Migne Reading Room

PG 47 · cols. 23–28 · Read from the page

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:23Read from the page
δὲ τὸν Θεόφιλον δεινότερον ἐννοῶν τῇ ἀστοχίᾳ, ἐπὶ τὸ λυσιτελὲς καταφεύγει τεῖχος, τὴν ἐκκλησίαν, προσφυγὼν τῷ θυσιαστηρίῳ. Οὕτως ὁ Θεόφιλος κωφῇ τῇ δίκῃ ἀποκηρύττει τὸν Ἰσίδωρον τῆς Ἐκκλησίας, ἀνήκεστα ἐπιφημίσας, σχηματισάμενος σεμνοπρέπειαν τῇ ἀδικίᾳ. Πρὸς τούτοις δείσας ὁ Ἰσίδωρος μήποτε χαλεπωτέρῳ τῷ θυμῷ πιεσθεὶς ὁ Θεόφιλος, σκέψηται κατ' αὐτοῦ ἐνέδραν τῆς σωτηρίας (φθάνει γὰρ, ὥς φασι, καὶ μέχρι τούτων), δρομαῖος χωρεῖ ἐπὶ τὸ ὄρος τὸ τῆς Νιτρίας πρὸς τὸ τάγμα τῶν μοναχῶν, ἔνθα τὰς τῆς νεότητος ἐσχήκει διατριβάς· καὶ καθίσας ἐν τῷ κελλίῳ αὐτοῦ, προσηύχετο τῷ μακροθύμῳ Θεῷ ἐντυγχάνων. Ἐπὶ τούτοις τὸ ἀπρεπὲς καὶ ἄδηλον συνειδὼς ἑαυτῷ τῆς νίκης ὁ Θεόφιλος, πέμπει γράμματα πρὸς τοὺς σύνεγγυς ἐπισκόπους, καὶ κελεύει τινὰς τῶν πρώτων ῥιφῆναι τοῦ ὄρους καὶ τῆς ἐνδοτέρας ἐρήμου, τοὺς ἐπὶ κεφαλῆς μοναχοὺς, οὐκ ἐπαγαγὼν τὴν αἰτίαν. Οἵτινες μοναχοὶ σὺν τοῖς πρεσβυτέροις κατελθόντες εἰς τὴν Ἀλεξάνδρειαν, παρεκάλουν τὸν Θεόφιλον εἰπεῖν τὴν αἰτίαν, δι' ἣν κατεδικάσθησαν ῥιφῆναι. Ὁ δὲ ὑφαίμοις ὀφθαλμοῖς δρακοντῶδες ἐνατενίσας, ταυρηδὸν ὑπεβλέπετο, ποτὲ μὲν πελιδνὸς, ποτὲ δὲ ὠχρὸς, ποτὲ δὲ καὶ σαρκάζων, ὑπ' ἀκράτου ὀργῆς φερόμενος· ἐνειλεῖ τῷ Ἀμμωνίῳ, ἀνδρὶ ἡλικιώτῃ, τὸ ὠμοφόριον ἐν τῷ τραχήλῳ οἰκείαις χερσὶ, καὶ πληγὰς ταῖς σιαγόσιν αὐτοῦ ἐμφορήσας, συνεσπασμένοις δακτύλοις αἱμάξας τὰς ῥῖνας, ἐπιψοφῶν τῇ φωνῇ· Αἱρετικὲ, ἀναθεμάτισον Ὠριγένην· μηδενὸς προκειμένου, πλὴν τῆς ἀξιώσεως ἕνεκεν Ἰσιδώρου. Τοιοῦτον γὰρ οἱ θυμοὶ, καθάπερ οἱ κύνες, τυφλὰ τίκτουσι καὶ τὰ πράγματα καὶ τὰ ῥήματα. Οὕτως οὖν αἱματόφυρτοι καὶ ἀναπόκριτοι ὑποστρέψαντες εἰς τὰς μονὰς αὐτῶν, εἴχοντο τῆς προκειμένης ἀσκήσεως, τῇ μαθήσει τὴν φύσιν ὀξύναντες, δι' ὧν ἡ σωτηρία προσγίνεται, ἔλαττον φροντίσαντες τῆς τούτου μανίας τῷ μηδὲν ἑαυτοὺς συνειδέναι κακόν.
deeming Theophilus more formidable in the event of failure, flees for refuge to that serviceable bulwark, the church, taking refuge at the altar. Thus Theophilus, while justice stands mute, excommunicates Isidore from the Church, proclaiming irremediable things against him, disguising injustice with solemn dignity. Besides this, Isidore, fearing lest Theophilus, pressed by still fiercer wrath, should plot a snare against his safety (for he goes, as they say, even to such lengths), departs at a run to the mountain of Nitria to the order of the monks, where he had spent the pursuits of his youth; and sitting in his cell, he prayed, making intercession to the long-suffering God. Thereupon Theophilus, conscious within himself of the unseemliness and uncertainty of his victory, sends letters to the neighbouring bishops, and orders certain of the foremost men, the leading monks, to be cast out of the mountain and the inner desert, without adding the cause. And these monks, having come down with the presbyters to Alexandria, entreated Theophilus to state the cause for which they had been condemned to be cast out. But he, gazing with bloodshot eyes like a serpent, glared askance like a bull, now livid, now pale, and now again grinning bitterly, swept along by unmixed wrath; with his own hands he wraps the omophorion around the neck of Ammonius, an aged man, and having rained blows upon his jaws and bloodied his nostrils with clenched fingers, he roared aloud with his voice: Heretic, anathematize Origen!—though nothing was before them save the petition on behalf of Isidore. For of such a sort are fits of wrath: like dogs, they bring forth both deeds and words blind. Returning, therefore, thus blood-stained and unanswered to their monasteries, they clave to the ascetic discipline set before them, sharpening their nature by learning, through which salvation accrues, caring the less for his madness because they were conscious of no evil in themselves.
ΚΕΦ. Ζʹ. — Πρὸς τούτοις οὐκ ἠρεμήσας ὁ Θεόφιλος, ἀποστέλλει πρὸς τοὺς ἐκ γειτόνων ἐπισκόπους, καὶ συγκροτεῖ κατὰ τῶν μοναχῶν συνέδριον· οὔτε δὲ καλέσας αὐτοὺς εἰς ἀπολογίαν, οὔτε μεταδοὺς λόγου, ἀποκηρύττει τρεῖς ἄνδρας τοὺς ἐπ' ἐξοχῆς, φοβηθεὶς ἀθρόως κατὰ τοῦ πλήθους ἐξενεγκεῖν τὴν τιμωρίαν, σχηματισάμενος δογμάτων παραφθοράν· καὶ οὓς πολλάκις ὑπὲρ ἐπισκόπων ἐτίμησεν ὡς διδασκάλους, διὰ τὸν βίον, διὰ τὸν λόγον, διὰ τὸν χρόνον, τούτους οὐκ ᾐδέσθη γόητας ὀνομάζων διὰ τὴν πρὸς Ἰσίδωρον σχέσιν. Καὶ μετὰ τὸ ἀποκηρῦξαι, ἐξ αὐτοῦ τοῦ ὄρους ἀλείφει ἀνθρωπάρια πέντε, ἃ μηδέποτε ἐν συλλόγῳ τῶν τῆς ἐρήμου γερόντων ἔστησαν, ὀκνῶ λέγειν, ἀνάξια καὶ θυρωρείου· καὶ τὸν μὲν χειροτονεῖ ἐπίσκοπον, ἐγκατατάξας κωμυδρίῳ, πόλιν οὐκ ἔχων (ἀδεῶς γὰρ καὶ τὰς καινοτομίας εἰργάζετο, ἄλλον ἑαυτὸν Μωσέα ὀνομάζων)· τὸν δὲ πρεσβύτερον· τοὺς δὲ τρεῖς διακόνους, οὐκ ὄντας τῶν Αἰγυπτίων, ἀλλὰ διαφόρων τόπων. Ὁ μὲν γὰρ ἦν Λίβυς, ὁ δὲ Ἀλεξανδρεὺς, ὁ δὲ Φαρανίτης, ὁ δὲ Παραλεώτης. Διὸ καὶ ὑπήκουσαν αὐτοῦ τῇ ματαιοπονίᾳ, τὸ ἀνέλπιστον ἔχοντες τῶν τῆς πατρίδος ἐνεχύρων. Καὶ παρασκευάζει αὐτοὺς δοῦναι λιβέλλους κατὰ τῶν τριῶν ἐκείνων, αὐτὸς ὑφάνας τοὺς λόγους τῆς συκοφαντίας, τοῦτο
Chapter VII. — Not resting quiet at these things, Theophilus sends to the neighbouring bishops, and convenes a council against the monks; and neither summoning them to a defence, nor granting them a hearing, he excommunicates the three pre-eminent men, fearing to bring forth punishment all at once against the multitude, feigning a corruption of doctrines; and those whom he had often honoured above bishops as teachers, on account of their life, on account of their word, on account of their age, these he was not ashamed to call impostors on account of their relation with Isidore. And after excommunicating them, from that very mountain he suborns five petty fellows, who had never stood in an assembly of the elders of the desert—I shrink from saying it, unworthy even of a door-keeper's post; and one he ordains bishop, enrolling him in a tiny hamlet, as he had no city (for fearlessly did he work his innovations also, naming himself another Moses); another, presbyter; and the three, deacons, though they were not from among the Egyptians, but from diverse places. For one was a Libyan, another an Alexandrian, another a Pharanite, and another a Paraleote. Wherefore they also obeyed his vain labour, holding their native land's pledges beyond hope. And he arranges for them to hand in bills against those three men, having himself woven the words of the false accusation, while they contributed only this,
PG 47:24Read from the page
μόνον συνεισενεγκάντων, τὸ ὑπογράψαι. Μετὰ τοῦτο λαβὼν τοὺς λιβέλλους παρ' αὐτῶν ἐπὶ τῆς Ἐκκλησίας, εἰσέρχεται πρὸς τὸν Αὐγουστάλιον, καὶ ἀποτίθεται κατ' αὐτῶν ἐντυχίαν ἐκ προσώπου οἰκείου ὁ ἀρχιερεὺς τῆς Αἰγυπτιακῆς διοικήσεως, συμπλέξας καὶ τοὺς τῆς συκοφαντίας λιβέλλους, καὶ ἀξιοῖ στρατιωτικῇ βοηθείᾳ ῥιφῆναι τοὺς ἄνδρας ἀπὸ πάσης Αἰγύπτου. Λαβὼν δὲ σχήματι τὸν στρατιώτην, ἅμα τῷ προστάγματι, συναθροίζει πλῆθος πλημμελῶν εὐκόλων περὶ τὰς ἀξίας, καὶ ἐπισκιρτᾷ τοῖς μοναστηρίοις ἀθρόᾳ νυκτὶ, οἰνοφλυγήσας τοὺς παῖδας τοὺς σὺν αὐτῷ· καὶ πρῶτον μὲν τὸν τούτων ἀδελφὸν Διόσκορον, ἅγιον ἐπίσκοπον ὄντα τοῦ ὄρους, κελεύει τοῦ θρόνου ῥιφῆναι, συρέντα δι' οἰκετῶν Αἰθιόπων, καὶ αὐτῶν τάχα ἀκμὴν ἀφωτίστων· λαβὼν αὐτοῦ τὴν παροικίαν, ἣν ἀπὸ τῆς παρουσίας Χριστοῦ εἶχεν ἡ τοῦ Διοσκόρου πόλις. Μετὰ τοῦτο λαφυραγωγεῖ τὸ ὄρος, μισθὸν τοῖς νεωτέροις τὰ μικρὰ πράγματα τῶν μοναχῶν διδούς. Σκυλεύσας δὲ τὰς κέλλας, ἐπιζητεῖ τοὺς τρεῖς ἐκείνους, οὓς κεχαλάκεισαν ἐν φρέατι, ψίαθον ἐπιθέντες τῷ στομίῳ· μὴ εὑρὼν δὲ αὐτοὺς, ἐμπίπρησιν αὐτῶν φρυγάνοις τὰς κέλλας, συγκαύσας τὰς βίβλους πάσας ἐνδιαθέτους καὶ σπουδαίας, καὶ παιδίον ἓν, ὡς ἔφασαν οἱ ἑωρακότες, καὶ τὰ σύμβολα τῶν μυστηρίων. Οὕτως οὖν λωφήσας τῆς ἀλόγου ὀργῆς, καταλαμβάνει πάλιν τὴν Ἀλεξάνδρειαν, δοὺς χώραν φυγῆς τοῖς ἁγίοις ἐκείνοις· οἵτινες ἐξαυτῆς λαβόντες αὐτῶν τὰς μηλωτὰς, ἐξέρχονται εἰς τὴν Παλαιστίνην, Αἰλίαν καταλαβόντες. Οἷς συνεξῆλθον σὺν πρεσβυτέροις καὶ διακόνοις τοῦ ὄρους τριακόσιοι τῶν μοναχῶν σπουδαίων, οἱ δ' ἕτεροι διαφόροις διεσπάρησαν τόποις. Τούτων μὴ φέρων τὴν ἰδιοπραγίαν ὁ σκολιὸς τὸν δρόμον ὄφις, ἀνασείει πάλιν κατ' αὐτῶν τὸν Θεόφιλον· ὃς ἀναβρασθεὶς ὑπὸ τῆς ὀργῆς, χαράσσει γράμματα πρὸς τοὺς τῆς Παλαιστίνης ἐπισκόπους, λέγων· Οὐκ ἔδει μὲν ὑμᾶς παρὰ γνώμην μου ἐν ταῖς πόλεσιν ὑποδέξασθαι τούτους· ἐπειδὴ δὲ ἠγνοήσατε, συγγνώμην ὑμῖν νέμω. Τοῦ λοιποῦ τοίνυν φροντίσατε, μήτε εἰς ἐκκλησιαστικὸν, μήτε εἰς ἰδιωτικὸν τούτους ὑποδέξασθαι τόπον· οὐ μόνον λέγων, ἀλλὰ φανταζόμενος εἶναι θεὸς, τῇ ὑπερβολῇ τῆς οἰήσεως. Οἱ δὲ ὑπὸ τῆς πολλῆς ἀνάγκης φερόμενοι διὰ τὸ τόπους ἐκ τόπων ἀμείβειν, καταλαμβάνουσι τὸ στρατόπεδον, ἔνθα ἐνεθρόνιστο ὁ ἐπίσκοπος Ἰωάννης ὑπὸ τῆς θείας χειρὸς εἰς ἐπιμέλειαν τῶν δυναστευόντων· καὶ προσπεσόντες αὐτοῦ τοῖς γόνασιν, ἐδέοντο βοηθῆσαι ψυχαῖς συκοφαντουμέναις καὶ λεηλατουμέναις ὑπὸ τῶν τοῦτο μᾶλλον ἢ εὖ ποιεῖν εἰθισμένων. Ἔστη ὁ Ἰωάννης, καὶ εἶδε πεντήκοντα λογάδων ἀνδρῶν πολιὰν πόνοις ἱεροῖς βαφεῖσαν ἠμφιεσμένην, καὶ δριμυχθεὶς φιλαδελφίας πάθει, κατὰ τὸν Ἰωσὴφ, δάκρυσι συνεσχέθη, πυνθανόμενος παρ' αὐτῶν, ποῖος ὗς ἐκ δρυμοῦ ἢ μονιὸς ἄγριος τῇ πολυκάρπῳ ταύτῃ ἀμπέλῳ ἐβάσκηνεν. Οἱ δέ φασιν· Καθίσας, Πάτερ, μότωσον ἡμᾶς οὐχ ὡς ἔτυχε τρωθέντας τῇ Θεοφίλου τοῦ πάπα μανίᾳ, ει ἄρα δυνηθείης συνουλῶσαι ἡμῶν τὰ τῶν τραυμάτων οἰδήματα· ἐὰν γὰρ καὶ αὐτὸς ἡμᾶς παραλογίσῃ, ἢ αἰδεσθεὶς ἢ φοβηθεὶς τὸν Θεόφιλον κατὰ τοὺς λοιποὺς ἐπισκόπους· οὐδὲν λοιπὸν παρ' ἡμῶν ὑστερεῖται, τῷ βασιλεῖ προσελθόντας, ἀναδιδάξαι τὰς αὐτοῦ κακοπραγίας ἐπὶ ὕβρει τῆς Ἐκκλησίας. Εἰ τοίνυν φροντίζεις τῆς ἐκκλησιαστικῆς ὑπολήψεως, ἐπινεύσας πεῖσον αὐτὸν συγχωρῆσαι ἡμῖν τὴν οἴκησιν τὴν ἐν Αἰγύ-
to subscribe. After this, taking the bills from them before the Church, the archbishop of the Egyptian diocese enters in to the Augustal prefect, and lodges a petition against them in his own person, attaching also the bills of false accusation, and demands that by military aid the men be cast out of all Egypt. Taking the soldiery for show, together with the warrant, he gathers a multitude of offenders ready for anything around the authorities, and leaps upon the monasteries in the dead of night, having drenched with wine the servants who were with him; and first he orders their brother Dioscorus, who was holy bishop of the mountain, to be cast from his throne, dragged along by Ethiopian slaves, and those perhaps still unbaptized; seizing his parish, which the city of Dioscorus had held since the coming of Christ. After this he plunders the mountain, giving the little belongings of the monks as pay to the younger men. Having despoiled the cells, he seeks out those three men, whom they had let down into a well, placing a rush mat over its mouth; and not finding them, he sets fire to their cells with brushwood, burning up together with them all the canonical and serious books, and one small boy, as eyewitnesses reported, and the symbols of the mysteries. Having thus abated his senseless wrath, he reaches Alexandria again, giving room for flight to those holy men; and they, taking up their sheepskins at once, go forth into Palestine, reaching Aelia. With them went forth, besides presbyters and deacons of the mountain, three hundred zealous monks, while the others were scattered to diverse places. Not enduring their quiet minding of their own affairs, the serpent crooked in his course stirs up Theophilus against them once more; and he, boiling up with wrath, writes letters to the bishops of Palestine, saying: You ought not indeed, contrary to my judgement, to have received these men into your cities; yet since you acted in ignorance, I grant you pardon. For the future, therefore, take care neither into an ecclesiastical nor into a private place to receive them—not only speaking, but fancying himself to be a god in the excess of his conceit. Borne along by great necessity through changing place after place, they reach the imperial capital, where Bishop John had been enthroned by the divine hand for the care of those in power; and falling at his knees, they begged him to help souls falsely accused and plundered by men accustomed to do this rather than good. John stood, and saw fifty chosen men clad in grey hair dyed by sacred labours, and stung with a passion of brotherly love, like Joseph, he was overcome by tears, inquiring of them what boar out of the thicket or solitary wild beast had bewitched this fruitful vine. And they say: Sit down, Father, and dress with lint us who have been wounded in no ordinary way by the madness of Pope Theophilus, if perchance you might heal over the swellings of our wounds; for if you yourself also put us off, either out of deference to or out of fear of Theophilus like the rest of the bishops, nothing remains on our part save to approach the emperor and inform him of his evil deeds to the insult of the Church. If, therefore, you care for the ecclesiastical reputation, nod assent and persuade him to grant us our dwelling in Egypt,
Notes, col. 24

On the reading

Printed ει, for εἰ.

PG 47:25Read from the page
πτῳ, μηδὲν ἐπταικότας μήτε εἰς τὸν νόμον τοῦ Σωτῆρος, μήτε εἰς αὐτὸν ἐκεῖνον. Ἐπὶ τούτοις νομίσας ὁ Ἰωάννης εὐχερῶς μεταβάλλειν τὴν Θεοφίλου πρὸς αὐτοὺς μνησικακίαν, ἡδέως ἥρπασε τὸ πρᾶγμα· παρακαλέσας δὲ τοὺς ἄνδρας φιλοθέῳ σιγῇ πρὸς πάντας ἡσυχάσαι τὴν αἰτίαν τῆς παρουσίας, μέχρις οὗ ἀποστείλῳ πρὸς τὸν ἀδελφὸν Θεόφιλον· καὶ δοὺς αὐτοῖς ἐν τῇ Ἀναστασίᾳ καλουμένῃ ἐκκλησίᾳ μονὰς πρὸς τὴν ἀνάπαυσιν, αὐτὸς μὲν οὐκ ἐπεκούρει τὰ πρὸς τὴν χρείαν, γυναῖκες δὲ φιλόθεοι ἐπήρκουν αὐτοῖς τὴν δίαιταν, καὶ αὐτῶν συνεισφερόντων ἐκ μέρους τῇ τῶν χειρῶν ἐργασίᾳ. Συνέβη οὖν κατ' ἐκεῖνο καιροῦ κληρικοὺς εἶναι τοῦ Θεοφίλου ἐν τῇ Κωνσταντινουπόλει, προαγοράζοντας τῶν χειροτονουμένων ἀρχόντων τὰς προαγωγὰς ἐν τῇ Αἰγυπτιακῇ διοικήσει, τὰς εἰς αὐτὸν εὐνοίας περιποιούμενος ἐπ' ὀλέθρῳ τῶν αὐτῷ λυπούντων. Προσκαλεσάμενος οὖν αὐτοὺς ὁ Ἰωάννης ἐπυνθάνετο, εἰ ἐπίστανται τοὺς παρόντας ἀσκητάς. Οἱ δὲ φιλαλήθως ἐμαρτύρησαν ἀνδράσι, λέγοντες τῷ Ἰωάννῃ, ὅτι Καὶ ἴσμεν αὐτοὺς, καὶ μεγάλην ὑπέστησαν βίαν· καὶ εἰ βούλει, δέσποτα, τῆς μὲν πνευματικῆς κοινωνίας αὐτοῖς μὴ μεταδῷς, ἵνα μὴ λυπήσῃς τὸν πάπαν, φιλοφρόνησαι δὲ ἐν τοῖς ἄλλοις· πρέπει γάρ σοι, ὡς ἐπισκόπῳ. Οὕτως ὁ Ἰωάννης οὐκ ἐδέξατο μὲν αὐτοὺς εἰς κοινωνίαν, γράφει δὲ λιπαρῶν τῷ Θεοφίλῳ· Ταύτην μοι παράσχου χάριν ὡς τέκνῳ σῷ καὶ ἀδελφῷ, ἐναγκαλισάμενος τοὺς ἄνδρας. Πρὸς τούτοις ὁ Θεόφιλος τὴν μὲν χάριν οὐ παρέσχε τῷ Ἰωάννῃ, ἀποστέλλει δέ τινας περισεσυρμένους εἰς λογικὰς ἁμίλλας, περὶ ὧν προείπομεν ἀνωτέρω, καὶ παρασκευάζει δεήσεις αὐτοὺς ἐπιδοῦναι ἃς συνήθως αὐτὸς ὑπηγόρευσε, περιεχούσας μὲν ψεῦδος ὡμολογημένον, ἠμφιεσμένον δὲ τὴν πολυσχεδῆ συκοφαντίαν τὴν ἐν τοῖς ἀοράτοις, μηδὲν ἔχων αὐτῶν διαβάλλειν τὸν βίον· καὶ παρασκευάζει αὐτοὺς ἐν τῷ παλατίῳ ὡς γόητας δακτυλοδεικτεῖσθαι. Ὡς δὲ εἶδον οἱ ἀσκηταὶ, ὅτι οὐ μόνον αὐτὸν οὐ διορθοῦνται, ἀλλὰ καὶ εἰς ὀργὴν πλείονα κινοῦσιν, ἀξιώτας αὐτῷ προσάγοντες πολλοὺς, μετὰ τοῦ ἀναθεματίζειν πᾶσαν ψευδοδοξίαν, ἐπιδιδόασι λιβέλλους ἐντευκτικοὺς τῷ Ἰωάννῃ, ἀναδιδάξαντες τὰ τῆς τυραννίδος εἴδη, μετὰ καὶ κεφαλαίων τινῶν· ἃ αἰσχύνομαι ἐπὶ τῶν νηπιωτέρων τέως λέγειν, ἵνα μὴ καὶ πίστεως αὐτοὺς ἀπελάσω, ἴσως καὶ παρὰ τοῖς τελειοτέροις οὐ πιστευόμενος. Πάλιν καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων ἐπισκόπων ὁ Ἰωάννης παρακαλεῖ αὐτοὺς παύσασθαι τῆς κατ' αὐτοῦ κατηγορίας διὰ τὴν ἐκ τῆς δίκης κακοπάθειαν, γράψας τῷ Θεοφίλῳ, ὅτι Εἰς τοσοῦτον ἠλάθησαν λύπης, ὡς καὶ ἐγγράφως σου κατηγορεῖν· λοιπὸν τὸ δοκοῦν σοι ἀντίγραψον· οὐ γὰρ ἀνέχονταί μου ἀποστῆναι τοῦ στρατοπέδου. Ἐπὶ τούτοις διαπυρωθεὶς ὅλος ὁ Θεόφιλος, εἴργει καὶ τὸν ἀδελφὸν τῶν μοναχῶν τῆς ἑαυτοῦ Ἐκκλησίας Διόσκορον τὸν ἐπίσκοπον, γεγηρακότα ἐν τῇ Ἐκκληρίᾳ· τῷ δ' ἐπισκόπῳ Ἰωάννῃ γράφει· Οἶμαι μέν σε μὴ ἀγνοεῖν τὸ διάταγμα τῶν ἐν Νικαίᾳ κανόνων, ὅπου θεσπίζουσιν ἐπίσκοπον ὑπερόριον μὴ κρίνειν δίκην· εἰ δὲ ἀγνοεῖς, μαθὼν ἀπόσχου τῶν κατ' ἐμοῦ λιβέλλων. Ει γὰρ καὶ δέοι με κριθῆναι, παρὰ τῶν Αἰγυπτίων, καὶ οὐ παρὰ σοῦ, ἀφεστῶτος ἑβδομηκονταπέντε ἡμερῶν ὁδόν.
since we have committed no fault either against the law of the Saviour, or against that man himself. Upon this, John, supposing that he could easily change Theophilus's rancour towards them, gladly embraced the matter; and having exhorted the men in godly silence to keep quiet before all concerning the cause of their presence, until I send to my brother Theophilus, and having given them lodgings for their rest in the church called Anastasia, he himself did not supply their needs, while godly women furnished their maintenance, they themselves also contributing in part by the labour of their hands. Now it happened at that season that clergymen of Theophilus were in Constantinople, buying up in advance the promotions of magistrates being appointed in the Egyptian diocese, securing goodwill towards him for the ruin of those who vexed him. Summoning them, therefore, John inquired whether they knew the ascetics present. And they bore witness to the men with love of truth, saying to John: We both know them, and they have suffered great violence; and if you will, master, do not impart spiritual communion to them, lest you grieve the pope, yet show them kindness in other matters; for it befits you as a bishop. Thus John did not receive them into communion, yet writes entreating Theophilus: Grant me this favour as to your son and brother, embracing the men. At this Theophilus did not grant the favour to John, but sends certain fellows dragged about for verbal wranglings, of whom we spoke above, and arranges for them to hand in petitions which he himself, as was his wont, dictated, containing an avowed falsehood clothed in manifold slander in unseen matters, having nothing wherewith to traduce their life; and he arranges for them to be pointed at with the finger in the palace as sorcerers. When the ascetics saw that not only did they not amend him, but even moved him to greater wrath, though they brought many petitioners to him, together with anathematizing every false opinion, they hand in bills of petition to John, setting forth the forms of his tyranny, together with certain heads of charges—which for the present I am ashamed to speak of before the more childlike, lest I drive them away even from the faith, while perhaps not being believed even among the more mature. Again both through himself and through other bishops John exhorts them to desist from their accusation against him on account of the distress arising from the suit, having written to Theophilus: They have been driven to such a pitch of grief as even to accuse you in writing; for the rest, write back what seems good to you; for they do not brook at my urging to depart from the capital. Wholly inflamed at this, Theophilus bars from his own Church also the monks' brother, Dioscorus the bishop, who had grown old in the Church; and to Bishop John he writes: I suppose that you are not ignorant of the ordinance of the canons at Nicaea, where they decree that a bishop beyond his borders shall not judge a suit; yet if you are ignorant, learn it and abstain from the bills against me. For even if I had to be judged, it would be by the Egyptians, and not by you, who are seventy-five days' journey distant.
ΚΕΦ. Ηʹ. — Λαβὼν τὴν ἐπιστολὴν ὁ Ἰωάννης, καὶ ἀναγνοὺς, ταύτην μὲν ἔσχε παρ' ἑαυτῷ, τοῖς δὲ ἀσκηταῖς ἀμφοτέρων τῶν μερῶν διελέχθη τὰ πρὸς εἰρήνην. Ἀκούσαντα δὲ ἀμφότερα τὰ μέρη ἐτρα-
Chapter VIII. — Receiving the letter and reading it, John kept it by him, while with the ascetics of both parties he discoursed on things making for peace. Upon hearing him, however, both parties were exas-
Notes, col. 25

On the reading

Printed Ἐκκληρίᾳ, for Ἐκκλησίᾳ.

Printed Ει, for Εἰ.

PG 47:26Read from the page
χύνθη, το μὲν ὡς τετυραννημένον, τὸ δὲ ὡς οὐκ ