ἐπισκοπῇ, καὶ Σεραπίωνα τὸν Ὀστρακίνης, τεσσαρακοστὸν πέμπτον ἔτος ἔχοντα ἐν τῇ τῆς ἐπισκοπῆς λειτουργίᾳ. Ἐνεὸς δὲ γενόμενος ἐπιπολὺ ὁ Θεόδωρος εἶπε· Τί οὖν ἐροῦμεν πρὸς ταῦτα, Πάτερ; Μὴ ἄρα ἐσχάτη ὥρα ἐστὶν, καὶ ἡ ἀποστασία, κατὰ τὸν Παῦλον, διὰ τούτων λαμβάνει τὴν εἴσοδον, ἵνα λοιπὸν ἀποκαλυφθῇ ὁ υἱὸς τῆς ἀπωλείας ὁ ἀντικείμενος; Τὸ γὰρ τοὺς κακοὺς εὐημερεῖν καὶ διαπράττεσθαι ταῦτα καὶ χρονίζειν καὶ ἰσχύειν, καὶ τοὺς καλοὺς θλίβεσθαι καὶ λεηλατεῖσθαι, εἰς φρίκην με ἄγει τοῦ πλησιάζειν ἐκεῖνον. Ὁ ἘΠΙΣΚ. Μάλιστα μὲν οὖν, συνετώτατε, ἐγγύς ἐστι τὸ τέλος, κατὰ τὸν εἰπόντα· Παιδία, ἐσχάτη ὥρα ἐστίν· καὶ κατὰ τὸ, Ἐξῆλθε δὲ ὁ οἰκοδεσπότης περὶ ὥραν ἑνδεκάτην μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα· ἡ δὲ ἐσχάτη τῶν δώδεκα ἐστὶν ἡ τελευταία. Εἰ δὲ πρὸ τετρακοσίων ἐτῶν εἴρηται παρὰ τοῦ Ἀποστόλου ἐσχάτη, πολλῷ μᾶλλον νῦν διὰ πάντα. Ἔπειτα δὲ ἀπ' ἀρχῆς ἐστι ταῦτα κατὰ συγχώρησιν τοῦ Κυρίου εἰς γυμνάσιον τῶν ἁγίων, ἐξαιτοῦντος αὐτοὺς τοῦ διαβόλου, καθὼς λέγει ὁ σωτήριος λόγος· Σίμων, Σίμων, ἐξῃτήσατο ὑμᾶς ὁ Σατανᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Καὶ οὐ πάντως περὶ μόνου Πέτρου δεδέηται Ἰησοῦς· ἀλλὰ περὶ πάντων τῶν τὴν Πέτρου πίστιν ἐχόντων, οὐδὲν ἕτερον αἰνισσομένου τοῦ κοσκίνου, ἢ τὸν περίγειον κύκλον ἡδονῶν καὶ ὀδυνῶν πεπληρωμένον, δι' ὧν ὡς δι' ὀπῶν ἐκπίπτουσιν οἱ γεώδεις ἀπὸ τοῦ τροφίμου σίτου ἐπὶ τὸν ᾅδην, ὡς ἀπὸ τρυπημάτων διαχωριζόμενοι· τῶν μὲν διαῤῥεόντων ὡς δι' ὀπῆς τῆς γαστριμαργίας, ὧν ὁ Θεὸς ἡ κοιλία· τῶν δὲ διὰ φιληδονίας, περὶ ὧν ὁ προφήτης λέγει· Πνεύματι πορνείας ἐπλανήθησαν· οὔτε γὰρ πόρνοι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν· τῶν δὲ διὰ φιλαργυρίας, ὅσοι τὴν τῆς εἰδωλολατρείας ὁμόζυγον ἐμνηστεύσαντο· τῶν δὲ δι' ὀργῆς καὶ θυμοῦ, ὅσοι τὸ θηριῶδες σκότος ἠγάπησαν, περὶ ὧν Ἰωάννης φησίν· Ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν σκοτίᾳ ἐστὶν ἕως ἄρτι· Ὀργὴ γὰρ, φησὶν ὁ Παροιμιαστὴς, ἀπόλλυσι καὶ φρονίμους· τῶν δὲ δι' ἀκηδίας καὶ λήθης, μὴ προσκαρτερούντων τῇ ἀγρυπνίᾳ τῆς μνήμης, καὶ δεομένων τὸ, Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· οὓς ταλανίζων ὁ λόγος, φησίν· Οὐαὶ ὑμῖν, τοῖς ἀπολελωκόσι τὴν ὑπομονὴν, καὶ τί ποιήσετε, ὅταν ἐπισκέψηται ὁ Κύριος; ἄλλων δι' εὐδοξίας ἀλόγου, περὶ ὧν ὁ ᾠδικὸς προανεφώνει, Ὅτι διεσκόρπισεν ὁ Θεὸς ὀστᾶ ἀνθρωπαρέσκων· ἑτέρων δι' ἀλαζονείας ἢ τύφου, ὅ ἐστιν ὑπεροψία, οὓς μέμφεται ὁ προφήτης ὡς λιποτάκτας· Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα· ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. Ἑκάστῃ δὲ τούτων τῶν κακιῶν παρέπονται πλείους, τῷ τύφῳ ὁ φθόνος, τῇ πλεονεξίᾳ τὸ μῖσος καὶ ἀνελευθερία καὶ ψεῦδος, τῷ θυμῷ ὀργὴ ἢ μῆνις, αἱ ὕβρεις, οἱ φθόνοι· τῇ πορνείᾳ ἡ λήθη, ἡ ἀφοβία, ὁ ὄκνος, ἡ ἀζηλία, ἡ ἀνόνητος ἀγρυπνία· τῇ κενοδοξίᾳ αἱ πολυπραγμονίαι, δωροδοκίαι, φαντασίαι, ὑποκρίσεις, προσωποληψίαι, φενακισμοί· τῇ ὑπερηφανίᾳ αἱ ἀπόνοιαι, αἱ ἀσπλαγχνίαι, ἀνοσιουργίαι, ἐκστάσεις φρενῶν· καὶ ἄλλῃ ἄλλαι, ἵνα μὴ πλείους εἴπω, φορτίζων τὸν λόγον, εὐαποδείκτου ὄντος τοῦ εἰρημένου. Τούτων ἑκάστῃ τῶν κανιῶν ὁ Θεὸς ἀν-
