Migne Reading Room

PG 47 · cols. 17–22 · Read from the page

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:17Read from the page
τὸ μὴ προχείρως πιστεύειν ταῖς φήμαις, πρὶν ἂν παρὰ τῶν ὀρθῶς ψέγειν καὶ ἐπαινεῖν εἰδότων μάθω βεβαίως. Ὁ ἘΠΙΣΚ. Ἐπαινοῦμέν σου τὴν ἀκρίβειαν, οὐκ ἀποδέχομαι δὲ τὴν διάκρισιν, φιλαληθέστατε ἄνερ καὶ Θεοῦ ἄνθρωπε Θεόδωρε· ἔδει γάρ σε ἐξ αὐτῆς τῆς πολιᾶς ἡμῶν, ἵνα περιαυτολογήσω, καὶ ἐκ τοῦ ἀξιώματος ἀρκεσθῆναι πρὸς ἀληθείας ἀπόδειξιν· ἐπειδὴ δὲ τοῦτο μὲν οὐ πεποίηκας, δὶς δέ με κατακρίνεις, κἂν μετὰ ταῦτα ἀπροφάσιστόν μοι τὴν ἀκοὴν παρεγγύησαι, ἵνα μὴ εἰς ἀνόνητον οἱ τῶν λόγων γένωνται δίαυλοι. Ἐπίσταμαι γὰρ τὰ γεγραμμένα παρὰ τῷ θείῳ νόμῳ, τὸ, Ἀπολεῖ Κύριος πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος· καὶ παρὰ τῷ ἀποστόλῳ Ἰωάννῃ· Ὁ λαλῶν ψεῦδος, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· καὶ πάλιν παρὰ τῷ Δαβίδ· Ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα. Ἀδικεῖ γὰρ ἀληθῶς ὁ ψευδόμενος ὃν πείθει· ἀδικεῖ δὲ καὶ ὁ πειθόμενος τὸν ψευδόμενον, ῥᾳδίως πιστεύων. Ἐπ' ἴσης οὖν ἐξαμαρτόντων ἑκατέρων, μηδ' ὁπότερος ἡμῶν ἀδικήσοι τὸν πέλας. Ἀρετὴ γὰρ αὕτη, τοῦ μὲν λέγοντος, λέγειν τἀληθῆ· τοῦ δὲ ἀκούοντος, δοκιμάζειν τὰ ἄδικα· Γίνεσθε γὰρ, φησὶν ἡ Γραφὴ, δόκιμοι τραπεζῖται, τὸ κίβδηλον ἀπὸ τοῦ δοκίμου ῥίπτοντες· οὐχ ἵνα κομπάσαντες τὴν ἦχον δεξώμεθα, ἀλλ' ἵνα σταθμίσαντες τῷ θείῳ φόβῳ μετὰ ὀρθοῦ συνειδότος τὰ λαλούμενα πάντα, ἢ τὰ γραφόμενα, τῇ τῶν πραγμάτων μαρτυρίᾳ δεξώμεθα. Ὤτων καὶ γλώττης μέγας ὁ κίνδυνος· διὸ καὶ ὁ καλλιτέχνης Θεὸς τῇ μὲν ὑπὸ δύο χειλέων τηρεῖσθαι πεποίηκεν, ἐνδοτέρω τὸ τῶν ὀδόντων ἔρυμα πήξας, ἵνα ἀσφαλὲς τὸ φρούριον ὑπάρχον σωφρονίζῃ ταύτης τὴν εὐκολίαν, κατὰ τὸ γεγραμμένον· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου· τῶν δὲ τὴν ὀπὴν ἑλικοειδῶς ἐξετόρνευσε, διὰ τοῦ σχήματος αἰνιττόμενος μὴ θᾶττον εἰσδύνειν τὸν λόγον, ἵνα ἐν πλείονι χρόνῳ ἑλιττόμενος, τὴν ὕλην τοῦ ψεύδους μετὰ τῶν τῆς κακίας σκυβάλων προσκαταλείψῃ ταῖς ὄχθαις λεπτῶς διωθούμενος. Οὐ μόνον δὲ τούτων ἐφρόντισε τῶν ὀργάνων, ὡς μόνων πταιόντων· ἤδη δὲ καὶ ταῖς κόραις, καθάπερ θυρίσι, καταπετάσματα τέθεικεν, ἵνα μὴ τὸν τῆς ἀκολασίας εἰσδέχωνται θάνατον, ὃν ὁ προφήτης μαρτύρεται λέγων· Θάνατος ἀνέβη διὰ τῶν θυρίδων. Ὁ ΔΙΑΚ. Ει μὲν ἐν τοῖς τυχοῦσιν ἦν ἡ ἐξέτασις, ἱερώτατε Πάτερ, ἤρκει σου ἡ τοῦ εἴδους κατάστασις πιστῶσαι τοὺς λόγους· ἐπειδὴ δὲ οὐ μικρὰν φέρει νῦν μὲν κατάγνωσιν, μετέπειτα δὲ κατάκρισιν, συναχθέντων ἀρχόντων τε καὶ λαῶν παρὰ τῷ βήματι τῷ φοβερῷ, ἀληθείας οὔσης τῆς ζητουμένης, δός μοι συγγνώμην, ἄριστε, μὴ τὰς τῶν τριχῶν προβαλλόμενος πολιὰς μάρτυρας· γεγηράκασι γὰρ καὶ φαῦλοι, οὐκ ἀρετῇ τὴν ψυχὴν πολιώσαντες, ἀλλὰ τὰ σώματα χρόνου μήκει ῥυτιδώσαντες· οἷοι ἦσαν οἱ κατὰ Βαβυλῶνα ψευδοπρεσβύτεροι, καὶ ἐν τῷ Ἱερεμίᾳ Ἐφραΐμ, περὶ οὗ μεμφόμενος ὁ λόγος βοᾷ· Ἐφραΐμ περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν· πολιαὶ αὐτῷ ἐξήνθησαν, αὐτὸς δὲ οὐκ ἔγνω. Δισσεύων δὲ λέγει πληκτικώτερον· Ἐγένετο Ἐφραΐμ ἐγκρυφίας οὐ μεταστρεφόμενος, καὶ ἀλλότριοι ἔφαγον τὴν ἰσχὺν αὐτοῦ. Κἀκεῖνο δὲ προσθήσω, ει καὶ μηκυνῶ τὸν λόγον· τίς πολιώτερος ἢ τίς ἐπιεικέστερος τὸ φαίνε-
not to give credence rashly to rumours before I learn with certainty from those who know how to censure and praise rightly. THE BISHOP. We praise your exactness, yet I do not accept your doubt, most truth-loving sir and man of God, Theodore; for you ought — if I may speak about myself — from our very hoary hairs and from our rank to have been satisfied as to the proof of truth; yet since you have not done this, and twice condemn me, at least hereafter pledge me your unhesitating hearing, lest the courses of our words turn out to no profit. For I know what is written in the divine law: The Lord shall destroy all who speak falsehood (Ps. 5:7); and in the Apostle John: He who speaks falsehood is not of God (cf. 1 John 2:21; John 8:44); and again in David: For the mouth of them that speak unjust things has been stopped (Ps. 62:12). For truly the liar wrongs him whom he persuades; and he also does wrong who obeys the liar, easily believing him. Since both err equally, therefore, may neither of us wrong his neighbour. For this is virtue: on the speaker's part, to speak the truth; and on the hearer's part, to test what is unjust; for Become, says Scripture, approved money-changers, casting away the counterfeit from the genuine — not that after boasting we should accept mere ringing sound, rather that, having weighed in the fear of God with an upright conscience all things spoken or written, we should accept them by the testimony of the facts. Great is the peril of ears and tongue; wherefore God the Master Artificer caused the one to be guarded by two lips, fixing further within the rampart of the teeth, so that, being a secure fortress, it might chasten its facility, according to what is written: Set, O Lord, a watch upon my mouth, and a door of enclosure about my lips (Ps. 140:3), that I may not sin with my tongue (Ps. 38:2); whereas the passage of the ears He carved out in spiral form, hinting through the shape that speech should not slip in too quickly, so that, winding around over a longer time and being finely pushed aside, it might leave behind upon the banks the matter of falsehood along with the refuse of malice. Nor did He take thought only for these organs, as though they alone stumbled; moreover, upon the pupils also, just as upon windows, He placed veils, lest they admit the death of licentiousness, to which the prophet bears witness, saying: Death has come up through the windows (Jer. 9:21). THE DEACON. If the inquiry concerned ordinary matters, most sacred Father, the composure of your aspect would suffice to confirm your words; yet since it brings no small censure now, and condemnation hereafter, when both rulers and peoples are gathered before the fearful judgement-seat, and since truth is what is sought, grant me pardon, noblest sir, and do not put forward the greyness of your hairs as witnesses; for worthless men too have grown old, not having whitened their soul with virtue, rather having wrinkled their bodies through length of time — such as were the false elders in Babylon, and Ephraim in Jeremiah, concerning whom the word cries out in reproach: Ephraim is a senseless dove, not having a heart (Hos. 7:11); grey hairs have sprung forth upon him, and he himself knew it not (Hos. 7:9). And repeating it, he speaks more sharply: Ephraim became a hearth-cake not turned, and strangers devoured his strength (Hos. 7:8-9). And this also I shall add, even if I lengthen my speech: who was more grey-haired or who more gentle in appear-
Notes, col. 17

