Migne Reading Room

PG 47 · cols. 65–70 · Read from the page

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:65Read from the page
ἐπελθοῦσα δὲ ἡ ῥομφαία καταλάβῃ τινὰ, τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω, ὅτι ἰδὼν τὴν ῥομφαίαν, οὐκ ἐσάλπισε. Τοῦτον τὸν κίνδυνον οὐχ ὑπνῶν τὸν τῆς ἀπιστίας ὕπνον, οὐδὲ ὀκνῶν τὸν τῆς φιληδονίας ὄκνον ὁ μακάριος Ἰωάννης πρὸ ὀφθαλμῶν ἔχων, ὑψηλότερον σάλπιγγος ἐβόα, οὐκ ἄδηλον φθόγγον σημαίνων, ἀλλ' εὔδηλον γνῶσιν παρέχων τῆς διαβολικῆς ῥομφαίας, παρεκάλει φεύγειν τοὺς πάντας. Καὶ ὅσοι μὲν τὸ συνειδὸς καθαρὸν καθάπερ σημεῖον ἐπὶ τοῦ τῆς ψυχῆς μετώπου ἔσχον, χάριτι Θεοῦ σὺν ὑμῖν τοῖς πιστοῖς Ῥωμαίοις διεσώθησαν· ὅσοι δ' αὖ πάλιν μεμολυμμένον, τοὺς λαοὺς καὶ τοὺς ἱερεῖς εἰς τὴν κατ' ἀλλήλων φιλονεικίαν ἐξέκαυσαν, ἵνα τοῖς κοινοῖς κακοῖς τὸ καθ' ἑαυτοὺς συσκιάσωσιν. Ὁ ΔΙΑΚ. Θαυμασίως μὲν εἴρηκας. Ὡμολόγηται δὲ, ὅτι ἀμήχανόν ἐστι πρᾶγμα, ἄνθρωπον ἄμεμπτον ἐν τῷ περιγείῳ βίῳ τούτῳ εὑρεθῆναι τέλειον, τῆς Γραφῆς λεγούσης πολλαχῶς· Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Πλὴν ὅμως οὐκ ἔγνω χρήσασθαι τῷ καιρῷ ὁ μακάριος Ἰωάννης· τοῖς γὰρ κεκρατημένοις οὐ δεῖ παρεγχειρεῖν. Ὁ ἘΠΙΣΚ. Ἔοικάς μοι, καλὲ Θεόδωρε, πανοῦργος ὑπάρχειν. Συμπάθειαν γὰρ, ὡς ἔπρεπέ σοι, ἀπ' ἀρχῆς ἡμῖν προβαλλόμενος μετά τινος κατανύξεως, ἐκ τοῦ κατὰ μικρὸν εὑρίσκῃ φιλοσκώπτης ὑπάρχων· οὔτε γὰρ οἱ νομιζόμενοι ἐχθροὶ οὕτω δεινῶς τὰ κατ' αὐτὸν διεμέμψαντο. Ὁ ΔΙΑΚ. Πρὸς τί ἠχθέσθης, φιλαλήθης ἀκούσας, Πάτερ; ὅτι εἶπον· Οὐ προσέσχε τῷ καιρῷ ὁ μακάριος Ἰωάννης; τῆς Γραφῆς λεγούσης· Ἐν τόποις δυναστῶν μὴ ὑφίστασο· καὶ πάλιν, Τὸν καιρὸν ἐξαγοραζόμενοι, μάλιστα ἐπὶ τῶν παραίνεσιν ἢ ὠφέλειαν μὴ δεχομένων. Ὁ ἘΠΙΣΚ. Μακάριοί ἐστε, οὕτω τὰς Γραφὰς ἑρμηνεύοντες· τὸ γὰρ, Ἐν τόποις δυναστῶν μὴ ὑφίστασο, παρὰ τῷ Ἐκκλησιαστῇ, πρὸς τοὺς ἀναξίους καὶ ἀδυνάτους ἱερωσύνης εἴρηται, ἵνα μὴ ταύτην ἁρπάζωσι. Δυνάστας γὰρ τοὺς κατ' ἀρετὴν διδασκάλους λέγει· πρῶτον τοὺς ἀποστόλους, οἵτινες ἦσαν δυνάσται, τὸ τῆς δυνάμεως ἠμφιεσμένοι πνεῦμα, ἔπειτα τοὺς μιμητὰς τούτων. Καὶ τὸ, ἐξαγοράζειν δὲ τὸν καιρὸν, τοιοῦτόν ἐστιν, οὐχ ἵνα ὑποκριθῶμεν, κλέπταις συντρέχοντες, καὶ μετὰ μοιχῶν τὴν μερίδα τιθέντες, ἀλλ' ἵνα κατὰ τὸν καιρὸν τῆς ἁμαρτίας διὰ τῆς ἀρετῆς ἀγοράσωμεν τὸν καιρὸν, μὴ πωλήσαντες αὐτὸν τῇ ἁμαρτίᾳ. Ὁ δὲ κατὰ μικρὸν τούτῳ τῷ τρόπῳ τὸν καιρὸν ἐξαγοράζων, ὅλον ἑαυτοῦ τὸ ζῆν ἐξηγόρασεν, παραχωρήσας τὰ τοῦ βίου ἡδέα, ἵνα τὰ ὑπὲρ βίον εὑρήσῃ. Ὥσπερ καὶ οἱ μάρτυρες πεποιήκασι, δόντες τὸ ζῆν τὸ αἱμάτινον, τὴν ἀφθαρσίαν ἐκληρονόμησαν, κυρίως αὐτοὶ τὸν καιρὸν ἐξαγοράσαντες. Εἰ δὲ μὴ οὕτω ταῦτα νοεῖται, ἔσονται καὶ οἱ περὶ Μωϋσέα καὶ Ἠλίαν καὶ Μιχαίαν καὶ Δανιὴλ καὶ Ἰωάννην τὸν Βαπτιστὴν καὶ Ἠσαΐαν καὶ Πέτρον καὶ Παῦλον, ἵνα μὴ πλείονας εἴπω, τὸν ἑαυτῶν καιρὸν ἀγνοήσαντες· ἐπειδὴ ὁ μὲν φυγῇ τὴν σωτηρίαν ἑαυτῷ πορίζεται, διὰ τὸν ἔλεγχον τὸν πρός τινα, ἐν ὄρεσιν ἐθνικοῦ πρόβατα νέμων· ὁ δὲ ὑπὸ κάρου τῇ λύπῃ πιεσθείς, εἰς ὕπνον κατέπεσεν, οὔτε τοίχου ἢ πέτρας σκιὰν εὑρίσκων, ἀλλ' ὑπὸ φυτὸν ἀρκεύθινον, ὃ καὶ αὐτὸ ἀμυδρῶς κατασκεπάζει· ὁ δὲ ἐπρίζετο· ὁ δὲ εἰς λάκκον λεόντων ἐχαλᾶτο ὑπὲρ εὐσεβείας· ὁ δὲ ἐν φυλακῇ ἤγουν μυχῷ τινι δέσμιος ἐφυλάσσετο, ἄρτον θλίψεως
and the sword comes upon them and overtakes someone, his blood will I require at the watchman's hand, because though he saw the sword, he did not sound the trumpet. Keeping this danger before his eyes, neither slumbering the sleep of unbelief nor lingering in the sloth of love of pleasure, the blessed John cried out louder than a trumpet, signifying no uncertain sound, but furnishing clear knowledge of the devil's sword, and exhorted all men to flee. And as many as held a pure conscience like a mark upon the forehead of the soul were saved by the grace of God together with you, the faithful Romans; whereas as many on the other hand as held a defiled one kindled the peoples and the priests into mutual strife, so that by common evils they might overshadow their own case. DEACON. Admirably indeed have you spoken. Yet it is agreed that it is an impossible thing for a man to be found blameless and perfect in this earthly life, since Scripture says in many places: Who will boast that he has a chaste heart? Or who will boldly declare that he is pure from sin? Nevertheless, the blessed John did not know how to make use of the occasion; for one ought not to meddle rashly with things that have prevailed. BISHOP. You seem to me, noble Theodore, to be cunning. For while putting forward sympathy to us from the beginning, as befitted you, with a certain compunction, little by little you are found to be a lover of scoffing; for not even his reputed enemies so fiercely found fault with his conduct. DEACON. Why were you vexed, Father, who are called a lover of truth? Because I said: The blessed John paid no heed to the occasion? Since Scripture says: Do not withstand in the places of potentates; and again, Redeeming the time, especially in the case of those who receive neither exhortation nor benefit. BISHOP. Blessed are you, interpreting the Scriptures