Migne Reading Room

PG 47 · cols. 53–58 · Read from the page

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:53Read from the page
ψει δεδρακότες, οὐ μόνον οὐ μεταμελοῦνται ἐπὶ τοῖς πραχθεῖσιν, ἀλλ' ἔτι εὔχονται ἀσάλευτον καὶ βεβαίαν διαμεῖναι τὴν ἑαυτῶν κακοπραγίαν. Οἱ γὰρ μὴ φρίξαντες Εὐαγγέλιον ἐπιθεῖναι ἐναγεῖ κεφαλῇ, εἰς ἣν γυναικῶν αἱ ἀνήμεροι ἐπωρχήσαντο, τίσιν ἄλλοις συναριθμήσονται, ἢ τοῖς τὸν ἀκάνθινον στέφανον τῷ Υἱῷ τοῦ Θεοῦ περιθεῖσιν; Αὐτὸς δὲ εἰ οἶσθα τὸν τρόπον τῆς καταστάσεως Πορφυρίου τοῦ Ἀντιοχέων, ἢ τοὺς καταστήσαντας, ἢ τὸν πάλαι τοῦ ἀνθρώπου βίον, εἰ ἄσημος ἢ ἐπίσημος, τά τε δόγματα, εἰ ἀληθῆ ἢ ψευδῆ, ἀπάγγειλον ἡμῖν· ἐπειδὴ μάλιστα καὶ γεγράφηκε τῇ Ἐκκλησίᾳ Ῥωμαίων, καὶ ἀντιγράφων οὐκ ἠξιώθη. Ὁ ἘΠΙΣΚ. Ὁ αὐτὸς ἔσται μοι λόγος τῆς ἀληθείας· οὐ γὰρ ἐπιλήσομαι τῆς τοῦ Δεσπότου φωνῆς τῆς λεγούσης· Περὶ παντὸς λόγου ἀργοῦ δώσουσι λόγον οἱ ἄνθρωποι ἐν ἡμέρᾳ κρίσεως. Ἐγὼ δὲ προσπλέξας τολμηρῶς εἴποιμι καὶ περὶ πάσης ἀργῆς ἀκοῆς. Ὡς γοῦν καὶ σεαυτὸν ἀσφάλισαι, εἴ τι οὐ συνορᾷς με ἀληθεύειν, μὴ τῇ πολιᾷ μου ἡττώμενος, ἀλλὰ τῇ τῶν πραγμάτων φύσει. Τί γάρ μοι ἐκ τῶν σήμερον, ἢ ἐκ τῶν χθὲς εἰρημένων, ὄφελος ψευσαμένῳ, εἰς αἰῶνα ἐνώπιον τῆς ἀκριβοῦς δίκης καταισχυνομένῳ; πῶς δὲ ὑποίσω τὸν μυλικὸν λίθον τῆς καταλαλιᾶς ἐν τῷ τραχήλῳ τῆς διανοίας, εἰς τὸν βυθὸν τῆς γεέννης κατασπώμενος, ἐπὶ τοῖς διὰ τῶν ψευσμάτων μου σκανδαλισθεῖσιν; Πορφύριος οὗτος ἐν μὲν τῇ Ἐκκλησίᾳ ἐχρόνισε, καὶ διακονήσας καὶ ἱερατεύσας ἐν τῷ πρεσβυτερίῳ, τῶν μέντοι χρόνων ἀλλότριον τὸ ἦθος φέρων, εἰς οὐδὲν πνευματικὸν ἐχρησίμευσέ ποτε τῇ Ἐκκλησίᾳ· τοῖς δὲ περιχωρίοις τῶν εὐλαβῶν ἐπισκόπων ἀεὶ ἀντιπράττων, ὡς ἅτε μεγίστης ὢν πόλεως, καὶ ἔχων τοὺς ἄρχοντας ἐπ' ἐξουσίας, τὸ πρᾶγμα ἐκαπήλευεν· ἐπιβουλεύων δὲ ταῖς σεμναῖς χειροτονίαις, ὑπεισήρχετο τῇ τῶν τρόπων δεινότητι τοὺς κατὰ καιρὸν ἐπισκόπους, ὡς ἂν εἴποι τις, καὶ ἄκοντας κατασπῶν ἐπὶ τὰς ἀνεμοφθόρους ἄγων χειροτονίας. Δεινὸν γὰρ ἡ κολακεία, κατὰ τὸν κωμικὸν Μένανδρον, μετὰ δυστροπίας συγκεκλωσμένη, καθὼς λέγει· Χαλεπὸν, Παμφίλη, ἐλευθέρᾳ γυναικὶ πρὸς πόρνην μάχεσθαι· πλείονα οἶδε, πλείονα κακουργεῖ· αἰσχύνεται οὐδένα, κολακεύει μᾶλλον· κατὰ δὲ τὸν σοφὸν Σολομῶνα, Λόγοι κερκώπων μαλακοί· αὐτοὶ δὲ τύπτουσιν εἰς ταμιεῖα κοιλίας. Σωφροσύνης μὲν γὰρ τῆς κατὰ τὰς σαρκικὰς ἡδονὰς οὐ μόνον ξένος, ἀλλὰ καὶ ἐχθρὸς, καθάπερ γὺψ μύρου, καθέστηκεν, ὡς κρατεῖν αὐτοῦ φήμην καὶ τῆς κατὰ Σόδομα κακομανίας. Νόμων γὰρ καὶ μέτρων καὶ τειχῶν κειμένων παρὰ τῆς φύσεως ἐπὶ ταῖς ἡδοναῖς, ὥς φασιν οἱ πολλοὶ, πατήσας μὲν τὸ τεῖχος, συντρίψας δὲ τὸ μέτρον, ἐνυβρίσας δὲ τὸν νόμον, ταύτην ἀπεκύησε τὴν ὑπόληψιν, τῶν γοήτων καὶ ἡνιόχων καὶ τῶν τὰ παλαιὰ δι' ἀσχήμου κινήσεως μετ' ἐκστροφῆς σκέλους δεικνυόντων προΐστασθαι καὶ συνεστιᾶσθαι. Γόησι μὲν γὰρ συναγωνίζεσθαι καὶ φιλικῶς συμβαλεῖν οὐ διετράπη, ὡς καὶ ἐν ὑπομνήμασι διαφόρων ἀρχόντων ἐμφέρεσθαι ἐγκλήματα, οὐκ ἀνεγνωκότα τὸ γνωμικόν· Ἃ μὴ δεῖ ποιεῖν, μηδ' ὑπονοοῦ ποιεῖν. Δι' ὃν καὶ ὁ μεσίτης πληγαῖς ἀνῃρέθη καὶ ὁ εὑρὼν ἐξωρίσθη, καὶ ὁ γόης ἐφυγαδεύθη. Φασὶ δὲ πρὸς ταῖς προλαβούσαις
riety, not only do not repent of the things perpetrated, but even pray that their own evil-doing may abide unshaken and steadfast. For those who did not shudder to lay the Gospel upon an accursed head, upon which unbridled women danced in mockery, with whom else shall they be numbered than with those who set the crown of thorns around the Son of God? But if you yourself know the manner of the appointment of Porphyrius of Antioch, or those who appointed him, or the man's former life, whether obscure or distinguished, and his doctrines, whether true or false, relate it to us—especially since he has also written to the Church of the Romans, and was not deemed worthy of a reply. The Bishop. My account shall again be one of truth; for I shall not forget the Master's voice which says: For every idle word men shall render an account in the day of judgement. And weaving in an addition, I would boldly say: for every idle hearing as well. Do you therefore safeguard yourself also, if in any point you perceive me not to speak the truth, yielding not to my grey hairs, but to the nature of the facts. For what profit is it to me from the things spoken today or yesterday, if I tell a lie and am put to shame for ever before exact justice? And how shall I endure the millstone of detraction upon the neck of my mind, being dragged down into the depth of Gehenna on account of those caused to stumble through my falsehoods? This Porphyrius