On the reading

Printed Ει, for Εἰ.

Printed ει, for εἰ.

PG 47:18Read from the page
σθαι Ἀκακίου τοῦ Βεροίας, ὃν νῦν διαμέμφεσθε ὡς ταραξάρχην καὶ ἡγεμόνα τῆς τῶν νεωτεροποιῶν πλημμελείας; οὗ καὶ αὐτοὶ οἱ μυκτῆρες τὰς λευκὰς ἐπεσύροντο τρίχας, ἡνίκα ἐπέστη τῇ Ῥώμῃ, κομίσας τῆς χειροτονίας τὸ ψήφισμα τοῦ ἐπισκόπου Ἰωάννου. Ὁ ἘΠΙΣΚ. Νῦν ἔγνων σαφῶς, ὅτι δόκιμος εἶ τραπεζίτης, μὴ πειθόμενος τῇ δερματίνῃ σκηνῇ, ἀλλὰ τὴν τοῦ ἐνοικοῦντος ἐπιζητῶν ἐπιστήμην. Καὶ γὰρ καὶ οἱ Αἰγυπτίων ναοὶ μέγιστοι ὄντες, καὶ κάλλει λίθων κομπάζοντες, πιθήκους ἔχουσιν ἔνδον καὶ ἴβεις καὶ κύνας ἀντὶ θεῶν· ὁ δὲ ἡμέτερος Κύριος καὶ Θεὸς, χρηματίζων τῷ Σαμουὴλ περὶ καταστάσεως ἡγεμόνος τοῦ Ἰσραὴλ, παρεγγυᾷ μὴ βλέπειν εἰς ἕξιν καὶ πλάσιν πηλίνου σώματος, λέγων· Οὐχ ὡς ἄνθρωπος βλέπει ὁ Θεός· ἄνθρωπος μὲν γὰρ εις πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. Διὸ οἱ μιμηταὶ τοῦ Θεοῦ, ἐπὶ παντὸς πράγματος τὸ βαθύτερον ἐρευνῶσιν. Ὅθεν προθύμως ἑμαυτὸν ἐπιδίδωμι, ἐξαγιάσας σου τὴν ζυγὸν μηδαμῶς ἑτεροκλινοῦντα. Οἱ δὲ Βαβυλώνιοι, γέροντες μὲν τὰ σώματα, τὰς δὲ ψυχὰς ὑπ' ἀναισθησίας κομιδῇ νήπιοι, ει ἐπίστευον τῇ τῶν νεκρῶν ἀναστάσει, πρότερον μὲν, ἐρρωμένην ἔχοντες τὴν σοφίαν, οὐκ ἂν ἤρων Σωσάννης γυναικὸς ἀλλοτρίας· ἔπειτα δὲ, εἴπερ εἶχον τὸν τοῦ Θεοῦ φόβον, οὐκ ἂν συνέπλεξαν τῇ ἀκολασίᾳ τὴν συκοφαντίαν. Τὸ δὲ ἄτιμον ἐν γήρᾳ ἀπόδειξις τῆς νεωτερικῆς ὥρας ἡ καπηλεία.
ance than Acacius of Beroea, whom you now censure as chief troublemaker and leader of the transgression of the innovators? whose very nostrils trailed white hairs when he arrived in Rome, bringing the decree of the ordination of Bishop John. THE BISHOP. Now I know clearly that you are an approved money-changer, not persuaded by the leathern tabernacle, rather seeking out the knowledge of him who dwells within. For indeed the temples of the Egyptians too, though very great and boasting of the beauty of their stones, hold within apes and ibises and dogs in place of gods; whereas our Lord and God, instructing Samuel concerning the appointment of a ruler of Israel, charges him not to look upon the habit and fashioning of a body of clay, saying: Not as man looks does God look; for man looks upon the face, whereas God looks upon the heart (1 Sam. 16:7). Wherefore the imitators of God search out the deeper aspect in every matter. Hence I eagerly give myself over, reverencing your balance that inclines nowise to either side. Now the Babylonians, elders indeed in body yet utter infants in soul through insensibility, if they had believed in the resurrection of the dead, first of all, possessing vigorous wisdom, would not have lusted after Susanna, another man's wife; and next, if indeed they had possessed the fear of God, they would not have woven slander together with their licentiousness. And peddling knavery as what is dishonourable in old age is proof of their youthful prime.
ΚΕΦ. Εʹ. — Ἰωάννης οὗτος τὸ μὲν γένος ἦν Ἀντιοχεὺς (κεκοίμηται δὲ), υἱὸς γεγονὼς τῶν διαπρεψάντων εὐγενῶς παρα τῇ τάξει τοῦ στρατηλάτου τῆς Συρίας, τεχθεὶς πρὸς ἀδελφῇ τῷ πατρί. Δεξιωτέρας δὲ ὑπάρχων γνώμης, ἐξησκήθη τοῖς λόγοις πρὸς διακονίαν τῶν θείων λογίων. Ἐκεῖθεν ὀκτωκαιδέκατον ἔτος ἄγων τὴν τοῦ σώματος ἡλικίαν, ἀφηνίασε τοὺς σοφιστὰς τῶν λεξειδρίων· ἀνδρυνθεὶς δὲ τὴν φρένα, ἤρα τῶν ἱερῶν μαθημάτων. Ἦρχε δὲ τὸ κατ' ἐκεῖνο καιροῦ τῆς κατὰ Ἀντιόχειαν Ἐκκλησίας ὁ μακάριος Μελέτιος ὁ ὁμολογητὴς, τὸ γένος Ἀρμένιος· ἃς προσχὼν εὐφυῆ τὸν νεανίσκον ἐπέτρεπεν αὐτῷ συνεχῶς πλησιάζειν, ἐρασθεὶς τοῦ κάλλους τῆς τούτου καρδίας, προφητικῷ ὄμματι προορῶν τοῦ νεανίσκου τὴν ἔκβασιν. Ὡς δὲ παρήδρευσε μυσταγωγηθεὶς τὴν τοῦ λουτροῦ παλιγγενεσίαν ἀμφὶ τὰ τρία ἔτη, προάγεται ἀναγνώστης. Νυττόμενος δὲ ὑπὸ τοῦ συνειδότος μὴ ἀρκεῖσθαι τοῖς ἐν τῇ πόλει πόνοις, σφριγώσης τῆς νεότητος, εἰ καὶ σῶον ἦν τὸ φρονοῦν, καταλαμβάνει τὰ πλησίον ὄρη· καὶ περιτυχὼν γέροντι Σύρῳ, ἐγκράτειαν τημελοῦντι, ἀπομιμεῖται τὴν σκληραγωγίαν, χρονίσας παρ' αὐτῷ δὶς δύο ἔτη, ἀπομαχόμενος ταῖς τῆς ἡδυπαθείας σπιλάσιν. Ὡς δὲ ῥᾷον περιεγένετο τούτων, οὐ πόνῳ τοσοῦτον, ὅσον λόγῳ, ἀναχωρεῖ ἐν σπηλαίῳ μόνος, γλιχόμενος ἀδηλίας· κἀκεῖ διατρίψας τρὶς ὀκτὼ μῆνας, ἄϋπνος διετέλει τὸ πλεῖστον, ἐκμανθάνων τὰς τοῦ Χριστοῦ διαθήκας πρὸς ἐξοστρακισμὸν τῆς ἀγνοίας. Μὴ ἀναπεσὼν δὲ τὸν τῆς διετίας χρόνον, μὴ νύκτωρ, μὴ μεθ' ἡμέραν, νεκροῦται τὰ ὑπὸ γαστέρα, πληγεὶς ἀπὸ τοῦ κρύους τὰς περὶ τοὺς νεφροὺς δυνάμεις. Οὐκ ἐπαρκῶν δὲ ἑαυτῷ χρησιμεύειν, πάλιν καταλαμβάνει τὸν ἐκκλησιαστικὸν λιμένα. Καὶ τοῦτο τῆς τοῦ Σωτῆρος προνοίας, πρὸς τὸ χρήσιμον τῆς Ἐκκλησίας διὰ τῆς ἀσθενείας τῶν τῆς ἀσκήσεως πόνων αὐτὸν ἀπελασάσης, ἵν' ἐμποδισθεὶς τῇ ἀδυναμίᾳ, ἀπόσχηται τῶν σπηλαίων. Ἐντεῦθεν χειροτο-
Chapter V. — This John was by birth an Antiochene (and he has fallen asleep), having been born a son of those who distinguished themselves nobly in the office of the Master of Soldiers of Syria, begotten to his father beside a sister. Endowed with a nimbler mind, he was trained in letters for the ministry of the divine oracles. Thence, when passing the eighteenth year of his bodily age, he threw off the reins of the sophists of petty word-mongering; and having grown manly in mind, he fell in love with sacred studies. Now at that time the blessed Meletius the confessor, an Armenian by birth, governed the Church at Antioch; and observing that the youth was well-endowed by nature, he permitted him to draw near to him continually, enamoured of the beauty of his heart and foreseeing with prophetic eye the youth's future issue. After he had attended upon him for about three years, having been initiated into the regeneration of the laver, he is advanced to reader. Pricked by his conscience not to rest content with the labours in the city, since his youth was teeming with vigour even though his reason was sound, he betakes himself to the neighbouring mountains; and falling in with an aged Syrian who cultivated self-mastery, he imitates his austere discipline, tarrying with him twice two years, fighting off the reefs of sensual pleasure. When he had more easily overcome these, not so much by toil as by reason, he withdraws alone into a cave, longing for obscurity; and spending thrice eight months there, he remained sleepless for the most part, learning thoroughly the testaments of Christ for the banishment of ignorance. Having not lain down during the two years' time, neither by night nor by day, his parts below the belly become deadened, struck by the cold in the faculties around the kidneys. Unable to suffice for his own care, he again betakes himself to the haven of the Church. And this too was of the Saviour's providence, driving him away from the toils of ascetic practice through infirmity for the benefit of the Church, so that, hindered by weakness, he might keep away from the caves. Thence he
Notes, col. 18

