Migne Reading Room

PG 48 · cols. 1085–1091 · Read from the page

Spurious works

Spurious works

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:1085Read from the page
σίον ἕκαστος ὧδέ πη φθέγγεται· Ὢ τῆς ταλαιπωρίας! ὢ τῆς οἰκτρᾶς ἡμῶν ζωῆς! ὅρα τί γινόμεθα. Καὶ ὅμως κἂν φθεγγώμεθα, καὶ ἁρπάζομέν τι, καὶ βοῶμεν, καὶ μνησικακοῦμεν. Καὶ ἕκαστος ἁπλῶς οὕτω φιλοσοφεῖ, ὡς μέλλων πάντῃ τῇ κακίᾳ ἀποτάττεσθαι· καὶ ἔσω μὲν λόγοις φιλοσοφεῖ, ἔξω δὲ τοῖς ἔργοις θεομαχεῖ. Διὰ τοῦτο ὁ Θεὸς πανταχοῦ παγῆναι τὰ μνήματα παρεσκεύασε, τὰ ὑπομιμνήσκοντα ἡμᾶς τὴν ἑαυτῶν ἀσθένειαν· διὸ πᾶσα πόλις, πᾶσα κώμη πρὸ τῶν εἰσόδων τάφους ἔχει Ἐπείγεταί τις εἰσελθεῖν εἰς πόλιν βασιλεύουσαν, καὶ κομῶσαν πλούτῳ καὶ δυναστείᾳ καὶ τοῖς ἄλλοις ἀξιώμασι· καὶ πρὶν ἴδῃ ὃ φαντάζεται, βλέπει πρῶτον ὃ γίνεται. Τάφοι πρὸ τῶν πόλεων, τάφοι πρὸ τῶν ἀγρῶν· πανταχοῦ τὸ διδασκάλιον τῆς ταπεινώσεως ἡμῶν πρόκειται, καὶ παιδευόμεθα πρῶτον εἰς τί καταλήγομεν, καὶ τότε ὁρᾶν τὰ ἔσω φαντάσματα· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μέλλοντες εἰσέρχεσθαι πολλάκις εἰς βίου κοινωνίαν, τῆς φύσεως τὴν ἄκραν παιδευόμεθα ταπείνωσιν. Ἀνὴρ πολλάκις, ἐπειδὰν γυναῖκα θέλῃ λαβεῖν, ὑπαγορεύει τῷ νομογράφῳ τὰ προικῷα. Οὐδέπω συνάφεια, καὶ θάνατος εὐθὺς ἀναγράφεται· οὐδέπω τῆς συμβιώσεως ἀπήλαυσε καὶ τοῦ γάμου, καὶ τὸν θάνατον εὐθέως ὁρίζεται· οὐδέπω εἶδε τὴν γαμετὴν, καὶ θανάτου ψήφους καθ' ἑαυτοῦ καὶ κατ' ἐκείνης προϋποτίθεται, καὶ γράφει τοιαῦτα· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ πρὸ τῆς γυναικὸς, ἐὰν ἡ γυνὴ πρὸ τοῦ ἀνδρὸς, τὸ καὶ τὸ διατυποῦται. Οὕτως ἔπηξαν οἱ ἀρχαῖοι νόμοι πανταχοῦ τοῖς πᾶσι τῆς φύσεως τὰ ὑπομνήματα· καὶ οὐ μόνον περὶ τῶν ὄντων καὶ ζώντων αἱ τοῦ θανάτου τίθενται ψῆφοι, ἀλλὰ καὶ κατὰ τῶν οὐδέπω γεγονότων. Τί γάρ φησιν; Ἐὰν δὲ τὸ τεχθησόμενον παιδίον ἀποθάνῃ. Οὔπω ὁ καρπὸς, καὶ ἡ ἀπόφασις ἔδραμεν. Εἶτα ἐν μὲν τοῖς γραμματείοις ἐπιγινώσκει τὴν φύσιν· ἐὰν δέ τι τῶν κατὰ ἄνθρωπον πάθῃ, ἢ τὸ γύναιον ἀποθάνῃ, ἐπιλανθάνεται ὧν ἔγραψε, καὶ ἕτερα τραγωδίας προφέρει ῥήματα· Καὶ ταῦτα, φησὶν, ἔδει με παθεῖν; ταῦτα ἐγὼ προσεδόκησα πάσχειν, καὶ ἀποστερεῖσθαι τῆς συζυγίας; Τί οὖν; ἐπελάθου ὧν ἔγραψας; καὶ ὅτε μὲν ἔξω ἦς τῶν πραγμάτων, ἐπεγίνωσκες τοὺς ὅρους τῆς φύσεως· ὅτε δὲ περιέπεσας τοῖς πάθεσιν, ἐπελάθου τῶν νόμων τῆς φύσεως; Ταῦτα λέγεται εἰς σωφρονισμὸν ἁπάντων, εἰς τὸ πάντας πάντα φέρειν γενναίως τὰ προσπίπτοντα, εἰς τὸ μὴ ζημίαν ἡγεῖσθαι τὰ τοῦ Θεοῦ κρίματα. Μὴ φιλοσόφει ἔξω τῶν παθῶν, ἀλλ' ὅταν ἐντὸς γένῃ τῶν παθῶν, τὴν μεγαλοψυχίαν ἐπίδειξαι· ὅταν λυπῇ, μνήσθητι τῶν λόγων, δι' ὧν παραμυθῇ τὸν λυπούμενον. Τίσι κεχρήμεθα λόγοις πρὸς τοὺς λυπουμένους; οὐ ταῦτα πρὸς αὐτοὺς φιλοσοφοῦμεν; Ἀνθρώπινα ταῦτα τὰ τῶν συμφορῶν· οὐ μόνος ὑπέστης τὴν συμφορὰν, οὐ μόνος τοῦ θανάτου τὴν βίαν ὑπέμεινας· ταῦτα καὶ βασιλεῖς φέρουσιν, ἐζημιώθησαν πολλάκις ἄρχοντες, ζημιοῦνται καὶ δυνάσται· ἐπίγνωθι σεαυτοῦ τὴν φύσιν, ἄνθρωπος εἶ· μετὰ πάντων καὶ αὐτὸς τῶν κοινῶν τῆς φύσεως ἀπολαύεις νόμων.
bour each one utters speech somewhat thus: O the wretchedness! O our pitiable life! See what we become. And yet even though we utter this, we still snatch something, and shout, and bear malice. And everyone simply philosophizes thus, as if about to renounce vice altogether; and inwardly in words he philosophizes, while outwardly in works he fights against God. On this account God contrived that tombs should be fixed everywhere, reminding us of our own weakness; wherefore every city, every village has tombs before its entrances. Someone hastens to enter an imperial city, flourishing in wealth and dominion and other dignities; and before he sees what he imagines, he sees first what he becomes. Tombs before cities, tombs before fields: everywhere the school of our humiliation lies before us, and we are instructed first into what we end up, and only then to behold the phantasms within; and not this only, but also when we are often about to enter into the partnership of life, we are instructed in the extreme humiliation of nature. A man often, whenever he wishes to take a wife, dictates the dowry contracts to the notary. Not yet is there union, and death is immediately recorded; not yet has he enjoyed wedded life and marriage, and straightway he defines death; not yet has he seen his bride, and he lays down in advance decrees of death against himself and against her, and writes such things: if the husband dies before the wife, if the wife before the husband, such and such is ordained. Thus the ancient laws fixed everywhere for all men the reminders of nature; and not only concerning those who exist and live are the decrees of death laid down, but also against those not yet born. For what does he say? And if the child that shall be born dies. Not yet the fruit, and the sentence has already run its course. Then in the tablets indeed he recognizes nature; yet if he suffers anything common to man, or his wife dies, he forgets what he wrote, and brings forth other words of tragedy: And was it necessary, he says, for me to suffer these things? Did I expect to suffer these things, and to be bereft of my wedded union? What then? Did you forget what you wrote? And when you were outside the affairs, you recognized the bounds of nature; yet when you fell into passions, did you forget the laws of nature? These things are spoken for the chastening of all, so that all may bear nobly all things that befall them, so as not to deem the judgements of God a loss. Do not philosophize outside passions, but whenever you come within passions, display greatness of soul; whenever you grieve, remember the words through which you console him who grieves. What words have we used towards those who grieve? Do we not philosophize these things to them? These calamities are human; not alone did you undergo the calamity, not alone did you endure the violence of death; kings also bear these things, rulers have often suffered loss, potentates also suffer loss; recognize your own nature, you are a man; along with all men you yourself also partake of the common laws of nature.
