πεφίμωσο · Ἡ παῖς, ἔγειραι · Λάζαρε, δεῦρο ἔξω · Θέλω, καθαρίσθητι· καὶ τὰ ἑξῆς ἅπαντα, δι' ων δηλοῖ τὸ πρὸς τὸν Πατέρα ὁμότιμον · ἅπερ ἅπαντα καταμανθάνων, πίστευε ὅτι ὁμοούσιός ἐστι τῷ Πατρὶ, ὁμοούσιον δὲ καὶ τὸ Πνεῦμα. Εἰ γὰρ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ ἐκ τοῦ Υἱοῦ λαμβάνει, οὐκ ἀλλότριον τῆς οὐσίας τοῦ Θεοῦ τὸ Πνεῦμα. Πνεῦμα Θεοῦ, Πνεῦμα Χριστοῦ, Πνεῦμα ἀληθείας, Πνεῦμα παράκλητον, ἀντιπαράθετον. Πνεῦμα ὁ Θεός · Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι · καθὼς καὶ ὁ Πέτρος πρὸς τὸν Ἀνανίαν · Τί ὅτι συνεφωνήθη ὑμῖν πειρᾶσαι τὸ Πνεῦμα τὸ ἅγιον ; Καὶ δηλῶν ὅτι Θεός ἐστι, φησίν · Οὐκ ἐψεύσω ἀνθρώπῳ, ἀλλὰ τῷ Θεῷ. Ὁρᾷς ὅτι Θεὸς τὸ Πνεῦμα ᾧ ἐψεύσατο; Καὶ ὁ Παῦλος λέγει · Ὑμεῖς ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Δηλονότι Θεός ἐστι τὸ Πνεῦμα τὸ οἰκοῦν ἐν ἡμῖν · Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν · καὶ, Ὁ δεύτερος ἄνθρωπος εἰς Πνεῦμα ζωοποιοῦν · καὶ ἀλλαχοῦ λέγει, Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδὲν, τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν.
came to be (John 1:3). Do you not hear the prophet saying concerning the Son, Out of the mouth of babes and nurslings Thou hast perfected praise, and what follows: For I shall behold the heavens, the works of Thy fingers, the moon and the stars, which Thou hast founded (Ps. 8:3-4)? Do you not see the sovereign authority of Christ when He says: My Father works until now, and I work (John 5:17); and, Just as the Father raises the dead and gives them life, so also the Son gives life to whom He wills (John 5:21); and, Young man, I say to you, arise (Luke 7:14); and to the unclean spirit, I command you, be muzzled, and come out of him (Luke 4:35); and, Take courage, child, your sins are forgiven you (Matt. 9:2)? For since those men were saying, No one can forgive sins save God alone (Luke 5:21), convicting them out of their own mouth, He says: You yourselves said that it belongs to God alone to forgive sins; behold, then, I forgive sins, so confess My Godhead. And if you disbelieve, from the strengthening of the body behold and learn also the health of the soul. Then He says to him: Arise, take up your pallet, and go to your house (Matt. 9:6); and again to another: Stretch out your hand (Matt. 12:13); and to the sea: Peace, be muzzled (Mark 4:39); Maiden, arise (Luke 8:54); Lazarus, come forth (John 11:43); I will, be cleansed (Mark 1:41); and all the things that follow, through which He makes manifest His equality of honour with the Father — learning all of which thoroughly, believe that He is consubstantial with the Father, and that the Spirit also is consubstantial. For if He proceeds from the Father, and receives from the Son, the Spirit is not alien from the substance of God. Spirit of God, Spirit of Christ, Spirit of truth, Spirit the Paraclete, set side by side in comparison. God is Spirit (John 4:24); and the Lord is the Spirit (2 Cor. 3:17); just as Peter also said to Ananias: Why is it that it was agreed by you to tempt the Holy Spirit (Acts 5:9)? And showing that He is God, he says: You have not lied to man, but to God (Acts 5:4). Do you see that the Spirit to Whom he lied is God? And Paul says: You are a temple of God, and the Spirit of God dwells in you (1 Cor. 3:16). Evidently the Spirit Who dwells in us is God; For in Him we live, and move, and have our being (Acts 17:28); and, The second man is into a life-giving Spirit (1 Cor. 15:45); and elsewhere He says, The flesh profits nothing; it is the spirit that gives life (John 6:63).