On the reading

Printed εις, for εἰς.

Printed ει, for εἰ.

Printed παρα, for παρὰ.

Printed ἃς, for ὃς.

PG 47:19Read from the page
νεῖται διάκονος διὰ τοῦ Μελετίου, ὑπηρετήσας τῷ θυσιαστηρίῳ δύο πρὸς τοῖς τρισὶν ἔτεσιν. Ἤδη δὲ τῆς διδασκαλικῆς αὐτοῦ ἀρετῆς διαλαμπούσης, καὶ τῶν λαῶν ἐκ τῆς τοῦ βίου ἅλμης γλυκαινομένων αὐτοῦ τῇ συντυχίᾳ, πρεσβύτερος χειροτονεῖται διὰ Φλαβιανοῦ τοῦ ἐπισκόπου. Καὶ διαπρέψας τρὶς τέσσαρα ἔτη ἐν τῇ τῶν Ἀντιοχέων Ἐκκλησίᾳ, ἀποσεμνύνει τὸ ἐκεῖσε ἱερατεῖον τῇ τοῦ βίου ἀκριβείᾳ, τοὺς μὲν ἁλίζων τῇ σωφροσύνῃ, τοὺς δὲ φωτίζων τῇ διδασκαλίᾳ, τοὺς δὲ ποτίζων τοῖς τοῦ Πνεύματος νάμασιν. Τούτων δὲ οὕτως οὐριοδρομούντων τῇ τοῦ Χριστοῦ κυβερνήσει, κοιμᾶται ὁ μακάριος Νεκτάριος, ὁ ἐπίσκοπος τῆς Κωνσταντινουπολιτῶν Ἐκκλησίας. Ἐντεῦθεν συντρέχουσί τινες τῶν μὴ ζητουμένων, μνηστεύοντες τὴν προεδρίαν, ἄνδρες τινὲς οὐκ ἄνδρες, πρεσβύτεροι μὲν τὴν ἀξίαν, ἀνάξιοι δὲ τῆς ἱερωσύνης, οἱ μὲν πραιτωριοκτυποῦντες, οἱ δὲ καὶ δωροδοκοῦντες, ἄλλοι δὲ καὶ τοὺς δήμους γονυπετοῦντες. Ἐπὶ τούτοις κλονεῖται ὁ λαὸς τῶν ὀρθοδόξων, διασκύλλων τὸν βασιλέα, ἐπιζητῶν τὸν ἐπιστήμονα τῆς ἱερωσύνης. Ἐκράτει δὲ τῶν πραγμάτων Εὐτρόπιος ὁ σπάδων, ἀφηγητὴς τῶν βασιλικῶν κοιτώνων. Βουλόμενος οὖν αὐτὸν παραθέσθαι τῇ πόλει (εἶχε γὰρ πεῖραν τῆς ἀρετῆς Ἰωάννου, βασιλικῆς αἰτίας αὐτὸν εἰς Ἀνατολὴν τὴν ἐνδοτέραν ἀγαγούσης), οὗτος παρασκευάζει τὸν βασιλέα γράμματα χαράξαι πρὸς τὸν κόμητα Ἀντιοχείας, ἀψοφητὶ ἐξαποστεῖλαι τὸν Ἰωάννην, μὴ ταράξαντα τὴν Ἀντιοχέων. Ὃς ἐξαυτῆς δεξάμενος τὸ γράμμα, παρακαλεῖ αὐτὸν ἔξω τῆς πόλεως γενέσθαι μέχρι τῶν Μαρτυρίων, πλησίον τῆς καλουμένης Ῥωμανησίας, καὶ ἐπιβιβάσας αὐτὸν δημοσίῳ ῥηδίῳ, παραδίδωσι τῷ ἀποσταλέντι εὐνούχῳ σὺν τῷ στρατιώτῃ τοῦ μαγίστρου. Οὕτως ἀχθεὶς χειροτονεῖται ἐπίσκοπος τῆς Κωνσταντινουπολιτῶν Ἐκκλησίας. Ἀπαρχῆς οὖν ὁ Θεόφιλος ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, προσχὼν αὐτοῦ τῇ καταστάσει, τῷ ἀνεπιλήπτῳ τῆς παρῥησίας, ἠψυχώθη πρὸς τὴν χειροτονίαν. Ἔστι γὰρ δεινὸς ἐκ τῆς φανερᾶς ὄψεως· ἀφανὲς γὰρ ἀνθρώπου βούλημα καὶ γνώμην συνιδεῖν. Ὁ ΔΙΑΚ. Ἐπίσχες, Πάτερ, μικρὸν ἀνθυπενέγκω. Ὁ ἘΠΙΣΚ. Τί τοῦτο μάλιστα; Ὁ ΔΙΑΚ. Καὶ εἰ τοιοῦτος ὑπάρχει ὁ Θεόφιλος, ὡς πρὸς τὸ βλέπειν δι' ὀξύτητα, πῶς ἠγνόησεν, ὅτι τὴν οἰκουμένην ταράξει ἐξεώσας αὐτόν; Ὁ ἘΠΙΣΚ. Τοῦτο οὐ θαυμαστὸν, ὦ βέλτιστε· καὶ γὰρ οἱ δαίμονες γνωρίσαντες τὴν τοῦ Σωτῆρος ἐπιδημίαν, ἠγνόησαν, ὅτι ἑνὶ φυσήματι τῶν αὐτῷ πεπιστευκότων δεθήσονται. Ὁ ΔΙΑΚ. Ποῦ δὲ ἐγνώρισαν τὴν τοῦ Σωτῆρος παρουσίαν; Ὁ ἘΠΙΣΚ. Ἡνίκα ἐβόων· Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ· τί ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Ὁρᾷς, ὅτι προῄδεισαν, οὐ μόνον ὅτι ἅγιός ἐστιν, ἀλλ' ὅτι καὶ κριτής. Τί δὲ λέγω περὶ τῶν δαιμόνων; αἱ κακοδαίμονες τῶν ἑταιρίδων ἐκ τῆς τῶν ὀφθαλμῶν καταστάσεως γνωρίζουσι τοὺς σώφρονας ἄνδρας, καὶ ἀποστρέφονται, ὥσπερ ὁ νοσῶν ὀφθαλμὸς τὴν τοῦ ἡλίου αἴγλην, καὶ ὁ γὺψ τὸ μύρον. Πόθεν δὲ τὸ, Βδέλυγμα ἁμαρτωλοῖς θεοσέβεια, εἰ μὴ ταύτην ἐγνώριζον; Οὕτω καὶ ὁ Θεόφιλος, ἐξ ὧν τοῦ ἰδίου ὀφθαλμοῦ τὸ κατάλληλον ἢ τὸ καταθύμιον ἐν τῇ τοῦ Ἰωάννου ὄψει οὐχ εὗρεν, στοχαστικῶς τὸ ἐναντίον ὑπετόπασεν, οὐ καταληπτικῶς. Ὁ ΔΙΑΚ. Θαυμασίως εἴρηκας, Πάτερ. Πρὸς τί δὲ ἀντέπιπτεν τῇ χειροτονίᾳ; Ὁ ἘΠΙΣΚ. Ἔθος αὐτῷ τοιοῦτον ἦν, μὴ χειροτονεῖν τοὺς χρηστοὺς
is ordained deacon through Meletius, having ministered at the altar for two years in addition to the three. And now, as his excellence in teaching was shining forth, and the peoples were being sweetened out of the brine of life by intercourse with him, he is ordained presbyter through Flavian the bishop. And having distinguished himself for thrice four years in the Church of the Antiochenes, he lends dignity to the clergy there by the strictness of his life, salting some with temperance, illumining others with his teaching, and watering others with the streams of the Spirit. While these things were thus sailing with a fair wind under the governance of Christ, the blessed Nectarius, the bishop of the Church of the Constantinopolitans, falls asleep. Thereupon certain of those who were not sought after run together, wooing the presidency, certain men who were no men, presbyters indeed in rank, yet unworthy of the priesthood, some knocking at the doors of the praetorium, others also offering bribes, and others even falling on their knees before the populace. At these things the people of the orthodox is shaken, importuning the emperor, seeking one skilled in the priesthood. Now Eutropius the eunuch, superintendent of the imperial bedchambers, held the mastery of affairs. Wishing therefore to set him before the city (for he had experience of John's virtue, when an imperial affair had led him to the interior of the East), he arranges for the emperor to write letters to the count of Antioch, to send John forth noiselessly, without disturbing the city of the Antiochenes. And he, upon receiving the letter at once, exhorts him to go outside the city as far as the Martyria, near the gate called Romanesia, and having placed him in a public carriage, hands him over to the eunuch sent for the purpose together with the magister's soldier. Brought in this way, he is ordained bishop of the Church of the Constantinopolitans. From the beginning, therefore, Theophilus, the bishop of the Alexandrians, observing his demeanour and the irreproachableness of his frankness of speech, lost heart towards the ordination. For he is clever from outward appearance; for it is to discern a man's unseen purpose and mind. DEAC. Hold, Father, let me make a brief rejoinder. BISH. What is this, pray? DEAC. And if Theophilus is such a man as to see through keenness, how was he ignorant that he would throw the inhabited world into turmoil by driving him out? BISH. This is not wonderful, O my good friend; for the demons too, though they recognized the Saviour's sojourn, were ignorant that they would be bound by a single breath of those who have believed in Him. DEAC. And where did they recognize the Saviour's presence? BISH. When they cried out: We know Thee, Who Thou art, the Holy One of God; why hast Thou come before the time to torment us? Do you see that they knew beforehand not only that He is holy, but also that He is judge? Yet why do I speak concerning the demons? The wretched courtesans recognize temperate men from the composure of their eyes, and turn away, just as the ailing eye turns from the beam of the sun, and the vulture from unguent. And whence comes the saying, Godliness is an abomination to sinners, unless they recognized it? So also Theophilus, inasmuch as he did not find in John's countenance what was congenial or agreeable to his own eye, surmised the opposite by conjecture, not by certain apprehension. DEAC. Admirably have you spoken, Father. Yet why did he oppose the ordination? BISH. Such was his custom, not to ordain upright
PG 47:20Read from the page
καὶ ἐχέφρονας, εἰ μή τι ἂν ἀστοχήσοι, βουλόμενος ἁπάντων κρατεῖν ὡς ἀνοήτων· ἄμεινον ἡγούμενος ἀνοήτων κρατεῖν, ἢ φρονίμων ἀκούειν. Πλὴν ὅμως νικᾶται ὑπὸ τῆς σωτηρίου Προνοίας καὶ ἑκὼν καὶ ἄκων. Οὕτως χειροτονηθεὶς ὁ Ἰωάννης, ἄρχεται τῆς τῶν πραγμάτων ἐπιμελείας, ἀπὸ τῆς λογικῆς ἀρξάμενος σύριγγος τῆς τῶν προβάτων δοκιμασίας. Ὀλιγάκις δὲ καταχρώμενος καὶ τῇ ἐλεγκτικῇ βακτηρίᾳ, κατατείνει λόγον κατὰ τῆς ἐπιπλάστου ἀδελφοζωῗας, τὸ δ' ἀληθὲς, κατὰ τῆς ἀσχήμου κακοζωῗας περὶ τῶν καλουμένων συνεισάκτων, ἀποδεικνὺς ἐν αἱρέσει κακῶν ἀμείνους εἶναι τοὺς πορνοτρόφους. Ἐκεῖνοι μὲν γὰρ πόρῥω τοῦ ἰατρείου οἰκοῦντες, καθ' ἑαυτοὺς ἔχουσι τοῖς βουλομένοις τὴν νόσον· οὗτοι δὲ ἔνδον τοῦ ἐργαστηρίου οἰκοῦντες τῆς σωτηρίας, καὶ τοὺς ὑγιαίνοντας ἐκκαλοῦνται εἰς νόσον. Ἐντεῦθεν θλίβεται τὸ ἀφιλόθεον μέρος τοῦ νλήρου πυρέττον τὸ πάθος. Μετ' ἐκεῖνον τὸν λόγον ἄρχεται κατὰ τῆς ἀδικίας, καταστρέφων τὴν μητρόπολιν τῶν κακῶν τὴν πλεονεξίαν εἰς οἰκοδομὴν δικαιοσύνης. Τοῦτο γὰρ ἴδιον τῶν σοφῶν ἀρχιτεκτόνων, πρότερον καταστρέψαι τὴν οἰκοδομὴν τοῦ ψεύδους, εἶθ' ὕστερον θεῖναι τὸν θεμέλιον τῆς ἀληθείας, ὡς λέγεται παρὰ τῷ προφήτῃ· Καθέστηκά σε ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ καταφυτεύειν, καὶ κατασκάπτειν καὶ ἀνοικοδομεῖν· τὸ μὲν ὡς γεωργῷ, τὸ δὲ ὡς οἰκοδόμῳ. Ἐκ τούτου ταράσσεται πάλιν τὸ μέρος τῶν βαλαντιοσκόπων. Μετὰ τοῦτο ἐπιμελεῖται αὐτῶν τῆς διαίτης, παρακαλῶν ἀρκεῖσθαι τοῖς ἰδίοις ὀψωνίοις, καὶ μὴ διώκειν τὰς κνίσσας τὰς τῶν πλουσίων, ἵνα μὴ καπνὸν ἔχοντες τὸν δᾳδοῦχον, τῇ φλογὶ τῆς ἀκολασίας παραδοθῶσι, κολάκων καὶ παρασίτων μεταδιώξαντες βίον. Ἐντεῦθεν ἀνορύττονται οἱ πλείους τῶν γαστριμάργων, συγκλωθόμενοι τοῖς σοφισταῖς τῆς κατηγορίας. Μετὰ τοῦτο διερευνᾷ τὰ βρέβια τοῦ οἰκονόμου, καὶ εὑρίσκει ἀνάλωμα οὐκ ὠφελοῦν τὴν Ἐκκλησίαν· προστάσσει τούτων ἀργεῖν τὴν ἐπικουρίαν. Ἔρχεται εἰς τὸ μέρος τοῦ ἀναλώματος τοῦ ἐπισκόπου, καὶ εὑρίσκει δαψίλειαν οὐ τὴν τυχοῦσαν, καὶ κελεύει μετενεχθῆναι τὴν πολυτέλειαν τούτων εἰς τὸ νοσοκομεῖον. Περισσούσης δὲ τῆς