thus! For that saying in Ecclesiastes, Do not withstand in the places of potentates, is spoken to those unworthy and incapable of priesthood, lest they seize it by force. For by potentates he means the teachers in virtue: first the apostles, who were potentates, clothed with the Spirit of power, and then the imitators of these. And redeeming the time is of such a kind: not that we should play the hypocrite, running together with thieves and placing our portion with adulterers, but that in the time of sin we may buy up the time through virtue, not selling it to sin. And he who little by little redeems the time in this manner has bought up his whole life, surrendering the pleasant things of life so that he may find the things above life. Even as the martyrs also have done: having given their life of blood, they inherited incorruption, having themselves in the proper sense redeemed the time. For if these things are not understood thus, Moses also and Elijah and Micah and Daniel and John the Baptist and Isaiah and Peter and Paul, not to name more, will have been ignorant of their own time: since one procures salvation for himself by flight, on account of his reproof of a certain man, tending the sheep of a Gentile in the mountains; another, weighed down in stupor by grief, fell into sleep, finding shade neither of wall nor of rock, but under a juniper plant, which itself dimly shades over him; another was sawn asunder; another was let down into a den of lions for godliness; another was kept bound in a prison, that is, in some inner recess, bread of affliction
PG 47:66Read from the page
καὶ ὕδωρ στενὸν καταδικασθεὶς λαμβάνειν, ἵν' ἐπὶ μακρὸν κατατηκόμενος χρόνον, βίᾳ τὸ ζῆν ἀποῤῥήξῃ διὰ τὴν πρὸς βασιλέα τινὰ παῤῥησίαν. Τί δέ μοι λέξεις περὶ τοῦ ἀζύγου ἐν γεννητοῖς γυναικῶν Ἰωάννου; ἆρα οὐκ ἔγνω τῷ καιρῷ χρήσασθαι, ἐπειδὴ διὰ τὸν ἀνεπισκίαστον ἔλεγχον τῆς Ἡρώδου μοιχείας τὴν κεφαλὴν ἀπετμήθη, κηδόμενος τοῦ Ἡρώδου ὡς ἰατρὸς νοσοῦντος τὸ ἀνίατον πάθος ἢ καίων ἢ τέμνων; ᾯ λόγῳ καὶ Ἰωάννης ἐλεῶν ἢ φιλῶν, ἤλεγχε τοὺς νοσοῦντας. Εἰ δὲ ὁ Βαπτιστὴς τὸν καιρὸν οὐκ ἔγνω, πῶς τὸν τεχνίτην τῶν αἰώνων καὶ ποιητὴν ἐπέγνω, φήσας· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου; Πῶς δὲ οὐκ ἔγνω Παῦλος καὶ Πέτρος τὸν καιρὸν, οἱ στῦλοι τῆς Ἐκκλησίας, οἱ καὶ μετὰ θάνατον κλείοντες καὶ ἀνοίγοντες τοὺς τῆς μετανοίας καιροὺς τοῖς βουλομένοις καὶ κρούουσιν; ἐπειδὴ μάλιστα ὁ μὲν ἐπὶ πόδας σταυροῦται, εἰς οὐρανὸν τὴν πορείαν σημαίνων, ὁ δὲ καρατομεῖται διὰ τὴν ἐν Χριστῷ παῤῥησίαν, ἵνα τῆς ὄντως κεφαλῆς μὴ ἐκπέσῃ. Μὴ τοίνυν ἀποδέχου τοὺς μετ' ἐπισκήψεως τὴν τῶν ἁγίων διαβάλλοντας παῤῥησίαν. Ἐθνικῶν γὰρ καὶ οἰησισόφων ἡ συνήθεια αὕτη, φιλοζωούντων καὶ φιλοσκωπτούντων τὴν τῶν μαρτύρων ἀδειλίαν. Οὔτε γὰρ μάχαιραν ἀμβλεῖαν, οὔτε παῤῥησίαν ἄπρακτον εἶναι δεῖ. Καὶ ὥσπερ τοῦ μύρου ἀχώριστος ἡ εὐωδία, οὕτω τῆς παῤῥησίας ἡ εὔνοια. Καὶ εἰ μὲν ἰδιωτικῶς ἐπὶ οἰκετῶν ἢ φίλων ἢ ἰδίων οἱ ἔλεγχοι ἐγίνοντο, ἐφ' ὧν καὶ τὸ ἐρυθριάσαι φορτικὸν, ἔγκλητος ἴσως ὁ παῤῥησιαζόμενος, οὔτε καιρὸν, οὔτε τόπον γνωρίσας· εἰ δὲ καθάπερ ἐν μακέλλῳ τῇ ἐκκλησίᾳ καὶ οἱ ἔπαινοι γίνονται τῶν κατορθούντων, καὶ οἱ ψόγοι τῶν ἀμελούντων, τί τραχυνόμεθα πρὸς τοὺς ἐλέγχους ἀνωνύμως καὶ ἐπωφελῶς ἡμῖν γινομένους; σιτεύοντες τὰς αἰτίας, οὐ πειθόμενοι τῷ εἰρηκότι· Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες. Εἰ δὲ μὴ τοῦτο ἔσται, ἔσονται πάλιν οἱ ἅγιοι σκανδαλίσαντες μέν τινας πόλεις ἢ χώρας ἐπὶ τοῖς ἐλέγχοις, ἐκτραχηλίσαντες δὲ τοῖς ἐπαίνοις ἄλλας. Πρῶτος ὁ ἅγιος Ἰὼβ, Φοινίκην τινὰ διαβάλλων χώραν, ὡς ἐπισπωμένην τὸν αὐτῷ προσπολεμοῦντα Σατᾶν, καθὼς λέγει· Μεριτεύονται δὲ αὐτὸν γένη Φοινίκων. Ἔπειτα Μωϋσῆς καὶ οἱ προφῆται τὴν Αἴγυπτον διαβάλλοντες, καὶ κάμινον σιδηρᾶν προσαγορεύοντες, καὶ σκότος, καὶ τὴν Παλαιστίνην ἐγκωμιάζοντες, καὶ γῆν ἐπαγγελίας ἀποκαλοῦντες, εὑρισκομένην τὴν μὲν Αἴγυπτον τῷ σπουδαίῳ γῆν ἐπαγγελίας, τῷ δὲ ῥαθύμῳ τὴν Παλαιστίνην, οὐ μόνον κάμινον σιδηρᾶν, ἀλλὰ καὶ σκότος ἐξώτερον τῇ ἀπιστίᾳ· ὁπότε οὐ τὰ χωρία ψεκτὰ ἢ ἐπαινετὰ, ἀλλὰ τὰ ἐπιτηδεύματα. Τί δέ μοι καὶ εἰς μῆκος ἐκτείνειν τὸν λόγον, καὶ μὴ ἀπὸ τῶν συντόμων ἄρχεσθαι; Ἆρά γε ὁ Παῦλος ψεύστας Κρῆτας ἀποκαλῶν, καὶ Γαλάτας ἀνοήτους, καὶ Κορινθίους πεφυσιωμένους, καὶ ἄλλους ἄλλα, τούτοις μόνοις συνέγνω τὰ πάθη, ὡς μόνοις τὸν ἔλεγχον ἐπαγαγών, ἢ καὶ τοῖς πᾶσιν; ἢ ἀνάπαλιν πιστοὺς Ῥωμαίους ἀποκαλῶν, καὶ μύστας Ἐφεσίους, οἷς καὶ ὑψηλότερον ἐπιστέλλει, καὶ φιλαδέλφους Θεσσαλονικεῖς, μόνοις περιέγραψεν τοὺς ἐπαίνους; Οὐ πάντως· ἀλλ' ὡς πνευματοφόρος τέθεικε καὶ τοὺς ψόγους καὶ τοὺς ἐπαίνους, ἵνα ὁ μὲν ἄξιος τῶν ἐπαίνων ἐπιγνούς, τονωθῇ τῇ προθυμίᾳ, ὁ δὲ ἕτερος ἐντυχών, ὀδυνηθῇ τῇ ὑπομνήσει, ἀποτριψάμενος τοῦ ψόγου τὸ αἴτιον. Οὔτε οὖν μόνοι Γαλάται ἀνόητοι, οὔτε Κρῆτες ψεῦσται, οὔτε Κορίνθιοι ὑπερήφανοι· πανταχοῦ γὰρ τὰ πάντα ὑπάρχει, τοῦ μίαν εἶναι καὶ τὴν ἁμαρτάνουσαν καὶ τὴν κατορθοῦσαν φύσιν, καὶ ἐκεῖνο καὶ
