Migne Reading Room

PG 47 · cols. 77–82 · Read from the page

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:77Read from the page
λογοῦντος καὶ αὖθις τὰ ἐναντία λαλοῦντος. Μακαρίζων γὰρ ὡς στεφανίτας, ταλανίζεις ὡς ἐκπεσόντας, ἐπειδὴ τῶν ἐκκλησιαστικῶν ἐστερήμεθα τόπων. Ὅμοιον δέ μοι πάσχεις τῶν τὰ Ὀλύμπια θεωρούντων ὀγροίκων· ἐκεῖνοι γὰρ κεχήνασι μὲν πρὸς τὰ βραβεῖα ἡδέως, δακρύουσι δὲ πρὸς τὰς πληγὰς τῶν ἀγωνιζομένων οἰκτρῶς. Ἐμοὶ δὲ ἄμεινόν ἐστι φάραγγας καὶ νάπας καὶ πελάγη διώκειν μετὰ τῆς ἀληθείας, ἢ πολλὴν ἔχοντα δόξαν τῆς νῦν νομιζομένης εὐημερίας, ὑποκεῖσθαι τῷ ψεύδει. Ἀλήθειαν μὲν γὰρ ἔχων, ἕξω τὰ πάντα· αὐτῆς γὰρ δοῦλα τὰ πάντα· ψεῦδος δὲ κεκτημένος, οὐδ' ἐμαυτὸν, ἐκείνης μὴ ὑπάρχων. Ἔχων δὲ τὴν ἀλήθειαν, οὐχ ἁπλῶς αὐτὴν βούλομαι ἔχειν, ὡς δέσποιναν ἢ δούλην ἢ γείτονα, ἀλλ' ὡς ἀδελφήν· ἂν δὲ ᾖ δυνατὸν, καὶ ὡς ὁμόζυγον, τῆς ἡδονῆς αὐτῆς ἀπολαύων, καὶ μετὰ ταῦτα κληρονομῶν, ὡς ἰδίαν γυναῖκα. Θυγάτηρ γάρ ἐστι τῆς ὄντως ἀληθείας, ἧς γαμβρὸς ὁ σπουδαῖος. Ὁ γὰρ ταύτην ἔχων σφραγῖδα ἀνηβᾷ, ἀγήρως ἐστὶ καὶ ἀμάραντος, θερμότερον πυρὸς ἔχων τὸν ζῆλον, ὀξύτερον ξίφους τὸν λόγον, κουφότερον ἀετοῦ τὸν βίον, ἀόκνως τρέχει, καθάπερ πρὸς οἰκουρὸν μητέρα τὴν τῶν Γραφῶν μελέτην· ἀνθεῖ διηνεκῶς τῇ ἀλυπίᾳ, οὐ κεκράτηται φόβῳ, γαυριᾷ τῇ ἀδειλίᾳ, κορυβαντιᾷ τῷ ἐνθουσιασμῷ, οὐ μισεῖ οὐδένα, οἰκτείρει τοὺς κακῶς τῷ βίῳ χρωμένους, μακαρίζει τοὺς ἰδιοπραγοῦντας μετὰ τῆς αὐταρκείας, λυπεῖται τὴν τοῦ Πνεύματος λύπην ἐπὶ τῇ τῶν ἱερατικῶν ἀμελείᾳ· περὶ ὧν εἶπεν ὁ Ἀπόστολος· Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως· λυπεῖ δὲ τὸ Πνεῦμα ὁ διδοὺς αὐτῷ νῶτα τῇ ἀμελείᾳ. Καὶ (τί γὰρ τὸ ὅλον;) τελευτᾷ μετὰ παῤῥησίας, οὐδένα λυπήσας, πλὴν τῶν δαιμόνων, καὶ ὅσοι γείτονες αὐτῶν· χρόνος αὐτῷ περιττεύει· οὐκ ἐκαπήλευσε τὰς ἡμέρας ἐν κακουργίαις· ἐδιπλασίασε τὸ δεδομένον χρῆμα, καὶ τόκους ἀγαθῶν ἔργων προέπεμψεν, ἐν ὀλίγῳ καιρῷ πληρώσας πολυχρόνια ἔτη· διαθήκην ὕλης οὐ γράφει, ζῶν καὶ φρονῶν αὐτὴν κατεπάλαισεν. Θάνατος ἔκρουσε τὴν τοῦ σαρκίου θύραν; πρὶν αὐτὸν ἰδεῖν ἔξωθεν ὄντα, βοᾷ, Ἀπέλθωμεν ἐντεῦθεν, ἐπιψάλλων· Οἴμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη· καὶ εἰ μὴ διὰ τὸν πέμψαντα Δεσπότην, αὐτῷ ἂν περιέθηκε δίκας εἰσπράττων, ὅτι σχολαιότερον ἦλθεν. Ἀσμενίζει δὲ τελευταῖον ἀπαλλαγεὶς τοῦ πολυπαθοῦς σαρκίου, ὡς ξενιδίου σαθροῦ, ἀπειλοῦντος πτῶσιν· ὤρθωσε τὸ οὖς πρὸς τὸν λέγοντα, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἀκουσόμενος καὶ τὰ ἑξῆς. Ἔστω δέ σοι τεκμήριον τῶν λεγομένων ἡ τῶν λόγων πυκνότης· Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα. Ὁ δὲ τῷ ψεύδει συζῶν, βίον ἔχει τεταραγμένον, ποτὲ μὲν χαίρων ἀμέτρως ἐπὶ αὐξήσει ἀργυρίου, ἢ δοξαρίου μικροῦ, ἢ πορνιδίου φιλίᾳ, ἢ ἐχθρῶν αὐτοῦ δυσημερίᾳ· ποτὲ δὲ λυπεῖται ἕως θανάτου, τὰς μεταβολὰς ὀνειροπολῶν καὶ τὰς ἀδηλίας, νύκτας ἔχει ἀΰπνους ἢ κακοΰπνους, ὑπονοεῖ ἐπιβουλὰς καὶ τῶν γνησίων, οὐ θαῤῥῶν οὐδὲ ἑαυτῷ, ἀπιστῶν τοῖς πᾶσιν ὡς ψεύσταις. Τοιοῦτος αὐτὸς ὑπάρχων, δειλός ἐστιν ὡς λαγωὸς, θρασὺς ὡς χοῖρος, ψεύστης ὡς χαμαι-
edging and again speaking the opposite. For while counting us blessed as crowned victors, you count us wretched as castaways, because we have been deprived of the ecclesiastical places. You seem to me to suffer the same thing as rustics watching the Olympic games: for they gape gladly at the prizes, yet weep piteously at the blows of the contestants. To me, however, it is better to pursue ravines and glens and seas with truth, than, possessing great repute of what is now reckoned prosperity, to be subject to falsehood. For having truth, I shall have all things, since all things are her servants; whereas possessing falsehood, I shall not even have myself, if I do not belong to her. And having truth, I do not wish to hold her merely as mistress or handmaid or neighbour, but as sister; and if it be possible, even as consort, enjoying her delight, and after these things inheriting her as one's own wife. For she is the daughter of true reality, whose bridegroom is the earnest man. For he who holds this seal grows young again, is unaging and unfading; having zeal hotter than fire, speech sharper than a sword, a life lighter than an eagle, he runs untiringly, just as to a home-keeping mother, to the meditation of the Scriptures; he flourishes continually in freedom from grief, is not mastered by fear, exults in fearlessness, revels in divine transport, hates no one, pities those who use