χρείας, κτίζει πλείονα νοσοκομεῖα, προκαταστήσας δύο τῶν εὐλαβῶν πρεσβυτέρων, ἔτι μὴν καὶ ἰατροὺς, καὶ μαγείρους, καὶ χρηστοὺς τῶν ἀγάμων ἐργάτας τούτοις εἰς ὑπηρεσίαν· ὥστε τοὺς ἐπιχωριάζοντας ξένους καὶ ὑπὸ νόσου ληφθέντας, τυγχάνειν ἐπιμελείας, καὶ δι' αὐτὸ τὸ καλὸν, καὶ διὰ τὴν τοῦ Σωτῆρος δόξαν. Μετὰ τοῦτο προσκαλεῖται τὸ τῶν χηρῶν τάγμα, ἐμπερινοστῶν ἐν αὐταῖς τὰς οὐκ ὀρθῶς ἀναστρεφομένας, καὶ εὑρὼν φιλοσάρκους τινὰς, παρῄνει ἢ νηστείαν ἀναλαβεῖν, ἀπεχομένας βαλανείων καὶ περιέργων ἱματίων, ἢ θᾶττον χωρεῖν ἐπὶ δεύτερον γάμον, ἵνα μὴ ὑβρίζηται ὁ νόμος ὁ τοῦ Κυρίου. Μετὰ τοῦτο παρεκάλει τοὺς δήμους προσκαρτερεῖν ταῖς νυκτεριναῖς λιτανείαις, τὰς δὲ τούτων γυναῖκας οἴκοι μένειν, ἐν ἡμέρᾳ προσευχομένας παρακαλῶν, διὰ τὸ μὴ σχολάζειν ἐν ἡμέρᾳ τοὺς ἄνδρας. Ταῦτα δὲ πάντα ἐλύπει τοὺς ἀμελεστέρους τοῦ κλήρου, παννύχιον καθεύδειν συνειθισμένους. Μετὰ τοῦτο ἥπτετο τοῦ ἐλεγκτικοῦ ξίφους κατὰ τῶν πλουσίων, τέμνων τὰ τῆς ψυχῆς ἀποστήματα, ἀτυφίαν αὐτοὺς ἐκδιδάσκων, μετριοφρονοῦντας πρὸς τοὺς λοιποὺς ἀνθρώπους, ἀποστολικῷ πειθόμενος λόγῳ, τῷ πρὸς Τιμόθεον φερομένῳ· Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι
and prudent men, unless perchance he should miss his mark, wishing to rule over all as senseless; deeming it better to rule over the senseless than to hearken to the wise. Nevertheless, however, he is overcome by saving Providence both willingly and unwillingly. Thus ordained, John begins the care of affairs, starting from the life concerning the women called subintroduced, demonstrating that in a choice of evils brothel-keepers are better. For those men, dwelling far from the surgery, keep the disease among themselves for such as desire it; whereas these, dwelling inside the workshop of salvation, summon forth even the healthy into disease. Thereupon the ungodly part of the clergy, feverish in passion, is afflicted. After that discourse he begins against injustice, overthrowing the metropolis of evils, covetousness, unto the building up of righteousness. For this is the property of wise master-builders, first to overthrow the building of falsehood, and then afterwards to lay the foundation of truth, as it is said in the prophet: I have set you over nations and kingdoms, to root out and to plant, and to dig down and to rebuild; the one as for a husbandman, the other as for a builder. By this again the party of the purse-watchers is troubled. After this he takes care of their way of life, exhorting them to be content with their own allowances, and not to pursue the savoury steams of the rich, lest, having smoke as their torch-bearer, they be delivered over to the flame of intemperance through pursuing the life of flatterers and parasites. Thereupon most of the gluttons are dug out, twining themselves together with the sophists of accusation. After this he searches the registers of the steward, and finds expenditure not profiting the Church; he commands the allowance for these to cease. He comes to the department of the bishop's expenditure, and finds no ordinary lavishness, and orders the extravagance of these things to be transferred to the hospital. And as the need abounded, he builds more hospitals, appointing in charge two of the devout presbyters, and moreover physicians also, and cooks, and upright workers from among the unmarried for their service; so that strangers sojourning in the city and those seized by disease might obtain care, both on account of the good itself, and on account of the Saviour's glory. After this he summons the order of widows, going about to inquire among them into those who were not conducting themselves uprightly, and having found certain lovers of the flesh, he exhorted them either to take up fasting, abstaining from baths and elaborate garments, or speedily to proceed to a second marriage, lest the law of the Lord be insulted. After this he exhorted the populace to persevere in the nocturnal litanies, while exhorting their wives to remain at home, praying by day, because the men had no leisure by day. And all these things grieved the more negligent of the clergy, who were accustomed to sleep all night long. After this he laid hold of the sword of reproof against the rich, lancing the abscesses of the soul, teaching them humility, to bear themselves modestly towards the rest of men, obeying the apostolic word addressed to Timothy: To the rich in this present age
Notes, col. 20