episcopate, and Serapion of Ostracine, who was in his forty fifth year in the ministry of the episcopate. Having stood speechless for a long while, Theodore said: What then shall we say to these things, Father? Can it be that it is the last hour, and the apostasy, according to Paul, takes its entrance through these events, so that hereafter the son of perdition, the adversary, may be revealed? For that the wicked prosper and perpetrate these things and endure long and grow strong, while the good are afflicted and plundered, brings me to shuddering at the thought that he is drawing near. The Bishop. Most certainly, O most prudent man, the end is near, according to him who said: Little children, it is the last hour; and according to the saying: The master of the house went out about the eleventh hour to hire labourers into the vineyard; and the last of the twelve is the final one. Now if four hundred years ago it was called the last by the Apostle, much more so now on account of all things. And besides, from the beginning these things take place by permission of the Lord as a training ground for the saints, when the devil demands them, just as the saving word says: Simon, Simon, Satan has demanded you, to sift you like wheat; but I have prayed for you, that your faith may not fail. And Jesus has by no means prayed for Peter alone, but for all who hold the faith of Peter, the sieve riddling nothing else than the earthly circle filled with pleasures and pains, through which as through holes earthly men fall out from the nourishing wheat down to Hades, separated off as through perforations: some slipping through as through the hole of gluttony, whose god is the belly; others through love of pleasure, concerning whom the prophet says: By a spirit of fornication they were led astray; for neither fornicators, nor adulterers, nor the effeminate, shall inherit the kingdom of God; others through love of money, all who have espoused the yokefellow of idolatry; others through wrath and anger, all who loved the beastly darkness, concerning whom John says: He who hates his brother is in darkness until now; For wrath, says the Proverbist, destroys even the prudent; others through listlessness and forgetfulness, not persevering in the vigilance of memory, and needing the saying: My soul slumbered from listlessness; deploring whom as wretched, the word says: Woe to you who have lost endurance, and what will you do when the Lord visits? others through irrational repute, concerning whom the psalmist proclaimed beforehand: For God scattered the bones of menpleasers; others through boastfulness or haughtiness, which is disdain, whom the prophet blames as deserters from the ranks: The proud transgressed exceedingly; yet from Thy law I did not swerve. And upon each of these vices more attend: upon haughtiness envy, upon covetousness hatred and meanness and falsehood, upon anger wrath or rage, insults, envies; upon fornication forgetfulness, fearlessness, sloth, lack of zeal, profitless wakefulness; upon vainglory meddlesomeness, briberies, showiness, hypocrisies, partialities, deceits; upon arrogance madnesses, pitilessness, unholy deeds, derangements of mind; and upon one vice others, lest I name still more, burdening the discourse, since what has been said is easily demonstrated. To each of these vices an ad-