spent a long time in the Church, having served as deacon and ministered as priest in the presbytery; yet, bearing a character alien to his years, he was never of any spiritual service to the Church; and ever acting in opposition to the neighbouring devout bishops, inasmuch as he belonged to a very great city and had the magistrates under his sway, he trafficked in the business; and plotting against reverend ordinations, he insinuated himself by the cunning of his ways around the bishops of the time, dragging them down, as one might say, even against their will, and leading them to wind-blighted ordinations. For flattery is a formidable thing, according to the comic poet Menander, when spun together with perversity, as he says: It is hard, Pamphila, for a free woman to contend against a harlot; she knows more, she works more mischief; she is ashamed before no one, she flatters rather; and according to the wise Solomon, The words of knaves are soft, but they strike into the innermost chambers of the belly. For to temperance in regard to carnal pleasures he has shown himself not only a stranger, but even an enemy, just as a vulture is to unguent, so that a rumour prevails of him even of the depraved madness of Sodom. For whereas laws and measures and walls are set by nature upon pleasures, as most men say, having trampled upon the wall, shattered the measure, and outraged the law, he brought forth this reputation—of patronizing and feasting with jugglers and charioteers and those who exhibit ancient tales through indecent gesture with a twisting out of the leg. For to vie with sorcerers and consort with them on friendly terms he was not ashamed, so that accusations are even recorded in the minutes of various magistrates—not having read the maxim: What one ought not to do, do not even harbour the thought of doing. On account of whom the go-between also was put to death with blows, and the discoverer was banished, and the sorcerer was driven into flight. And they say that in addition to his preceding
PG 47:54Read from the page
κακοπραγίαις, μετὰ τὴν χειροτονίαν τὰ κειμήλια χωνεύσας τοῖς ἄρχουσι προσαναλίσκειν, ἵνα δόξῃ κρατεῖν οὐ λόγῳ, ἀλλὰ τυραννίδι, τῶν ἀθλίως αὐτῷ παραπεσόντων. Τῇ γὰρ Ἰωάννου ἐξορίᾳ τῇ εἰς τὴν Ἀρμενίων συνήκμασεν ὁ θάνατος Φλαβιανοῦ, τοῦ Ἀντιοχέων ἐπισκόπου. Θεασάμενος ὁ Πορφύριος τήν τε ἀνδρωνῖτιν καὶ τὴν γυναικωνῖτιν πόθῳ ἐκκρεμαμένην τῷ τραχήλῳ Κωνσταντίου τοῦ πρεσβυτέρου τοῦ ἐξ ἁπαλῶν ὀνύχων δουλεύσαντος τῇ Ἐκκλησίᾳ, ἀνδρὸς, ὡς λέγουσιν οἱ Κριταὶ, ἀμφοτεροδεξίου· καὶ ἡ νομιζομένη γὰρ αὐτοῦ ἀριστερὰ τῆς ἄλλων δεξιᾶς ἀμείνων ὑπῆρχεν· ὃς τὰ μὲν πρῶτα ἐν ἐπιστολαῖς ὑπηρετήσας, ἄμεμπτος ἀπὸ κέρδους αἰσχροῦ καὶ δώρων εὑρέθη· μετέπειτα δὲ ἐπὶ τὸν ἀναγνώστην καὶ διάκονον φθάσας, ἀκόπως ἐκράτησε τῆς ἐν ἀνθρώποις βασιλευούσης τῶν γυναικῶν ἡδονῆς, ὡς λέγει ὁ Παροιμιαστής· Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς. Τὸ μὲν γὰρ κρατεῖν ἐστὶν ἴσως καὶ τῶν ἐπὶ πλεῖστον φαύλων, ἢ φόβῳ ἢ αἰσχύνῃ τὴν διὰ σώματος ἐνέργειαν κωλυόντων μετὰ πολλῆς τῆς ἀνάγκης· τῷ δὲ ἔρωτι τῶν ἄνω μὴ ἡττηθῆναι τοῖς κάτω, μόνον ἐστὶ τῶν φιλοθέων, οὓς καὶ ἐκλεκτοὺς ὠνόμασεν ἡ Γραφὴ, τὸ, Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς, εἰποῦσα. Πραῢς μὲν γάρ ἐστιν, εἰ καί τις ἄλλος, ἀσκητὴς, διορατικὸς, ὀξὺς συνιδεῖν, βραδὺς εἰς κόλασιν, σύννους, τὸ σκεπτικὸν ἀεὶ αἰνιττόμενος, ἐλεήμων, ἀφιλάργυρος, δίκαιος εἰς τὰς κρίσεις, μακρόθυμος εἰς τὰς ὕβρεις, εὔτονος εἰς τὸ πεῖσαι, παρατείνας πολλάκις νήστης ἕως ἑσπέρας, ἵν' ἐλευθερώσῃ καταπονουμένους, σεμνὸς ἰδεῖν, δριμὺς τὸ βλέμμα, ὀξὺς τὸ βάδισμα, ἄγαμος, ὡς εἰκὸς, ἄνθος μειδιοῦν ἐπὶ προσώπου σώζων καὶ ἐν αὐταῖς ταῖς νόσοις. Τοῦτον οὖν τὸν τοιοῦτον παρασκευάζει διὰ χρημάτων φυγαδευθῆναι τῷ τρόπῳ τούτῳ· Ἀποστείλας εἰς τὸ στρατόπεδον πρὸς τοὺς κρατοῦντας τῶν ἐπισκόπων, ποιεῖ αὐτὸν ἀπὸ γράμματος βασιλικοῦ εἰς ῀Θασιν ἐξορισθῆναι ὡς ἀναστάτην τῶν δήμων. Ὃς ἐξαυτῆς γνοὺς διασώζεται παρὰ τῶν φίλων ἐπὶ τὴν Κύπρον. Αὐτὸς δὲ ὁ Πορφύριος τοὺς περὶ Κυριακὸν καὶ Διόφαντον τοὺς πρεσβυτέρους, καὶ λοιποὺς κληρικοὺς ὑπὸ τὴν τάξιν ποιήσας, ἐπιτηρεῖ καιρὸν, ἐν ᾧ πᾶσα ἡ πόλις μεθωρμίζετο ἐν τοῖς τῆς πόλεως προαστείοις, ἔχων παρ' ἑαυτῷ τοὺς περὶ Ἀκάκιον καὶ Σευηριανὸν καὶ Ἀντίοχον κεκρυμμένους, μιᾶς τῶν παρὰ τοῖς ἔθνεσιν ἐπισήμων ἑορτῶν διὰ τετραετίας ἐπιτελουμένων τῶν Ἡρακλείων ἄθλων, Ὀλυμπίων καλουμένων, ἐν ᾗ, ὡς εἰπεῖν, καὶ γυναικῶν αἱ νομάδες σὺν τοῖς δήμοις ἐκριπίζονται ἐπὶ τὴν Δάφνην ἐπὶ θέᾳ τῶν ἀγωνιζομένων. Ἐπεισπηδήσας τῇ ἐκκλησίᾳ μετὰ τῶν προειρημένων ἐπισκόπων καὶ κληρικῶν ὀλίγων χειροτονεῖται λάθρα, θυρῶν κεκλεισμένων, μετὰ πολλῆς τῆς σπουδῆς, ὡς μηδὲ τὴν εὐχὴν αὐτοὺς φθάσαι ἐπιτελέσαι, φόβῳ τοῦ καταληφθῆναι. Τοιοῦτον γὰρ ἡ μοιχεία, τὰ σπόρια καὶ γεννῶσα καὶ δρῶσα. Οἱ δὲ περὶ Σευηριανὸν λαβόντες τὸ ἱκανὸν, δι' ὀρέων καὶ ἀνοδιῶν ἔφυγον, τὸν ἀνθρώπινον διαδράσαντες φόβον, τῷ δὲ θείῳ, ὃν ἠγνόησαν, περιπαρέντες. Λυθέντος δὲ τοῦ δημοτικοῦ θεάτρου καὶ τῶν δήμων εἰσελθόντων εἰς τὴν πόλιν, ἠγγέλθη αὐτοῖς τὸ κατὰ τὸν Πορφύριον πάθος καὶ τὸ κατὰ Ἀκάκιον δρᾶμα. Διακαρτερήσαντες οὖν τὴν ἑσπέραν ἐκείνην ἐπὶ τὴν αὔριον, ὡς ἐπὶ μοιχείᾳ πληγέντες, διαναστάντες συνέρρευσαν πάντες μετὰ πυρὸς καὶ φρυγάνων, συναφανίσαι τὸν Πορφύριον τοῖς δωματίοις βουληθέντες. Ὁ δὲ Πορφύριος οὐκ ἀγνοῶν ὃ μεμίσηται μῖσος, καταλείψας τὸν Θεὸν, καταφεύγει
misdeeds, after his ordination he melted down the sacred treasures and lavished them in addition upon the magistrates, so that he might appear to prevail not by reason, but by tyranny, over those who wretchedly fell into his hands. For with John's exile into Armenia there coincided the death of Flavian, bishop of Antioch. When Porphyrius beheld both the men's quarters and the women's quarters clinging with affection to the neck of Constantius the presbyter, who from tender nails had served the Church—a man, as the book of Judges says, ambidextrous; for even what was supposed to be his left hand surpassed the right hand of others; who, having at first ministered in secretarial letters, was found blameless of shameful gain and bribes, and thereafter, advancing to the office of reader and deacon, effortlessly mastered the pleasure of women which reigns among men, as the Proverbialist says: The hand of the elect shall easily rule. For to exercise restraint belongs perhaps even to those who are for the most part base, curbing the activity of the body through fear or shame with great compulsion; whereas not to be worsted by things below through love of things above belongs alone to the lovers of God, whom Scripture also named elect, saying: The hand of the elect shall easily rule. For he is meek, if anyone else is, an ascetic, perspicacious, keen to comprehend, slow to punishment, thoughtful, ever indicating reflective deliberation, merciful, free from love of money, just in his judgements, long-suffering under insults, vigorous in persuasion, often continuing fasting until evening in order to deliver the oppressed, reverend to behold, piercing in his gaze, brisk in his gait, unmarried, as is fitting, preserving a smiling bloom upon his countenance even in his very illnesses. Such a man, then, he contrives by means of money to drive into banishment in this way: sending to the imperial court, to those in power among the bishops, he causes him by imperial rescript to be banished to the Oasis as a disturber of the populace. Learning of this forthwith, he was conveyed to safety in Cyprus by his friends. Porphyrius himself, placing Cyriacus and Diophantus the presbyters and the remaining clerics under guard, watched for an opportunity when the whole city was shifting its quarters to the suburbs of the city—having Acacius and Severian and Antiochus concealed with him—during one of the notable festivals celebrated every four years among the Gentiles, the Heraclean games, called Olympic, at which, so to speak, even the roving troops of women together with the populace are fanned out to Daphne for the spectacle of the contestants. Leaping into the church with the aforesaid bishops and a few clerics, he was ordained in secret behind closed doors, in great haste, so that they did not even manage to complete the prayer, for fear of being caught. For such is adultery, both begetting and performing spurious things. And Severian and his companions, having received their sufficiency, fled through mountains and pathless places, escaping human fear, but pierced through by divine fear, of which they were ignorant. When the public spectacle was dismissed and the populace entered the city, the affair of Porphyrius and the drama of Acacius were reported to them. Enduring patiently that evening until the morrow, stricken as though at adultery, they rose up and streamed together, all of them, with fire and brushwood, wishing to destroy Porphyrius together with his chambers. And Porphyrius, not ignorant of the hatred with which he is hated, abandoning God, flees for refuge
Notes, col. 54