life ill, counts blessed those who mind their own business with self-sufficiency, and grieves with the grief of the Spirit over the negligence of the clergy; concerning whom the Apostle spoke: And do not grieve the Holy Spirit, in Whom you were sealed for the day of redemption; and he grieves the Spirit who turns his back to Him through negligence. And (what need to state the whole?) he dies with boldness of speech, having grieved no one save the demons and whoever are their neighbours; time abounds for him; he did not huckster away his days in knaveries; he doubled the substance given to him, and sent on ahead interest of good works, in a brief season fulfilling long-lived years; he writes no testament of material goods, for while living and in sound mind he wrestled it down. Has death knocked at the door of his poor flesh? Before seeing him standing outside, he cries out, Let us depart hence, chanting besides: Woe is me, that my sojourning has been prolonged! — and were it not on account of the Master Who sent him, he would have brought a suit against him, exacting penalties because he came too tardily. And at the last he gladly welcomes being released from his much-suffering poor flesh, as from a rotten lodging-house threatening collapse; he pricked up his ear towards Him Who says: Well done, good and faithful servant, about to hear also what follows. And let the density of his words be for you a token of the things spoken: For out of the abundance of the heart the mouth speaks. Whereas he who lives with falsehood has a troubled life, sometimes rejoicing beyond measure over an increase of money, or of petty fame, or over the friendship of a harlot, or over the misfortune of his enemies; and sometimes he grieves unto death, dreaming of reversals and uncertainties, has sleepless or ill-sleeping nights, suspects plots even from his true friends, not trusting even himself, distrusting all men as liars. Being such himself, he is cowardly as a hare, rash as a swine, a liar like a chame-
Notes, col. 77

On the reading

Printed ὀγροίκων, for ἀγροίκων.

PG 47:78Read from the page
λέων, ἀπατεὼν ὡς πέρδιξ, ἀνελεήμων ὡς λύκος, ἀνήμερος ὡς μῦς· ἐχθρὸς ἑαυτοῦ, ἀδιαλείπτως βάσκανος, ἐξ ἀνάγκης ἑαυτὸν τιμωρούμενος οὐκ αἰσθάνεται· κατ' ἄλλου γὰρ κακῶς λογιζόμενος, φθάνει πάσχων ὑφ' ἑαυτοῦ κακῶς. Θάνατος ἔνυξε; πάντα δίδωσιν, ἵνα μικρὸν παραμείνῃ, φιλοζωῶν· τὸν δεδομένον αὐτῷ χρόνον ἐκαπήλευσεν εἰκῆ· τὸ δηνάριον πρὸς οἷς οὐκ ἐδίπλωσεν, οὐδὲ σῶον ἐφύλαξεν. Τρέμει διηνεκῶς ὡς φύλλον, γηρᾶν οὐ βουλόμενος· ληροφρονῶν τὰ γερόντων ὑφίσταται, φοβεῖται τὸν θάνατον, ὡς θεόν· θεὸς παρ' αὐτῷ ὁ φαινόμενος κόσμος. Καὶ τί γάρ; ὠχριᾷ, φρικιᾷ, ἀγωνιᾷ· προλαμβάνων τὴν τοῦ Θεοῦ κρίσιν, ἑαυτὸν τιμωρεῖται, τοῦ συνειδότος ἀνηλεῶς βασανίζοντος, καὶ καθ' ἓν τῶν πλημμελημάτων ὑπομιμνήσκοντος, δεινότερα πάσχων, ἤπερ οἱ μαστιγούμενοι τὰ ἑαυτῶν σώματα ταῖς πληγαῖς· ὑποδύνει τὰς κατὰ καιρὸν δυναστείας δουλοπρεπῶς, κολακεύει τὸν κόσμον αἰσχρῶς, ἀντὶ ἑνὸς κυρίου μυρίους ἔχει δεσπότας, ἵνα μὴ τῇ ἀληθείᾳ δουλεύσῃ· ἐπίφοβος ἀσκεῖ εἶναι, φοβούμενος τοὺς πάντας. Ταῦτα μέν σοι παρ' ἡμῶν κατὰ δύναμιν εἰρήσθω. Καὶ εἴ τις ἀληθέστερον καὶ γλαφυρώτερον λέγων, τὴν οὐθένειαν ἡμῶν διορθώσηται, καὶ τοῦτον ἡδέως ἀποδεξόμεθα ὡς διορθωτὴν καὶ φιλάδελφον, καὶ τῷ Σωτῆρι εὐχαριστήσομεν διὰ πάντα. Πλὴν καὶ αὐτὸς ἀντίδος μοι τοῦ σκοποῦ τὴν γνῶσιν τῆς δυτικῆς συνόδου, καὶ ἐπισφράγισαί μου τοὺς λόγους, εἴγε σοι συνήρεσαν, ὡς ἐπωφελῶς εἰρημένοι. Μετὰ δὲ τὸ παύσασθαι τὸν διηγησάμενον, εἶπεν ὁ Θεόδωρος ταῦτα· Σοὶ μὲν τῷ διηγησαμένῳ ταῦτα δῴη Κύριος ἔλεος εὑρεῖν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ ὅτι τῶν τοιούτων ἀπέστης τῆς κοινωνίας, καὶ ὅτι ἡμῖν σαφῶς διηγήσω· μνησθείη δὲ Κύριος πάσης θυσίας τῆς Ἰωάννου, ὅτι ἕως θανάτου οὐ προέδωκε τὴν παῤῥησίαν. Ὁ δὲ σκοπὸς τῆς Ἐκκλησίας Ῥωμαίων οὗτός ἐστιν, ἕως τέλους μὴ κοινωνῆσαι τοῖς ἀνατολικοῖς ἐπισκόποις, μάλιστα Θεοφίλῳ, ἕως ἂν δῷ Κύριος χώραν οἰκουμενικῆς συνόδου, ἰατρευούσης τὰ σεσηπότα μέλη τῶν ταῦτα ἐργασαμένων. Εἰ γὰρ καὶ κεκοίμηται ὁ μακάριος Ἰωάννης, ἀλλ' ἐγρήγορεν ἡ ἀλήθεια, δι' ἣν ἡ ζήτησις ἔσται. Τοῖς δὲ ταῦτα διαπραξαμένοις ἐν τῇ Ἐκκλησίᾳ, ἡδέως ἂν συνέτυχον κατὰ πρόσωπον εἰπών· Ποῦ ἡ ἱερωσύνη; ποῦ ἡ ὁσιότης; ποῦ τὸ ἥμερον καὶ κοινὸν τῆς φύσεως; ποῦ αἱ ἐντολαὶ τοῦ Σωτῆρος; τὸ, Ἐὰν προσφέρῃς τὸ δῶρόν σου, καὶ μνησθῇς, ὅτι ἔχει τι κατὰ σοῦ ὁ ἀδελφός