and stinted water having been condemned to receive, so that, wasting away for a long time, he might break off his life by force on account of his outspokenness towards a certain king. And what will you say to me concerning John, who has no yoke-fellow among those born of women? Did he not know how to make use of the occasion, since for his unveiled reproof of Herod's adultery he had his head cut off, caring for Herod like a physician who either cauterizes or cuts one suffering from an incurable malady? By which principle John also, in pity or in love, reproved the sick. And if the Baptist did not know the occasion, how did he recognize the Artificer and Maker of the ages, saying: Behold the Lamb of God, Who takes away the sin of the world? And how did Paul and Peter not know the occasion, the pillars of the Church, who even after death shut and open the seasons of repentance to those who wish and knock? Especially since the one is crucified head-downwards, signifying the journey to heaven, while the other is beheaded for his outspokenness in Christ, so that he may not fall away from the true Head. Do not, then, welcome those who with censure slander the outspokenness of the saints. For this is the custom of Gentiles and of men wise in their own conceit, who cling to life and mock the fearlessness of the martyrs. For neither ought a sword to be blunt, nor outspokenness ineffectual. And just as fragrance is inseparable from ointment, so is goodwill from outspokenness. And if reproofs took place privately before servants or friends or kinsfolk, before whom even to blush is burdensome, he who speaks out might perhaps be blameworthy, discerning neither season nor place; but if in the church, as in a shambles, both the praises of those who do rightly and the censures of the negligent take place, why are we embittered towards reproofs that come to us without naming names and for our benefit, fattening our faults, not obeying him who said: Eat whatever is sold in the shambles, asking no question? For if this shall not be so, the saints will again be found to have scandalized certain cities or countries by their reproofs, and to have puffed up others by their praises. First, the holy Job, traducing a certain country, Phoenicia, as drawing to itself Satan who warred against him, just as he says: And the tribes of the Phoenicians part him among themselves. Next, Moses and the prophets, traducing Egypt, and calling it an iron furnace, and darkness, and extolling Palestine, and styling it a land of promise, although Egypt is found to be a land of promise to the zealous man, while to the slothful man Palestine is not only an iron furnace, but also outer darkness through unbelief; since it is not the places that are blameworthy or praiseworthy, but men's pursuits. And why should I draw out my discourse at length, and not begin from what is brief? Did Paul, when he called the Cretans liars, and the Galatians foolish, and the Corinthians puffed up, and others other things, recognize these passions in these men alone, bringing reproof upon them alone, or in all men also? Or conversely, when he called the Romans faithful, and the Ephesians initiates, to whom he also writes more loftily, and the Thessalonians lovers of the brethren, did he confine his praises to them alone? By no means; but as one Spirit-borne he set down both the censures and the praises, so that he who is worthy of the praises, recognizing it, may be braced in his eagerness, while the other, lighting upon it, may be pained by the reminder, wiping away the cause of the censure. Neither, then, are Galatians alone foolish, nor Cretans liars, nor Corinthians arrogant; for everywhere all things exist, since both the sinning and the rightly acting nature is one, and both that and
PG 47:67Read from the page
τοῦτο ἐν τῷ αὐτῷ γινομένην οἰκείᾳ προαιρέσει. Τούτῳ τοίνυν τῷ τρόπῳ ἐν τῇ Ἐκκλησίᾳ ἐπαῤρησιάζετο ὁ Ἰωάννης· μᾶλλον δὲ ἐκρεοκόπει τὴν ἀρετὴν τοῖς πεινῶσιν, ἐξοστρακίζων τὴν ἁμαρτίαν τοῖς φανεροῖς ἐλέγχοις, πειθόμενος τῷ εἰρηκότι· Τὸν ἁμαρτάνοντα ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι. Εἰ δέ τινες ἐπὶ πλεῖστον ὑπερηφανίαν ἢ ἀφροσύνην νοσοῦντες, βούλονται αὐτῶν καὶ τὰς ἡδονὰς ἐγκωμιάζεσθαι, ταύτην τὴν συνήθειαν οἱ τοῦ Θεοῦ δοῦλοι οὐκ ἔχουσιν. Οἱ γὰρ ἀγανακτοῦντες ἐπὶ τῷ ψόγῳ τῆς πλεονεξίας καὶ τῆς πορνείας καὶ ἄλλης τινὸς μιαρᾶς ἡδονῆς, οὐδὲν ἄλλο λέγουσι δυνάμει, ἢ τὸ δεῖν ἀποδέχεσθαι ταῦτα δηλητήρια ὄντα.
this occurring in the same man by his own deliberate choice. In this manner, therefore, John spoke boldly in the Church; or rather, he carved up virtue like meat for those who hungered, banishing sin by his open rebukes, in obedience to him who said: Rebuke him that sinneth before all, that the rest also may have fear. Yet if certain people, afflicted to the utmost with arrogance or folly, wish their own pleasures also to be praised, the servants of God do not have this custom. For those who chafe at the censure of covetousness and fornication and any other foul pleasure say nothing else in effect than that one ought to welcome these things though they are deadly poisons.