On the reading

Printed ῀Θασιν, for Ὄασιν.

PG 47:55Read from the page
ἐπὶ τὸν στρατοπεδάρχην, καὶ πληρώσας αὐτοῦ τὰς χεῖρας, ἀντιστρατεύει τοῖς ἀκροαταῖς τοῦ Σωτῆρος, ἀποστρέψας τῶν Ἰσαυρικῶν πολέμων. Καὶ οἱ μὲν λῃστρικώτατοι Ἴσαυροι Ῥόσον καὶ Σελεύκειαν ἐπόρθουν· Πορφύριος δὲ καὶ Οὐαλεντῖνος ὁ κόμης μετὰ τῶν ὁπλιτῶν τὴν ἐκκλησίαν τῶν ὀρθοδόξων ἐλεηλάτουν· τὸ φρικωδέστατον τοῦ σταυροῦ σημεῖον, ὃ ἀντὶ διδασκάλου ἐπ' ὤμων φέροντες ἐπὶ γῆς ἀσπόρου ἐλιτάνευον, τοῖς ἑαυτῶν ποσὶ συμπατήσαντες. Διαγενομένων δὲ ἡμερῶν, ἀποστέλλει ἐν τῷ στρατοπέδῳ σπουδαίως, καὶ παρασκευάζει πρὸς τοῖς τοιούτοις ἄρχουσιν ἴδιόν τινα ὠμογέροντα, δύστροπον, σκολιὸν, χειροτονηθῆναι νυκτέπαρχον, ἵνα ἐπ' ἀδείας ἔχων τοῦ συκοφαντεῖν τοὺς σπουδαίους, χειρώσηται τὴν πόλιν, Νέρωνος τοῦ θεομάχου ἀπομιμούμενος τοὺς τρόπους. Οὐ γὰρ αὐτῷ πάρεστιν τῷ λόγῳ πείθειν, ἀλλὰ ἀλογίᾳ καὶ δυσμενείᾳ θλίβειν, οὐκ ἔχοντι σκοπὸν ἀρέσαι Θεῷ, πλανωμένας προσάγοντι ψυχὰς, ἀλλ' ἐμπλῆσαι ὀφιώδη γαστέρα ἐπὶ τῷ στήθει βαδίζουσαν. Εἰσὶν οὖν καὶ ἄκοντες οἱ λαοὶ τῷ μὲν δοκεῖν συναγόμενοι φόβῳ τῶν αἰκισμῶν ἐν τῇ ἐκκλησίᾳ, τῇ δὲ ἀληθείᾳ δυσφημοῦντες αὐτῶν τὴν ζωὴν, ἕξειν τὴν παρὰ τοῦ Θεοῦ ἀντίληψιν ἀναμένοντες. Πρὸς ταῦτα ὁ Θεόδωρος ἐκπληττόμενος ἔλεγε· Παρὰ φύσιν ὁρῶ τῶν λόγων τὰ πράγματα, Πάτερ. Ὡς γὰρ ἐπὶ τὸ πλεῖστον οἱ κενόδοξοι, ἀνθρωπάρεσκοι ὄντες, καὶ κόλακες εὑρίσκονται, καὶ τραπέζας πολυτελεῖς ἐπιτεχνῶνται, τοῦ ἀγαπηθῆναι χάριν καὶ καλοὶ ἀκοῦσαι, καὶ ἐμπτυσμάτων ἀνεχόμενοι πολλάκις. Πῶς τοίνυν ὁ Πορφύριος, ἢ ἄλλος τις, τὰς ἀπειλὰς καὶ τὰς τιμωρίας καὶ τὰς ἐξορίας ἐξήσκησαν, ἀπορῶ. Ὁ ἘΠΙΣΚ. Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, Θεόδωρε, ὅτι εἰς τοσοῦτον κακίας ἠλάκασι μέτρον, ὡς οὐ μόνον μὴ σπεύδειν ἀρέσκειν ἀνθρώποις, ἀλλὰ καὶ τῆς ὑπὲρ τῶν πραττομένων αἰσχύνης μηδ' ὅλως φροντίζειν· κακία γὰρ κακίας ἐν κακίᾳ προάγει. Τότε γὰρ ἡ κακία προβάλλεται τὴν κενοδοξίαν, ὅτε ἐλπίζει κρατεῖν διὰ τῆς κολακείας τῶν ἀνοήτων· ὅταν δὲ ἀνώτεροι εὑρεθῶσι καὶ κολακείας καὶ τραπέζης οἱ θηρευόμενοι, τὰς ἀπειλὰς καὶ τὰς τιμωρίας προφέρει, ἵν', οὓς οὐκ ἐδελέασε τραπέζῃ ἢ κολακείᾳ, καταπτήξῃ ἀπανθρωπίᾳ καὶ δέει, ὡς ἐπὶ τῶν μαρτύρων. Ἐκεῖ γὰρ ἀμφότερα ἐτεκταίνετο, καὶ ἡ διὰ δώρων καὶ τιμῶν μηχανευομένη παγὶς, τοὺς περὶ τὰ δοξάρια κεχηνότας θηρῶσα, καὶ ἡ διὰ κολάσεων ἀπειλὴ, τήγανα καὶ ἀρθρέμβολα καὶ θηρία, καὶ ὅσα περὶ σφοδρὰν ὀδύνην ἐπιτήδεια εὐτρεπίζουσα, τοὺς ἀνδρείους καὶ φιλοθέους ἀναδεικνύουσα. Ὁ μέντοι κλῆρος ὁ Ἀντιοχέων ὁ ἐπίσημος κεκρυμμένως συνάγει, μηδὲ πλησιάζων τοῖς τοίχοις τῆς ἐκκλησίας, καὶ πᾶσα ἡ ἐπίσημος γυναικωνῖτις, δι' ἃς μάλιστα ἔκφρονες γεγόνασιν οἱ ἀργυρολόγοι τῶν ἡγουμένων. Περὶ δὲ τῶν Κωνσταντινουπόλεως τί δεῖ καὶ λέγειν, ὅσον πλῆθος ἀπέστη τῆς ἐκκλησίας, συνάγον ἐν τῷ ὑπαίθρῳ, ὡς προειρήκαμεν, ὡς μηδὲ τοὺς κρατοῦντας τῶν ἐκκλησιαστικῶν πραγμάτων ἔχειν τοσούτους ἀκροατὰς τῆς σιγῆς; λόγος γὰρ οὐδαμοῦ παρ' αὐτοῖς. Ὁ ΔΙΑΚ. Ἠλευθέρωσάς μου τὴν διάνοιαν, Πάτερ, τῇ ἀμφιβολίᾳ δεδουλωμένην, τοῖς ὀφθαλμοῖς μου παραστήσας τὰ πράγματα. Ἡ γὰρ συμφωνία τῶν λόγων, καὶ ἡ ἄσκηπτος διήγησις ἐπληροφόρησέ με ἀληθῆ εἶναι τὰ γεγενημένα· ἀδύνατον γὰρ ψευδῆ λόγον ἑαυτῷ συμφωνῆσαι.
to the commander of the army, and filling his hands, takes the field against the hearers of the Saviour, diverting him from the Isaurian wars. And the most brigandish Isaurians were ravaging Rhosus and Seleucia; while Porphyrius and Valentinus the count with the heavy-armed soldiers were plundering the church of the orthodox, trampling under their own feet the most awe-inspiring sign of the cross, which they bore upon their shoulders in place of a teacher as they held litanies upon unsown land. When some days had passed, he dispatches messengers in earnest haste to the imperial court, and arranges with magistrates of that stamp that a certain crude old man of his own party, perverse and crooked, should be appointed night-prefect, so that, having impunity to traduce earnest believers, he might subjugate the city, imitating the ways of Nero the fighter against God. For it is not in him to persuade by reason, but to afflict with unreason and malevolence, since he has for his aim not to please God, who brings wandering souls to Himself, but to glut a serpentine belly going upon its breast. Thus the peoples, even against their will, assemble in outward appearance in the church out of fear of outrages, while in truth cursing their own life and awaiting the succour that shall come from God. At this Theodore, astounded, said: Contrary to the nature of reason do I behold