ὑπερβαλλόντως, φιλόξενος εἰ καί τις ἄλλος, ὡς δι' ὑπερβολὴν φιλανθρωπίας ξενοδοχεῖον κατασκευάσαι ἐν τῇ πανερήμῳ εἰς ἀνάψυξιν καὶ τῶν ἀῤῥωστούντων μοναχῶν, καὶ τῶν ἐπιχωριαζόντων ξένων θέας ἕνεκεν τῶν μακαρίων Πατέρων, φασὶ δὲ, ὀργῆς ἀλλότριος, τριακοστὸν ἔτος ἄγων ἐν τῇ ἀναχωρήσει, σὺν τούτοις ἐκακουχεῖτο. Τούτων ὁ μὲν πρότερος Ἰσαὰκ ἑκατὸν πεντήκοντα εἶχεν ὑφ' ἑαυτὸν ἀσκητάς· οὗ καὶ μαθητὰς ἐπισκόπους κατέστησεν ὁ Θεόφιλος ἕως ἑπτὰ ἢ ὀκτώ, ἡνίκα θεόφιλος ἦν· ὁ δ' ἕτερος διακοσίους δέκα, οὗ καὶ αὐτοῦ πολλοὶ ἐν ἐπισκόποις μαθηταὶ κατηριθμήθησαν. Οὗτοί εἰσι, περὶ ὧν τρίτην ἡμέραν διηγησάμεθα, Ἰσιδώρου χάριν τοῦ πρεσβυτέρου τῆς ἐρήμου ἠλάσθαι παρὰ Θεοφίλου τοῦ πάπα. Οὗτοί εἰσιν, οὓς παρεῖδον ἱερεῖς καὶ Λευῖται, καὶ εἰς αἰσχύνην ἀνδρῶν ἀνδρεία γυνὴ ὑπεδέξατο, καὶ εἰς κρῖμα ἐπισκόπων διάκονος θήλεια ἐξένισεν, ἧς ὁ ἔπαινος ἐν ταῖς Ἐκκλησίαις ἐμπολιτεύεται πολλῶν ἕνεκεν, τὸν Σαμαρείτην ἐκεῖνον, ὅστις ποτέ ἐστι, μιμησαμένη, ὃς τὸν ὑπὸ λῃστῶν συντριβέντα, ἡμιθανῆ, ἐν τῇ καταβάσει Ἱεριχὼ εὑρών, ἐπὶ τὸ ἴδιον ἐπεβίβασεν ὑποζύγιον μέχρι τοῦ πανδοχείου ἐνηνοχώς, καὶ τὸ τῆς φιλανθρωπίας ἔλαιον σὺν τῷ στύφοντι οἴνῳ κεράσας ἰάσατο τὰ οἰδήματα. Καὶ ταῦτα μὲν εἰρήσθω. Ὅσην δὲ περιουσίαν χρημάτων ἢ κτημάτων τοῖς δεομένοις διένειμεν, οὐκ ἐμὸν τὸ λέγειν, ἀλλὰ τῶν εὖ παθόντων· ὑπερόριος γὰρ ὤν, ἀβαρὴς ἐφυλάχθην. Ἄκουσον δὲ τῆς μείζονος ἀρετῆς. Ὀρφανὴ γὰρ ἀνδρὶ συναφθεῖσα οὐ συνεχωρήθη παρὰ τοῦ προγνώστου Θεοῦ, τοῦ προορῶντος τὰς τῶν ἀνθρώπων ἐκβάσεις, οὐδὲ εἴκοσι μῆνας δουλεῦσαι τῇ τῆς σαρκὸς ἡδονῇ τῆς πάντων βασιλευούσης, τοῦ συναφθέντος αὐτῇ συντόμως τὸ τῆς φύσεως χρέος ἀπαιτηθέντος. Λέγεται δὲ παρθένος ὑπάρχειν, ὡς ἡ φήμη διδάσκει. Δυναμένη γὰρ τῷ ἀποστολικῷ νόμῳ δουλεῦσαι τῷ, Βούλομαι νεωτέρας χήρας γαμεῖν, οἰκοδεσποτεῖν· οὐκ ἠνέσχετο, καίπερ καὶ γένει καὶ πλούτῳ καὶ παιδείᾳ μαθημάτων πολυτελῶν, καὶ εὐφυΐᾳ φύσεως καὶ ἄνθους ὥρᾳ κεκοσμημένη, δορκάδος δίκην τοῦ δευτέρου γάμου τὴν παγίδα ἀνεκτῶς ὑπερπηδήσασα. Δικαίῳ γὰρ νόμος οὐ κεῖται, ἀλλ' ἀνυποτάκτοις, βεβήλοις, ἀκορέστοις περὶ φθοράν. Ἔτυχε δὲ κατά τινα φθόνον σατανικὸν δηλατορευθῆναι ταύτης τὴν ἄωρον χηρείαν εἰς τὰς ἀκοὰς Θεοδοσίου τοῦ βασιλέως, ὃς ἔσπευσεν αὐτὴν Ἐλπιδίῳ τινὶ συγγενεῖ ἑαυτοῦ Σπάνῳ συνάψαι εἰς γάμον. Καὶ πολλὰ λιπαρήσας τὴν ἄνθρωπον, ἀποτυχὼν ἐλυπήθη, δηλωσάσης αὐτῆς· Εἰ ἐβούλετό με ὁ ἐμὸς βασιλεὺς ἄῤῥενι συζῆν, οὐκ ἄν μου τὸν πρῶτον ἀφείλετο· ἀλλ' ἐπειδὴ ἀνεπιτήδειόν με τῷ πεφυρμένῳ βίῳ ἔγνω, μὴ δυναμένην ἀνδρὶ ἀρέσαι, κἀκεῖνον τοῦ δεσμοῦ ἠλευθέρωσε, κἀμὲ τοῦ βαρυτάτου ζυγοῦ καὶ τῆς ἀνδρικῆς δουλείας ἀπήλλαξε, τὸν χρηστὸν αὐτοῦ ζυγὸν τῆς ἐγκρατείας ἐπιθείς μου τῇ διανοίᾳ. Μετὰ τὴν ἀπόκρισιν ταύτην προστάσσει τῷ ἐπάρχῳ τῆς πόλεως, φρουρεῖσθαι ταύτης τὰ πράγματα, μέχρι οὗ πληρώσει τριάκοντα ἔτη τὴν τοῦ σώματος ἡλικίαν. Ὃς ἐξαυτῆς λαβὼν τὴν τοῦ βασιλέως ἐπιτροπήν, εἰς τοσοῦτον αὐτὴν ἔθλιβεν, ὑποβαλλόμενος ὑπὸ τοῦ Ἐλπιδίου, ὡς μὴ ἔχειν ἐξουσίαν μηδὲ τοῖς ἐπισήμοις συντυγχάνειν τῶν ἐπισκόπων, μηδὲ Ἐκκλησίᾳ παραβάλλειν, ἵνα στενωθεῖσα ὑπὸ τῆς ἀκηδίας, καταπέσῃ εἰς τὴν αἵρεσιν τοῦ γάμου. Ἡ δὲ πλέον ἡσθεῖσα, καὶ τῷ Θεῷ εὐχαριστήσασα, ἀντ-