γʹ. Ταῦτα καὶ τούτων πλείονα φθέγγῃ, ὅταν ἄλλον παρακαλῇς. Ἢ γὰρ ἄλλων μὲν διδάσκαλος γενναῖος εἶ, σεαυτῷ δὲ οὐδὲ οἰκτρὸς μαθητής; Μεγάλης ἐστὶ καὶ γενναίας ψυχῆς, τὸ ἐν τῇ ἀκμῇ τῶν παθῶν φιλοσοφεῖν. Εἴ τις δύναται ἐφ' ἑκάστης συμφορᾶς ἢ λύπης ἢ ζημίας λέγειν, Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου, ζημιοῦται μὲν ὡς ἄνθρωπος, στεφανοῦται δὲ ὡς φιλόθεος. Ὁ βίος, ἀδελφοὶ, πολλῆς γέμει δυσκολίας, καὶ δεῖ πάντως καὶ δίκαιον καὶ ἄδικον καὶ εὐσεβῆ καὶ ἀσεβῆ θλίβεσθαι. Ἀλλὰ πολλὴ ἡ διαφορά· ἄλλο γάρ ἐστιν ὡς οἰκεῖον παιδεύεσθαι, καὶ ἄλλο ὡς ἀλλότριον μαστίζεσθαι. Τύπτεται υἱὸς, τύπτεται καὶ οἰκέτης· ἀλλ' ὁ μὲν ὡς δοῦλος ἁμαρτήσας, ὁ δὲ ὡς ἐλεύθερος, καὶ ὡς υἱὸς ἐπιστροφῆς δεόμενος· οὐ ποιοῦσιν αἱ πληγαὶ τὴν ὁμοτιμίαν. Οὐκ ἐὰν πάθῃ εὐσεβὴς ἃ πάσχει ἀσεβὴς, ὁμότιμος γίνεται τοῦ ἀσεβοῦς· ἀλλὰ λογίζεται τούτῳ ἡ παιδεία εἰς θλῖψιν καὶ δοκιμασίαν, τῷ δὲ ἀσεβεῖ εἰς μάστιγας καὶ τιμωρίαν. Διὰ τοῦτο ταύτας τὰς δυσκολίας εἰδὼς ὁ μακάριος Δαυῒδ, περὶ μὲν τῶν δικαίων λέγει· Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. Ἀλλ' ὅρα τὸ ἐπαγόμενον· Καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Οὔπω εἶπε τὴν θλῖψιν, καὶ ὑπέδειξε τὴν ἴασιν. Περὶ
3. These things and more than these you utter, whenever you exhort another. Are you then a noble teacher of others, yet to yourself not even a pitiable disciple? It belongs to a great and noble soul to philosophize at the very height of passions. If anyone is able at every calamity or grief or loss to say, Righteous art Thou, O Lord, and upright are Thy judgements, he suffers loss indeed as a man, yet is crowned as a lover of God. Life, brethren, teems with much difficulty, and by all means both the righteous and the unrighteous, both the godly and the ungodly, must be afflicted. Yet great is the difference; for it is one thing to be chastened as a member of the household, and another to be scourged as an alien. A son is beaten, a household servant also is beaten; yet the one as a slave who has sinned, the other as a free man, and as a son in need of correction; the blows do not produce equality of honour. If a godly man suffers what an ungodly man suffers, he does not become equal in honour to the ungodly man; rather, to the former the chastening is reckoned for affliction and trial, whereas to the ungodly man for scourges and punishment. On this account the blessed David, knowing these difficulties, says concerning the righteous: Many are the afflictions of the righteous. Yet see what is added: And out of them all the Lord will deliver them. Not yet had he spoken the affliction, and he showed the healing. Concerning
PG 48:1086Read from the page
δὲ τῶν ἐναντίων, Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ· καὶ οὐδὲν τὸ ἐπαγόμενον· τῶν δὲ δικαίων πολλαὶ μὲν αἱ θλίψεις, ἐκ δὲ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Ταῦτα δέ τις ἀκούων μὴ ἑαυτοῦ ἀπογινωσκέτω, μηδὲ λεγέτω· Εἰ τοίνυν ὡς ἁμαρτωλὸς μαστίζομαι, ἐλπίδα μὴ ἔχων, ἄκαρπός μοί ἐστιν ἡ παιδεία. Ἁμαρτωλὸν γὰρ ἐκάλεσε νῦν ἡ Γραφὴ, οὐ τὸν πάντῃ τῆς εὐσεβείας ἀλλότριον, ἀλλὰ τὸν θλιβόμενον, τὸν εὐσεβείας μετέχοντα, πράγμασι δὲ ἀνθρωπίνοις ὀλισθαίνοντα. Ἐπεὶ ὅτι ἁμαρτωλοὺς ἐλεεῖ ὁ Θεὸς, μεστὴ πᾶσα Γραφὴ τῶν ἐνεχύρων τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Φησὶ γάρ· Ζῶ ἐγὼ, λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Ὄμνυσιν ὁ Θεὸς, οὐχ ὡς ἑαυτῷ ἀπιστῶν, ἀλλὰ τὴν ἡμετέραν ἀπιστίαν εἰς πίστιν ἐκβιαζόμενος. Λεγέτω τοίνυν πᾶς ἄνθρωπος, εἰς θλίψεις ἐξεταζόμενος, Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου· καὶ ὁμοῦ καὶ τὴν γενναίαν ἔδειξε ψυχὴν, καὶ τὴν εὐσέβειαν οὐκ ἔλυσεν. Οἷος ἦν ὁ μακάριος Ἰὼβ, ὁ στρατηγήσας κατὰ πάντων τῶν παθῶν, ὁ πάντα νικήσας τοῦ διαβόλου τὰ φόβητρα, ὁ πᾶσαν αὐτοῦ τὴν μανίαν ἐκλύσας, ὁ τῇ στεῤῥότητι τῆς γνώμης τὰ κύματα τοῦ διαβόλου διαλύσας, ὁ πάντων ὁμοῦ στερηθεὶς, καὶ τὸν πάντων Κύριον οὐκ ἀρνηθείς. Ἀλλὰ τὰ ἐκείνου στρατηγήματα ἴδιον λήψεται λόγον· καὶ γὰρ ἀληθῶς ἰδίου δεῖται καιροῦ πρὸς ἐξέτασιν, μὴ τῇ παραδρομῇ τῶν λόγων ὑβρίσωμεν τὰ ἐκείνου παλαίσματα· ἐκεῖνα δὲ πρὸ ὀφθαλμῶν ἔχωμεν, ἅπερ εἶπεν ὁ γενναῖος ἐκεῖνος καὶ μέγας ἀγωνιστής. Ἐπειδὴ γὰρ σφραγῖδα τοῖς εἰρημένοις ἐπάγει, πάντων γυμνωθεὶς, ἑαυτὸν εὐσεβείας οὐκ ἐγύμνωσεν, ἀλλά φησιν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Καλὸν τὸ, Ἔδοξε· παραχωρεῖ τῇ αὐθεντίᾳ, οὐ περιεργάζεται τὴν διοίκησιν· οὐκ εἶπεν ὡς ἡμεῖς· Διὰ τί νέοι ἀποθνήσκουσι, καὶ γέροντες μένουσι; ποία διοίκησις αὕτη; ἐπιθυμεῖ γέρων θανάτου, λελυμένος ταῖς σαρξὶν, ἐνδεής τε χρημάτων καὶ πάσης ἄλλης παραμυθίας, καὶ οὐ τυγχάνει τῆς ἐπιθυμίας· καὶ παῖς ἐπέραστον ἔχων κάλλος, ποθεινὸς τοῖς γονεῦσιν, ἄωρος ἁρπάζεται; Μάθε μὴ τοιαῦτα ζητεῖν, μάθε λέγειν, Τὰ κρίματά σου ἄβυσσος πολλή· μάθε λέγειν, Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου· μάθε λέγειν, Ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· γνώριζε τὴν αὐθεντίαν, ἵνα γνωρίσῃς τὴν εὐσέβειαν. Ἀλλ' ἐπειδὴ παρενέπεσεν ὁ λόγος εἰς δόξαν τοῦ ἁγίου Πνεύματος, εἴπωμέν τι καὶ τῶν δογματικῶν εἰς ἀσφάλειαν ἡμετέραν καὶ βεβαίωσιν. Ὥσπερ γὰρ ὁ Ἰὼβ εἰρηκὼς, Ὡς τῷ Κυρίῳ ἔδοξε, τὴν αὐθεντίαν ἔδειξε καὶ τὴν κυριότητα· οὕτω καὶ οἱ ἀπόστολοι, τὴν δεσποτικὴν αὐθεντίαν τοῦ ἁγίου Πνεύματος ἐνδεικνύμενοι, φασίν· Ἔδοξε τῷ ἁγίῳ Πνεύματι μηδὲν ἐπιτίθεσθαι ὑμῖν, πλὴν τῶν ἐπάναγκες. Ἔδοξε τῷ ἁγίῳ Πνεύματι. Εἰ ὑπόκειται, διὰ τί αὐτῷ ἔδοξεν; εἰ ὑπὸ νόμον ἐστὶ τὸ Πνεῦμα καὶ δουλεύει, πῶς ἔδοξε τῷ ὑποκειμένῳ; Οὐχ ἃ τῷ βασιλεῖ δοκεῖ, ταῦτα καὶ γίνεται, μὴ τὰ τοῖς ἀρχομένοις παριστάμενα; Ὡς τῷ Κυρίῳ ἔδοξε, φησὶν ὁ Ἰώβ. Ἔδοξε τῷ ἁγίῳ Πνεύματι, φασὶν οἱ ἀπόστολοι. Ὁμότιμος ἡ λέξις τῆς αὐθεντίας, ἐπειδὴ ἀμέριστος ἡ δόξα τῆς βασιλείας. Ἀλλ' εὑρίσκει πάλιν ἡ κακία τῶν αἱρετικῶν παρείσδυσιν. Ἆρα γὰρ, ἐπειδὴ εἶπον, φασὶν, οἱ ἀπόστολοι, Ἔδοξε τῷ ἁγίῳ Πνεύματι, ἐπήγαγον δὲ, καὶ ἡμῖν, παρὰ τοῦτο αὐθεντίαν ἔχουσι θεότητος οἱ ἀπόστολοι; Ταῦτα μελετάσθω, ἵνα μὴ ἀγυμνάστοις ψυχαῖς ἐμβάλλωσι τὸν ἰὸν αὐτῶν τῆς ἀπειθείας, ἵνα μὴ ταῖς ἀκοαῖς τῶν ἀκεραίων αἱρετικὴν ἀσέβειαν ἐγχέωσι. Τοιαῦτα γὰρ πολλάκις σεμνολογοῦσι· Μηδέν σε, φησὶν, ἀδελφὲ, ξενίσῃ τῶν εἰρημένων. Ὡς ἀδελφὸν καλεῖ, καὶ ὡς πολέμιον ἀναιρεῖ. Μὴ θαυμάσῃς, φησὶν, εἰ περὶ τοῦ ἁγίου Πνεύματος εἶπον οἱ ἀπόστολοι· Ἔδοξε τῷ ἁγίῳ Πνεύματι· ἀλλ' ὅρα καὶ τὸ ἐπαγόμενον· Ἔδοξε τῷ ἁγίῳ Πνεύματι, καὶ ἡμῖν, ἔδοξε τοῖς ἀποστόλοις. Ἆρα θεοὶ οἱ ἀπόστολοι; ἆρα Θεοῦ ἔχουσι τὴν αὐθεντίαν; Ὅταν ταῦτα λέγῃ ὁ αἱρετικὸς, ἡμεῖς ἀπὸ τῆς ἁγίας Γραφῆς τὰ βέλη προφέρωμεν· Τὰ γὰρ βέλη τοῦ δυνατοῦ ἠκονημένα ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως πεμπόμενα. Τί οὖν ἔστι πρὸς αὐτὸν εἰπεῖν; Εἰ τὸ