σου, ἄπελθε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ οὕτω πρόσφερε τὸ δῶρόν σου; ποῦ τὸ, Ἐάν τίς σε ῥαπίσῃ ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην; ποῦ ἡ τῶν Γραφῶν μελέτη; τὸ, Ἰδοὺ τί καλὸν ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; ποῦ τὸ, Ἀδελφοὶ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν; διὰ τί δὲ, Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρὰ, ἀντιστρέψαντες πεποιήκατε; Ἀδελφὸς ὑπὸ ἀδελφοῦ συκοφαντούμενος, ἢ λαφυραγωγούμενος, ὡς πόλις οἰκτρὰ καὶ ἀτείχιστος. Τί ποτε οὖν ὡς ἄμικτον τὸ χρῆμα διώκειν ἐπεχειρήσατε, τρὶς καὶ οὐχ ἅπαξ ἄθλιοι; τίνι δὲ λόγῳ, ὡς πρὸς ἐχθρὸν φονᾷν κατ' αὐτοῦ οὐχ ὑπεστείλασθε; πῶς δὲ καὶ ἐπῆλθεν ὑμῖν οὕτω κατ' ἀλλήλων ἐξαγριαίνεσθαι; πόθεν δὲ καὶ τὴν τηλικαύτην μεταβολὴν ἐνεδείξασθε, ὡς ἀπὸ τοῦ τιθασσοῦ ἐπὶ τὸ ἀτίθασσον καὶ ἀνήμερον μεταβαλεῖν;
leon, a deceiver like a partridge, merciless like a wolf, untamed like a mouse; an enemy to himself, unceasingly envious, punishing himself of necessity yet not perceiving it; for by devising evil against another, he suffers evil first at his own hands. Has death pricked him? He gives all things that he may remain a little while, loving life; the time granted to him he huckstered away in vain; besides not doubling the denarius, he did not even keep it safe. He trembles continually like a leaf, unwilling to grow old; in dotage he undergoes the ills of old men; he fears death as a god; with him the visible world is god. And what more? He turns pale, shudders, is in agony; anticipating the judgement of God, he punishes himself, as conscience mercilessly torments him and reminds him of each single transgression, suffering worse things than those whose bodies are scourged with blows; he cringes slavishly before the ruling powers of the hour, shamefully flatters the world, instead of one lord has ten thousand masters, lest he be a servant to the truth; he practises being formidable, while fearing all men. Let these things, then, be spoken by us to you according to our strength. And if anyone, speaking more truly and more polishedly, should correct our nothingness, him too we shall gladly receive as a corrector and lover of the brethren, and we shall give thanks to the Saviour for all things. Yet do you also give me in return knowledge of the aim of the Western synod, and set your seal upon my words, if indeed they pleased you as spoken profitably. After the narrator had ceased, Theodore spoke these words: To you who have recounted these things, may the Lord grant to find mercy on that day, both because you stood aloof from communion with such men, and because you set them forth clearly to us; and may the Lord remember all the sacrifice of John, because unto death he did not betray boldness of speech. And the aim of the Church of the Romans is this: unto the end not to hold communion with the Eastern bishops, above all with Theophilus, until the Lord grants place for an oecumenical synod, healing the putrefied members of those who wrought these things. For even if blessed John has fallen asleep, yet truth keeps watch, on whose account the inquiry will take place. As for those who perpetrated these things in the Church, I would gladly have met them face to face, saying: Where is the priesthood? Where is holiness? Where is the gentle and common bond of nature? Where are the commandments of the Saviour: that word, If you offer your gift, and remember that your brother has something against you, go away, first be reconciled to your brother, and then offer your gift? Where is that word, If anyone strikes you on the right cheek, turn to him the other also? Where is the meditation of the Scriptures: that word, Behold, what is good or what is pleasant, save that brethren dwell together? Where is that word, Let brethren be serviceable in necessities? And why have you inverted, A brother helped by a brother is like a strong city, and made it: A brother slandered or plundered by a brother is like a pitiable and unwalled city? Why then did you ever attempt to pursue the matter as irreconcilable, thrice and not once wretched men? And on what plea did you not shrink from thirsting for murder against him as against an enemy? How too did it enter your minds to rage so savagely against one another? And whence did you display so great a change, as to pass from the tame to the untamed and wild?