ΚΕΦ. ΙΘʹ. — Ὁ ΔΙΑΚ. Χάρις πλείστη, Πάτερ, τῇ ἐνδημίᾳ τῆς σῆς φιλαδελφίας· γεγένηται γὰρ ἡμῖν ὀνησιφόρος καὶ μνημόσυνον τῆς ζωῆς. Ἡσυχάσαντος δὲ μετὰ τοὺς πολλοὺς ἐπαίνους τοῦ Θεοδώρου, τῶν παρόντων τις ἔῤῥηξε ῥῆμα, λέγων· Πῶς οὖν τοσούτοις προτερήμασι κεκοσμημένος, ὑπερήφανος ἦν; Ὁ ἘΠΙΣΚ. Αὐτὸς παρὼν ἔγνως αὐτὸν ὑπερήφανον, ἢ ἄλλος σοι ἀφηγήσατο; Ὁ δὲ ἀπεκρίθη· Οὐκ οἶδα τὸν ἄνδρα, φησίν· ἀλλ' ἤκουσα παρά τινος βυρσοδέψου, διηγουμένου ὅτι σπανίως ἦν αὐτῷ συναγελάσαι δίχα τῆς Ἐκκλησίας, στενοχωρουμένῳ τὸ συνδιάγειν ἐπὶ πολὺ τοῖς βουλομένοις. Τοῦτο δὲ δεῖγμα ὑπεροψίας καὶ τύφου, τὸ φεύγειν τὰς τῶν βουλομένων συνουσίας. Ὁ ἘΠΙΣΚ. Καὶ τίνος ἦν ἄλλου ψέξαι τὴν Ἰωάννου φιλοσοφίαν, ἢ βυρσοδέψου τοῦ καὶ τὴν δυσωδίαν τοῦ ἰδίου ἐργαστηρίου σύντροφον οὖσαν ἀποδεχομένου; Εἰ δὲ δεῖγμα ὑπεροψίας τὸ φεύγειν τοὺς ὄχλους, ἔσται καὶ ὁ Βαπτιστὴς Ἰωάννης ὑπερόπτης κατὰ τὸν λόγον τὸν σὸν, ὑποχωρῶν εἰς τὰς ἐρήμους· ἔπειτα δὲ καὶ ὁ Σωτήρ· ἀναγέγραπται γὰρ, ὅτι Ἰδὼν τοὺς ὄχλους ὁ Ἰησοῦς, ἀνέβη εἰς τὸ ὄρος· καθίσαντος δὲ αὐτοῦ, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, καὶ οὐχ οἱ ὄχλοι. Καὶ πάλιν· Ἰδὼν τοὺς ὄχλους, ἀνεχώρησε κατ' ἰδίαν. Ὃν μιμούμενος κατὰ δύναμιν ὁ καλὸς Ἰωάννης, καὶ αὐτὸς ὑπεχώρει τοὺς ὄχλους, συνηδόμενος τοῖς κατὰ ἀλήθειαν μαθεῖν τι βουλομένοις. Ὁ ΔΙΑΚ. Καλῶς μὲν γὰρ ἀπὸ γραφικῶν παραδειγμάτων πείθεις· τί δὲ ἔχεις εἰπεῖν, ὅτι ὑβριστὴς ἦν, καὶ οὐ μόνον τοὺς πολλοὺς ὑπεχώρει, ἀλλὰ καὶ ἕνα καὶ δύο; Ὁ ἘΠΙΣΚ. Μάλιστα μὲν καὶ εἷς ἀνωφελὴς καὶ ἀγύρτης ὄχλος ἐστὶν, οἷος ἦν ὁ εἰπὼν τῷ Ἰησοῦ· Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. Οὐ φυγὼν τὸν ὄχλον ὁ Σωτὴρ εἶπε τὸ, Αἱ ἀλώπεκες, καὶ τὰ ἑξῆς; Οὐκ ἔχεις δέ με πεῖσαι, ὅτι ποτὲ Ἰωάννης ἀφ' οὗ ἐβαπτίσθη, ἢ ὤμοσεν, ἢ ὥρκισεν, ἢ κατελάλησεν, ἢ ἐψεύσατο, ἢ κατηράσατο, ἢ εὐτραπέλων ἠνέσχετο; Ὁ ΔΙΑΚ Οὔτε γὰρ ἐγὼ λέγω τούτων τι, ἀλλ' ὅτι ὕβριζεν. Ὁ ἘΠΙΣΚ. Ὦ βέλτιστε, καὶ ὁ τούτων μηδὲν ποιήσας, πῶς ὕβριζεν, ἀφειδῶν τῆς γλώσσης τῆς ἑαυτοῦ; Ἐν μικρῷ γὰρ καὶ μεγάλῳ ὁ μολυσμὸς ἴσος ἐστίν. Ὁ ΔΙΑΚ. Τί οὖν ἐστι, παρακαλῶ, ἃ λαλοῦσιν οἱ ἄνθρωποι· καὶ πότε παύσονται τοῦ λαλεῖν; Ὁ ἘΠΙΣΚ. Ἄκουσον τοίνυν περὶ πάντων, καὶ μηκέτι ἕπου ταῖς φλυαρίαις· οὐ γὰρ ἕξεις ἀπολογίαν οὐδέποτε. Οἱ ἄνθρωποι ὀρθῶς μὴ βιοῦντες, ὀρθὰς οὐκ ἔχουσι τὰς ὑπολήψεις, ἀεὶ εἰκαιολογοῦντες καὶ εἰς τοῦτο σχολάζοντες, μάλιστα νῦν οὐδενὸς τολμῶντος ἄλλο τι λέγειν. Καὶ ἐπὶ τοῦ Σωτῆρος γὰρ Θεοῦ, καὶ ὑπὲρ ἄνθρωπον καὶ ὑπὲρ προφήτην αὐτοῦ καὶ βιοῦντος καὶ λαλοῦντος καὶ
Chapter XIX. — The Deacon. Greatest thanks, Father, for the visit of your brotherly love; for it has proved profitable to us and a memorial of life. When Theodore had grown quiet after his many praises, one of those present broke forth in speech, saying: How then, when adorned with so many excellences, was he proud? The Bishop. Did you know him to be proud from being present yourself, or did someone else recount it to you? And he answered: I do not know the man, he says; but I heard from a certain tanner, who related that he rarely mingled in company outside the Church, feeling hemmed in by spending much time with those who wished it. And this is a token of disdain and haughtiness, to shun the company of those who wish it. The Bishop. And whose part else was it to find fault with John's philosophy than that of a tanner who welcomes even the foul stench that grows up alongside his own workshop? Yet if shunning the crowds is a token of disdain, then John the Baptist also will be disdainful according to your argument, withdrawing into the deserts; and next the Saviour also: for it stands written that When Jesus saw the crowds, He went up onto the mountain; and when He had sat down, His disciples came to Him, and not the crowds. And again: Seeing the crowds, He withdrew privately. Imitating Him so far as he had strength, the noble John also used to withdraw from the crowds, rejoicing with those who truly wished to learn something. The Deacon. Well indeed do you persuade by scriptural examples; yet what have you to say to the charge that he was insolent, and withdrew not only from the many, but even from one or two? The Bishop. Why, even a single useless and vagrant fellow is a crowd, such as was he who said to Jesus: Teacher, I will follow you wherever you go. Was it not in fleeing the crowd that the Saviour spoke the saying, The foxes, and so forth? Yet you cannot persuade me that John, ever since he was baptized, either swore, or put under oath, or slandered, or lied, or cursed, or tolerated ribald jesters? The Deacon. Why, neither do I say any of these things, but that he was insulting. The Bishop. My good man, how did one who did none of these things utter insults, unsparing of his own tongue? For in small and great alike the defilement is equal. The Deacon. What then, I beg you, are the things that people talk of; and when will they cease talking? The Bishop. Listen, therefore, concerning all these matters, and no longer follow idle chatter; for you will never have any defence. People who do not live rightly do not hold right suppositions, always speaking at random and devoting their leisure to this, especially now when no one dares to say anything else. For even in the case of God the Saviour, when above man and above His prophet He both lived and spoke and