the opposites, Many are the scourges of the sinner; and there is nothing added; whereas of the righteous many indeed are the afflictions, yet out of them all the Lord will deliver them. Let no one, however, upon hearing these things despair of himself, nor let him say: If, therefore, I am scourged as a sinner, having no hope, unfruitful to me is the chastening. For Scripture now called a sinner not him who is altogether alien to godliness, but him who is afflicted, him who partakes of godliness yet slips in human affairs. Since that God has mercy on sinners, all Scripture is full of the pledges of God's loving-kindness towards mankind. For He says: As I live, saith the Lord, I do not will the death of the sinner, so much as that he should turn and live. God swears, not as distrusting Himself, but compelling our unbelief into faith. Let every man, therefore, when tried in afflictions, say, Righteous art Thou, O Lord, and upright are Thy judgements; and at the same time he both showed a noble soul, and did not dissolve his godliness. Such was the blessed Job, who led the battle against all passions, who conquered all the terrors of the devil, who undid all his madness, who by the firmness of his resolve dispelled the waves of the devil, who was bereft of all things at once, and yet did not deny the Lord of all. Yet his stratagems will receive a discourse of their own; for truly they need their own season for examination, lest by a cursory passing-over of words we insult his wrestlings; let us, however, keep before our eyes those things which that noble and great contender spoke. For since he sets a seal upon what has been said, having been stripped of all things, he did not strip himself of godliness, but says: The Lord gave, the Lord took away; as it seemed good to the Lord, so also it came to pass. Noble is that phrase, It seemed good: he yields to sovereign authority, he does not pry curiously into the dispensation; he did not say as we do: Why do young men die, and old men remain? What sort of dispensation is this? An old man longs for death, enfeebled in his flesh, in want of money and of every other consolation, and he does not obtain his desire; while a child possessing lovely beauty, cherished by his parents, is snatched away untimely? Learn not to inquire into such things, learn to say, Thy judgements are a great deep; learn to say, Righteous art Thou, O Lord, and upright are Thy judgements; learn to say, As it seemed good to the Lord, so also it came to pass; recognize the sovereign authority, so that you may recognize godliness. Yet since our discourse has entered by the way upon the glory of the Holy Spirit, let us say something also of dogmatic matters for our safety and confirmation. For just as Job, having said, As it seemed good to the Lord, showed His sovereign authority and lordship; so too the apostles, exhibiting the sovereign authority of the Holy Spirit as Master, say: It seemed good to the Holy Spirit to lay no greater burden upon you than these necessary things. It seemed good to the Holy Spirit. If He is subject, why did it seem good to Him? If the Spirit is under law and serves as a slave, how did it seem good to One who is subject? Do not the things that seem good to the king come to pass, rather than the things that present themselves to those who are ruled? As it seemed good to the Lord, says Job. It seemed good to the Holy Spirit, say the apostles. Equal in honour is the expression of sovereign authority, since undivided is the glory of the kingdom. Yet the malice of the heretics again finds a loophole for creeping in. Do the apostles then, they say, because they said, It seemed good to the Holy Spirit, and added, and to us, thereby possess the sovereign authority of Godhead? Let these things be studied, lest they cast their venom of disobedience into untrained souls, lest they pour heretical ungodliness into the ears of the guileless. For they often use such solemn speech: Let nothing, he says, brother, of what has been said surprise you. As a brother he calls you, and as an enemy he destroys you. Do not marvel, he says, if concerning the Holy Spirit the apostles said: It seemed good to the Holy Spirit; but see also what is added: It seemed good to the Holy Spirit, and to us, it seemed good to the apostles. Are the apostles then gods? Do they then possess the sovereign authority of God? Whenever the heretic says these things, let us bring forth the arrows from Holy Scripture: For the arrows of the Mighty One are sharpened, sent forth into the heart of the king's enemies. What then is to be said to him? If the
PG 48:1087Read from the page
Si dignitatem Spiritus sancti et divinam auctoritatem hoc imminuit, quod ei jungantur apostoli, minuit et dignitatem Dei Gedeon adjunctus eadem appellatione. Clamavit enim omnis populus militans: Gladius Deo et Gedeoni (Jud. 7. 20). Sicut igitur conjunctus est Moses Deo, non ut honore par Deo, sed ut minister Dei; et Samuel Deo, non ut aequalis dignitate, sed ut propheta Dei; et Gedeon Deo, non ut ejusdem honoris consors, sed ut belli dux: sic et Apostoli juncti sunt Spiritui, ut praedicatores Evangelii. Agnosce igitur auctoritatem, et ne suggilles Spiritus divinitatem. Agnoscito divinae Trinitatis divinam theologiam, Patris, et Filii, et Spiritus sancti. Ista est increata natura, vera dignitas, indivisum imperium, impartibilis honor, indiscreta spes, incomprehensibilis gloria Patris, Filii, et Spiritus sancti: quem decet omnis gloria, honor, et adoratio in saecula saeculorum. Amen.
If it diminishes the dignity and divine authority of the Holy Spirit that the apostles are joined with Him, then Gideon too diminished the dignity of God when joined with Him in the same war-cry; for all the host of the people cried aloud: A sword for the Lord and for Gideon (Judg. 7:20)! Just as Moses, therefore, was joined with God not as equal in honour to God, but as God's minister; and Samuel with God not as equal in dignity, but as God's prophet; and Gideon with God not as a sharer of the same honour, but as a captain of war—so too were the apostles joined with the Spirit as heralds of the Gospel. Acknowledge His authority, therefore, and disparage not the Godhead of the Spirit; acknowledge the divine theology of the Holy Trinity—of the Father, and of the Son, and of the Holy Spirit. Such is the uncreated nature, the true majesty, the undivided sovereignty, the impartible honour, the unsevered hope, and the incomprehensible glory of the Father, the Son, and the Holy Spirit, to whom befits all glory, honour, and worship unto ages of ages. Amen.
IN SERMONEM DE TRINITATE MONITUM.