PG 47:79Read from the page
Θαυμάζω, καὶ τῆς διαστροφῆς θαυμάζων ἐκπέπληγμαι, ὁρῶν λίαν διακεκινημένον τὸ πᾶν ἐπὶ τοῦτο. Ἱνατί δὲ οὕτω πολλῷ τῷ θράσει ἐπαιρόμενοι τὴν τιθηνοκόμον καὶ κουροτρόφον τοῦ Θεοῦ Ἐκκλησίαν, οἷα πολύγονον μήτραν ὑβρίσατε διακείραντες; ὡς ἐφ' ὑμῖν πληροῦσθαι τὸ προφητικόν· Ἀνθ' ὧν ἐδίωξαν ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐτῶν, καὶ ἐλυμήναντο μήτραν ἐπὶ γῆς. ᾟ μήτρᾳ συνὼν ὁ θεῖος καὶ σωτήριος λόγος ὑμᾶς τε κἀκεῖνον ἔσπειρέ τε καὶ ἐφύτευσεν ἐπὶ ἀμυθήτοις χρηστοῖς καὶ ὠφελίμοις πράγμασιν. Ἀντὶ γὰρ τοῦ συναντιλαμβάνεσθαι ὑμᾶς ἀλλήλους, εἰς ἃ καὶ προσῆκεν, τί παθόντες οὐδ' ἡσυχάζειν καὶ καθ' ἑαυτοὺς ἠρεμεῖν ἐκρίνατε κἂν τοῦ λοιποῦ; Εἰς τὴν χρείαν οὖν τῆς συναντιλήψεως κτισθέντες, τί ἐῤῥαδιουργήσατε τὴν χάριν, οὐ μόνον μὴ ἐπικουφίζοντες τοὺς πόνους, ἀλλὰ καὶ προσαπωθούμενοι καὶ τῆς οἰκείας συγγενείας ἀποσχίζοντες; τοῦ προφήτου πρὸς ὑμᾶς βοῶντος· Οὐχὶ Πατὴρ εἷς πάντων ἡμῶν; οὐχὶ Θεὸς εἷς ἔκτισεν ἡμᾶς; Ἀλλ' ἐρεῖτέ μοι· Ἥμαρτεν εἰς τὸν νόμον. Ποῖον; ὃν ὑμεῖς κατεπατήσατε, τῇ πονηρίᾳ διασκεδάσαντες. Ποῦ οὖν ὁ τῆς φύσεως νόμος, τὸ μετὰ χρηστότητος διορθώσασθαι; Τί δαὶ καὶ νόμῳ πολεμίων καταχρώμενοι, διώκετε ἐν οἷς βουλεύεσθε, καὶ πράσσετε ἐναντίοις οὖσιν καὶ ἔχθρας ἀξίοις; Πόσῳ δὲ ἦν ἄμεινον συνοικοῦντας, καὶ ἐν ταὐτῷ διαιτωμένους, τῶν κοινῶν καὶ ἀγαθῶν βουλευμάτων ἀλλήλοις μεταδιδόναι, εἰς χάριν καὶ ἀρέσκειαν τοῦ ὑμετέρου Πατρός; Τέκνων γὰρ ἀρετὴ καὶ συμφωνία χαρίτων, καὶ σφόδρα εὐμενὲς τοῖς τοκεῦσι, μηδενὸς ἄλλου χρήζουσιν ἀπὸ τῶν ἰδίων ἐγγόνων ἢ τούτου. Εὖ ἴστε δὲ καὶ τοῦτο, ὅτι φιλίας καὶ εὐνοίας σύνδεσμος οὐδὲν ἕτερόν ἐστιν, ἢ τὸ σπουδάζειν, καὶ πάντα πράττειν ἀρεσκόντως τῷ Πατρὶ καὶ τῷ τῆς γενέσεως καὶ διατροφῆς καὶ διαμονῆς αἰτίῳ· οὗ ὑπερφρονήσαντες ὡς λήρου, πολέμους ἐν τῇ Ἐκκλησίᾳ ἐξήψατε, κατὰ τὸν εἰπόντα προφήτην· Μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν· ἀντὶ τοῦ παρορμᾷν καὶ προτρέπειν ἀλλήλους· ἔπειτα κατὰ νοῦν καὶ γνώμην τὴν τοῦ Πατρὸς πολέμους ἀσυμβάτους ἐργαζόμενοι ἐν ἀλλήλοις. Προστίθημι δὲ, ὅτι καὶ τὸν Θεὸν, καὶ πάντας τοὺς προσχωροῦντας αὐτῷ, τοῦ μὲν υἱοὺς, ὑμῶν δὲ ἀδελφοὺς, σφόδρα ἐξίστησι καὶ κινεῖ, καὶ σιωπᾷν οὐκ ἐπιτρέπει· οὐδὲ γὰρ ὀλίγωρος, οὐδὲ τῆς τῶν τέκνων ὠφελείας ἄφροντίς ἐστιν. Ἀχθόμενος τοιγαροῦν ἐπί τε τῇ ὑμετέρᾳ φρενοβλαβείᾳ, καὶ ἐπὶ τῇ τῶν ἀδικουμένων καταδυναστείᾳ· διὸ καὶ παρελθεῖν ὑμᾶς ἀτιμωρήτους οὐ κρίνει δίκαιον, καθὼς ἐνήρξατο· οὔτε γὰρ αὐτῷ εὐπρεπὲς, οὔτε ὑμῖν ἀσφαλὲς, τό τε πάθος ὑμῶν οὐ φορητὸν, ἐπιμελείας τε οὐ τῆς τυχούσης, διά τε πληγῶν καὶ τῶν ἀπὸ παιδείας μωλώπων οὐκ ἀριθμητῶν χείρους ὑμᾶς ὁρᾷ. Πολὺ γὰρ τὸ ἀναίσθητον καὶ ἀκαμπέστατον ὑμῖν ἐπιπολάζει, ἀδελφοὺς, γνησίους καὶ ὁμοδιαίτους, πρὸς δὲ καὶ ὁμοσπόνδους, ὁμοτραπέζους καὶ ὁμολέκτους, μιᾶς καὶ τῆς αὐτῆς συγγενείας τετυχηκότας, οὕτως εἰς μῖσος ἔχθιστον περιετρέψατε, ὡς καὶ τῶν ἰδίων ὅρων καὶ τῆς κοινῆς ἑστίας ἀποδιαπέμπεσθαι, καὶ πόῤῥω ἀπελαύνειν, ἀπόλεις καὶ ἀοίκους, πρὸς δὲ καὶ φυγάδας, ὅσον ἐφ' ὑμῖν ἧκον μέρος, κατασκευάσαντες, καὶ ταῦτα οὐ πρὸς ποσόν τινα
I marvel, and marvelling at the perversion I am struck dumb, beholding the whole world exceedingly stirred up over this. Why, lifted up with so great audacity, did you outrage and shear bare the nursing and child-rearing Church of God, like a fruitful womb, so that in you is fulfilled the prophetic word: Because they pursued their brother with a sword, and ravaged the womb upon earth? United with which womb, the divine and saving Word both sowed and planted you and him for untold good and profitable deeds. For instead of helping one another in the things that were fitting, what came over you that you did not judge it best even for the future to keep quiet and remain at peace by yourselves? Created, then, for the need of mutual assistance, why did you recklessly abuse that grace, not only not lightening burdens, but besides thrusting men away and severing them from their own kindred, when the prophet cries out to you: Is there not one Father of us all? Did not one God create us? Yet you will say to me: He sinned against the law. What law? That which you trampled underfoot, scattering it through wickedness. Where then is the law of nature: to set right with kindness? And why, misusing even the law of enemies, do you persecute men in things that are opposed to what you plan and do, and deserving of enmity? How much better was it, dwelling together and sharing the same way of life, to impart common and good counsels to one another, for the favour and good pleasure of your Father? For the virtue of children is both a harmony of graces and exceedingly pleasing to parents, who need nothing else from their own offspring than this. And you know well this also, that the bond of friendship and goodwill is nothing other than to be zealous and to do all things pleasingly to the Father and Author of begetting and nurture and preservation; Whom