δʹ. Μὴ τολμήσῃς οὖν φθέγξασθαί τι κατὰ τῆς ὁμοουσίου καὶ παντοδυνάμου Τριάδος. Καὶ πάλιν, Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ · οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ · οὐκ ἔτι, τὸ ἐν αὐτῷ, ἵνα μή τις σύνθετον τὸ Πνεῦμα νομίσῃ. Τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Ναὶ, ἐρευνᾷ μὲν, οὐ καταλαμβάνει δέ · οὐ γὰρ γέγραπται, ὅτι καταλαμβάνει. Πῶς οὖν ἐρευνᾷ ; ὡς περίεργον ; ὡς ἀλλότριον ; ὡς ἀγνοοῦν ; Εἰ γὰρ δὴ γέγραπται, Βαθύτερά σου μὴ ζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε · ἃ προσετάγη σοι, ταῦτα διανοοῦ · οὐ γάρ ἐστι χρεία τῶν κρυπτῶν. Εἰ ἀλλότριόν ἐστι κατὰ τὸν σὸν λόγον, πῶς ἐτόλμα τὰ βάθη τοῦ Θεοῦ ἐρευνᾷν ; Περὶ τοῦ Πατρὸς γέγραπται · Ἐγὼ Θεὸς δοκιμάζων νεφροὺς, καὶ ἐρευνῶν ταμιεῖα κοιλίας. Ἆρα διὰ τὸ μὴ προσκεῖσθαι τὸ, Καταλαμβάνω, ἀγνοεῖν τὸν Πατέρα φήσεις ; Εἰ ἀγνοῶν ἐρευνᾷ καὶ δοκιμάζει, ἵνα καὶ περὶ τοῦ προσκυνητοῦ Πνεύματος τοῦτο τολμήσῃς λέγειν ; Πῶς εἶπεν, Ἀφορίσατε δή μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς ; Ὁρᾷς τὴν ἐξουσίαν · νόει τὴν θεότητα. Καὶ ὁ Ἄγαβος · Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον · Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν ἐν Ἱερουσαλήμ. Καὶ οἱ ἀπόστολοι · Ἔδοξε τῷ ἁγίῳ Πνεύματι μηδὲν πλέον τηρεῖν · καὶ πάλιν · Διελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ. Ἐλθόντες δὲ εἰς Μυσίαν, ἐπειρῶντο εἰς τὴν Βιθυνίαν πορεύεσθαι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πάλιν, ὅτι Τὸ Πνεῦμά μοι τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται , λέγον, καὶ τὰ ἑξῆς · καὶ ὁ προφήτης· Τὸ Πνεῦμά μου, φησὶν, ἐφέστηκεν ἐν μέσῳ ὑμῶν · ὁ δὲ Κύριος, Ὅπου ἐάν εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ
4. Dare not, therefore, utter anything against the consubstantial and almighty Trinity. And again: No one knows the things of a man, save the spirit of the man which is in him; so also the things of God no one knows, save the Spirit of God (1 Cor. 2:11) — no longer which is in Him, lest anyone suppose the Spirit to be compound. For the Spirit searches all things, even the depths of God (1 Cor. 2:10). Yes, says he, He searches indeed, yet He does not comprehend; for it is not written that He comprehends. How then does He search? As meddlesome? As alien? As ignorant? For surely it is written: Seek not things deeper than you, and inquire not into things stronger than you; what things have been commanded you, think upon these, for you have no need of hidden things (Sir. 3:21-22). If He is alien according to your argument, how did He dare to search the depths of God? Concerning the Father it is written: I am God Who tests the reins and searches the chambers of the belly (Ps. 7:10; Jer. 17:10; Prov. 20:27). Will you then say that because the phrase I comprehend is not added, the Father is ignorant? Does He search and test in ignorance, so that you should dare to say this concerning the worshipful Spirit also? How did He say, Separate now for Me Paul and Barnabas for the work to which I have called them (Acts 13:2)? You see the authority; understand the Godhead. And Agabus: Thus says the Holy Spirit: The man whose girdle this is, so shall they bind in Jerusalem (Acts 21:11). And the apostles: It seemed good to the Holy Spirit to lay no further burden to keep (Acts 15:28); and again: And having passed through Phrygia and the Galatian region, having been forbidden by the Holy Spirit to speak the word in Asia; and having come to Mysia, they attempted to go into Bithynia, and the Holy Spirit did not suffer them (Acts 16:6-7). And again, that The Holy Spirit in every city solemnly testifies to me, saying, and what follows (Acts 20:23); and the prophet: My Spirit, says He, stands in the midst of you (Hag. 2:5); and the Lord: Wherever two or three are gathered together in My name, there am I in the midst
Notes, col. 1094

On the reading

Printed ων, for ὧν.

Printed ἐρευνᾷν, for ἐρευνᾶν.