On the reading

Printed νλήρου, for κλήρου.

PG 47:21Read from the page
παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι. Τούτων οὖν οὕτως ἐχόντων, καὶ τῆς Ἐκκλησίας ὁσημέραι ἐπὶ τὸ κρεῖττον ἀνθούσης, πάτης τῆς πόλεως εἰς εὐσέβειαν μεταχρωσθείσης, σωφροσύνῃ καὶ ψαλμῳδίᾳ τῶν ψυχῶν γεγανωμένων, οὐκ ἤνεγκεν ὁ μισόκαλος δαίμων τὸν δρασμὸν τῶν ὑπ' αὐτοῦ κρατουμένων, οὓς ἀπέστησεν ὁ λόγος τοῦ Κυρίου διὰ τῆς Ἰωάννου διδασκαλίας· ὡς τοὺς ἱππομανεῖς καὶ θεατροσκόπους, καταλιμπάνοντας τὰς αὐλὰς τοῦ διαβόλου, δρομαίως χωρεῖν ἐπὶ τὴν μάνδραν τοῦ Σωτῆρος, ἔρωτι τῆς σύριγγος τοῦ φιλοπροβάτου ποιμένος.
charge them not to be high-minded, nor to have set their hope upon the uncertainty of riches. While these things, therefore, stood thus, and the Church was flourishing day by day for the better, all the city having been dyed anew unto godliness, and souls being brightened by temperance and psalmody, the good-hating demon did not endure the flight of those held fast by him, whom the word of the Lord drew away through John's teaching; so that those mad after horses and given to gazing at spectacles, forsaking the courts of the devil, hastened at a run to the fold of the Saviour, through love of the pipe of the sheep-loving shepherd.
ΚΕΦ. Ϛʹ. — Ἐκ τούτου προκαταλαμβάνει φθόνος τὰς διανοίας τῶν μισθωτῶν ποιμένων, ἐλεγχομένων ἐκ τοῦ παραλλήλου. Μὴ δυνηθέντες δὲ αὐτοῦ περιγενέσθαι, διὰ τὸ μὴ ἐπικαλέσασθαι τὸν καταλυτὴν τοῦ φθόνου Σωτῆρα, πλέκουσι διαβολὰς κατὰ τοῦ Ἰωάννου, μεταποιήσαντες αὐτοῦ τινας ὁμιλίας εἰς ὕθλους κατὰ τῆς βασιλίσσης, καὶ ἑτέρων τῶν ἐν τῇ αὐλῇ τοῦ βασιλέως. Συνέβη δὲ κατ' ἐκεῖνο καιροῦ ἐπιστάντα Ἀκάκιον, τὸν ἐπίσκοπον Βεροίας, ἀστοχῆσαι, ὡς ἔλεγεν, καταγωγίου καλοῦ· καὶ λυπηθεὶς ἐπὶ τούτῳ, ὀργῇ ὑπετυφοῦτο ὡς καταφρονηθεὶς ὑπὸ τοῦ Ἰωάννου. Ἀκατασχέτοις δὲ λογισμοῖς ἡττηθεὶς, ἐκφέρει λόγον ἄλογον ἐκ τοῦ περισσεύματος τῆς καρδίας ἄξιον τῆς αὐτοῦ διανοίας, ἐπί τινων κληρικῶν Ἰωάννου εἰπών· Ἐγὼ αὐτῷ ἀρτύω χύτραν. Ἐξαυτῆς συγκλωσθεὶς Σευηριανῷ καὶ Ἀντιόχῳ, καὶ Ἰσαακίῳ Συρίσκῳ, περιτρίμματι, ἀφηγητῇ ψευδομοναζόντων, ἐν κακολογίαις κατατριβέντι πάντοτε κατὰ ἐπισκόπων, σκέπτονται θωρακίζεσθαι δῆθεν μὲν κατὰ Ἰωάννου, τὸ δ' ἀληθὲς, κατὰ τῆς δόξης τοῦ Σωτῆρος. Ἀποστείλαντες δὲ πρῶτον εἰς τὴν Ἀντιοχέων, ζητοῦσι νεότητος αὐτοῦ πλημμελείας. Ὡς δὲ ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσεις, καὶ οὐχ εὗρον οὐδὲν, ἀποστέλλουσιν εἰς τὴν Ἀλεξάνδρειαν πρὸς τὴν εὐχέρειαν Θεοφίλου, καλουμένου Ἀμφαλλὰξ, τὰ τοιαῦτα σοφῶς ἀρχιτεκτονοῦντος· ὃς, ἐξαυτῆς ἀναπτύξας τὰ τῆς διανοίας αὐτοῦ βιβλία μετὰ πολλῆς τῆς λῃστρικῆς ἡσυχίας, ἠρεύνα ζητῶν τρόπον προφάσεως κἂν τῆς τυχούσης. Ὁ ΔΙΛΚ. Ἐπίσχες, ὦ Πάτερ, τῶν λόγων τὴν ῥύμην, πρὶν ἐπιλήσομαι, ἵνα σοι εἴπω τὴν ἀπὸ Ἀλεξανδρείας διαβᾶσαν πρὸς ἡμᾶς καὶ θρυλληθεῖσαν αἰτίαν. Φασὶ γὰρ, ὅτι καθαιρεθέντας κληρικοὺς ὑπὸ Θεοφίλου ἐδέξατο Ἰωάννης εἰς κοινωνίαν, λυπήσας τὸν Θεόφιλον, ὅπερ οὐκ ἔδει· ὡς ἐκ τούτου διενεχθέντα αὐτὸν χωρῆσαι κατὰ τοῦ Ἰωάννου. Ὁ ἘΠΙΣΚ. Δῶμεν ἀληθῆ εἶναι τὸν εἰρημένον θρύλλον· καὶ ἐπισκόπου ἐστὶ, κακὸν ἰᾶσθαι κακῷ; καὶ ποῦ τὸ εὐαγγελικὸν ἐκεῖνο τὸ λέγον· Μὴ ἐπιδυέτω ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν; ποῦ δὲ τὸ ἀποστολικὸν, Νίκα τὸ κακὸν ἐν τῷ ἀγαθῷ; ποῦ δὲ τὸ προφητικὸν, Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά; Εἶτα οὖν ἦν φιλονεικότερον εἰπεῖν ἐγκαλοῦντα ἐπὶ εὐλαβῶν ἐπισκόπων· Ἀδελφὲ Ἰωάννη, παρῆλθέ σε πεποιηκότα τὸ ἢ τό; καὶ τὸν Ἰωάννην ἀπολογησάμενον, ἠγνοηκέναι τὸ πρᾶγμα; Ὁ ΔΙΑΚ. Ἀληθὲς εἴρηκας, εἴ γέ τις ἦν ἐν αὐτῷ καλοθέλεια, καὶ μὴ κατεσχηματίζετο τὴν τῶν κληρικῶν αἰτίαν, τὴν οἰκείαν ὀργὴν ἐκπληρῶν. Ὁ ἘΠΙΣΚ. Νὴ τὸν φόβον τοίνυν τὸν τοῦ Θεοῦ, ὃς δεσπόζει τῶν ἀπείρων φόβων, οὐκ ἐρῶ σοι ἄλλως, ἀλλ' ὡς ἔχει φύσεως τὸ
Chapter VI. — From this, envy preoccupies the minds of the hireling shepherds, convicted as they were by the comparison. Unable, however, to get the better of him, because they did not call upon the Saviour Who destroys envy, they weave slanders against John, altering certain of his homilies into idle talk against the empress, and others at the emperor's court. Now it happened at that season that Acacius, the bishop of Beroea, upon arriving, missed obtaining, as he claimed, a fine lodging; and grieved at this, he smouldered with anger as though slighted by John. Worsted by ungovernable thoughts, he brings forth a senseless word out of the abundance of his heart, worthy of his mind, saying before certain clergymen of John: I am seasoning a pot for him. Leaguing himself at once with Severian and Antiochus, and Isaacius the little Syrian, an old knave, ringleader of false monks, ever worn down in slanders against bishops, they plot to arm themselves ostensibly against John, yet in truth against the glory of the Saviour. Sending first to the city of the Antiochenes, they seek out offences of his youth. When they failed, searching out searchings, and found nothing, they send to Alexandria to the readiness of Theophilus, surnamed Amphallax, who cleverly engineered such things; and he, at once unrolling the books of his mind with great brigand-like quietness, searched about seeking some manner of pretext, even the most ordinary. DEAC. Stay, O Father, the rush of your words before I forget, that I may tell you the charge bruited abroad that crossed over to us from Alexandria. For they say that John received into communion clergymen deposed by Theophilus, grieving Theophilus, which ought not to have been; so that, falling at variance from this, he proceeded against John. BISH. Let us grant that the rumour spoken of is true; is it then the part of a bishop to heal evil with evil? And where is that evangelical saying: Let not the sun go down upon your wrath; and where the apostolic word, Overcome evil with good; and where the prophetic word, If I have repaid evils to those who repay me? Was it then more contentious to say, laying a charge before devout bishops: Brother John, did it escape you that you did this or that; and for John, making his defence, to say that he had been ignorant of the matter? DEAC. You have spoken truly, if indeed there had been any goodwill in him, and he had not cloaked himself with the pretext of the clergymen while fulfilling his own wrath. BISH. By the fear of God, then, Who holds dominion over boundless fears, I will tell you not otherwise, save as the
Notes, col. 21