you disdained as dotage, and kindled wars in the Church, according to the prophet who spoke: They fixed madness in the house of the Lord — instead of urging and exhorting one another; and thereafter, according to the mind and purpose of the Father, waging irreconcilable wars among one another. And I add that it exceedingly amazes and moves both God and all who draw near to Him — His sons, and your brethren — and does not suffer them to keep silent; for He is neither heedless nor unconcerned for the benefit of His children. Being grieved, therefore, both at your derangement of mind and at the oppression of the wronged, on this account He judges it not just that you should pass by unpunished, just as He has begun: for it is neither seemly for Him, nor safe for you, and your malady is unendurable and needs no ordinary care, and through blows and numberless welts of chastisement He sees you grown worse. For great is the insensibility and utter inflexibility that abounds in you: brethren, true-born and sharers of the same home, and besides bound by covenant, sharing the same table and the same couch, who have obtained one and the same kindred, you have so turned into the most hateful hatred as to send them away from their own borders and common hearth, and drive them far off, rendering them cityless and homeless, and exiles besides, so far as lay in your part, and that not for some measured
PG 47:80Read from the page
χρόνον τὴν φυγάδα ὁρίσαντες, ἀλλ' ὅσον ἐδυνήθητε καὶ ἐπ' ἄπειρον, διὰ τὸ ὠμόθυμον καὶ τὸ λίαν παρακεκινημένον ὑμῶν. Ὃ ἐπ' αὐτοῖς καὶ τῷ μακαρίῳ Ἰωάννῃ κέκτησθε, ἔγκοτον τὸ ἔχθος ἀναζωπυροῦντες, καὶ ὥσπερ ἠκονημένον ξίφος μέχρι τῆς δεῦρο κατ' αὐτοῦ χαλῶντες τὴν γλῶτταν, τὴν μῆνιν ἀσπάζεσθε ἀντὶ διδασκαλίας ἐπωφελοῦς, τὴν κατηγορίαν ἐπὶ τῆς Ἐκκλησίας εἰς μολυσμὸν τῶν ἀκουόντων ἐκχέοντες. Καὶ ταῦτα μὲν ἐκείνοις, οἷς ὁ Κύριος ἐν ἐλέει καὶ φιλανθρωπίᾳ ἀποδώσει κατὰ τὰ ἔργα. Σοὶ δὲ ποίων λόγων ἀμάραντον στέφανον πλέξας οἴσω, μακάριε Ἰωάννη, μετὰ ἔξοδον τοῦ σταδίου οὐ φοβούμενος τὸ ἐγκωμιάσαι; ἀπεδύσω γὰρ τὴν τρικυμίαν· ἢ τῶν Μωσαϊκῶν ἐκείνων νόμων οὓς δέδωκεν εὐλογήσας τὸν πρακτικὸν Ἰωσήφ, καὶ τὸν θεωρητικὸν Λευὶ τὸν ἱερέα; ἐν σοὶ γὰρ ὁρῶ ἀμφοτέρους. Ἐπ' εὐλογίας Κυρίου ἡ γῆ σου, καὶ ἀπὸ ὀρῶν οὐρανοῦ καὶ δρόσου καὶ ἀβύσσων πηγῶν κάτωθεν, καὶ καθ' ὥραν γεννημάτων, ἡλίου τροπῶν, καὶ ἀπὸ συνόδων μηνῶν, ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς, καὶ ἀπὸ κορυφῆς ἀενάων βουνῶν, ἔσονται ἐπὶ κορυφῆς Ἰωσὴφ (καὶ εἴ τις, ὡς Ἰωσήφ), καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν, δοξασθεὶς ἐν ἀδελφοῖς πρωτότοκος. Ταύρου τὸ κάλλος αὐτοῦ τὰ κέρατα, μονοκέρωτος τὰ κέρατα αὐτοῦ· ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἀπ' ἄκρου τῆς γῆς. Καὶ τῷ Λευὶ εἶπε (καὶ εἴ τις αὐτὸν ἐμιμήσατο)· Δότε Λευὶ δήλους αὐτοῦ, καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ, ἐλοιδ⟨ό⟩ρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας. Ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρὶ, Οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω, ἐφύλαξε τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησεν· ἐδήλωσε τὰ δικαιώματά σου τῷ Ἰακὼβ, καὶ τὸν νόμον σου τῷ Ἰσραήλ. Ἐπιθήσει θυμίαμα διὰ παντὸς ἐν ἑορτῇ σου ἐπὶ τῷ θυσιαστηρίῳ σου. Εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι· πάταξον ὀφρὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν. Ἐγὼ δὲ προσπλέξας εἴποιμι· Οἱ φιλοῦντες αὐτὸν, Ἰησοῦ Χριστὲ, μὴ καταισχυνθήτωσαν· σὸν γὰρ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὁ ἘΠΙΣΚ. Καὶ αὕτη τῆς σῆς συνέσεως ἡ ἄσκησις, θηρευτὰ νοημάτων Θεόδωρε, ἐκφέρειν ἐκ τοῦ τῆς διανοίας σου θησαυροῦ, κατὰ τὸν εἰπόντα Σωτῆρα, Καινὰ καὶ παλαιά· παλαιὰ μὲν, τῆς ἀνθρωπίνης σοφίας παιδεύματα· καινὰ δὲ, τὰ τοῦ ἁγίου Πνεύματος λόγια· ἐξ ὧν θησαυρῶν ὁποτέρῳ μέρει τὸ πρόσφορον δέδωκας. Τῆς μὲν σῆς φρονήσεως φράσαι τοῖς πλημμελήμασιν, ἃ ἥρμοζε, τῆς δὲ Μωσαϊκῆς εὐλογίας πλέξας Ἰωάννῃ τὸν ὀφειλόμενον στέφανον· ὃς ἀπαθῶς ἱερατεύσας, ἀληθῶς οὐκ ἔγνω πατέρα ἢ μητέρα ἢ γένος αἱμάτινον δικαιοσύνης ὑπερβολῇ, ἀλλ' ἢ τοὺς ἐραστὰς καὶ ἐργάτας τοῦ λόγου. Οἱ δὲ καθ' ἡμᾶς δοκοῦντες ἐπίσκοποι τὸ μὲν πήλινον γένος πορισμοῖς καὶ στρατείαις καὶ ἀξιώμασιν ἐγκαθώρμησαν, παραβάντες τὸν εἰπόντα νόμον· Οὐ δώσουσιν οἱ ἱερεῖς τοὺς υἱοὺς αὐτῶν εἰς ἄρχοντας καὶ παρατρέχοντας τῷ βασιλεῖ· τὰ δὲ τοῦ Πνεύματος συσκευαῖς καὶ δυσημερίαις καὶ φρουραῖς καὶ περιορισμοῖς ἐνδαπανῶντες, ἄκρατον πιόντες τὴν ἄγνοιαν,