PG 48:1095Read from the page
αὐτῶν · καὶ, Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ · Προσέχετε ἑαυτοῖς , καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους καὶ διακόνους. Ὅρα τὴν δύναμιν τοῦ ἁγίου Πνεύματος , καὶ τὴν αὐθεντίαν καὶ τὴν ἐξουσίαν. Οὐκ ἄρα ἀλλότριον τοῦ Θεοῦ τὸ Πνεῦμα. Εἶδον, φησὶν Ἠσαΐας, τὸν Θεὸν ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ Σεραφὶμ κύκλῳ αὐτοῦ , καὶ τὰ ἑξῆς· καὶ εἶπον· Ὢ τάλας ἐγὼ , ὅτι κατανένυγμαι, ὅτι ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα Κύριον σαββαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου· καὶ εἶπε, Τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον ; Καὶ εἶπον· Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με. Καὶ εἶπε πρός με (δηλονότι ὁ καθήμενος ἐν τῷ θρόνῳ), Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπέ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Τίς ἐστιν ὁ καθήμενος ἐπὶ θρόνου ; Ὁ Πατὴρ, φησίν. Ἐὰν δὲ μάθῃς παρὰ τοῦ Παύλου, ὅτι τὸ Πνεῦμά ἐστιν, ὁμολογεῖς αὐτὸ Θεόν ; Δεῖξον, φησὶ, καὶ πιστεύω. Ἄκουε λοιπὸν αὐτοῦ λέγοντος· Καλῶς εἶπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ Ἠσαΐου τοῦ προφήτου· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπέ· Ἀκοῇ ἀκούσετε, καὶ τὰ ἑξῆς. Παῦλος λέγει, Εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἠσαΐας λέγει, Εἶπε Κύριος σαββαὼθ, ὅτι ἀδιάφορόν ἐστι τῇ Γραφῇ, περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος λέγειν. Μηκέτι οὖν λέγε μέγαν καὶ μικρὸν Θεὸν, ἐμπίπτων εἰς Ἑλληνισμόν. Εἰ γὰρ μικρὸς Θεὸς ὁ Υἱὸς, ψεύδεται Παῦλος λέγων· Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὃν οὖν Παῦλος καλεῖ μέγαν Θεὸν, σὺ μὴ κάλει μικρόν· ἐν γὰρ Θεῷ πάντα τέλεια. Καὶ πάλιν· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Μήτε κτιστὸν Θεὸν ὀνομάσῃς ποτέ· ἀσεβὴς γὰρ ὁ κτίσμα προσκυνῶν. Τί οὖν ; οὐ λέγεις τὸ σῶμα τοῦ Κυρίου κτιστόν ; Ἴδε οὖν, καὶ σὺ κτίσμα προσκυνεῖς, ἀνόητε. Οὐδεὶς λέγει βασιλεῖ, Ἔκδυσαι τὴν πορφυρίδα σου, ἢ, ἔγειραι ἐκ τοῦ θρόνου σου, ἵνα σοι ψιλῷ προσκυνήσω, ἀλλὰ προσκυνεῖ βασιλεῖ ἐπὶ θρόνου καθημένῳ, καὶ ἐν πορφυρίδι ὄντι. Ηὐδόκησε γὰρ ὁ Θεὸς Λόγος τὴν κτιστὴν σάρκα τὴν ἐξ ἡμῶν ἀκηλιδώτως ἑνῶσαι ἑαυτῷ· προσλυνητὴ οὖν ἐστι σὺν τῷ Θεῷ Λόγῳ, καθὼς καὶ ἀπ-
of them (Matt. 18:20); and, The Lord has sent Me, and His Spirit (Isa. 48:16); Take heed to yourselves, and to all the flock, in which the Holy Spirit has set you as bishops and deacons (Acts 20:28). Behold the power of the Holy Spirit, and His sovereign authority and dominion. The Spirit, then, is not alien from God. I saw, says Isaiah, God upon a throne high and lifted up, and the Seraphim round about Him, and what follows; and I said: Woe is me, wretched that I am, for I am pierced to the heart, because, having unclean lips, I dwell in the midst of a people having unclean lips, and I have seen with my eyes the King, the Lord of Sabaoth; and He said, Who will go to this people? And I said: Behold, here am I; send me. And He (that is to say, He Who sat upon the throne) said to me: Go to this people, and say: With hearing you shall hear, and shall in no wise understand; and seeing you shall see, and shall in no wise perceive (Isa. 6:1-2, 5, 8-9). Who is He Who sits upon the throne? The Father, says he. Now if you learn from Paul that it is the Spirit, do you confess Him to be God? Show me, says he, and I believe. Hear him, then, saying: Well spoke the Holy Spirit through Isaiah the prophet: Go to this people, and say: With hearing you shall hear, and what follows (Acts 28:25-26). Paul says, The Holy Spirit spoke; Isaiah says, The Lord of Sabaoth spoke — because it is a matter of indifference to Scripture to speak of the Father and the Son and the Holy Spirit. No longer, therefore, speak of a great and a small God, falling into pagan Hellenism. For if the Son is a small God, Paul lies when he says: Awaiting the blessed hope of the glory of our great God and Saviour Jesus Christ (Tit. 2:13). Him Whom Paul calls great God, then, do you not call small; for in God all things are perfect. And again: From whom is the Christ according to the flesh, Who is God over all, blessed unto the ages (Rom. 9:5). Nor ever name Him a created God; for impious is he who worships a creature. What then? Do you not call the body of the Lord created? See then, you too worship a creature, O foolish man! No one says to a king, Put off your purple robe, or, Rise from your throne, so that I may worship you stripped bare; rather, one worships a king sitting upon a throne and clad in a purple robe. For God the Word was well pleased to unite the created flesh from us spotlessly to Himself; it is therefore to be worshipped together with God the Word, even as He also de-
Notes, col. 1095

On the reading

Printed προσλυνητὴ, for προσκυνητὴ.