On the reading

Printed πάτης, for πάσης.

Printed ΔΙΛΚ., for ΔΙΑΚ..

PG 47:22Read from the page
πρᾶγμα περὶ τούτων ὧν εἴρηκας κληρικῶν. Ἰσίδωρός τις, πρεσβύτερος ἔτι τῆς τοῦ μακαρίου Ἀθανασίου τοῦ μεγάλου χειροτονίας, ὀγδοηκοστὸν ἔτος ἄγων τὴν ἡλικίαν (ὃν ἴσασι Ῥωμαίων οἱ πλεῖστοι ἐκκλησιαστικῶν ἕνεκεν εἰσβαλόντα εἰς αὐτὴν, ξενοδόχον Ἀλεξανδρείας ὄντα· οἶσθα δὲ καὶ αὐτὸς τὸν ἄνδρα, ἡνίκα σὺν Ἀκακίῳ ἐλθὼν τὴν Φλαυϊανοῦ πρὸς Θεόφιλον κοινωνίαν ἐκόμισεν, εἴκοσιν ἔτεσιν ἀπεσχοινισμένην Εὐαγρίου ἕνεκεν τοῦ μακαρίου, τοῦ πολλοὺς ἀγῶνας ἀγωνισαμένου ἐν ἐκκλησιαστικοῖς πόνοις)· τούτῳ τῷ Ἰσιδώρῳ γυνή τις χήρα τῶν μεγιστάνων δίδωσι χιλίους χρυσίνους, ὁρκώσασα αὐτὸν κατὰ τῆς τοῦ Σωτῆρος τραπέζης, συναγοράσαντα ἄμφια ἐνδῦσαι τὰς πτωχοτέρας τῶν Ἀλεξανδρέων, μὴ μεταδόντα γνώσεως τῷ Θεοφίλῳ, ἵνα μὴ λαβὼν αὐτὰ, τοῖς λίθοις προσαναλώσῃ· λιθομανία γάρ τις αὐτὸν Φαραώνιος ἔχει εἰς οἰκοδομήματα, ὧν οὐδαμῶς χρῄζει ἡ Ἐκκλησία. Καὶ τὰ μὲν τοιαῦτα ἐν δευτέρῳ κείσθω· τὸ δὲ κατεπεῖγον περὶ τοῦ Ἰσιδώρου ἄκουσον· λαβὼν τοιγαροῦν ὁ Ἰσίδωρος τὰ νομίσματα, ἀναλίσκει ταῖς πενομέναις καὶ ταῖς χήραις. Ἔγνω ποθὲν ὁ Θεόφιλος (οὐδὲν γὰρ αὐτῷ ἐλάνθανε τῶν πανταχοῦ πραττομένων ἢ λαλουμένων, ἔχοντι ἐργοσκόπους καὶ λογοσκόπους, ἵνα μὴ ἄλλως εἴπω), καὶ προσκαλεῖται τὸν Ἰσίδωρον, μετριοπαθῶς πυνθανόμενος, εἰ ταῦθ' οὕτως ἔχει. Οὐκ ἀρνησάμενος ὡμολόγησε τὴν τοῦ πράγματος διακονίαν. Ὁ δὲ ἀκούσας, τὴν σκηνὴν ἐναλλάσσει, καὶ ὁ πρὸ ῥοπῆς ἐπιεικὴς καὶ χρηστοφανὴς ἐν τῇ ἐρωτήσει, μετὰ τὴν ῥοπὴν οἴδησεν ὅλος, τὰς μορφὰς ἐναλλάττων, τῆς ἀποκρίσεως εἰσελθούσης τοῦ Ἰσιδώρου. Καὶ μικρὸν ἐφησυχάσας χρόνον, καθάπερ λαθροδάκτης κύων, μετὰ δύο μῆνας προφέρει χαρτίον, συγκροτήσας τὸ ἱερατεῖον, παρόντος τοῦ Ἰσιδώρου λέγων, ὅτι Τοῦτο ἐδεξάμην πρὸ δεκαοκτὼ ἐτῶν, Ἰσίδωρε, κατὰ σοῦ, καὶ ἐπειδὴ περιάσχολος ἐγενόμην, λήθῃ παρέδωκα τὸ πρᾶγμα· νῦν δὲ ἑτέρους ἐπιζητῶν χάρτας, εὕρηκα τοῦτο τὸ περὶ σοῦ χαρτίον· ἀπολόγησαι πρὸς αὐτό. Περιεῖχε δὲ ὁ χάρτης ἔγκλημα τὸ Σοδόμων. Πρὸς ταῦτα ὁ Ἰσίδωρος ἀπολογούμενος λέγει τῷ Θεοφίλῳ· Συγχωρήσωμεν ἀληθὲς εἶναι, ὅτι καὶ ἐδέξω τὸν χάρτην καὶ παρέπεσεν· οὐκ ἦν ὁ δοὺς τὸν λίβελλον, ἵνα ἐκ δευτέρου τοῦτον ἀπαιτηθῇ; Πρὸς ταῦτα ὁ Θεόφιλος· Ἀλλ' οὐ παρῆν ὁ παῖς, πλεύστης ὑπάρχων. Καὶ ὁ Ἰσίδωρος· Οὐ παρῆν παραυτὰ, ὡς λέγεις, πάπα· μετὰ τὸν πλοῦν οὐ παρῆν; τῷ δευτέρῳ ἔτει οὐ παρῆν, οὐδὲ τῷ τρίτῳ; καὶ νῦν εἰ πάρεστι, κέλευσον στῆναι τὸν ἄνθρωπον. Πρὸς ταῦτα ὁ Θεόφιλος ὑπ' αὐτῆς τῆς ἀληθείας μέλλων εὐκαταφρόνητος γίνεσθαι, ἀναβάλλεται εἰς ἡμέραν ἑτέραν. Καὶ λιπαρήσας τινὰ νεανίσκον ὑποσχέσεσι πολλαῖς, ἤλειψεν εἰς κατηγορίαν κατὰ τοῦ Ἰσιδώρου, δοὺς αὐτῷ, ὥς φασι, πεντεκαίδεκα χρυσίνους, ὃς ἐξαυτῆς ἀνατίθεται τῇ μητρί. Ἡ δὲ τοῦτο μὲν οὐ κατεδέξατο ὑπὸ τοῦ ἀκλινοῦς ὀφθαλμοῦ, τοῦτο δὲ ὑπὸ τοῦ δέους τῶν νόμων ἀνατραπεῖσα, ἐνθυμουμένη μήποτε ὁ Ἰσίδωρος συκοφαντηθεὶς ἐκκαλέσηται ἐπὶ τὸν ἄρχοντα τῶν δήμων, ἐλθοῦσα, ὁμολογεῖ τὴν δραματουργίαν τῷ Ἰσιδώρῳ, δείξασα αὐτῷ τοὺς χρυσίνους, οὓς ἔλεγε παρὰ τῆς ἀδελφῆς Θεοφίλου εἰληφέναι, μισθὸν κατὰ τοῦ ἀθώου. Καὶ αὕτη μὲν διὰ πολλὰ, ἐξαιρέτως δὲ διὰ τοῦτο τὴν ἀξίαν τίσασα ποινὴν τελευτᾷ, τοὺς μαστοὺς χειρουργουμένη. Πρὸς ταῦτα ὁ Ἰσίδωρος ἔμενεν οἴκοι, τὸν Θεὸν ἱκετεύων. Ὁ δὲ νεανίσκος, τὸ μὲν τοὺς νόμους φοβούμενος, τὸ