these events, Father. For in most cases the vainglorious, being men-pleasers, are also found to be flatterers, and contrive sumptuous tables for the sake of being loved and well spoken of, often enduring even spittings. How, then, Porphyrius, or anyone else, practised threats and punishments and banishments, I am at a loss to understand. The Bishop. For this is what is marvellous, Theodore, that they have driven on to such a measure of wickedness as not only not to be eager to please men, but not at all even to care about shame over their deeds; for wickedness advances from wickedness in wickedness. For wickedness puts forward vainglory when it hopes to rule through flattery over the senseless; but when those hunted are found superior both to flattery and to the table, it brings forth threats and punishments, so that those whom it did not lure with table or flattery it may cow with inhumanity and terror, as in the case of the martyrs. For there both were contrived: both the snare engineered through gifts and honours, hunting those gaping after petty glories, and the threat by means of punishments, making ready frying-pans and racks and wild beasts and whatever is fitted for fierce pain, manifesting the brave and lovers of God. Yet the distinguished clergy of Antioch assemble in secret, not even approaching the walls of the church, and the whole distinguished body of women, on account of whom above all the money-collectors among the rulers have gone out of their minds. And concerning the people of Constantinople what need is there even to say how great a multitude withdrew from the church, assembling in the open air, as we have said before, so that those in control of ecclesiastical affairs do not even have so many hearers of their silence? For teaching is nowhere among them. The Deacon. You have set free my mind, Father, which was enslaved to doubt, by placing the facts before my eyes. For the harmony of your words and the unpremeditated narrative have fully assured me that the events are true; for it is impossible for a false account to agree with itself.
PG 47:56Read from the page
Ἀνεπαχθῶς τοίνυν διήγησαι ἡμῖν καὶ τα κατὰ τὴν Ὀλυμπιάδα, εἴγε τίς σοι γνῶσις. Ὁ ἘΠΙΣΚ. Ποίαν ταύτην; ἐπειδή εἰσι καὶ ἕτεραι. Ὁ ΔΙΑΚ. Τὴν διάκονον Κωνσταντινουπόλεως, νύμφην ποτὲ γενομένην Νεβριδίου τοῦ ἀπὸ ἐπάρχων. Ὁ ἘΠΙΣΚ. Καὶ πάνυ γε οἶδα. Ὁ ΔΙΑΚ. Ποταπὴ γυνὴ τυγχάνει οὖσα; Ὁ ἘΠΙΣΚ. Μὴ λέγε γυνὴ, ἀλλ' οἷος ἄνθρωπος· ἀνὴρ γάρ ἐστι παρὰ τὸ τοῦ σώματος σχῆμα. Ὁ ΔΙΑΚ. Ἐν τίνι; Ὁ ἘΠΙΣΚ. Ἔν τε βίῳ καὶ πόνοις καὶ γνώσει καὶ τῇ τῶν περιστάσεων ὑπομονῇ. Ὁ ΔΙΑΚ. Πῶς οὖν ὁ Θεόφιλος αὐτὴν ἐλοιδόρησεν; Ὁ ἘΠΙΣΚ. Ποῖος οὗτος; Ὁ ΔΙΑΚ. Ὁ Ἀλεξανδρέων ἡγούμενος. Ὁ ἘΠΙΣΚ. Ἔοικάς μοι, Θεόδωρε, τοὺς τοσούτους διαύλους τῶν λόγων λήθῃ κεκαλυφέναι. Ὁ ΔΙΑΚ. Ἐν τίνι; Ὁ ἘΠΙΣΚ. Ὁ τῆς ἀληθείας μὴ φεισάμενος, ἀλλὰ ταύτην καταπατήσας, ὡς οἱ προάγοντες λόγοι παρέστησαν, καὶ ὁ τὴν Ἐκκλησίαν ὑπ' οὐρανὸν, δι' ἣν ὁ Μονογενὴς, τὸ δὴ λεγόμενον, ἐσκύλη, ἵνα ταύτην ἑνώσῃ, μὴ τιμήσας, ἀλλ' ἐνυβρίσας τῷ σχήματι, γυναικὸς ἔχει φείσασθαι χήρας, ἐν προσευχαῖς τὸ ζῆν ἀναλισκούσης; Ἐμπερινόστησον, καὶ ἴδε εἴ τινά ποτε τῶν κακῶν ἐλοιδόρησε, μισευλαβὴς ὑπάρχων ἀεί. Διὰ τί δὲ καὶ ἐκ τῶν ἐπιστολῶν αὐτοῦ οὐ στοχάζῃ, πῶς εἰσιν ἐναντίαι ἀλλήλαις; Ἐπιφάνιον γὰρ τὸν μακάριον τὸν Κωνσταντίας τῆς Κύπρου ἐπίσκοπον, τριακονταὲξ ἔτη ἄρξαντα τῆς Ἐκκλησίας, δυσφημήσας, ὡς αἱρετικὸν ἢ σχισματάριον ἐπὶ Δαμάσου ἢ Σηρικίου τοῦ μακαρίου, ὕστερον ἐν τῇ πρὸς τὸν πάπαν Ἰννοκέντιον ἐπιστολῇ, λοιδορῶν τὸν μακάριον Ἰωάννην, εὑρίσκεται ἁγιώτατον ὀνομάζων τὸν Ἐπιφάνιον. Ποσάκις δὲ θέλεις καὶ τὰ γόνατα ταύτης ἐφίλησεν, ἐλπίδι τοῦ ἀργυρίου, ἣν νῦν λοιδορεῖ, ἐκείνης χαμαὶ πιπτούσης ἐπὶ τῷ πράγματι, καὶ δάκρυα ῥαινυύσης, ἐπισκόπου ταῦτα ποιοῦντος. Πλὴν ἐν τίνι ἐλοιδόρησεν αὐτήν; Ὁ ΔΙΑΚ. Ὡς ὑποδεξαμένην τοὺς ὑπ' αὐτοῦ ῥιφέντας μοναχούς. Ὁ ἘΠΙΣΚ. Καὶ ἔξεστιν ἐπισκόπῳ ἢ πρέπον ὅλως ῥίπτειν τὸν τυχόντα μαθητὴν, μήτι γε καὶ μονάζοντα; Ὁ ΔΙΑΚ. Ὡς ἐὰν παρώξυναν αὐτὸν, ἢ κακῶς εἶπον. Ὁ ἘΠΙΣΚ. Καὶ τὴν ἰδίαν ὀργὴν ὤφειλεν ἐκπληρῶσαι, φροντίζων τῆς κακηγορίας; Πῶς ἔτι οὗτος τὰς Χριστοῦ ὕβρεις ζητήσει, ὁ περὶ τὰς ἰδίας ἀσχολούμενος δόξας; Διὰ τί δὲ ὅλως τὸν εἰπόντα διδάσκαλον οὐκ ἐμιμήσατο, Λοιδορούμενοι εὐλογοῦμεν; Ὁ ΔΙΑΚ. Τί οὖν, ὡς εἰ ἑτερόδοξοι ὑπῆρχον οἱ μονάζοντες; Ὁ ἘΠΙΣΚ. Καὶ πάντως ἔδει διορθώσασθαι καὶ πεῖσαι, μὴ γὰρ ῥῖψαι. Ὁ ΔΙΑΚ. Ὡς εἰ καὶ τοῦτο ἐποίησεν, αὐτοὶ δὲ οὐκ ἐπείσθησαν φιλόνεικοι ὄντες; Ὁ ἘΠΙΣΚ. Τὸ ἀποστολικὸν ἔδει ποιῆσαι· Τὸν αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος· μὴ γὰρ ῥῖψαι καὶ λεηλατῆσαι καὶ ἔξω τῆς θρεψαμένης ἀπελάσαι μετὰ τῆς τῶν ἀρχόντων ἀπειλῆς. Ὁ ΔΙΑΚ. Τελείου ἀνδρός μοι λέγεις μέτρα καὶ θεοφιλοῦς καὶ ἀνεξικάκου. Ὁ ἘΠΙΣΚ. Καὶ μὴν οὐκ ἔστι μέγα ἐγκώμιον τὸν ἥττο⟨ν⟩α βαστάσαι. Πλὴν εἰ μὴ ἔστι τέλειος, ὅσον ἧκεν, πῶς καὶ ἐπίσκοπος ὁ τοιοῦτος; ἀτελὴς γὰρ ἀτελῶν οὐδέποτε προνοήσει. Πῶς δὲ καὶ Θεόφιλος λέγεται, μὴ φιλῶν τὸν Θεὸν, δι' ὃν ὤφειλε τὰς τῶν ἀνθρώπων ὕβρεις ῥᾳδίως φέρειν; Εἰ δὲ Θεὸν οὐ φιλεῖ, δῆλον οὐδὲ ἑαυτόν· ὁ δὲ ἑαυτοῦ ἐχθρὸς, πῶς λοιπὸν ἄλλους φιλήσει; Οὐκοῦν οὐδὲν ξένον, εἰ τούτου χάριν ἔψεξεν Ὀλυμπιάδα, ὡς τοὺς μονάζοντας δεξαμένην. Ὁ ΔΙΑΚ. Ὡμολόγηται μὲν, ὅτι Θεόφιλος ὀργίλον ἐποίησε πρᾶ-
Relate to us, then, without irksomeness the matters concerning Olympias also, if indeed you have any knowledge of her. The Bishop. Which Olympias is this? For there are others as well. The Deacon. The deaconess of Constantinople, who once became the bride of Nebridius the ex-prefect. The Bishop. I know her very well indeed. The Deacon. What manner of woman does she happen to be? The Bishop. Do not say what manner of woman, but what a human being; for she is a man apart from the outward form of the body. The Deacon. In what respect? The Bishop. Both in life and in labours and in knowledge and in the endurance of trials. The Deacon. How, then, did Theophilus revile her? The Bishop. Who is this man? The Deacon. The ruler of the Alexandrians. The Bishop. You seem to me, Theodore, to have veiled in oblivion so many courses of our discourse. The Deacon. In what way? The Bishop. Is he who did not spare the truth, but trampled it underfoot, as the preceding arguments showed, and who did not honour the Church under heaven—for which the Only-begotten, as the saying goes, went to such trouble in order to unite her—but outraged her in his episcopal guise, capable of sparing a widowed woman who spends her life in prayers? Go round in thought and see whether he ever reviled anyone of the wicked, being ever a hater of godliness. And why do you not also conjecture from his own letters how contrary they are to one another? For having defamed the blessed Epiphanius, bishop of Constantia in Cyprus, who ruled the Church for thirty-six years, as a heretic or schismatic in the time of Damasus or of the blessed Siricius, afterwards in his letter to Pope Innocent, while reviling the blessed John, he is found calling Epiphanius most holy. And how many times, think you, did he kiss the knees of this woman in hope of silver—her whom he now reviles—while she fell upon the ground at the deed and shed tears that a bishop was doing such things? Yet in what matter did he revile her? The Deacon. For having received the monks cast out by him. The Bishop. And is it lawful for a bishop, or fitting at all, to cast out any ordinary disciple, to say nothing of a monk? The Deacon. Suppose they provoked him or spoke ill of him. The Bishop. And ought he to have satisfied his own wrath, taking thought for slander? How shall this man still avenge outrages against Christ, when he is busied about his own honours? And why did he not at all imitate the teacher who said, Being reviled, we bless? The Deacon. What then if the monks were heterodox? The Bishop. Even so, he certainly ought to have corrected and persuaded them, not cast them out. The Deacon. Suppose he even did this, and they were not persuaded, being contentious? The Bishop. He ought to have followed the apostolic precept: A heretical man after a first and second admonition shun, knowing that such a one is subverted; not cast them out and plunder them and drive them outside their motherland with the menace of the magistrates. The Deacon. You speak to me of the standards of a perfect man, one who loves God and bears with evil. The Bishop. Yet surely it is no great encomium to bear with an inferior. Besides, if he is not perfect, so far as in him lies, how is such a man even a bishop? For an imperfect man will never take thought for the imperfect. And how is he even called Theophilus, when he does not love God, for whose sake he ought readily to have borne the insults of men? And if he does not love God, plainly he does not love himself either; and he who is his own enemy, how then shall he love others? It is nothing strange, therefore, if on this account he censured Olympias for having received the monks. The Deacon. It is admitted, indeed, that Theophilus committed a wrathful de-
Notes, col. 56