ADMONITION ON THE DISCOURSE ON THE TRINITY.
Paulo melioris notae est haec homilia quam praecedens: totaque est in genere dialectico et polemico. Strigosus tamen omnino est hic scriptor, et toto coelo differt ab illa Chrysostomi sponte fluente eloquentia. Nec est quod in νοθείᾳ probanda immoremur. Incerti cujusdam interpretationem non paucis in locis emendavimus.
This homily is of somewhat better stamp than the preceding one, and is wholly in the dialectical and polemical genre. Nevertheless, this writer is altogether meagre, and differs by the whole heaven from that spontaneously flowing eloquence of Chrysostom. Nor is there any reason for us to linger in proving its spuriousness. We have emended the translation of a certain unknown translator in not a few places.
DE SANCTA ET CONSUBSTANTIALI TRINITATE.
ON THE HOLY AND CONSUBSTANTIAL TRINITY.
1. Qui adversus sanctam et consubstantialem Trinitatem linguas acuunt et ferociunt, nitunturque Unigeniti, et Spiritus sancti dignitatem destruere, arguuntur quidem ab ipso Spiritu sancto, qui loquutus est per prophetas, et a Verbo quod praedicavit sui ipsius proprium in carne adventum, propter nos ex sancta Virgine factum, ineffabilem et alterationis expertem propter suas dignitates: arguentur autem postremo in die justi judicii, quando iterum veniet de caelo ut glorificetur in sanctis suis, et admirabilis appareat in iis, qui fidem in se custodierunt immutabiliter. Ausi autem sunt, fratres, Arianorum discipuli, et qui insania Macedonianorum laborabant, dicere Deum magnum et parvum, et creatum Deum, Gentilitatem nobis subintroducentes. Gentilium enim est creaturam adorare, et alium ex diis suis majorem, alium minorem facere. Enimvero si in aliquo deficit Filius vel Spiritus sanctus, non est Deus. Paulus enim reprehendens illos in epistola ad Romanos dicit: Venerati sunt et coluerunt creaturam supra eum qui condidit, qui est in omnibus Deus benedictus (Rom. 1. 25). Quod si adorant creaturam, dicentes, Filium et Spiritum sanctum creaturam, maledicti sunt, secundum Mosem dicentem: Maledictus omnis qui adorat creaturam et facturam (Deut. 27. 15): nos autem non creaturam adoramus, sed Trinitatem increatam, mutationis expertem et consubstantialem, nihilque habentem adventitium vel servile, vel quod productione in esse venerit, quasi prius quidem non exsistens, postea autem adveniens. Vide, oro, testimonia sanctae et consubstantialis Trinitatis, et venerare illam recte, ne pereas. Et dixit, inquit, Deus: faciamus hominem secundum imaginem nostram, et secundum similitudinem (Gen. 1. 26). Dic mihi ergo, cum quo consilium init Deus? Cum angelis, inquit. At non habent angeli imaginem Dei: loquitur autem ad coopificem Filium, et sanctum Spiritum. Et ut veritas haec tibi persuadeatur, audi Psaltem dicentem: Verbo Domini caeli firmati sunt, et spiritu oris ejus omnis virtus eorum (Psalm. 32. 6). Non ignoras autem Verbum esse Filium: dicit enim Joannes Theologus: Et Deus erat Verbum (Joan. 1. 1): et de Spiritu, Spiritus est Deus (Ib. 4. 24). Dicit igitur Deus et Pater Deo Filio et Deo Spiritui sancto: Faciamus hominem secundum imaginem nostram. Et non dixit, meam et vestram, neque meam et tuam. Significans autem Scriptura esse unam imaginem sanctae Trinitatis, dicit (Gen. 1. 27). Et fecit Deus hominem, secundum imaginem Dei fecit illum. Sicut et Paulus clamat de Filio: Qui cum sit splendor gloriae et figura substantiae (Hebr. 1. 3). Et iterum: Qui est imago Dei invisibilis (Col. 1. 15). Iterum et alio loco dicit Scriptura: Venite, et descendamus, et confundamus illorum linguas (Gen. 11. 7); dicendo, venite, pares honore vocat. Neque enim si angelis imperasset, dicere debuit, venite, sed imperando, ite. Vide autem, obsecro, quomodo Patris vox Filium et Spiritum vocet. Nam si ad unum solum hoc dictum esset, debebat dicere, Veni et descendamus et confundamus illorum linguas; quia autem dixit, Venite, unius est vox ad duos honore aequales. Audi quoque et beatum Job, qui manifeste declarat inseparabilem Trinitatem. Dicit enim: Vivit Dominus, qui sic me judicavit, et omnipotens, qui amaritudine affecit animam meam, et spiritus divinus qui tenetur in naribus meis (Job. 27. 2. 3). Dicendo Dominum et omnipotentem et spiritum divinum; consubstantialem Trinitatem praedicat. Disce et hymnum Seraphim clamantium tertio, Sanctus, sanctus, sanctus (Isai. 6. 3): non enim dicunt semel tantum, Sanctus, neque bis Sanctus, neque quater, neque dicunt, Sancti, sancti, sancti, ut ne multis nominibus multos deos nobis inducerent, sed unum solum. Ter autem dicunt, Sanctus, sanctus, sanctus; his enim manifestant unam et aequalem gloriam Patris, et Filii, et Spiritus sancti. Audi item et prophetam dicentem: Spiritus Domini loquutus est in me, et sermo illius in ore meo (2. Reg. 23. 2). Supra dictum est, Deus erat Verbum. Ecce dicendo spiritum Domini, et verbum, et Dominum, praedicat inseparabilem Trinitatem. Vide autem et tres pueros in camino, omnes creaturas et facturas, ut glorificent Deum, vocantes, solem, lunam, stellas, caelos, angelos, virtutes, homines, spiritus, omnem creaturam visibilem et invisibilem et mente praeditam, et nusquam connumerant Filium vel Spiritum sanctum inter opificia. Quod si contendis quod cum Judaei essent, ignorarint Spiritum et Filium, reprehenderis mox ab eadem Scriptura: Erat enim quartus, inquit, quasi similitudo Filii Dei (Dan. 3. 92). De sancto autem Spiritu dicit: Excitavit Deus Spiritu sancto puerum juniorem, cui nomen Daniel (Dan. 13. 45). Et in aliis multis locis praenuntiatus est Spiritus in veteri Testamento. Itaque norant quidem Patrem et Filium et Spiritum unius esse deitatis et potentiae; et gnari cum essent, ea quae illi serviebant, provocarunt ad glorificandum deitatem. Ut autem scias quod nihil adventitium vel creatum Trinitati accedat, Paulus, qui Patrem praeposuerat, alio loco praeponit Spiritum sanctum, his verbis: Unus Deus Pater ex quo omnia, et nos ex illo: et unus Dominus Jesus Christus per quem omnia, et nos per illum: et unus Spiritus sanctus (1. Cor. 8. 6).