PG 47:68Read from the page
δρῶντος, ἀλλόκοτα ἐλάλουν, χοίρων δίκην ἢ μυιῶν τὰ περὶ αὐτοῦ συναθροίζοντες· τοῦτο γὰρ ἤθελον οἱ τότε καιροί. Οἱ μὲν γὰρ ἔλεγον· Πλανᾷ τὸν κόσμον· οἱ δὲ, Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια· ἕτεροι, Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης· ἄλλοι, Σαμαρείτης ἐστὶ, καὶ δαιμόνιον ἔχει. Καὶ τί με δεῖ λέγειν συναγαγόντα τοὺς ὕθλους; Ὡς καὶ αὐτὸν τὸν Σωτῆρα εἰδότα τοῦτο λέγειν τοῖς ἀποστόλοις· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; ᾯ προσαποκρίνονται οἱ μαθηταὶ, τὰς εὐφημοτέρας περὶ αὐτοῦ ὑπολήψεις διηγούμενοι, Οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, ἄλλοι δὲ Ἰωάννην τὸν Βαπτιστὴν φήσαντες· ἡσυχάσαντες τῶν ἐπιπλεῖστον φαύλων τοὺς λόγους. Οὓς ἀντεπερωτᾷ, διαχωρίζων τῶν ἀνθρώπων (οὐκέτι γὰρ ἦσαν τὴν γνώμην ἄνθρωποι, ἀλλ' υἱοὶ Θεοῦ· Ἔδωκε γὰρ ἡμῖν ὁ Λόγος ἐξουσίαν, τέκνα Θεοῦ γενέσθαι)· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκρίνονται οὐ πάντες, ἀλλὰ μόνος ὁ Πέτρος, ἑρμηνεύων τὴν πάντων γνώμην· Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ἧς ἀποκρίσεως ἀποδεχόμενος τὸ ὀρθὸν ὁ Σωτὴρ, ἀπεφήνατο, εἰπών· Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ, τουτέστι, τῇ ὁμολογίᾳ, οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Τούτῳ τοίνυν τῷ χαρακτῆρι εὑρήσεις καὶ νῦν, οὐ μόνον ἐπὶ Ἰωάννου, ἀλλὰ καὶ ἐπὶ πάντων τοὺς ψόγους καὶ τοὺς ἐπαίνους. Καὶ ὥσπερ κατ' ἐκεῖνο καιροῦ κακῶς ἐλαλεῖτο τὰ περὶ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων, βοώντων Ἐφεσίων· Οὗτοί εἰσιν οἱ ἀναστατώσαντες τὴν οἰκουμένην· πέπαυται δὲ νῦν, δοξαζομένων αὐτῶν· οὕτως εὑρήσεις μετὰ τὴν γενεὰν ταύτην, ὡς μάρτυρα τιμώμενον τὸν Ἰωάννην, καταλυθέντων τῶν ἀντικειμένων ταῖς περὶ αὐτοῦ εὐφημίαις· καὶ ὅσοι μὲν χοιρώδεις, ἢ κυνώδεις φήσουσι τὸ, Πλανᾷ τὸν κόσμον, καὶ τὰ ἑξῆς· ὅσοι δὲ μαθηταὶ, γνησίως καὶ ἐπιστημόνως αὐτὸν ἐκζητοῦντες, τὸ, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Εἰ δὲ ἐπὶ τοῦ Σωτῆρος Χριστοῦ ἐν τοσαύταις μυριάσιν ἀνδρῶν δώδεκα εὕρηνται ἐν ἀρχῇ οἱ τὸν Ἰησοῦν γνωρίσαντες, τῶν πολλῶν εἰσέτι καὶ νῦν φλυαρούντων· τί ἀκριβολογούμεθα περὶ Ἰωάννου, ἀνθρώπου πρὸς τὸν σίελον τοῦ Χριστοῦ μὴ ὄντος; Τί δὲ λέγω, πρὸς τὸν σίελον; πρὸς τὸ κράσπεδον. Πάντα γὰρ τὰ ἔθνη, κατὰ τὸν Ἠσαΐαν, ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς σίελος λογισθήσονται. Ὃν δὲ τρόπον εἶπας αὐτὸν ὑβρίζειν, τοιοῦτός ἐστιν. Πρῶτον μὲν γὰρ ἀμήχανον ἦν πρᾶγμα πρὸς τὸν τυχόντα χαριεντίζεσθαι αὐτὸν, μήτι γε δὴ καὶ ὑβρίσαι· εἰ δέ πού τινας τῶν γνησίων αὐτοῦ μαθητῶν, ἢ κληρικῶν, ἢ ἐπισκόπων, εἶδεν ἐπὶ ἀποχῇ τινος, ἢ κατορθώματι σωματικῆς ἀρετῆς μεγαλοφρονοῦντας, τὸ ἐναντίον πρὸς αὐτοὺς ἐπισκώπτων ἀπεκάλει, ὡς τὸν ὑδροπότην μέθυσον, καὶ τὸν ἀκτήμονα πλεονέκτην, καὶ τὸν ἐλεήμονα κλέπτην λέγων. Εἶδος γὰρ χαρίεν καὶ τοῦτο διδασκαλίας πρὸς τοὺς γνησίους. διὰ τῶν μὴ προσόντων κυροῦντος τὸ προσόν. Τὸ δὲ ἀληθὲς, ἐτίμα σώφρονα νέον ὑπὲρ ἀκόλαστον γέροντα, καὶ γέροντα φιλομαθῆ ὑπὲρ νεώ-
acted, they spoke monstrous things, heaping up reports about Him after the manner of swine or flies; for that is what the times then desired. For some used to say: He deceives the world; and others: By Beelzebul the ruler of the demons He casts out the demons; others: Behold a gluttonous man and a wine-drinker; others: He is a Samaritan, and has a demon. And what need is there for me to speak by collecting their idle prattle? So much so that the Saviour Himself, knowing this, says to the apostles: Whom do men say that I, the Son of man, am? To Whom the disciples reply in turn, relating the more favourable opinions about Him, saying: Some Elijah, and others Jeremiah, and others John the Baptist; keeping silent the words of the utterly base. Whom He questions in turn, separating them from men (for they were no longer men in mind, but sons of God; For the Word gave us authority to become children of God): But whom do you say that I am? Not all answer, but Peter alone, expounding the mind of all: You are the Christ, the Son of the living God. Welcoming the uprightness of this answer, the Saviour declared, saying: You are Peter, and upon this rock, that is, upon this confession, I will build My Church, and the gates of Hades shall not prevail against it. By this standard, therefore, you will find even now, not only in the case of John, but also in the case of all men, both censures and praises. And just as at that season evil things were spoken concerning Christ and the apostles, while the Ephesians shouted: These are the men who have turned the inhabited