On the reading

Printed τα, for τὰ.

Printed ῥαινυύσης, for ῥαινούσης.

PG 47:57Read from the page
γμα, ῥίψας αὐτοὺς, εἴ τινες ἂν εἶεν, εἴτε ὀρθόδοξοι, εἴτε αἱρετικοί· ἡ μέντοι διάκονος οὐκ ὤφειλεν αὐτοὺς ὑποδέξασθαι; Ὁ ἘΠΙΣΚ. Τί σοι οὖν ἐφάνη; καλῶς πεποιηκέναι, ἢ κακῶς; Ὁ ΔΙΑΚ. Εἶπον ὅτι κακῶς. Ὁ ἘΠΙΣΚ. Καὶ εὐποιία κρίνεταί ποτε; Ὁ ΔΙΑΚ. Καὶ πάνυ γε, ὅταν ᾖ ἐπὶ κακῶν καὶ μὴ ὀφειλόντων εὖ παθεῖν γινομένη. Ὁ ἘΠΙΣΚ. Τίνες τοίνυν ἦσαν οἱ πεντακισχίλιοι, οὓς ἔθρεψεν ὁ Σωτὴρ ἐκ πέντε ἄρτων κριθίνων, καλοὶ ἢ κακοί; Ὁ ΔΙΑΚ. Δηλονότι καλοὶ, ὡς παρὰ τοῦ Σωτῆρος τραφέντες. Ὁ ἘΠΙΣΚ. Διὰ τί οὖν κριθίνοις ἐτράφησαν, καλοὶ ὄντες; Ὁ ΔΙΑΚ. Διὰ σπάνιν ἴσως πυρίνων καὶ λιμόν. Ὁ ἘΠΙΣΚ. Πῶς οὖν ὀνειδίζονται ἐπὶ ἀπιστίᾳ, ὡς καλοὶ ἢ ὡς κακοί; Ὁ ΔΙΑΚ. Εἰ ὀνειδίζονται, ὡς κακοὶ δηλονότι. Ὁ ἘΠΙΣΚ. Καὶ δύνανται οἱ αὐτοὶ καλοὶ εἶναι καὶ κακοί; Ὁ ΔΙΑΚ. Καὶ πάνυ γε. Ὁ ἘΠΙΣΚ. Πῶς; Ὁ ΔΙΑΚ. Ὡς μὲν πρὸς χείρονας καλοὶ, ὡς δὲ πρὸς κρείττονας κακοί. Ὁ ἘΙΗΣΚ. Θαυμασίως εἴρηκας. Τούτῳ τοίνυν τῷ τρόπῳ καὶ οἱ μονάζοντες καὶ καλοὶ ἦσαν καὶ κακοί. Καὶ ἡ μὲν πιστοτάτη ὡς καλοὺς αὐτοὺς ἐξένισεν· ὁ δὲ θαυμάσιος ὡς κακοὺς ἔρριψεν, ὅπερ οὐκ ἔδει. Ὁ ΔΙΑΚ. Ἀλλ' ἐρεῖ σοι, ὅτι Ἐπὶ λύπῃ ἐμῇ ἐδέξω τοὺς ἐχθρούς μου. Ὁ ἘΠΙΣΚ. Ὅλως μὲν οὖν ἥττημα αὐτῷ ἐστιν, ὅτι καὶ ἐχθροὺς ὀνομάζει, ὁ χρεώστης τῶν ὕβρεων ὡς Χριστοῦ μιμητής. Ὁ ΔΙΑΚ. Ποῦ δαὶ ὀνειδίζονται οἱ πεντακισχίλιοι ὑπὸ τοῦ Σωτῆρος, ὡς εἴρηκας; οὐ γὰρ ἀναφέρονται. Ὁ ἘΠΙΣΚ. Ἡνίκα συναθροισθέντες, ἐκ δευτέρου προσῆλθον τῷ Ἰησοῦ, ἀκούσαντες· Ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα καὶ τέρατα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε. Ὁ Θεόδωρος εἶπεν· Σαφέστατα ἔχει. Ὁ ἘΠΙΣΚ. Ὁ δὲ ψεκτὸς, κατὰ τοῦτο καὶ κακός. Ὁ ΔΙΑΚ. Μενοῦνγε. Ὁ ἘΠΙΣΚ. Κακοὺς οὖν ἔθρεψεν, ἢ καλοὺς ὁ Σωτήρ; Ὁ ΔΙΑΚ. Ὡμολόγηται ὅτι κακούς· Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Ὁ ἘΠΙΣΚ. Τί οὖν; κακὸν πεποίηκεν Ὀλυμπιὰς, τὸν ἑαυτῆς Κύριον μιμησαμένη, τὸν βρέχοντα καὶ ἀνατέλλοντα τὸν ἑαυτοῦ ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους; κἂν οἱ Φαρισαῖοι ὀνειδίζωσι τοὺς μαθητὰς, λέγοντες· Ὁ διδάσκαλος ὑμῶν μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει. Ὁ ΔΙΑΚ. Ὡς ἔοικε, παρὰ τὴν σύνεσιν τῶν πολλῶν κακολογεῖται μὲν τὰ σεμνὰ, φιλεῖται δὲ τὰ αἰσχρά. Ὁ ἘΠΙΣΚ. Πρὸς τί σοι οὗτος ὁ λόγος, φιλαληθέστατε Θεόδωρε; Ὁ ΔΙΑΚ. Ὅτι εἰ μὴ σὺ ἐγύμνωσάς μοι τὸν λόγον, συλλογιστικῶς σαφηνίσας, εἰς τὴν ἀναίσθητον συναπηγόμην δόξαν, οὐ τῷ σκοπῷ τῆς ἐλευθερίας προσέχων, ἀλλὰ τοῖς Θεοφίλου θρύλλοις. Ὁ ἘΠΙΣΚ. Οὐκοῦν τὸ ἐναντίον ἐὰν ἀποδειχθῶσιν οἱ ἅγιοι ἐκεῖνοι ἄνδρες οὐ μόνον οὐ κακοὶ, ἀλλὰ καὶ πολλοὺς ἀπὸ κακίας πρὸς ἀρετὴν ἐπαναγαγόντες, δῆλος ἔσται ὁ τούτων διώκτης ἄξιος οὐ διωχθῆναι, ἀλλ' ἐλεηθῆναι, ὡς τοὺς μὲν καλοὺς ἀεὶ λυμαινόμενος, τοὺς δὲ κακοὺς ἀποδεχόμενος. Ὁ ΔΙΑΚ. Οὕτως ἔχει, ὡς εἴρηκας. Κἂν γὰρ μὴ ἀποδειχθῶσιν ἐκεῖνοι σοφοί τε καὶ ἅγιοι, ὥς φασιν οἱ πολλοὶ, ἐκτὸς μέμψεως ἔσται ἡ Ὀλυμπιὰς ἐκ τῶν προλαβόντων συλλογισμῶν, τὸ τοῦ Σωτῆρος μίμημα ἐπιδειξαμένη. Ὁ ἘΠΙΣΚ. Καὶ ποίαν μείζω ὁρᾷς μαρτυρίαν τῶν πράξεων, τὴν τοῦ Εὐαγγελίου, ἢ τὴν Θεοφίλου; Ὁ ΔΙΑΚ. Ἄπαγε, παρακαλῶ· ὡμολόγηται γὰρ παρὰ πᾶσι κἀκείνους αὐτὸν ἀπό τινος ὀργῆς καὶ φιλαρχίας ἐρρῖφθαι, καὶ ταύτην ἀπὸ δεισιδαιμονίας καὶ ἔχθρας λελοιδορηκέ-
ed, casting them out, whoever they might be, whether orthodox or heretical; yet ought not the deaconess to have refused to receive them? The Bishop. How, then, did it seem to you—to have acted well, or badly? The Deacon. I said badly. The Bishop. And is beneficence ever condemned? The Deacon. Very much so indeed, when it is bestowed upon wicked men who do not deserve to receive good. The Bishop. Who, then, were the five thousand whom the Saviour fed from five barley loaves—good men or bad? The Deacon. Plainly good, inasmuch as they were fed by the Saviour. The Bishop. Why, then, were they fed with barley loaves, if they were good? The Deacon. Perhaps through scarcity of wheaten loaves and through famine. The Bishop. How, then, are they reproached for unbelief—as good men or as bad? The Deacon. If they are reproached, plainly as bad. The Bishop. And can the same men be both good and bad? The Deacon. Very much so indeed. The Bishop. How? The Deacon. In comparison with worse men, good; in comparison with better men, bad. The Bishop. You have spoken admirably. In this way, then, the monks too were both good and bad. And the most faithful woman showed them hospitality as good men; whereas that admirable man cast them out as bad, which he ought not to have done. The Deacon. But he will say to you: To my grief you received my enemies. The Bishop. Why, this is altogether a defeat for him, that he even calls them enemies, when as an imitator of Christ he is a debtor to bear insults. The Deacon. Where, pray, are the five thousand reproached by the Saviour, as you have said? For they are not so recorded. The Bishop. When, having gathered together, they approached Jesus a second time, and heard: You seek Me, not because you saw signs and wonders, but because you ate of the loaves and were filled. Theodore said: It is most clear. The Bishop. And he who is blameworthy is in that respect also bad. The Deacon. Quite so. The Bishop. Did the Saviour, then, feed bad men or good? The Deacon. It is admitted that He fed bad men: For those who are in health have no need of a physician, but those who are ill. The Bishop. What then? Has Olympias done evil in imitating her own Lord, Who sends rain and makes His sun rise upon the just and the unjust, even if the Pharisees reproach the disciples, saying: Your teacher eats and drinks with tax-collectors and sinners? The Deacon. As it seems, contrary to the understanding of the multitude, reverend things are spoken ill of, while shameful things are loved. The Bishop. To what end do you make this remark, most truth-loving Theodore? The Deacon. Because had you not laid bare the argument for me, making it clear by reasoned deduction, I was being carried away into the senseless opinion, attending not to the aim of freedom, but to the babblings of Theophilus. The Bishop. On the contrary, therefore, if those holy men are shown to be not only not bad, but even to have led many back from wickedness to virtue, the persecutor of these men will plainly be worthy not to be persecuted, but to be pitied, as one who ever mars the good and welcomes the bad. The Deacon. It is just as you have said. For even if they are not shown to be wise and holy, as most men say, Olympias will be beyond blame from the preceding deductions, having displayed the imitation of the Saviour. The Bishop. And what greater testimony of the facts do you see—that of the Gospel, or that of Theophilus? The Deacon. Away with it, I pray; for it is admitted among all men that they too were cast out by him out of some wrath and love of rule, and that out of superstition and enmity he has revi-
Notes, col. 57

On the reading

Printed ἘΙΗΣΚ., for ἘΠΙΣΚ..