1. Those who whet their tongues and rage fiercely against the Holy and Consubstantial Trinity, striving to overthrow the majesty of the Only-begotten and of the Holy Spirit, are refuted even now by the Holy Spirit Himself, who spoke through the prophets, and by the Word who proclaimed beforehand His own coming in the flesh, wrought for our sake from the holy Virgin—ineffable and exempt from all change by reason of His divine prerogatives—and they shall be refuted at the last in the day of righteous judgement, when He shall come again from heaven to be glorified in His saints and to appear wondrous in all who have kept faith in Him unalterably (2 Thess. 1:10). Yet the disciples of the Arians, brethren, and those labouring under the madness of the Macedonians have dared to speak of a great God and a small God, and of a created God, stealthily bringing paganism back in upon us! For it is the way of pagans to worship the creature and to make one of their gods greater and another lesser. Assuredly, if the Son or the Holy Spirit falls short in aught, He is not God. For Paul, rebuking the pagans in his Epistle to the Romans, says: They reverenced and worshipped the creature rather than the Creator, who is blessed God over all (Rom. 1:25). Now if these heretics worship a creature whilst calling the Son and the Holy Spirit creatures, they lie under a curse according to Moses, who says: Cursed is everyone who worships a creature and a thing made (cf. Deut. 27:15); whereas we worship no creature, but the uncreated Trinity, exempt from change and consubstantial, having naught extrinsic, or servile, or brought into being by production as though formerly non-existent and only coming to be afterwards. Behold, I pray thee, the scriptural testimonies to the Holy and Consubstantial Trinity, and worship It aright, lest thou perish. And God said, writes Moses: Let us make man according to our image and likeness (Gen. 1:26). Tell me, then, with whom does God take counsel? With the angels, says the adversary. Nay, angels do not share the same image as God; rather, the Father speaks to His fellow-Artificer the Son and to the Holy Spirit! And that thou mayest be persuaded of this truth, hear the Psalmist saying: By the Word of the Lord were the heavens established, and all the host of them by the Spirit of His mouth (Ps. 32:6 LXX). Now thou art not ignorant that the Word is the Son, for John the Theologian says: And the Word was God (John 1:1); and concerning the Spirit: God is Spirit (John 4:24). God the Father therefore says to God the Son and to God the Holy Spirit: Let us make man according to our image. He did not say, According to mine and yours, nor, According to mine and thine; and signifying that there is a single image of the Holy Trinity, Scripture says (Gen. 1:27): And God made man, according to the image of God made He him—even as Paul cries concerning the Son: Who being the brightness of His glory and the express image of His substance (Heb. 1:3), and again: Who is the image of the invisible God (Col. 1:15). Again in another place Scripture says: Come, let us go down and confound their tongues (Gen. 11:7): by saying Come, He summons equals in honour! For had He been commanding angels, He ought not to have said Come, but by way of command, Go! See too, I beseech thee, how the Father's voice summons both the Son and the Spirit: for had this been spoken to one Person alone, He ought to have said in the singular, Come thou, and let us go down and confound their tongues; whereas because He said in the plural, Come ye, it is the voice of One addressing Two who are co-equal in honour. Hear blessed Job also, who manifestly declares the inseparable Trinity, saying: As the Lord liveth, who hath thus judged me, and the Almighty, who hath filled my soul with bitterness, while the divine Spirit abideth in my nostrils (Job 27:2-3 LXX): by naming the Lord, the Almighty, and the divine Spirit, he proclaims the consubstantial Trinity. Learn too the hymn of the Seraphim crying thrice, Holy, holy, holy (Isa. 6:3): they do not say Holy once only, nor twice, nor four times, nor do they say in the plural Holies, holies, holies, lest by plural titles they introduce many gods to us, but one God alone; yet thrice they cry, Holy, holy, holy, manifesting thereby the one co-equal glory of the Father, and of the Son, and of the Holy Spirit. Hear likewise the prophet David saying: The Spirit of the Lord spake in me, and His Word was upon my tongue (2 Sam. 23:2): above it was shown that the Word was God; behold, by naming the Spirit of the Lord, the Word, and the Lord, he proclaims the inseparable Trinity! Behold also the Three Youths in the furnace summoning all creatures and things made to glorify God—sun, moon, stars, heavens, angels, powers, men, spirits, every creature visible, invisible, and endowed with mind—yet nowhere do they number the Son or the Holy Spirit amongst the works of creation! And if thou contendest that because they were Jews they knew not the Spirit and the Son, thou art straightway refuted by the same Scripture: For the fourth, says Daniel, was like the likeness of the Son of God (Dan. 3:92 Vulg. / 3:25); and concerning the Holy Spirit it says: God stirred up by the Holy Spirit a young lad whose name was Daniel (Dan. 13:45 Vulg. / Sus. 45); and in many other passages of the Old Testament the Spirit was foretold. Accordingly, they knew well that the Father, the Son, and the Spirit are of one Godhead and power; and knowing this, they summoned all creatures that served That Nature to glorify the Godhead. Finally, that thou mayest know that naught extrinsic or created enters into the Trinity, Paul, who in one passage placed the Father first, in another places the Holy Spirit first—for first he writes: One God, the Father, of whom are all things, and we unto Him; and one Lord Jesus Christ, through whom are all things, and we through Him; and one Holy Spirit (cf. 1 Cor. 8:6).
PG 48:1089Read from the page
τόπῳ προ⟨τ⟩άττει τὸ ἅγιον Πνεῦμα· λέγει γὰρ οὕτως· Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ· καὶ ἓν Πνεῦμα ἅγιον. Ἀνάπαλιν δέ· Διαιρέσεις χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Ταῦτα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, καὶ οὐ καθὼς ἐπιτάσσεται. Βαπτιζομένου δὲ τοῦ Υἱοῦ ὁ Πατὴρ οὐρανόθεν μαρτυρεῖ, Πνεῦμα δὲ τὸ ἅγιον ἐν εἴδει περιστερᾶς κατέρχεται ἐπὶ τὸν ὁμότιμον. Διὰ τούτων πάντων ἓν βασίλειον νοεῖν διδασκόμεθα τῆς ἀδιαιρέτου Τριάδος. Αὐτὸς δὲ ὁ Θεὸς Λόγος, ὁ δι' ἡμᾶς ἐν ἀληθείᾳ σαρκωθεὶς, μέλλων ἀνέρχεσθαι ὅθεν οὐκ ἐχωρίσθη, λέγει τοῖς ἁγίοις αὐτοῦ ἀποστόλοις· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἐσφραγίσθημεν μὲν, ἀλλὰ μία σφραγὶς τῆς ἁγίας Τριάδος, ἓν βάπτισμα. Πῶς οὖν τολμᾷς ἀλλοτριῶσαι τῆς πατρῴας οὐσίας τὸν Υἱὸν, ἢ τὸ ἅγιον Πνεῦμα; Οὔτε γὰρ εἰ ἀλλότρια ὑπῆρχον, μετὰ τοῦ Πατρὸς ἐν τῷ βαπτίσματι εἶχον ἀπαριθμεῖσθαι. Τίνι γὰρ λόγῳ κατὰ τὸν σὸν λόγον, ὦ θεομάχε, εἰ κτιστὸς ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα, μετὰ τοῦ Πατρὸς συμπεριλαμβάνεται; Εἰ γὰρ ἠδύνατο τὸ ὄνομα τοῦ Πατρὸς μόνον σῶσαι τὸν βαπτιζόμενον, διὰ τί τὰ κτίσματα μετ' αὐτοῦ συμπεριλαμβάνεται, ὡς ἀδυνατοῦντος τοῦ Πατρὸς μόνου σῶσαι; Μὴ γένοιτο! Εἰ οὖν ἀσθένειαν καταγγέλλει Πατρὸς, τὰ ὁμοούσια φεύγων, ἀναγκασθήσῃ ἐκ τῆς ἀληθείας σὺν ἡμῖν ὁμολογεῖν Τριάδα ἄκτιστον καὶ ὁμοούσιον καὶ παντοδύναμον. Ἀλλ' ἐρεῖς μοι περὶ τοῦ Πατρὸς, ὅτι γέγραπται, Σὲ τὸν μόνον ἀληθινὸν Θεόν. Ἀλλὰ καὶ Θεὸς ἦν ὁ Λόγος· καὶ πῶς οὖν ἴσος τῷ Πατρί; τὸ γὰρ εἰπεῖν περὶ Πατρὸς, Σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, ἔδειξε τὸν Υἱὸν οὐ φυσικὸν, ἀλλὰ θετὸν Θεόν. Τί οὖν, ὁ πολεμῶν τὴν ἑαυτοῦ σωτηρίαν; ἐπειδὴ γέγραπται, καθὼς λέγει Ἰωάννης περὶ τοῦ Πατρὸς, ὅτι Ὁ Θεὸς φῶς ἐστι, περὶ δὲ τοῦ Υἱοῦ, ὅτι Ἦν τὸ φῶς τὸ ἀληθινὸν, παρὰ τοῦτο τολμᾷς ἐλάττω λέγειν τὸν Πατέρα, διὰ τὸ μὴ προσκεῖσθαι τὸ φῶς τὸ ἀληθινὸν, ἀλλὰ περὶ Υἱοῦ μόνον, Ἦν τὸ φῶς ἀληθινόν; Ὥσπερ οὖν οὐ τολμᾷς σμικρῦναι τὸν Πατέρα διὰ τὸ μὴ προσκεῖσθαι τὸ, ἀληθινόν· οὕτως ἀκούων περὶ Πατρὸς, Σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, περὶ δὲ τοῦ Υἱοῦ, τὸ Θεὸς μόνον, μὴ τολμήσῃς σμικρῦναι τὸν Υἱὸν, ἀντιπαρακειμένων ἀλλήλοις τῶν ὀνομάτων, τῷ Πατρὶ τὸ, Θεὸς ἀληθινὸς, τῷ Υἱῷ τὸ, Θεός· ἀνάπαλιν δὲ Ἦν τὸ φῶς τὸ ἀληθινὸν, τῷ Υἱῷ, τῷ δὲ Πατρὶ τὸ φῶς μόνον. Ὡς οὖν οὐ τολμητέον εἰπεῖν περὶ Πατρὸς, ὅτι οὐκ ἔστι φῶς ἀληθινόν, καὶ περὶ τοῦ Υἱου, Θεὸς ἀληθινός· αὐτὸς γὰρ εἶπεν, Ἐγώ εἰμι ἡ ἀλήθεια· οὕτω καὶ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, ὅτι Πνεῦμα τῆς ἀληθείας. Διὰ τούτων τῶν μαρτυριῶν μάνθανε εὐσεβεῖν ἀδιαίρετον Τριάδα· Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν, εἶπεν ὁ μονογενὴς Θεὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Μωϋσῆς λέγει· Ὁ ὢν ἀπέσταλκέ με. Ὁ ὤν ἐστιν ὁ Πατὴρ, ὁ ὤν ἐστιν ὁ Υἱὸς, ὁ ὢν πρὸς τὸν ὄντα, ἀνάρχως καὶ ἀχρόνως γεγεννημένος. Πάντα ἔχει ὁ Πατὴρ, ἀληθῶς ζωὴ, καὶ ἀθανασία, καὶ φῶς, καὶ παντοδύναμος, καὶ Θεὸς, καὶ Κύριος· ἅπερ ἔχει καὶ ὁ Υἱός. Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ἀλήθεια καὶ ἡ ζωή· καὶ, Ἦν τὸ φῶς τὸ ἀληθινόν· καὶ, Θεὸς ἦν ὁ Λόγος· καὶ Θωμᾶς φησιν ὁ ἀπόστολος· Ὁ Κύριός μου καὶ ὁ Θεός μου· καθὼς καὶ ὁ ψαλμῳδὸς λέγει· Ταῖς χερσί μου τὸν Θεὸν ἐξεζήτησα, καὶ οὐκ ἠπατήθην. Ἐψηλάφησεν ὁ Θωμᾶς τὸν Λόγον ἐν ἀπιστίᾳ, καὶ οὐκ ἠπατήθη Κύριον καὶ Θεὸν ὁμολογήσας αὐτὸν ἐν πίστει. Ναὶ, φησί· λέγω τὸν Υἱὸν τοῦ Θεοῦ Θεὸν, οὐκ ἄναρχον δὲ, ἀλλὰ κτιστόν· οὐκοῦν καὶ δοῦλον. Καὶ πῶς, Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. ἀλλὰ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών; Εἰ οὖν δοῦλός ἐστι, (πᾶν γὰρ κτίσμα δοῦλον), πῶς δοῦλος ὢν, μορφὴν δούλου ἔλαβε; πῶς δὲ ἑαυτὸν
place he sets the Holy Spirit before, for he says thus: There is one God the Father, from Whom are all things, and we unto Him; and one Lord Jesus, through Whom are all things, and we through Him; and one Holy Spirit. And conversely: There are divisions of gifts, yet the same Spirit; and there are divisions of ministries, yet the same Lord; and there are divisions of workings, yet the same God, Who works all things in all. Yet all these things one and the same Spirit works, apportioning individually to each just as He wills, and not just as He is commanded. And when the Son is baptized, the Father bears witness from heaven, while the Holy Spirit in the likeness of a dove descends upon Him Who is equal in honour. Through all these things we are taught to understand one royal realm of the indivisible Trinity. And God the Word Himself, Who for our sake truly became incarnate, when about to ascend whither He had not been separated, says to His holy apostles: Having gone forth, make disciples of all the nations, baptizing them into the name of the Father and of the Son and of the Holy Spirit. We were sealed indeed, yet there is one seal of the Holy Trinity, one baptism. How, therefore, do you dare to alienate the Son, or the Holy Spirit, from the paternal essence? For neither, if they were alien, would they have been enumerated with the Father in baptism. For by what reasoning, according to your argument, O fighter against God, if the Son is created, or the Spirit, are they comprised together with the Father? For if the name of the Father alone was able to save him who is baptized, why are the creatures comprised together with Him, as though the Father alone were unable to save? Far be it! If, therefore, he who shuns consubstantial relations proclaims weakness of the Father, you will be compelled out of the truth to confess with us a Trinity uncreated and consubstantial and almighty. Yet you will say to me concerning the Father that it is written, Thee, the only true God. Yet also the Word was God; and how then is He equal to the Father? For to say concerning the Father, Thee, the only true God, showed the Son to be not God by nature, but God by adoption. What then, O you who wage war against your own salvation? Since it is written, just as John says concerning the Father, that God is light, and concerning the Son, that He was the true light, do you thereby dare to call the Father lesser, because the true light is not added to Him, but concerning the Son alone, He was the true light? Just as, therefore, you do not dare to belittle the Father because the word true is not added; so too when you hear concerning the Father, Thee, the only true God, and concerning the Son, God alone, do not dare to belittle the Son, since the names are set side by side with one another: for the Father, true God, for the Son, God; and conversely, He was the true light, for the Son, while for the Father, light alone. As, therefore, one must not dare to say concerning the Father that He is not true light, so too concerning the Son, true God; for He Himself said, I am the truth; so also concerning the Holy Spirit, that He is the Spirit of truth. Through these testimonies learn to reverence an indivisible Trinity: All things whatsoever the Father has are Mine, said the Only-begotten God, Who is in the bosom of the Father. Moses says: He Who Is has sent me. He Who Is is the Father, He Who Is is the Son, Who is with Him Who Is, begotten without beginning and outside time. The Father has all things, truly life, and immortality, and light, and almighty, and God, and Lord; which very things the Son also has. For I am, He says, the truth and the life; and, He was the true light; and, the Word was God; and Thomas the apostle says: My Lord and my God; just as the psalmist also says: With my hands I sought out God, and I was not deceived. Thomas handled the Word in unbelief, and was not deceived when he confessed Him Lord and God in faith. Yes, says the opponent: I call the Son of God God, yet not without beginning, but created; and therefore also a servant. And how is it written, Who, subsisting in the form of God, deemed it not robbery to be equal with God, but emptied Himself, taking the form of a servant? If, therefore, He is a servant (for every creature is a servant), how, being a servant, did He take the form of a servant? And how did He empty Himself,
Notes, col. 1089

On the reading

Printed Υἱου, for Υἱοῦ.

PG 48:1090Read from the page
ἐκένωσεν, εἰ οὐκ ἦν Θεὸς τέλειος; Ὁ γὰρ οὐκ εἶχεν ἔλαβε, μείνας ὃ ἦν· οὐχ ὃ ἦν γέγονεν, ἀλλ' ἐν μορφῇ Θεοῦ ὑπάρχων, διὰ φιλανθρωπίαν ἀτρέπτως ἔλαβε μορφὴν δούλου. Εἰ δὲ οὐ θέλεις αὐτὸν ὁμολογεῖν ἄναρχον, οὐκοῦν ἦν καιρὸς ὅτε οὐκ ἦν Υἱός; Ναὶ, φησίν. Ἴδε οὖν, κατὰ τὸν σὸν λόγον λέγω· ἦν καιρὸς ὅτε οὐκ ἦν Πατήρ· ὁ γὰρ μὴ ἔχων υἱὸν, πατὴρ οὐ καλεῖται. Καὶ ὁ Πατὴρ ἀρχὴν ἔσχε τοῦ εἶναι πατήρ· ἐκ γὰρ τοῦ υἱοῦ πατὴρ γινώσκεται. Ἄρα οὖν καὶ ὁ Πατὴρ ἦν καιρὸς ὅτε καὶ αὐτὸς ἦν υἱὸς ἑτέρου πατρός. Φεῦ τῆς τοιαύτης βλασφημίας! δοκῶν γὰρ τὸν Πατέρα σέβειν τελείως, εἰς αὐτὸν ἀσεβεῖς. Εἰ οὖν ὁ Υἱὸς αὐτὸς ἐποίησε τοὺς χρόνους καὶ καιροὺς, (πάντα γὰρ δι' αὐτοῦ ἐγένετο), πῶς τολμᾷς λέγειν, ὅτι ἦν καιρὸς ὅτε οὐκ ἦν ὁ Υἱός; Οὐκοῦν κατὰ τὸν σὸν λόγον, μείζων ὁ χρόνος τοῦ Θεοῦ Λόγου· τὸ γὰρ πρῶτον ἀνάγκη καὶ μεῖζον.
if He was not perfect God? For what He did not have He took, remaining what He was; He did not become what He was, but subsisting in the form of God, out of loving-kindness towards mankind He unchangeably took the form of a servant. Yet if you do not wish to confess Him to be without beginning, was there then a time when the Son was not? Yes, he says. Behold, therefore, I speak according to your argument: there was a time when the Father was not; for he who has no son is not called a father. And the Father had a beginning of His being Father; for from the son a father is known. Was there then also a time for the Father when He Himself too was the son of another father? Alas for such blasphemy! For while seeming to reverence the Father perfectly, you act ungodly towards Him. If, therefore, the Son Himself made the times and seasons (for all things came into being through Him), how do you dare to say that there was a time when the Son was not? According to your argument, therefore, time is greater than God the Word; for what is first is of necessity also greater.