world upside down; yet now that has ceased, as they are glorified: so too you will find after this generation that John is honoured as a martyr, once those who opposed the good reports concerning him have been overthrown; and all who are swinish or doggish will utter the saying, He deceives the world, and so forth; whereas all who are disciples, genuinely and knowingly seeking him out, will utter the saying, You are the Christ, the Son of the living God. Yet if in the time of Christ the Saviour, among so many tens of thousands of men, twelve were found at the beginning who recognized Jesus, while the multitude even down to this day talk nonsense: why do we quibble minutely concerning John, a man who does not match the spittle of Christ? Nay, why do I say, to the spittle? even to the hem of His garment. For all the nations, according to Isaiah, shall be reckoned as a drop from a bucket, and as spittle. And the manner in which you said that he uttered insults is of this sort. First of all, it was an impossible thing for him to jest with a chance comer, much less to insult him; but if perchance he saw certain of his genuine disciples, or clerics, or bishops, harbouring high thoughts upon abstinence from something, or upon an achievement of bodily virtue, jesting at them he would call them by the opposite name, such as calling the water-drinker a drunkard, and the propertyless man covetous, and the merciful man a thief. For this also is a graceful form of instruction towards genuine disciples, confirming the quality present by means of qualities not present. In truth, he honoured a temperate youth above a licentious old man, and a learning-loving old man above a young-
PG 47:69Read from the page
τερον ἀμαθῆ, καὶ ἀκτήμονα ἰδιώτην ὑπὲρ πεπαιδευμένον φιλάργυρον, καὶ κοσμικὸν ἐνάρετον ὑπὲρ μοναχὸν ἄπραγον· ἃ ἴσως ὕβρεις λέγουσιν οἱ τὰς τιμὰς ἐπιζητοῦντες· καίπερ τῆς Γραφῆς καὶ τὰς ὕβρει⟨ς⟩ ποσῶς ἐχούσης, Ἰωάννου μὲν λέγοντος τοῖς προσελθοῦσι μαθητευθῆναι· Γεννήματα ἐχιδνῶν, τίς ὑμῖν ὑπέδειξε φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Παύλου δὲ πάλιν λέγοντος ἐν ταῖς Πράξεσι τῷ ἀρχιερεῖ· Τύπτειν σε μέλλει ὁ Θεὸς, τοῖχε κεκονιαμένε· τοῦ δὲ Σωτῆρος πῆ μὲν τοῖς Ἰουδαίοις· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ· πῆ δὲ πᾶσι τοῖς ἀποστόλοις· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ· πῆ δὲ τὸν Πέτρον Σατανᾶν ὀνομάζων· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι σκάνδαλόν μου εἶ· οὐκ οὔσης οὐδεμιᾶς αἰτίας βαρείας, ἐφ' ἧς γεγόνασιν αἱ ὕβρεις. Ὡς γοῦν σιγῇ τὴν φιλομάθειαν ἀσπασώμεθα, οὐ δυνάμενοι τοὺς πνευματικοὺς ἀνακρίνειν. Οὔτε γὰρ μισοῦντες ὑβρίζουσιν, οὔτε φυσιούμενοι φιλερημοῦσι, πάντα ἐξ ἀγάπης τὰ χρήσιμα ἀσκοῦντες. Τούτου τοίνυν ἕνεκα καὶ πάντες ὅσοι σπουδαῖοι ἡμῖν ἀνεγράφησαν ἐν τοῖς ἱεροῖς λόγοις, ἐκκλίνοντες καὶ ἐκτρεπόμενοι τὸν τῶν ἀπαιδεύτων ὅμιλον εὕρηνται, τοῦ μὴ τῷ χρόνῳ διὰ τῆς συνηθείας ἢ μειῶσαί τι τῆς ἀρετῆς, ἢ σπάσαι τῆς ἀπ' αὐτῶν κακίας. Σάῤῥα πρώτη παρῄνει τῷ ἀνδρὶ αὐτῆς Ἀβραὰμ τὸν τῆς θεραπαινίδος παῖδα, ἔτι κομιδῇ νέον ὄντα, ἐξορίζειν τῆς κοινῆς ἑστίας· συμπαίζειν γὰρ τῷ υἱῷ αὐτῆς Ἰσαὰκ ἀπαξιοῖ, μή πως τῷ συνασμενισμῷ ὑποσυρῇ τοῖς αὐτοῦ ἐπιτηδεύμασί τε καὶ ἤθεσι. Καὶ Ἰακὼβ δὲ αὐτὸς φυγῇ τὴν σωτηρίαν πορίζεται, τὴν εἰς Μεσοποταμίαν στειλάμενος ἀποδημίαν. Καὶ Λὼτ δὲ προτρέπεται ὑπὸ τῶν ἀγγέλων ἐξοικίζεσθαι τῶν δυσσεβῶν Σοδομιτῶν· ἀλλὰ καὶ Μωϋσῆς, ὡς προεῖπον, μέγας γενόμενος, καὶ ἀρνησάμενος λέγεσθαι υἱὸς θυγατρὸς Φαραὼ, τῆς ἀπὸ τοῦ τυράννου καὶ τῶν δορυφόρων αὐτοῦ προνοεῖται διαζεύξεως, καὶ προτρέπεται τοὺς συμφρονοῦντας αὐτῷ συναπᾶραι, καὶ τῆς ἐξόδου ἐπιμελεῖσθαι. Καὶ οἱ προφῆται δὲ τὸν τῶν μοχθηρῶν ὄχλον περιιστάμενοι, ἐν ἐρημίαις τὰ πολλὰ ἐζητήθησαν· περὶ ὧν καὶ ὁ Ἀπόστολός φησιν· Ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις πλανώμενοι καὶ ταῖς ὀπαῖς τῆς γῆς, διὰ τὴν τῶν ἀνόμων ἐπιμιξίαν καὶ ἄλλως ἐπιστάμενοι, ὅτι ἱκανὸν ἡ συνήθεια ἐξαπατῆσαι, καὶ εἰς τὰ αὐτὰ καθέλκειν τοὺς συνημερεύοντας· οὐ μόνον, ἀλλ' ὅτι καὶ καθ' ἑαυτὴν ἡ ὁμιλία ἐπίψογός τε καὶ δηλητήριος, πρὸς δὲ καὶ αἰσχρά. Οὐ γὰρ φύσιν ἔχει τὸ μὴ ἡδόμενον ἐπί τινι ὑπομεῖναι, κἂν ἐπὶ βραχὺ τούτῳ συνδιατρίβειν· ἀεὶ γὰρ τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον, ὡς καὶ λέγεται· Πᾶν ζῶον τό ὅμοιον ἀγαπᾷ· τὸ δὲ ἀνόμοιον ἐχθρὸν καὶ ἀλλότριον. Τίς γάρ ποτε πείσει τὴν σπερμολόγον περιστερὰν ἢ τρυγόνα ἰκτῖσιν ἢ κόραξι συννεμηθῆναι τοῖς κρεοφάγοις, ἢ τὸν ποηφάγον χῆνα καὶ γέρανον γυψὶν ὀστογλύφοις συναγελάσαι; Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος, ἢ ἀρετῇ πρὸς κακίαν, κακοῖς δὲ πρὸς καλούς; Ὁ ΔΙΑΚ. Πῶς οὖν ὁ Ἀπόστολος λέγει, ὅτι Ἐγενόμην τοῖς πᾶσι τὰ πάντα, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ἀσθενέσιν ὡς ἀσθενὴς, ἵνα ἀσθενεῖς κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος, ἵνα ἀνόμους κερδήσω; Ὁ ἘΠΙΣΚ. Αὕτη ἡ μαρτυρία, ὦ βέλτιστε,