PG 47:58Read from the page
ναι, προφασισαμένου ἐκείνου τοὺς μονάζοντας. Ἀστοχήσας γὰρ ἐπὶ ταῖς δουλοπρεπέσι κολακείαις τῷ μηδὲν παρ' αὐτῆς εἰληφέναι, πλὴν βρωμάτων ἢ ξενίων, εἰς λοιδορίαν ἐτράπη· τοῦτο γὰρ αὐτοῦ τὸ ἔθος ἐπὶ πάντων.
led her, while he put forward the monks as a pretext. For having missed his mark in his servile flatteries by having received nothing from her save provisions or hospitable gifts, he turned to reviling; for this is his custom in all cases.
ΚΕΦ. ΙΖʹ. — Ὁ ἘΠΙΣΚ. Ἄκουε τοίνυν, διακόνων ἄριστε. Ὁρῶ γάρ σε χρήσιμον τῷ κοινῷ· τὸ γὰρ σπουδαῖόν σου ἐν τῷ νέῳ ἐχέγγυον τοῦ ἔντιμον ἐν γήρᾳ ἔσεσθαι. Οἱ ἄνδρες οὗτοι ἐξ ἁπαλῶν ὀνύχων, καὶ Χριστιανῶν γονέων, Θεῷ ὑποταγέντες, οὐκ ἠνέσχοντο, οὐδὲ κομιδῇ νέοι, τῇ ματαιότητι δουλεῦσαι, οὐδὲ τοῖς ὄχλοις συναναστραφῆναι, ἀλλὰ καταλαβόντες τὴν ἐκ μεσημβρίας ἀοίκητον πόρρω που κειμένην τῆς οἰκουμένης, συνεστήσαντο καλύβας, ὅσον διαφυγεῖν τὴν ἐπάχθειαν τῆς ἡλιακῆς λαμπάδος, καὶ τὴν δρόσον τὴν ἐκ τοῦ ἀέρος. Ἐν αἷς διάγοντες, εὐχαῖς καὶ ἀναγνώσμασι τὸν ἑαυτῶν κατηνάλωσαν χρόνον, τοσοῦτον θλιβέντες τοὺς καρποὺς τῶν χειρῶν ἐν ἔργοις σωματικοῖς, ὅσον εἰς τροφὴν εὐτελῆ ἐπαρκέσαι, ἄμεινον ἡγησάμενοι συναγελάζεσθαι δορκάσι καὶ στρουθοῖς ἢ βουβάλοις, ἢ συνευωχεῖσθαι τοῖς Θεὸν ἀγνοοῦσιν ἀνθρώποις. Τούτων ὁ μὲν γεραιότατος ἀμφὶ τὰ ἐννενήκοντα παριππάσας ἔτη, συνανεστράφη τῷ μακαρίτῳ Ἀντωνίῳ, Ἱέραξ καλούμενος, τὸ κύριον ὄνομα εἰσέτι καὶ ἐνισχών· ὁ δ' ἕτερος Ἀμμώνιος, σὺν δυσὶν ἀδελφοῖς ἀσκηταῖς καὶ ἑνὶ ἐπισκόπῳ, οἳ καὶ κλοιοφορήσαντες ἐπὶ Οὐάλεντος, ἐξωρίσθησαν, ὡς πᾶσα ἐπιγινώσκει ἡ Ἀλεξάνδρεια, ἑξηκοντούτης· τοιοῦτοι ὄντες ἐν γνώσει, ὡς μηδὲν αὐτοὺς διαφεύγειν τῶν ἐν ταῖς Γραφαῖς τοῖς πολλοῖς ἀπορουμένων. Ὧν οἱ μὲν δύο ἐκοιμήθησαν, τελευτήσαντες ἐν Κωνσταντινουπόλει· Ἀμμώνιος μὲν, ὡς οἱ περὶ Αὐρήλιον καὶ Σισίννιον διηγήσαντο, προφητεύσας περὶ τὴν ἔξοδον, ὡς μεγάλου διωγμοῦ ἐπιγενομένου καὶ σχίσματος ταῖς Ἐκκλησίαις, αἴσχιστον τέλος ἀπενεγκεῖν τοὺς αἰτίους, καὶ οὕτως ἑνωθῆναι τὰς Ἐκκλησίας· ὃ δὴ καὶ ἐκ μέρους γεγένηται, καὶ γενήσεται. Ἐντεῦθεν γάρ τινων τὰ σώματα, ἐπισκόπων τε καὶ λαϊκῶν, ἡ νόσος παραλαβοῦσα, ποικίλοις πάθεσιν ἐμερίζετο, πυρετῷ μὲν μαλακῷ τὰ σπλάγχνα διακαίουσα, κνησμῷ δ' ἀφορήτῳ τὴν ἐπιφάνειαν ὅλην τοῖς ὄνυξιν ἐξορύττουσα, κώλου τε συνεχεῖς ἀλγηδόνες. Τινὸς περί τε τοὺς πόδας ὑδρωπιῶντος οἰδήματα πελιδνά· ἑτέρου δὲ ῥεύματα περὶ τὰ τέσσαρα ἄρθρα θερμὸν ψυχρὸν τοὺς κακῶς ὑπογράψαντας δακτύλους ἔφρισσε, τοῦ τε ἤτρου φλεγμονὴ, καὶ διὰ μορίου τινὸς σηπεδὼν δυσωδίαν εἰς μακρὸν παρατείνουσα, σκώληκας γεννῶσα. Ὀρθόπνοιά τε πρὸς τούτοις καὶ δύσπνοια, καὶ πάντων τῶν μελῶν διατάσεις· φαντασίαι τε νυκτεριναὶ εἰς κύνας λυττῶντας καὶ ξιφήρεις βαρβάρους, ἀλλάγλωσσον, κυματώδη φωνὴν ἐξηχοῦντες, μετεσχηματίζοντο, ἄϋπνον τὸν ὕπνον ἀποτελοῦσιν. Ἕτερος ἰὲ ἐξ ἵππου πεσὼν, καὶ καυληδὸν τὸ δεξιὸν κατεάξας σκέλος, παραυτίκα τὸ ζῆν ἀπέρρηξεν· ἄλλος ἀποκλεισθεὶς τὴν φωνὴν, ὀκταμηνιαίῳ χρόνῳ ἐπὶ κλίνης ἐταριχεύετο, μηδὲ τῷ ἰδίῳ στόματι τὰς χεῖρας προσάγειν δεδυνημένος. Ἕτερος ζῶν τὰ σκέλη ἕως γονάτων κατ' ὀλίγον ἐπρίζετο ἐπὶ τριετίαν, ἐρυσιπέλου δῆθεν τὰς ἀφορμὰς γεννῶντος· ἄλλος τὴν γλῶσσαν οἰδήσας, ὥς φασι, μετὰ λάβρου πυρετοῦ, ὡς διάφραγμα κεῖσθαι τῷ στόματι
Chapter XVII. — The Bishop. Hear, then, noblest of deacons. For I see you are useful to the commonweal; for your earnestness in youth is a surety that you will be honoured in old age. These men, from tender nails and of Christian parents, having subjected themselves to God, did not brook, even when quite young, to be slaves to vanity or to consort with the crowds; but betaking themselves to the uninhabited region to the south, lying far away somewhere from the inhabited world, they put together huts, just enough to escape the oppressiveness of the sun's torch and the dew from the air. Passing their lives therein, they spent their time in prayers and readings, galling the palms of their hands in bodily labours only so far as to suffice for frugal nourishment, deeming it better to herd with gazelles and ostriches or antelopes than to feast together with men ignorant of God. Of these, the eldest, having ridden past ninety years or thereabouts, had lived with the blessed Antony, being called Hierax, retaining his proper name even still; and the other, Ammonius, sixty years old, with two ascetic brothers and one bishop, who also bore iron collars under Valens and were banished, as all Alexandria knows well—being such men in knowledge that nothing escaped them of the passages in the Scriptures which perplex the many. Of these, two fell asleep, dying in Constantinople; Ammonius, indeed, as Aurelius and Sisinnius and their companions related, having prophesied near his departure that after a great persecution and schism had come upon the Churches, those responsible would meet a most shameful end, and thus the Churches would be united; which indeed has in part come to pass, and shall come to pass. For thereafter disease, taking hold of the bodies of certain men, both bishops and laymen, partitioned them among various afflictions, burning through their inwards with a slow fever, gouging up their whole surface with their nails through unbearable itching, and unceasing pains of the colon. In one man, dropsical about the feet, there were livid swellings; in another, fluxes about the four joints, hot and cold, set to shivering the fingers that had wickedly subscribed, as well as inflammation of the lower belly, and putrefaction through a certain member spreading a foul stench afar and breeding worms. In addition to these, upright-breathing and difficulty of breathing, and distentions of all the limbs; and nocturnal phantoms were transformed into rabid dogs and sword-bearing barbarians sounding forth a strange-tongued, billowing voice, rendering sleep sleepless for them. Another, falling from a horse and snapping off his right leg like a stalk, broke off his life on the spot; another, having his voice shut off, lay withering upon his bed for an eight-month space, unable even to bring his hands to his own mouth. Another, while alive, had his legs sawn away little by little up to the knees for three years, erysipelas forsooth generating the occasions; another, swelling in his tongue, as they say, with a violent fever, so that it lay like a partition in his mouth
Notes, col. 58

On the reading

Printed ἀλλάγλωσσον, for ἀλλόγλωσσον.

Printed ἰὲ, for δὲ.