βʹ. Θέλεις δὲ γνῶναι ὅτι συναΐδιος τῷ Πατρὶ ὁ Υἱός; Λέγει Ἠσαΐας· Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ εἰς τὰ μετὰ ταῦτα· πρὸ ἐμοῦ οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔσται. Εἰ οὖν ὕστερον τοῦ Πατρὸς λέγεις τὸν Υἱὸν, πῶς λέγει ὁ Πατὴρ, ὅτι Μετ' ἐμὲ οὐκ ἔσται ἄλλος Θεός; εἰ δὲ εἰς τὸν Υἱὸν ἐκλάβῃς τοῦτο, πῶς λέγει· Πρὸ ἐμοῦ οὐκ ἐγένετο ἄλλος Θεός; Βλέπε οὖν διὰ τούτων συναΐδιον εἶναι τὸν Υἱὸν τῷ Πατρί. Ἄκουε δὲ τὰς μαρτυρίας τὰς περὶ τοῦ Υἱοῦ, καὶ φεῦγε τοῦ δυσφημεῖν αὐτόν· Ἔβρεξε Κύριος πῦρ παρὰ Κυρίου, καὶ πῦρ ἐπὶ Σόδομα. Κύριον καλεῖ τὸν Πατέρα, Κύριον τὸν Υἱὸν, Κύριον τὸ Πνεῦμα τὸ ἅγιον· ὥς φησιν, Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι· καὶ οὐκ εἶπεν· Ὁ Κύριος ὁ μικρότερος παρὰ Κυρίου τοῦ μεγάλου. Καὶ ὁ Μωϋσῆς φησι, Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· ἄγγελος δὲ κτίσματι οὐ προσκυνεῖ. Καὶ ἵνα μάθῃς περὶ τοῦ Υἱοῦ τοῦτο λελέχθαι, ἄκουε Παύλου λέγοντος· Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Καὶ Δαυῒδ δὲ ἐβόα· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Καὶ οὐκ εἶπε, Κύριος τοῦ Κυρίου μου· ἀλλ' εἶπε, Κύριος τῷ Κυρίῳ μου· Ἰδοὺ, φησὶν Ἠσαΐας, ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. Ναὶ, λέγω αὐτὸν Υἱὸν, ὑποτακτικὸν μέντοι καὶ μικρότερον τοῦ Πατρός. Ἐλέγχει σε πάλιν Ἠσαΐας λέγων, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὁ προφήτης ἐξουσιαστὴν, Θεὸν ἰσχυρὸν, ἀνακηρύττει· καὶ σὺ λέγεις αὐτὸν ὑποτακτικόν; ἐκεῖνος μεγάλης βουλῆς ἄγγελον καλεῖ· καὶ σὺ λέγεις μικρόν; Βλέπε δέ μοι καὶ Ἱερεμίαν βοῶντα περὶ αὐτοῦ· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Περὶ τοῦ Πατρὸς λέγει, ἢ περὶ τοῦ Υἱοῦ; περὶ τοῦ Πατρὸς, φησίν. Ὁ Πατὴρ ἐσαρκώθη, ἢ ὁ Υἱός; Ὁ Υἱός. Οὐκοῦν κατὰ τὸν σὸν λόγον ὁ Πατὴρ ἐσαρκώθη. Ἀλλὰ νῦν βλέπω, κατὰ τὸν τοῦ προφήτου λόγον, ὅτι ὁ Υἱὸς ὁ καὶ συναναστραφεὶς τοῖς ἀνθρώποις. Ναὶ, ὁ Κύριος ἐσαρκώθη, ὁ δὲ Πατὴρ ἄσαρκος διέμεινεν. Ἐλέγχθητι οὖν, ὦ ἀνόητε, ὅτι περὶ Υἱοῦ λέγει, διὰ τῶν ἑξῆς· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ὁρᾷς αὐτὸν καὶ νομοθέτην; Εἰ γὰρ ἐξεῦρεν αὐτὸς πᾶσαν ὁδὸν ἐπιστήμης, ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ αὐτοῦ, αὐτός ἐστιν ὁ καὶ τῷ Μωϋσῇ φανεὶς καὶ νομοθετήσας. Καὶ πόθεν τοῦτο δῆλον; Ἄκουε τοῦ προφήτου λέγοντος· Διαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν, ἡνίκα ἐπελαβόμην τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰ-
2. And do you wish to know that the Son is co-eternal with the Father? Isaiah says: I am the first God, and I am for the things hereafter; before Me there came into being no other God, and after Me there shall be none. If, therefore, you call the Son later than the Father, how does the Father say that After Me there shall be no other God? And if you interpret this as referring to the Son, how does He say: Before Me there came into being no other God? Behold, therefore, through these words that the Son is co-eternal with the Father. And listen to the testimonies concerning the Son, and flee blaspheming Him: The Lord rained fire from the Lord, even fire upon Sodom. He calls the Father Lord, the Son Lord, the Holy Spirit Lord; as he says, Now the Lord is the Spirit; and he did not say: The lesser Lord from the greater Lord. And Moses says, And let all the angels of God worship Him; yet an angel does not worship a creature. And so that you may learn that this has been spoken concerning the Son, listen to Paul saying: And whenever He brings the Firstborn into the inhabited world, He says: And let all the angels of God worship Him. And David also cried aloud: The Lord said to my Lord, Sit at My right hand, until I make Thine enemies a footstool for Thy feet. And he did not say, The Lord of my Lord; but he said, The Lord to my Lord; Behold, says Isaiah, the virgin shall conceive in the womb, and shall bear a son, and they shall call His name Emmanuel; which is, being interpreted, God with us. Yes, says the opponent, I call Him Son, yet subordinate and lesser than the Father. Isaiah convicts you again, saying that Unto us a child was born, unto us a son also was given; and His name is called Angel of Great Counsel, Wonderful Counsellor, Mighty God, Potentate, Prince of Peace, Father of the age to come. The prophet proclaims Him Potentate, Mighty God; and do you call Him subordinate? He calls Him Angel of Great Counsel; and do you call Him small? Behold for me Jeremiah also crying aloud concerning Him: This is our God; no other shall be reckoned beside Him. Does he speak concerning the Father, or concerning the Son? Concerning the Father, he says. Was the Father made flesh, or the Son? The Son. According to your argument, therefore, the Father was made flesh. Yet now I see, according to the word of the prophet, that it is the Son Who also conversed among men. Yes, the Lord was made flesh, while the Father remained without flesh. Be convicted, therefore, O senseless man, that he speaks concerning the Son, through what follows: This is our God; no other shall be reckoned beside Him; He found out every way of knowledge, and gave it to Jacob His servant, and to Israel who was beloved by Him; after these things He appeared upon the earth, and conversed among men. Do you see Him also as lawgiver? For if He Himself found out every way of knowledge, and gave it to Jacob His servant, and to Israel His beloved, He Himself is the One Who also appeared to Moses and gave the law. And whence is this manifest? Listen to the prophet saying: I will make with you a new covenant, not according to the covenant which I made with your fathers, in the day when I took hold of their hand, to lead them out of the land of E-
Notes, col. 1090

On the reading

Printed Ὁ γὰρ, for Ὃ γὰρ.