er unlearned man, and a propertyless layman above an educated lover of money, and a virtuous man in the world above an idle monk: things which perhaps those who seek after honours call insults, even though Scripture also contains insults in a certain measure: John, on the one hand, saying to those who came to be made disciples: Offspring of vipers, who showed you to flee from the coming wrath? and Paul, again, saying in the Acts to the high priest: God is about to strike you, you whitewashed wall; and the Saviour, in one place to the Jews: An evil and adulterous generation seeks after a sign; and in another place to all the apostles: O foolish ones and slow of heart; and in another place calling Peter Satan: Get behind Me, Satan, for you are a stumbling-block to Me; though there was no grave cause upon which the insults took place. Let us therefore embrace love of learning in silence, not being able to examine spiritual men. For neither out of hatred do they utter insults, nor from being puffed up do they love solitude, practising out of love all things that are profitable. For this reason, then, all the earnest men who have been recorded for us in the sacred words are found shunning and turning away from the throng of the uninstructed, lest in time through habit they should either diminish something of virtue, or draw in something of the wickedness proceeding from them. Sarah first counselled her husband Abraham to banish the handmaid's boy, while he was still quite young, from the common hearth; for she disdains his playing with her son Isaac, lest perhaps through mutual delight he should be swept away into his pursuits and习habits. And Jacob also procures safety for himself by flight, undertaking his journey abroad to Mesopotamia. And Lot also is urged by the angels to migrate out from the ungodly Sodomites; and Moses too, as I said before, when he had grown up, and had refused to be called the son of Pharaoh's daughter, takes forethought for separation from the tyrant and his bodyguards, and urges those who share his mind to depart together with him, and to take care for the exodus. And the prophets also, avoiding the crowd of the wicked, were sought out for the most part in deserts; concerning whom the Apostle also says: Wandering in deserts and mountains and caves and the holes of the earth, on account of mingling with the lawless, and otherwise knowing that habit is sufficient to deceive, and to drag down into the same things those who pass their days together; not only that, but because in itself also such intercourse is both blameworthy and pernicious, and shameful besides. For that which takes no pleasure in a thing does not have it in its nature to endure lingering with it even for a brief while; for like is always dear to like, as it is also said: Every animal loves its like; whereas the unlike is hostile and alien. For who will ever persuade the seed-picking pigeon or turtle-dove to feed together with flesh-eating kites or ravens, or the grass-eating goose and crane to flock together with bone-carving vultures? For what fellowship has light with darkness, or virtue with wickedness, and bad men with good? The Deacon. How then does the Apostle say: I became all things to all men, to the Jews as a Jew, that I might gain Jews; to the weak as weak, that I might gain the weak; to those without law as without law, that I might gain those without law? The Bishop. This testimony, my good man,
Notes, col. 69

On the reading

Printed τό ὅμοιον, for τὸ ὅμοιον.

PG 47:70Read from the page
οὐ συντελεῖ πρὸς τὰ λεγόμενα· οὐ γὰρ εἶπεν ὁ Παῦλος, Ἐγενόμην τοῖς ἀμελέσιν ἀμελὴς, ἢ τοῖς φλυάροις φλύαρος, ἢ τοῖς φιλαργύροις φιλάργυρος, ἢ ⟨ἕτ⟩ερόν τι τῶν τοιούτων· ἀλλ', Ἐγενόμην ὡς τὸ ἢ τὸ, οὐχὶ τό· τὸ γὰρ ὡς τὸ, οὐ ταὐτόν ἐστι τῷ τό. Τοιοῦτον δέ ἐστι τὸ λεγόμενον ἢ γινόμενον παρὰ τοῦ Ἀποστόλου· οὗ ἡ συγκατάβασις κἂν μὴ μέγα κέρδος ἐνεποίει, ἀλλ' οὖν γε οὐ παρεῖχε βλάβην· Ἐγενόμην γὰρ Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω. Καίπερ ἐξ Ἰουδαίων ἦν, ἐμπερίτομος ὤν· πῶς οὖν λέγει, ὡς Ἰουδαῖος, καὶ οὐχὶ, Ἰουδαῖος; Συσσαββατίζων γὰρ καὶ συννηστεύων πολλάκις εὑρίσκετο, μὴ παραφθείρων τὰ δόγματα τοῦ Σωτῆρος, ἵνα τῇ συνηθείᾳ καὶ τῷ συμβαδισμῷ ἐφελκύσηται αὐτοὺς εἰς τελειοτέραν ἐπίγνωσιν· καθάπερ οἱ ἰατροὶ τοῖς νοσοῦσιν οὐκ ἀεὶ συνόντες, οὔτε τοῦ αὐτοῦ νοσήματος ἀπολαύοντες, οὔτε ταῖς αὐταῖς ἐπιθυμίαις λυττῶντες. Πρέπουσα γὰρ αὕτη διδασκάλῳ διαγωγὴ τὸ μὴ ἐγχρονίζειν τοῖς ὄχλοις, ἀλλ' ἠρεμοῦντα καὶ ἐξερευνῶντα ζητεῖν τῶν πολυτρόπων ἠθῶν τὴν διάγνωσιν, ὥσπερ καὶ ἐπὶ τῶν ἐπιστημόνων ἰατρῶν. Ἐκεῖνοι γὰρ τὰ πολλὰ τοῖς βιβλίοις ἐνδιατρίβοντες, καὶ τὰ αἴτια τῶν νοσημάτων προλέγουσι, καὶ τὰς λύσεις παραδιδόασι, τοσοῦτον πλησιάζοντες τοῖς νοσοῦσιν, ὅσον τὸ πάθος εὑρεῖν, καὶ τὸ φάρμακον παρασχεῖν, οὐ συμπαίζοντες οὐδὲ συναριστοῦντες αὐτοῖς. Οὐ γὰρ τοῦτο ἰατρικῆς ἐστιν ἀρετῆς τὸ ἐπάγγελμα, τὸ συνεσθίειν ἢ τὸ συμπαίζειν, ἀλλὰ τὸ εἰς ὑγείαν τὸν κάμνοντα ἐπανάγειν. Παῦσαι τοίνυν, παρακαλῶ, καὶ περὶ τῶν αὐτῶν μὴ βασάνιζε, τῆς ἀρετῆς οὐδέποτε νικωμένης τοῖς τῶν ἀθυροστόμων ψόγοις· ἀλλὰ μᾶλλον δέξαι μου γνώμην, καὶ τοῖς ὠσί σου θυρωρὸν προσκατάστησον, ἵνα μὴ ἅπαντα λόγον σημαίνωσιν, καὶ ἔσω ταμείου εἰσδέχωνται τὸν νοῦν σου ταράσσοντα. Ἐμοὶ δὲ συγχώρησον τὰ λείποντα προσαναπληρῶσαι τοῦ διηγήματος· ἐπείγομαι γὰρ τὴν ὁδόν μου. Καὶ ὁ Θεόδωρος εἶπεν· Ἐν τίσιν οἱ ἐπίσκοποι, οἱ μετὰ τῶν ἡμετέρων ἀποσταλέντες, Εὐλύσιος καὶ Παλλάδιος καὶ Κυριακὸς καὶ Δημήτριος; ἀμυδρῶς γὰρ ἠκούσαμεν, ὅτι ἐξωρίσθησαν. Ὁ ἘΠΙΣΚ. Εἰ τὰ πρῶτά σοι παρ' ἡμῶν σαφῆ κατεφάνη τὰ περὶ τοῦ μακαρίου Ἰωάννου, οὐδὲν ὑποτυποῦντα ψεῦδος, καὶ εἰ μέμνησαι τούτων, διηγήσομαι, καὶ περὶ ὧν πυνθάνῃ.