exceedingly, hospitable if anyone else was, so as through an excess of loving-kindness to build a hospice in the utter wilderness for the refreshment both of ailing monks and of strangers visiting the place for the sake of seeing the blessed Fathers, and, they say, a stranger to anger, spending his thirtieth year in retirement, was ill-treated along with these. Of these, the former Isaac had one hundred and fifty ascetics under him, up to seven or eight of whose disciples Theophilus appointed bishops when he was a lover of God; while the other had two hundred and ten, of whom also many disciples were numbered among bishops. These are they of whom we related on the third day that for the sake of Isidore the presbyter they were driven from the desert by Theophilus the pope. These are they whom priests and Levites overlooked, and to the shame of men a manly woman welcomed, and to the judgement of bishops a female deacon hospitably entertained, whose praise abides as a citizen in the Churches on many accounts, since she imitated that Samaritan, whoever he may be, who, finding on the descent to Jericho the man crushed by robbers and half-dead, set him upon his own beast and brought him as far as the inn, and, mingling the oil of loving-kindness with astringent wine, healed his swellings. And let these things suffice to be said. How much abundance of money or possessions she distributed to those in need is not mine to tell, but for those who received her kindness; for, being beyond the borders, I was kept unburdensome to her. Now hear of her greater virtue. For, having as an orphan been joined to a husband, she was not permitted by the foreknowing God, Who foresees the issues of men, to serve even twenty months the pleasure of the flesh that rules over all, since he who had been joined to her had the debt of nature speedily demanded of him. And she is said to be a virgin, as report teaches. For although she was able to obey the apostolic law: I desire younger widows to marry, to manage a household; she did not consent, even though adorned with birth and wealth and education in costly studies, and with natural talent and the bloom of youth, leaping valiantly like a gazelle over the snare of second marriage. For the law is not laid down for a righteous person, but for the unruly, the profane, those insatiable in corruption. Yet it befell through some satanic envy that her untimely widowhood was denounced to the ears of Theodosius the emperor, who hastened to unite her in marriage to a certain Elpidius, a Spaniard and kinsman of his own. And having entreated the woman much and failed, he was grieved, when she declared: If my King had wished me to live with a man, He would not have taken away my first; but since He knew me to be unfit for the defiled life, unable to please a husband, He both freed him from the bond, and delivered me from the most heavy yoke and from servitude to a husband, laying His kindly yoke of continence upon my mind. After this answer he commands the prefect of the city that her property be kept under guard until she should fulfil thirty years of bodily age. And he, immediately receiving the emperor's commission, afflicted her to such a degree, prompted by Elpidius, that she had no liberty either to meet with the notable bishops or to approach the Church, so that, straitened by weariness, she might fall into the choice of marriage. But she, rejoicing all the more, and giving thanks to God, sent back-