PG 48:1096Read from the page
εθέωσεν αὐτήν. Καὶ τοῦτο σημαίνων ὁ θεσπέσιος Δαυΐδ βοᾷ· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Ἐν ἄλλῳ ῥητῷ λέγων· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Τῇ γῇ ἡμᾶς κελεύεις προσκυνεῖν, ὦ μακάριε Δαυΐδ ; καὶ πῶς Μωϋσῆς νομοθετεῖ, μήτε τῷ οὐρανῷ, μήτε τῇ γῇ, μήτε τοῖς ἐν αὐτοῖς προσκυνεῖν ; Ὁρᾶτε μυστήριον. Ἐπειδὴ ἤμελλε χωρὶς ἁμαρτίας τὴν ἡμετέραν σάρκα ἑνοῦν ἑαυτῷ εἰς μίαν προσκύνησιν, ἡ δὲ σὰρξ ἡμῶν ἐκ τοῦ Ἀδὰμ, ἐκ τῆς γῆς· κατὰ τοῦτο λέγει, Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἡμεῖς τῇ γῇ οὐ προσκυνοῦμεν, ἀλλὰ τῷ Θεῷ Λόγῳ τῷ ἑνώσαντι ἑαυτῷ χωρὶς ἁμαρτίας τὴν ἐκ τῆς γῆς πλασθεῖσαν τοῦ Ἀδὰμ σάρκα. Μηκέτι οὖν λέγε κτιστὸν Θεὸν τὸν Υἱόν· εἰπὲ γὰρ, ποῦ εἶπεν ὁ Πατὴρ, Ἔκτισά μοι υἱόν· ἢ ὁ Υἱὸς, ἔκτισέ με ὁ Πατήρ ; Μηδὲ τὰς ἀνθρωπίνας φωνὰς τοῦ Χριστοῦ εἰς ἐλάττωσιν αὐτοῦ λάμβανε. Εἰ γὰρ τούτων λεχθέντων, καὶ τῶν ἀνθρωπίνων ἐπ' αὐτῷ δειχθέντων, ἐτόλμησάν τινες λέγειν, δοκήσει καὶ φαντασίᾳ αὐτὸν σεσαρκῶσθαι· εἰ μὴ ταῦτα ἐγεγόνει, ποῦ οὐκ εἶχον ἐξοκεῖλαι ἀσεβείας; Πᾶς οὖν ὁ ταῖς ἁγίαις Γραφαῖς πιστεύων, προσκυνείτω Τριάδα ἄκτιστον, ἄτρεπτον, ἀναλλοίωτον, παντοδύναμον, συνάναρχον, συναΐδιον καὶ ὁμοούσιον, Πατέρα, καὶ Υἱὸν, τὸν πρώην μὲν ἄσαρκον, ἐπὶ τέλει δὲ βουλήσει ἰδίᾳ ἐνανθρωπήσαντα τελείως, χωρὶς ἁμαρτίας, ἀτρέπτως καὶ ἀναλλοιώτως· γεγονὼς γὰρ ἄνθρωπος ἔμεινε τὸ εἶναι Θεάς· οὐ γὰρ ἐτράπη τῆς αὐτοῦ δόξης καὶ ἀξίας· καὶ τὸ Πνεῦμα τὸ ἅγιον, Πνεῦμα τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Τοὺς δὲ λέγοντας τρεπτὸν τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα, ἢ ἀλλοιωτὸν, ἢ ἐξ ἑτέρας οὐσίας, ἢ ἐξ οὐκ ὄντων γεγονότα, ἢ ὅτι ἦν καιρὸς ὅτε οὐκ ἦν, ἀναθεματιζέτω αὐτοὺς ἡ καθολικὴ Ἐκκλησία. Ἐπαρκεῖ δὲ ταῦτα τῷ βουλομένῳ, κἂν ὀλίγα ὦσιν· ἅπαντα γὰρ διεξελθεῖν ἀδύνατον· ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος. Οὐδὲ αὐτὸν γὰρ οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἡμεῖς δὲ οἱ ἀνάξιοι, οἱ καταξιωθέντες ὠφεληθῆναι ἐκ τῶν θείων Γραφῶν, προσκυνῶμεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ified it. And signifying this, the divinely inspired David cries aloud: Exalt the Lord our God, and worship the footstool of His feet, for He is holy (Ps. 98:5); in another saying declaring: Heaven is My throne, and the earth is the footstool of My feet (Isa. 66:1). Do you bid us worship the earth, O blessed David? And how does Moses enact the law to worship neither heaven, nor earth, nor the things that are in them (Exod. 20:4-5; Deut. 5:8-9; 4:19)? Behold a mystery. Since He was about to unite our flesh without sin to Himself unto one worship, and our flesh is from Adam, from the earth, accordingly he says, And worship the footstool of His feet. We do not worship the earth, but God the Word Who united to Himself without sin the flesh of Adam fashioned from the earth. No longer, therefore, call the Son a created God; for tell me, where did the Father say, I created for Myself a son; or the Son, The Father created Me? Nor take the human utterances of Christ to His diminishment. For if, even when these things had been spoken and human traits had been displayed in Him, certain men dared to say that He became incarnate in mere appearance and phantasm, unless these things had come to pass, upon what reef of impiety would they not have run aground? Let everyone, therefore, who believes the Holy Scriptures worship an uncreated, immutable, unalterable, almighty, co-beginningless, co-eternal, and consubstantial Trinity: the Father; and the Son, formerly fleshless, and at the end by His own counsel made man perfectly, without sin, immutably and unalterably — for having become man He remained God in being, since He did not turn away from His glory and dignity; and the Holy Spirit, the