does not contribute to what is being said; for Paul did not say: I became careless to the careless, or a babbler to babblers, or a lover of money to lovers of money, or any [oth]er thing of that sort; but: I became as this or that, not this; for as this is not the same as this. And of such a kind is what is said or done by the Apostle, whose condescension, even if it did not produce great gain, at least caused no harm: For I became to the Jews as a Jew, that I might gain Jews. Although he was from the Jews, being circumcised, how then does he say, as a Jew, and not, a Jew? For he was often found keeping the Sabbath and fasting together with them, without corrupting the doctrines of the Saviour, so that by custom and walking together with them he might draw them towards a more perfect knowledge: just like physicians, who are not always with the sick, neither partaking of the same disease, nor raving with the same desires. For this conduct is fitting for a teacher, not to linger in crowds, but keeping quiet and searching out to seek the discernment of manifold characters, just as in the case of skilled physicians. For they, spending most of their time over books, both foretell the causes of diseases, and hand down their remedies, approaching the sick only so far as to discover the ailment, and to supply the medicine, neither playing nor breakfasting together with them. For this is not the profession of medical excellence, to eat together or to play together, but to bring the sufferer back to health. Cease, therefore, I beg you, and do not torment yourself concerning the same matters, since virtue is never vanquished by the censures of unbridled mouths; rather receive my counsel, and set a doorkeeper beside your ears, lest they report every word and admit within the chamber one that troubles your mind. And grant me leave to fill out what remains of the narrative; for I am hastening on my way. And Theodore said: In what state are the bishops who were sent off with our men, Eulysius and Palladius and Cyriacus and Demetrius? For we heard dimly that they were banished. The Bishop. If the first matters recounted by us concerning the blessed John appeared clear to you, fashioning no falsehood, and if you remember them, I will relate also the matters concerning which you inquire.
ΚΕΦ. Κʹ.—Ὁ ΔΙΑΚ. Οὕτω πεπληροφορημένως ἔχω, ὡς αὐτὸς παρὼν ἐν τοῖς τόποις. Ἱκανὸν ἔστω δέ σοι τεκμήριον τῆς ἐμῆς πεισμονῆς ἡ προσοχὴ τῶν λεχθέντων, ὧν ἔναυλον ἔχων τὴν μνήμην, ἴσως καὶ γραφῇ παραδώσω ἐν δέρματι ἀκμαίῳ, μέλανι ἐγχαράξας, εἰς μνήμην τῆς ἡμῶν γενεᾶς καὶ ὠφέλειαν τῶν ἐπισκοπῆς ὀρεγομένων, ἵνα γένωνται κατὰ τὸν ἅγιον Ἰωάννην, ἢ καθ' ὑμᾶς τοὺς ὑπὲρ ἀληθείας τὴν ὁδὸν τῶν μαρτύρων ἐζηλωκότας, ἢ παύσωνται τοῦ βάρους ὑπὲρ τὴν αὐτῶν ἡλικίαν βαστάζειν, τὸν λαϊκὸν καὶ ἀκίνδυνον ἀσπαζόμενοι βίον. Ἄμεινον γὰρ παρ' ἐμπείροις κυβερνήταις τὸ ναῦλον δόντας, ἐπιβάτας γενομένους διασωθῆναι, ἢ κυβερνήτου τόπον ἀναλαβόντας, ὑποβρύχιον τὸ σκάφος τῷ φορτίῳ συναπολέσαι. Ἀφηγησάμενος οὖν τὰ κατὰ τὸν μακάριον Ἰωάννην, πῶς τε ἐξήσκησε, καὶ ὅπως διέπρεψεν ἐν ταῖς Ἐκκλησίαις, τῇ τε Ἀντιοχέων καὶ τῇ Κωνσταν-
Chapter XX. — The Deacon. I am so fully assured, as though I had been present in the places myself. And let a sufficient proof to you of my conviction be my attention to the things spoken, whose memory still rings in my ears, and perhaps I shall also commit them to writing upon prime parchment, inscribing them in ink, as a memorial for our generation and for the benefit of those who reach after the episcopate, so that they may either become like Saint John, or like you who have emulated the way of the martyrs on behalf of truth, or else cease carrying a burden beyond their stature, embracing the lay and danger-free life. For it is better to pay the fare to experienced pilots, and be saved by becoming passengers, than to take up the pilot's place, and destroy the vessel underwater together with its cargo. Having recounted, therefore, the matters concerning the blessed John, both how he practised asceticism, and how he shone forth in the Churches, both that of the Antiochenes and that of the Constan-