matter stands by nature concerning these clergymen of whom you have spoken. A certain Isidore, a presbyter still of the ordination of the blessed Athanasius the Great, in the eightieth year of his age (whom most of the Romans know as having come to that city on account of ecclesiastical affairs, being guest-master of Alexandria; and you yourself also know the man, when he came with Acacius and brought Flavian's communion to Theophilus, which had been severed for twenty years on account of the blessed Evagrius, who had fought many contests in ecclesiastical labours)—to this Isidore a certain widow woman from among the nobles gives a thousand gold pieces, having bound him by oath upon the Saviour's table to buy up garments and clothe the poorer women of the Alexandrians, without imparting knowledge of it to Theophilus, lest, taking them, he should lavish them besides upon stones; for a certain Pharaonic mania for stones possesses him unto buildings of which the Church has no need at all. Yet let such matters stand in the second place; hear what is urgent concerning Isidore: taking the coins, accordingly, Isidore spends them upon needy women and widows. Theophilus learned of it from somewhere (for nothing escaped him of what was done or spoken everywhere, as he kept overseers of deeds and overseers of words, not to speak otherwise), and he summons Isidore, inquiring mildly whether these things are so. Not denying it, he confessed his ministry in the matter. Upon hearing this, he changes the scene, and he who a moment before was gentle and benignant in appearance at the questioning, after that moment swelled up altogether, changing his expressions, once Isidore's answer had entered in. And having kept quiet a little time, like a dog that bites by stealth, after two months he brings forth a paper, having convened the clergy, saying in Isidore's presence: This I received eighteen years ago, Isidore, against you, and since I was much busied, I consigned the matter to forgetfulness; but now, while seeking other papers, I have found this paper concerning you; make your defence to it. Now the paper contained the charge of Sodom. Making his defence to this, Isidore says to Theophilus: Let us grant that it is true both that you received the paper and that it was mislaid; was not the one who gave the bill there, so that it might be demanded of him a second time? To this Theophilus said: Why, the lad was not present, being a sailor. And Isidore said: He was not present at the moment, as you say, pope; after the voyage was he not present? In the second year was he not present, nor in the third? And now, if he is present, command the fellow to stand forth. At this Theophilus, being about to become contemptible by the very truth itself, adjourns to another day. And having plied a certain youth with many promises, he suborned him to an accusation against Isidore, giving him, as they say, fifteen gold pieces; and he at once communicates it to his mother. She, partly not brooking this beneath the unswerving Eye, and partly upset by dread of the laws, reflecting lest Isidore, falsely accused, should appeal to the ruler of the peoples, comes and confesses the plot to Isidore, showing him the gold pieces, which she said she had received from Theophilus's sister as a bribe against the innocent man. And she, on account of many things, and above all on account of this, having paid the due penalty, dies after undergoing surgery on her breasts. In the face of this Isidore remained at home, entreating God. And the youth, partly fearing the laws, and partly