Spirit Who spoke through the prophets. And as for those who say that the Son or the Spirit is mutable, or alterable, or of a different substance, or come into being out of non-being, or that there was a time when He was not, let the catholic Church anathematize them. Now these things suffice for him who is willing, even though they be few; for to go through them all is impossible, since time will fail me as I recount them (Heb. 11:32). For I suppose that not even the world itself could contain the books that are written (John 21:25). Let us, then, unworthy as we are, who have been counted worthy to receive benefit from the divine Scriptures, worship the Father and the Son and the Holy Spirit, to Whom be the glory and the power, unto the ages of the ages. Amen.
Notes, col. 1096

On the reading

Printed Θεάς, for Θεός.

PG 48:1097Read from the page
SELECTA EX NOTIS
SELECTIONS FROM THE NOTES
HENRICI SAVILII
OF HENRY SAVILE,
JOANNIS BOISII ET FRONTONIS DUCAEI
JOHN BOIS, AND FRONTO DUCAEUS
IN SANCTI JOANNIS CHRYSOSTOMI OPERA,
ON THE WORKS OF SAINT JOHN CHRYSOSTOM,
Additis etiam nostris sicubi opus fuit, quae praemisso asterisco notantur.
With our own also added wherever there was need, which are marked by a prefixed asterisk.
Observes velim, ex Frontonis Ducaei notis nos multas praetermisisse, ut in Praefatione monuimus; illas vero praecipue, quae interpretationes vitiosas spectabant, quas e regione Graeci textus editionis suae ille posuerat: quia cum istae interpretationes vel prorsus rejectae, vel emendatae fuerint, non poterant illae notae ad nostram editionem quadrare, et aliunde inutiles futurae erant. MONTF.
I would have you observe that we have passed over many of the notes of Fronto Ducaeus, as we advised in the Preface; and especially those which concerned the faulty translations that he had placed opposite the Greek text of his edition: because since those translations have been either altogether rejected or emended, those notes could not suit our edition, and moreover would have been useless. MONTFAUCON.
NOTA HENRICI SAVILII
NOTE OF HENRY SAVILE
In Paraenesin primam ad Theodorum lapsum.
On the First Exhortation to Theodore the Lapsed.
In hac editione errore nescio quo transpositae sunt istae duae πρὸς Θεόδωρον ἐκπεσόντα orationes, et quae prior esse debuit, posteriore loco collocatur, et quae posterior, priore, correctore nostro auctoritatem, ut puto, secuto editionis Moguntinae τῶν ἀπανθισμάτων, ubi sic citantur. Porro hujus orationis, quae in nostra editione octava est, meminit magnificis cum praeconiis Sozomenus l. VIII, cap 2, cujus verba a me qua a codd. mss. qua a conjecturis emendatoria facta, visum est ascribere. οὐ μόνος (Chrysostomus) παρὰ τούτοις (Carterio et Diodoro) ἐφοίτα· ἔπεισε δὲ τῆς αὐτοῦ (al. αὐτῆς) γνώμης εἶναι ἑταίρους αὐτοῦ γενομένους ἐκ τῆς Λιβανίου διατριβῆς Θεόδωρόν τινα, καὶ Μάξιμον, ὧν ὁ μὲν (Maximus) ὕστερον ἐπίσκοπος ἐγένετο Σελευκείας τῆς Ἰσαύρων, Μόψου δὲ ἑστίας τῆς Κιλικίας Θεόδωρος· ὃς ἦν καὶ τῶν ἱερῶν βίβλων, καὶ τῆς ἄλλης παιδείας ῥητόρων τε καὶ φιλοσόφων ἱκανὸς (f. ἱκανῶς) ἐπιστήμων. Ἀλλ' οὗτος μὲν (Theodorus) ἡνίκα τὴν ἀρχὴν ἐνέτυχε τοῖς θείοις νόμοις, καὶ ἱεροῖς ἀνδράσιν ὡμίλησεν, ἐπή⟨ν⟩εσε ταύτην τὴν ἀγωγὴν, καὶ κατέγνω τῶν ἀστικῶν· οὐ διήρκεσε δὲ τὴν αὐτὴν προθυμίαν ἔχων· μεταμεληθεὶς δὲ πρὸς τὸν πρότερον βίον εἵλκετο· οἷα καὶ εἰκὸς, ἐναντίοις λόγοις κοσμήσας τὸ σπουδαζόμενον ἐκ παλαιῶν ὑποδειγμάτων (ἦν γὰρ πολυΐστωρ)· εἰς τὴν πόλιν ἐπανῆλθεν, ἄμεινον ὡς ἐνόμισε τοῦτο κρίνας οὗπερ ἐπεθύμει τυχεῖν. Μαθὼν δὲ Ἰωάννης (Chrysostomus) ἐν πράγμασιν αὐτὸν εἶναι, καὶ περὶ γάμον σπουδάζειν, θειοτέραν ἢ κατὰ νοῦν ἀνθρώπου φράσει καὶ νοήμασι συντάξας ἐπιστολὴν (sic enim hanc orationem appellat, quae in nostris mss. λόγου titulum habet) πρὸς αὐτὸν διεπέμψατο. Ὁ δὲ ταύτῃ ἐντυχὼν μετεμελήθη, αὖθίς τε τὴν οὐσίαν καταλιπὼν, ἀπειπών τε τῷ γάμῳ ταῖς Ἰωάννου συμβουλαῖς ἐσώζετο, καὶ πρὸς τὸν φιλόσοφον ἐπανῄει βίον. Vide p. 121 vol. VIII, ex Vaticana Bibliotheca depromptum Θεοδώρου ἐκπεπτωκότος ἀντίγραμμα πρὸς Ἰωάννην τὸν Χρυσόστομον, qued tamen ἀντίγραμμα (si legitimum est, et non spurium) plane diversum est a paulo supra a Sozomeno memorata oratione, quam videtur Theodorus a Chrysostomo minime provocatus, vel ante reditum, vel in ipso reditu ab eremo in sui excusationem adornasse. Utcunque certum est ipsum postea factum episcopum, neque in fide orthodoxa perstitisse. Postremo ex ipso Chrysostomo p. 58, 36, observatu dignum, Theodorum, cum nondum aetatis suae vicesimum attigisset, ἐκπεπτωκέναι.
In this edition, by I know not what error, these two orations To Theodore Who Had Lapsed have been transposed, and the one which ought to have been first is placed in the latter place, and the latter in the former, our corrector having followed, as I suppose, the authority of the Mainz edition of the Anthology, where they are thus cited. Moreover, of this oration, which in our edition is the eighth, Sozomen makes mention with splendid encomiums in Book VIII, chap. 2, whose words, emended by me partly from manuscript codices and partly by conjectures, it seemed good to transcribe: Not alone did he (Chrysostom) frequent these men (Carterius and Diodorus); but he persuaded certain companions of his from the school of Libanius to be of his (other reading: the same) mind, a certain Theodore and Maximus, of whom the one (Maximus) afterwards became bishop of Seleucia of Isauria, and Theodore of Mopsuestia of Cilicia: who was also sufficient (perhaps: sufficiently) versed both in the sacred books and in the rest of the culture of rhetoricians and philosophers. Now this man (Theodore), when at the beginning he met with the divine laws and conversed with holy men, praised this way of life and condemned city affairs; yet he did not endure keeping the same zeal, but regretting it was drawn back towards his former life; and, as was likely, adorning his pursuit with opposing arguments from ancient examples (for he was much-learned), he returned to the city, judging this better, as he supposed, whereof he desired to obtain possession. But John (Chrysostom), learning that he was engaged in business affairs and zealous about marriage, composed an epistle (for so he calls this oration, which in our manuscripts bears the title of a Discourse) more divine in diction and thoughts than according to the mind of man, and sent it to him. And he, upon reading it, repented, and again abandoning his property and renouncing marriage, was saved by the counsels of John, and returned to the philosophical life. See p. 121, vol. VIII, drawn from the Vatican Library, A Reply of Theodore Who Had Lapsed to John Chrysostom, which Reply nevertheless (if it is genuine, and not spurious) is altogether different from the oration mentioned a little above by Sozomen, which Theodore, by no means provoked by Chrysostom, seems to have elaborated in his own excuse either before his return or upon his very return from the desert. However that may be, it is certain that he was afterwards made a bishop, and did not persist in the orthodox faith. Finally, from Chrysostom himself, p. 58, 36, it is worthy of observation that Theodore, when he had not yet reached the twentieth year of his age, had fallen away.
Col. 277, l. 17. Καὶ ἀκούων corruptum ut puto. Quid si pro καὶ ἀκούων legas ἀκούοντος vel ὡς ἀκούων? ∗ καὶ ἀκούων tamen habent omnes cum Editi tum mss., et bene ni fallor. (« Imo corruptum, » inquit doctissimus Fix, qui « aliquid excidisse » suspicatur. EDIT.)
Col. 277, l. 17. And hearing: corrupt, as I suppose. What if instead of and hearing one read of one hearing or as hearing? ∗ Yet all both printed editions and manuscripts have and hearing, and rightly, unless I am mistaken. (« Nay rather corrupt, » says the most learned Fix, who suspects that « something has dropped out. » EDITOR.)
Col. 278, l. 1. Post στάμνον τὴν χρυσῆν legitur ἱερατικὸν ἅγιον. Videtur legendum τὸ ἱερατικὸν ἅγιον, i. e. Virgam Aaronis, per quam dignitas sacerdotalis vindicata est, καὶ τὸ μάννα, ut significetur arcam foederis haec omnia habuisse. ∗ Illud ἱερατικὸν ἅγιον deest in omnibus quos vidimus mss.
Col. 278, l. 1. After the golden jar there is read priestly holy thing. It seems one should read the priestly holy thing, that is, the Rod of Aaron, through which the priestly dignity was vindicated, and the manna, so as to signify that the ark of the covenant held all these things. ∗ That phrase priestly holy thing is wanting in all the manuscripts that we have seen.
Col. 282, l. 26. Μαναὰ σπεῖσαι καὶ θεῖον. Daniel. II, 46, pro θεῖον legitur in nostris Bibliis εὐωδίας.
Col. 282, l. 26. To pour out an oblation and sulphur [or: a divine thing]. In Dan. 2:46, instead of sulphur [or: divine thing] there is read in our Bibles of sweet savour.
Col. 294, l. 39. Ἐπὶ τούτων. Haec verba importune huc ex l. 8 et 9 proxime praecedentibus traducta, eradenda censeo. ∗ Jam locus bene habet ἐπὶ τοιούτου κριτοῦ.
Col. 294, l. 39. Before these. These words, inopportunely carried over hither from lines 8 and 9 immediately preceding, I judge should be expunged. ∗ Now the passage stands well: before such a judge.
Col. 296, l. 2. Γραφαῖς ὀφθαλμῶν. F. ὑπογραφαῖς. ∗ Manuscripti et editio nostra στροφαῖς.
Col. 296, l. 2. By paintings of the eyes. Perhaps by eye-linings. ∗ The manuscripts and our edition have by turnings.
Col. 297, l. 23. Ἑρμιόνης. Mulierem, ut opinor, notat, cujus amore ductus eremum deseruerat Theodorus; et ad nuptias fortasse animum adjecerat. Vide Sozom. loco paulo supra citato. — Ibid. E. 7. Μηδέ. Probo magis μὴ δή. (« Quod Montf. edidit. » EDIT.)
Col. 297, l. 23. Of Hermione. He denotes, as I suppose, the woman drawn by love of whom Theodore had forsaken the desert, and had perhaps turned his mind towards marriage. See Sozomen in the passage cited a little above. — Ibid. E. 7. Nor. I approve more by no means. (« Which Montfaucon edited. » EDITOR.)
Col. 299, l. 5. Κείμενος. Alter ms. sic: κείμενος; οὐχὶ δὲ εὐθέως ἀνέστη, καὶ πάλιν παρετάξατο πρὸς τὸν ἐχθρόν; εὔδηλον ὅτι ἀνέστη, καὶ ἀπεδύσατο, καὶ οὕτως αὐ⟨τ⟩ὸν κατεπάλαισεν, ὡς δυ⟨ν⟩ηθῆναι κα⟨ὶ⟩ τελευτήσαντα προστῆναι, etc.
Col. 299, l. 5. Lying prostrate. Another manuscript reads thus: lying prostrate? Did he not straightway rise up, and again array himself in battle against the enemy? It is evident that he rose up, and stripped for the contest, and thus wrestled him down, so as to be able even having died to stand at the head, etc.
Col. 304, l. 29. Ταῖς ἐν τοῖς μουσείοις διατριβαῖς. Et col. 314, l. 4, ἡνίκα σοι πολλὰ παρῄνουν εἰς μουσεῖα φοιτῶντι. Loca fuerunt Antiochiae ita cognominata, voluptatibus, et forte lasciviis dicata, ut ex horum locorum collatione patet. ∗ Nihil puto in his duobus locis indicare musea fuisse loca lasciviae dicata. Sed erant scholae instituendis ad humaniores litteras juvenibus: ubi nihil aliud mali erat, quam id quod solet ex adolescentium multorum consortio suboriri.
Col. 304, l. 29. By pastimes in the museums. And col. 314, l. 4, when I urged many counsels upon you as you frequented the museums. These were places at Antioch so surnamed, dedicated to pleasures and perhaps to wantonness, as is evident from a comparison of these passages. ∗ I think nothing in these two passages indicates that the museums were places dedicated to wantonness. Rather, they were schools for instructing young men in humane letters: where there was no other evil than what is wont to spring up from the companionship of many youths.
Ibid., l. 38. Ἐπιθυμῶν. Forte ἐπεθύμει. ∗ Locus sic bene habet, οὐχ οὕτω κριῶν ἐπιθυμῶν ἔλεγεν.
Ibid., l. 38. Desiring. Perhaps he desired. ∗ The passage stands well thus: not as so desiring rams did he speak.
Col. 307, l. 5 ab imo. Οὐ τοσοῦτον. Floril. et mss. Paris. omittunt οὐ, fortasse melius, ut significet male facta, cum iis bona praeponderant, coelo quidem nequaquam, at primo tamen loco excludere. HALESIUS.
Col. 307, l. 5 from the bottom. Not so much. The Florilegium and the Paris manuscripts omit not, perhaps better, so as to signify that evil deeds, when good deeds outweigh them, by no means exclude from heaven indeed, yet exclude from the first place. HALES.
Col. 308, l. 8. Τοσοῦτον. Lege τοσούτου. ∗ Bene legitur τοσούτων.
Col. 308, l. 8. So great [neuter]. Read of so great [genitive singular]. ∗ It is rightly read of so many [genitive plural].
NOTAE JOANNIS BOISII
NOTES OF JOHN BOIS
In Paraenesin I ad Theodorum lapsum edit. Savil. p. 839.
On Exhortation I to Theodore the Lapsed, Savile's edition, p. 839.
Col. 277, l. 17. Pro καὶ ἀκούων legendum suspicor καὶ παρακούων. ∗ Male suspicatur Boisius: locus enim optime habet. (« Vide dicta superius. » EDIT.)
Col. 277, l. 17. Instead of and hearing I suspect one should read and hearing amiss [or: disregarding]. ∗ Bois suspects wrongly: for the passage stands excellently. (« See what was said above. » EDITOR.)
Col. 278, l. 8. Vel ἐν ἑαυτῷ, vel ἐγκαθιδρυμένον, pro ἱδρυμένον. ∗ Nunc legitur ἐν ἑαυτῷ recte.
Col. 278, l. 8. Either in himself, or established within, instead of established. ∗ Now there is rightly read in himself.
Col. 290, l. 5 ab imo. Edit. Savil. καὶ γὰρ ὅταν ἐννοήσωσιν. Vel deleo tecum, καὶ γὰρ, vel linea 3 post κακοῖς addo haec e Sap. V, vers. 3, διὰ στενοχωρίαν πνεύματος στενάζονται. ∗ Bene monet Boisius delendum esse καὶ γὰρ, quod abest ab editione nostra et a Morelliana.
Col. 290, l. 5 from the bottom. Savile's edition: For whenever they reflect. Either I delete with you, for, or in line 3 after evils I add these words from Wis. 5:3, through anguish of spirit they groan. ∗ Bois well advises that for should be deleted, which is absent from our edition and from the Morellian.
NOTAE FRONTONIS DUCAEI
NOTES OF FRONTO DUCAEUS
In primam Paraenesin ad Theodorum lapsum.
On the First Exhortation to Theodore the Lapsed.
Numerabatur inter septem epistolas Chrysostomi. diversas ab editione Jacobi Billii, quinta haec ejus ad Theodorum adhortatio: quia tamen in libris calamo exaratis et in Florilegio Moguntino, liber, sive oratio adhortatoria, appellatur, et tum a veteri interpr. in edit. Parisiensi 1524, tum in Basiliensi anni 1547, a recentiori titulus ei praefixus est de reparatione lapsi liber unus, separatum ab epistolis eum edendum censuimus ex apographo Romae nobis ex Vaticanis libris expresso. Varias lectiones suppeditabunt illustrissimi cardinalis Perronii liber unus, alter Francisci Olivarii, tertius Collegii nostri Antverpiani, qui studio et opera Joan. Livinei τοῦ μακαρίτου ex mss. Joannis Sambuci Consil. Caesarei descriptus fuit: si⟨n⟩gulos ordine suo quatuor literae R. P. O. et A. desi-
This fifth exhortation of his to Theodore used to be reckoned among the seven epistles of Chrysostom different from the edition of Jacques de Billy: nevertheless, because in books written by pen and in the Mainz Florilegium it is called a book, or exhortatory oration, and both by the ancient translator in the Paris edition of 1524 and by a more recent one in the Basel edition of the year 1547 the title prefixed to it is One Book on the Restoration of the Lapsed, we judged that it should be published separately from the epistles, from a transcript copied for us at Rome from the Vatican books. Variant readings will be supplied by one book of the most illustrious Cardinal du Perron, a second of Francis Olivarius, and a third of our Antwerp College, which by the zeal and labour of John Livineius of blessed memory was copied from the manuscripts of John Sambucus, Imperial Councillor: the four letters R., P., O., and A. designate each in its own or-
Notes, col. 1097

On the reading

Printed qued, for quod.