PG 48:1091Read from the page
γύπτου · διδοὺς νόμους μου ἐν ταῖς καρδίαις αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐγγράψω αὐτούς· καὶ ἔσονταί μοι εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Βλέπεις ὅτι αὐτός ἐστιν ὁ νομοθέτης Παλαιᾶς καὶ Καινῆς; Ὅτι γὰρ τὴν Καινὴν αὐτὸς νομοθετεῖ, οὔτε σὺ ἀμφιβαλεῖς. Καὶ σὺ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ, μὴ ὀλιγοστὸς εἶ τοῦ εἶναί σε ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος· καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν· καὶ αὐτὸς ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Βλέπεις ἕνα λαὸν Πατρὸς καὶ Υἱοῦ. Ὁ Υἱὸς λέγει· Ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοί μοι εἰς λαόν. Ὁ Πατὴρ περὶ Χριστοῦ λέγει· Καὶ ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Μάνθανε ἓν βασίλειον τοῦ Πατρὸς καὶ Υἱοῦ. Ὅσα δὲ μετὰ ταῦτα ἀκούεις αὐτοῦ λέγοντος ταπεινὰ, μετὰ τὸ ἰδίᾳ εὐδοκίᾳ σαρκωθῆναι, καὶ ἑαυτὸν ταπεινῶσαι διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν, νόει ταῦτα θεοπρεπῶς· τὸ γράμμα γὰρ ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Εἰ γὰρ τοῖς ἀποστόλοις τοῖς ἑωρακόσιν αὐτοῦ τὰ θαύματα, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ πᾶσαν νόσον θεραπεύσασιν, ἔλεγε, Πολλὰ ὑμῖν εἶχον εἰπεῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· τί πρὸς Ἰουδαῖον τὸν παχύτερον πολλῷ; Εἰ γὰρ ἵνα εἴπῃ, Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι, ἐβάστασαν λίθους λιθάσαι αὐτὸν, πῶς, εἴ τι τῶν ὑψηλῶν εἶπεν αὐτοῖς, ὅλως κἂν ἠνείχοντο ἀκούειν; Οὕτω καὶ ἐν τῇ Παλαιᾷ πολλὰ εὕροι τις ἂν περὶ Πατρὸς λεγόμενα πρὸς τὴν παχύτητα τῶν ἀκουόντων· ὥσπερ, Ἑπτὰ ὀφθαλμοὶ Κυρίου ἐπιβλέποντες τὴν οἰκουμένην· καὶ, Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με· καὶ, Ἐξεγέρθητι· ἱνατί ὑπνοῖς, Κύριε; καὶ, Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό· τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. Καὶ πῶς; Οὔτε γὰρ πτερωτὸν τὸ Θεῖον, οὔτε ὕπνῳ κατεχόμενον, οὔτε ῥομφαία περὶ Θεὸν, ἢ τόξον, ἢ βέλη· ἀσώματον γὰρ τὸ Θεῖον. Ἀλλὰ ταῦτα ἀπειλεῖ ὁ προφήτης, καθάψασθαι βουλόμενος τῆς παχύτητος τῶν ἀκροατῶν· οὕτω καὶ ὁ Θεὸς Λόγος δι' ἡμᾶς σαρκωθεὶς, μιμούμενος τὸν ἑαυτοῦ Πατέρα, ταπεινὰ φθέγγεται, πρὸς τὴν ἡμῶν σωτηρίαν ἀποβλέπων. Ἐπειδὴ γὰρ ἀντίθεον αὐτὸν ἐνόμιζον, λέγοντες, ὅτι Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· καὶ, Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεύν· καὶ διὰ τοῦτο ἐζήτουν αὐτὸν λιθάσαι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλ' ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, διὰ δὲ τὸ μὴ χωρεῖν αὐτοὺς τὰ ὑψηλὰ καὶ τῆς αὐτοῦ θεότητος ἄξια, ἄρχεται ταπεινὰ λέγειν, διὰ πάντων δεικνὺς μὴ εἶναι ἀντίθεος. Εἰ ἠγαπᾶτέ με, ἐχαίρετε ἂν, ὅτι ἐγὼ πορεύομαι πρὸς τὸν πέμψαντά με Πατέρα, ὅτι ὁ Πατήρ μου μείζων μού ἐστιν. Ὅτε γὰρ ἑαυτὸν ἴσον ἐποίει τοῦ Πατρὸς, λιθάζειν αὐτὸν ἐπεχείρουν. Εἰ δὲ ταῦτα οὕτω μὴ ἔχει, ἀναγκασθήσῃ ἐπαινεῖν Ἰουδαίους, ὅτι δικαίως ἐσταύρωσαν αὐτὸν, ὡς ἀντίθεον· ὁ γὰρ ἑαυτὸν ἴσον τῷ Θεῷ καὶ Πατρὶ ποιῶν, μὴ ὢν δὲ, ἀντίθεος. Ψεύδεται οὖν λοιπὸν Παῦλος, λέγων· Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ. Τί οὖν ἐστιν ὁ Σωτὴρ, καθ' ὃ οὐκ ἐσαρκώθη; Οὕτω τὸ, Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν· ἄλλως αὐτοῦ κατὰ φύσιν, καὶ ἄλλως ἡμῶν κατὰ χάριν καὶ θέσιν· ἄλλως ὡς διὰ τὴν ἰδίαν εὐδοκίαν, καὶ διὰ τὴν κτιστὴν πρόσληψιν. καὶ ἄλλως ἡμῶν ὡς δημιουργημάτων. Εἰ δὲ ἀμφιβάλλεις ἐν τούτοις, εἶχεν εἰπεῖν· Πατέρα ἡμῶν καὶ ὑμῶν. Τίνος ἕνεκεν διέστειλεν ἑαυτὸν, ἀλλ' ἢ ταύτην ἡμᾶς τὴν θεοπρεπῆ ἔννοιαν διδάσκων; Βλέπεις, φησὶ, πῶς ἐπιδέεται τῆς τοῦ Πατρὸς βοηθείας, λέγων· Νῦν ἡ ψυχή μου τετάρακται. Καὶ τί εἴπω; Πάτερ, σῶσέν με ἐκ τῆς ὥρας ταύτης. Κακῶς ἀναγινώσκεις· εἶπε, Νῦν ἡ ψυχή μου τετάρακται· καὶ ἀποδιαστείλας ὧδε, ἐπήγαγε τὸ, Τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἐλήλυθα εἰς τὴν ὥραν ταύτην. Διὰ γὰρ τοῦ εἰπεῖν, Διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην, ἔδειξεν, ὅτι οὐ τὸν θάνατον ἀνεδύετο τὸν σωτήριον. Ἐπιθυμίᾳ γὰρ ἐπεθύμησα τὸ πάσχα τοῦτο φαγεῖν μεθ' ὑμῶν, φησίν. Εἰ δυ-
gypt; giving My laws in their hearts, and upon their minds will I inscribe them; and they shall be to Me for a people, and I will be to them for a God (Jer. 31:32-33). Do you see that He Himself is the Lawgiver of the Old and of the New? For that He Himself enacts the New, neither will you doubt: And you, Bethlehem, house of Ephratha, are by no means least so as to be among the thousands of Judah; for out of you shall come forth for Me a Ruler, and His goings forth are from the beginning, from the days of eternity; and He Himself shall shepherd My people Israel (Mic. 5:2; Matt. 2:6). You see one people of the Father and of the Son. The Son says: I will be to them for a God, and they to Me for a people. The Father says concerning Christ: And He shall shepherd My people Israel. Learn one kingdom of the Father and of the Son. And whatsoever lowly things after these you hear Him saying, after He by His own good pleasure became incarnate and humbled Himself for the salvation of men, understand these things in a manner befitting God; for the letter kills, whereas the spirit gives life (2 Cor. 3:6). For if to the apostles who had seen His miracles and in His name had healed every disease He said, I had many things to say to you, but you cannot bear them now (John 16:12), what then to the Jew, who was far duller? For if, because He might say, Before Abraham came to be, I am (John 8:58), they took up stones to stone Him, how, if He had spoken any sublime things to them, would they at all have endured even to hear? Thus in the Old Testament also one might find many things spoken concerning the Father in proportion to the dullness of the hearers: just as, Seven eyes of the Lord looking upon the whole earth (Zech. 4:10); and, In the shelter of Thy wings shalt Thou shelter me (Ps. 16:8); and, Awake; why dost Thou sleep, O Lord? (Ps. 43:23); and, If you do not turn back, He will furbish His broadsword; He has bent His bow and made it ready; on it He has prepared the instruments of death; His arrows He has wrought for the burning ones (Ps. 7:13-14). And how so? For the Divine Nature is neither winged, nor held fast by sleep, nor is there a broadsword about God, or a bow, or arrows; for the Divine Nature is incorporeal. Rather, the prophet utters these threats, wishing to touch upon the dullness of the hearers; so too God the Word, having become incarnate for our sake, imitating His own Father, utters lowly things, looking towards our salvation. For since they supposed Him to be opposed to God, saying, This man is not from God (John 9:16), and, For a good work we do not stone you, but for blasphemy, because you, being a man, make yourself God (John 10:33), and on this account sought to stone Him, because He not only broke the Sabbath, but also called God His own Father, making Himself equal to God (John 5:18) — and because they could not receive things sublime and worthy of His Godhead, He begins to speak lowly things, showing in every way that He is not opposed to God: If you loved Me, you would rejoice that I go to the Father Who sent Me, for My Father is greater than I (John 14:28). For when He made Himself equal to the Father, they attempted to stone Him. Now if these things do not stand thus, you will be compelled to praise the Jews, on the ground that they justly crucified Him as one opposed to God; for he who makes himself equal to God and the Father when he is not so is opposed to God. Paul then is also lying when he says: He did not deem it robbery to be equal to God (Phil. 2:6). What then is the Saviour, insofar as He was not incarnate? So also the saying, I go to My Father and your Father, and My God and your God (John 20:17): in one way His by nature, and in another way ours by grace and adoption; in one way as through His own good pleasure and through the created assumption, and in another way ours as created beings. And if you doubt concerning these things, He could have said: Our Father and yours. For what reason did He distinguish Himself, save by teaching us this conception befitting God? You see, says the opponent, how He stands in need of the Father's help, saying: Now is My soul troubled. And what shall I say? Father, save Me from this hour (John 12:27). You read badly: He said, Now is My soul troubled; and having paused here, He brought in, What shall I say? Father, save Me from this hour? But for this cause have I come unto this hour. For by saying, For this cause came I unto this hour, He showed that He was not shrinking back from the saving death. With desire have I desired to eat this Passover with you (Luke 22:15), He says. If it is pos-
Notes, col. 1091

On the reading

Printed Θεύν, for Θεόν.

Printed σῶσέν, for σῶσόν.