space of time determining their banishment, but so far as you were able even unto infinity, through your fierceness of temper and extreme frenzy of mind. Which thing you harbour against them and against blessed John also, fanning deep-seated enmity into flame, and loosing your tongue against him like a sharpened sword down to this day: you embrace wrath instead of profitable teaching, pouring out accusation in the Church to the defilement of the hearers. And let these things be spoken to those to whom the Lord in mercy and loving-kindness will render according to their works. As for you, blessed John, weaving an unfading crown of what words shall I bring it, not fearing to praise you after your departure from the racecourse — for you have stripped off the triple wave of storm? Or from those Mosaic laws which He gave when blessing the active Joseph and the contemplative Levi the priest? For in you I behold both. From the blessing of the Lord is your land, both from the mountains of heaven and the dew, and the deeps of springs below, and the seasonal fruits of the turnings of the sun, and the conjunctions of the months, from the summit of the ancient mountains, and from the summit of the everlasting hills: they shall rest upon the head of Joseph (and if anyone is like Joseph), and upon the crown of the brethren whom he led, glorified as firstborn among brethren. His beauty is that of a bull, his horns are the horns of a unicorn; with them he shall gore the nations together even from the end of the earth. And to Levi he said (and if anyone imitated him): Give to Levi his manifestations, and his truth to the holy man, whom they tested in trial, whom they reviled at the water of strife. He who says to his father and mother, I have not seen you, and did not recognize his brethren, kept Thy oracles, and observed Thy covenant; he declared Thy ordinances to Jacob, and Thy law to Israel. He shall lay incense continually in Thy feast upon Thy altar. Bless, O Lord, his strength, and accept the works of his hands; smite the brow of enemies who have risen up against him, and let those who hate him not rise again. And I, weaving this in besides, would say: Let those who love him, O Jesus Christ, not be put to shame; for Thine is the might unto the ages. Amen. THE BISHOP. And this too is the practice of your understanding, O Theodore, hunter of thoughts: to bring forth out of the treasury of your mind, according to the Saviour Who spoke, Things new and old — old, the lessons of human wisdom; and new, the oracles of the Holy Spirit; from which treasuries you have given to either side what was fitting: from your prudence, to speak to the transgressions what was suited, while from the Mosaic blessing weaving for John the crown that was owed to him; who, having exercised the priesthood dispassionately, truly knew not father or mother or kindred of blood through surpassing righteousness, save only the lovers and workers of the word. Whereas those who seem to be bishops in our day have launched their brood of clay into lucrative posts and military services and dignities, transgressing the law which spoke: Priests shall not give their sons to be rulers and attendants upon the king; while squandering the things of the Spirit in plots and calamities and guards and confinements, having drunk unmixed ignorance,
PG 47:81Read from the page
ἐκ τούτων νομίζοντες ἀτιμάζειν τοὺς φίλους τῆς ἀρετῆς, περὶ ὧν προεῖπεν ὁ Σωτήρ· Ἐλεύσονται ἡμέραι, ἐν αἷς δόξουσιν οἱ ἀποκτείνοντες ὑμᾶς, λατρείαν προσφέρειν τῷ Θεῷ. Καὶ οὐ δήπου περὶ Ἑλλήνων εἶπεν, ἐπεὶ ἂν εἰρήκει, τοῖς θεοῖς, οἳ πλείονας παρὰ τὸν ἕνα σημαίνουσιν. Ἐξ ὧν δὲ τὸν ἕνα καὶ μόνον ὠνόμασεν, ἐδήλωσε τοὺς νῦν ἡμᾶς προσχήματι τῆς Ἐκκλησίας λεηλατοῦντας. Τὰς γὰρ ἰδίας κακοτροπίας καὶ φθόνους ἐπικρυψάμενοι, ὑπὲρ ταύτης φροντίζειν κατασχηματίζονται λόγῳ, ἣν ἐλυμήναντο ἔργοις. Ἀλλὰ κἂν οὕτω σοφίσωνται, ἡ ἔκβασις τῶν γεγενημένων αὐτοὺς διελέγξει ὑπουργήσαντας τῷ καυχησαμένῳ· Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ. Οὐκέτι γὰρ ἐφευρίσκων εἶδος αἱρέσεως καινοτέρας ὁ ἐφευρετὴς τῆς ἀνομίας καὶ γεωργὸς τῆς κακίστης ἐπιθυμίας ὄφις, ἐξοίστρησε τοὺς προεστῶτας τῆς Ἐκκλησίας εἰς ἀλληλοκτονίαν, φιλοκαθεδρίας καὶ πρωτοκαθεδρίας πάθει, δι' ὧν εἰργάσαντο τὸ σχίσμα. Εἰ γὰρ ἦν Πνεύματος Θεοῦ συμφωνία ἐν τοῖς ἐπισκόποις, καὶ ὡς αἴτιος πλημμελείας, ἢ ἀνάξιος ἱερωσύνης, ἢ, ὡς ὁ Θεόφιλος λέγει, ὑπερηφανίας, ὤφειλεν εἰρχθῆναι ὁ Ἰωάννης· ἐδύνατο ἡ παντοδύναμος Θεοῦ σοφία ἐνθέσμως αὐτὸν κωλῦσαι τῆς ἱερατείας, ἢ ἐφευρεῖν τρόπον, δι' οὗ ἀταράχως καὶ ἀκλαυστὶ ἐξεβάλλετο οὗτος ἢ θανάτῳ, ἢ παραλύσει, ἢ ἀφωνίᾳ, ὡς οἴδαμέν τινας τῶν ἀντιπεσόντων αὐτῷ πεπονθότας, καί τινας μέλλοντας πάσχειν. Ἐξ ὧν δὲ τοσαῦτα παρηκολούθησεν ἀνάξια τοῦ Σωτῆρος ἔργα, καὶ αὐτὸς οὐ καθηρέθη, ἀλλ' ἐξωρίσθη, εὔδηλον τοῦ διαβόλου εἶναι τὸ δρᾶμα, οὗ κατελύετο τῇ διδασκαλίᾳ ἡ βασιλεία. Οἶδα ἐγὼ τὸν Ἰωάννην ἓξ καθελόντα ἀξίως, ὡς ὠνητὰς τῆς ἱερατικῆς ἀξίας, περὶ ὧν ἀνωτέρω εἶπον. Τίς ἐδάκρυσεν; τίνος δὲ ῥῖνες ἔσταξαν αἷμα; ποία ἀράχνη ἐσχίσθη; τίς δὲ τῆς οἰκίας αὐτοῦ ἐξῆλθεν; τίς δὲ ὀβολὸν ἐζημιώθη; ποῖος δὲ τῆς Ἀσίας ἀγύρτης, ἢ δημιουργὸς, ἢ γηπόνος, ἢ σκυτοτόμος, ἢ δημότης οὐκ ἠσμένισε τὸ γεγενημένον ἐπὶ ἐκδικίᾳ τῶν ἱερῶν νόμων; ἐπευφημῶν· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε; πάντα ἐν σοφίᾳ ἐποίησας. Ὅπου γὰρ Θεὸς ἐργάζεται, πάντα γίνεται ἐν σοφίᾳ· ὅπου δὲ ὁ μισόκαλος δαίμων, ὁμοίως ἅπαντα ἐν ἀσοφίᾳ. Παρακολουθεῖ δὲ τῇ ἀσοφίᾳ ἀλλόκοτα πράγματα, φθόνοι, φόνοι, ἔρις, ζῆλος, θυμοὶ, ἐριθίαι, διχοστασίαι, κτύπος, κλωσμὸς ἀπαιδεύτων, ἐξουσιῶν ζέσις, ἴκρια, ξεσμοὶ, λαμπάδες, κρουνοὶ αἱμάτων, ἀφόρητοι ζημίαι, δημεύσεις, λύσεις θεσμῶν θείων, καταφρονήσεις νόμων, ἀθετήσεις σωφροσύνης, οἰκουμένης σχίσμα, παραφυλακαὶ γῆς καὶ θαλάσσης, ναυτικαὶ, ἱππικαὶ, πεζικαὶ μηχαναὶ εἰς ἐμποδισμὸν τῶν διὰ τὴν ἀλήθειαν ἐκδημούντων. Πῶς τοίνυν τολμῶσι λέγειν· Θεοῦ οἰκονομίᾳ ἐκβέβληται ὁ Ἰωάννης; Εἰπάτωσαν δέ μοι οἱ ἐξηχοῦντες ταῦτα· Ἠπόρει ἡ παντοδύναμος τοῦ Θεοῦ σοφία, ὡς προέφην, ἀοράτῳ δυνάμει παῦσαι τὸν Ἰωάννην ἀνάξιον ὄντα; ἢ πεῖσαι τοὺς ἀμφισβητοῦντας αὐτοῦ δίχα πολλῆς
supposing by these means to dishonour the friends of virtue, concerning whom the Saviour foretold: Days will come in which those who kill you will think that they offer worship to God. And surely He did not speak concerning Greeks, since He would have said, to the gods, which signify more than the One. Whereas inasmuch as He named the One and Only, He indicated those who now plunder us under the guise of the Church. For concealing their own malice and envy, in word they feign to care for her whom they ravaged in deeds. Yet even if they contrive thus, the outcome of what has taken place will convict them of having ministered to him who boasted: I shall never be shaken from generation to generation without calamity. For no longer inventing a form of newer heresy, the serpent, the inventor of lawlessness and husbandman of the worst desire, goaded the leaders of the Church to mutual slaughter through the passion for episcopal thrones and the first seat, whereby they wrought the schism. For had there been harmony of the Spirit of God among the bishops, and had John owed it to be barred as guilty of transgression, or unworthy of the priesthood, or, as Theophilus says, of arrogance, the almighty wisdom of God was able lawfully to hinder him from the priestly office, or to devise a way whereby without tumult and without tears this man might be cast out either by death, or by paralysis, or by loss of speech, just as we know some of his opponents have suffered, and some are about to suffer. Whereas, since so many deeds unworthy of the Saviour followed closely, and he himself was not deposed, but banished, it is manifest that the drama was the devil's, whose kingdom was being overthrown by his teaching. I know that John worthily deposed six men, as purchasers of the priestly dignity, concerning whom I spoke above. Who wept? Whose nostrils dripped blood? What spider's web was torn? Who went out of his house? Who was fined an obol? And what beggar-priest, or craftsman, or husbandman, or shoemaker, or commoner of Asia did not gladly welcome what had taken place in vindication of the sacred laws, acclaiming: How magnified are Thy works, O Lord! In wisdom hast Thou made them all. For where God works, all things come to pass in wisdom; whereas where the good-hating demon works, in like manner all things come to pass in unwisdom. And strange deeds attend upon unwisdom: envies, murders, strife, jealousy, wraths, factions, dissensions, tumult, hissing of the unlearned, seething of authorities, scaffolds, lacerations, torches, streams of blood, unendurable penalties, confiscations, abrogations of divine ordinances, contempt for laws, rejections of temperance, schism of the inhabited world, blockades of land and sea, naval, cavalry, and infantry engines for hindering those who travel abroad on account of the truth. How then do they dare to say: By the dispensation of God John has been cast out? Let those who noise these things abroad tell me: Was the almighty wisdom of God at a loss, as I said before, by invisible power to depose John if he was unworthy? Or to persuade those who dispute over him, apart from great
PG 47:82Read from the page
ἀνάγκης ἀρχόντων ἀπαθῶς φέρειν τὸ πρᾶγμα; Εἰ γὰρ ὁ αὐτὸς Θεός ἐστιν ὁ τῷ Μωϋσῇ συνεργήσας εἰς ἐλευθερίαν τοῦ Ἰσραὴλ καὶ ὑπακοὴν, τοῦ Φαραὼ ἀναφανδὸν βοῶντος· Οὐκ οἶδα τὸν Θεὸν, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ· πῶς τοίνυν βοηθείας δεδέηται ἐπὶ Ἰωάννου τῆς τῶν ἐπιγείων ἀρχόντων; ὡς γηράσας, ἢ ὡς ἀτονήσας, ἢ ὡς ἀπορήσας. Εἶτα ὁ τὰς μοιχείας τινῶν καὶ τὰς παιδεραστίας ἑτέρων καὶ γοητείας ἄλλων δημοσιεύσας, ἠπόρησεν ἔτι διελέγξαι τὸν Ἰωάννην; ἢ ἀνάπαλιν, ὁ τοῦδε τὴν γλῶσσαν συνάγχῃ ὀγκώσας μετ' ἐξομολογήσεως ἐγγράφου, καὶ τὸν ἄλλον κλιμακτῆρι περιπεσεῖν συγχωρήσας θανατηφόρῳ, ἢ ὁ ταριχεύσας τόνδε μετὰ γενέσεως σκωλήκων ἄφωνον ἐπὶ κλίνης ἐνιαυτὸν παρ' ὀλίγον ὅλον, ἢ ὁ τὰς ἀπηρημένας ἐκδειματώσεις ἐπαγαγὼν ἑτέρῳ μετὰ τῆς συντρόφου ποδάγρας, ἢ ὁ τὰ σκέλη πρήσας οὗ ἐβουλήθη, ἢ ὁ τόνδε δυσώδει θανάτῳ ἀναρπάσας θᾶττον, ὃν ἴσασι πάντες, ἠτόνησεν ἐπὶ Ἰωάννου, ὥς φατε, ἱεροσύλου ὄντος, ἕν τι τούτων ἐνεργῆσαι, ἀλλ' ἐδεήθη τοῦ καὶ τοῦ, ἵνα ἀτιμάσας ἐξώσῃ τὸν Ἰωάννην, πλέον αὐτὸν ἐκ τούτου δοξάσας; Ἀπατῶνται τοίνυν μὴ τὴν ἐντολὴν τοῦ λόγου. Ἱερόσυλος γὰρ κυρίως οὐχ ὁ χρυσὸν, ἢ ἄργυρον, ἢ τὰ σηρῶν νήματα, σητῶν βρώματα, πτωχοῖς διανείμας, ἀλλ' ὁ ἀργυρίῳ καὶ κολακείᾳ καὶ τραπέζῃ ἀπεμπολῶν τὰ δόγματα καὶ τοὺς θεσμοὺς τοῦ Σωτῆρος· ἔπειτα ὁ λυμαινόμενος ἱερὸν ἄνδρα, βίῳ καὶ λόγῳ κεκοσμημένον, δι' οὗ ὁ Σωτὴρ ὡς διὰ κρατῆρος ἢ κειμηλίου ἐλογοπότει τοῖς ἐρασταῖς τοῦ λόγου τὰ πρόσφορα τῆς σωτηρίας. Λεγέσθωσαν τοίνυν ἱερόσυλοι οὗτοι, οἱ συλαγωγήσαντες τὴν ἀποστολικὴν Ἐκκλησίαν, τοιούτων στερήσαντες διδασκάλων, καὶ πωλοῦντες ἀργυρίῳ τὰς χειροτονίας, οὓς ἤδη μετελεύσεται ἡ θεία δίκη εἰς ἐπανόρθωσιν τῆς αὐτῶν κακοπραγίας. Εἰ γὰρ οἱ τὸν Μωϋσέως παραχαράξαντες νόμον διὰ τῆς ἄγαν ἀπροσεξίας φραγελλίῳ ἐκβέβληνται τοῦ νεὼς ὑπὸ τοῦ Σωτῆρος, καὶ τοῦτο σχοινίου, ὡς ἔνδον τὰς περιστερὰς πωλοῦντες· τί πείσονται ἄρα οἱ καπηλεύοντες τῆς Νέας Διαθήκης τὴν ἱερατείαν, ἢ τὸ ῥάβδῳ σιδηρᾷ συντριβῆναι ὑπὸ τοῦ ἀρχιποιμένος; καθὼς ὁ Ἀπόστολος λέγει· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει. Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς Διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας; Οἴδαμεν γὰρ τὸν εἰπόντα· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Ὁ δὲ τὸν ὅσιον τοῦτον καὶ ἅγιον ποιμένα καὶ τῆς δικαιοσύνης φωστῆρα δοξάσας Θεὸς, δῴη ἡμῖν μέρος ἢ κλῆρον εὑρεῖν σὺν αὐτῷ ἐν τῇ φοβερᾷ αὐτοῦ τῆς δικαιοκρισίας ἡμέρᾳ· ᾧ πρέπει δόξα, τιμὴ, μεγαλωσύνη καὶ μεγαλοπρέπεια τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
compulsion of rulers, to bear the matter dispassionately? For if it is the same God Who worked with Moses for the freedom and obedience of Israel, when Pharaoh openly cried out: I do not know the Lord, and I will not send Israel away — how then in the case of John did He stand in need of the help of earthly rulers, as though grown old, or grown weak, or at a loss? Furthermore, was He Who made public the adulteries of some, and the paederasties of others, and the sorceries of yet others, at a loss still to convict John? Or conversely, was He Who made one man's tongue swell with quinsy along with a written confession, and suffered another to fall down a deadly staircase, or Who embalmed this man alive with a breeding of worms, speechless upon a couch for well-nigh a whole year, or Who brought upon another fiercely threatening terrors along with habitual gout, or Who caused the legs of whom He willed to swell, or Who snatched away this man swiftly by a foul-smelling death, whom all men know — was He too weak in the case of John, who, as you claim, was sacrilegious, to work some one of these things, and did He stand in need of this man and that in order to dishonour and drive out John, glorifying him all the more thereby? They go astray, therefore, not knowing the commandment of the word. For strictly sacrilegious is not he who distributes gold, or silver, or silken threads, the food of moths, to the poor, but he who for silver and flattery and the table sells off the doctrines and the ordinances of the Saviour; and next, he who outrages a holy man adorned in life and speech, through whom the Saviour, as through a mixing-bowl or treasured vessel, gave the lovers of the word to drink what conduces to salvation. Let these men, therefore, be called sacrilegious, who have plundered the apostolic Church, bereaving her of such teachers, and selling ordinations for silver, whom divine justice will presently pursue for the correction of their wickedness. For if those who counterfeited the law of Moses through extreme heedlessness have been cast out of the temple by the Saviour with a whip, and that of small cord, as selling doves within, what then will they suffer who huckster the priesthood of the New Covenant, save to be dashed in pieces with an iron rod by the Chief Shepherd? — just as the Apostle says: Anyone who has set aside the law of Moses dies without compassion on the word of two or three witnesses. Of how much worse punishment do you think he will be judged worthy who has trampled underfoot the Son of God, and has reckoned common the blood of the Covenant wherein he was sanctified, and has outraged the Spirit of grace? For we know Him Who spoke: Vengeance is Mine, I shall repay, says the Lord. It is a fearful thing to fall into the hands of the living God. And may God, Who glorified this devout and holy shepherd and luminary of righteousness, grant us to find a part or lot with him in His fearful day of righteous judgement; to Whom befits glory, honour, majesty, and magnificence, to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and unto the ages of the ages. Amen.
Notes, col. 82

On the reading

Printed ἀπηρημένας, for ἐπηρμένας.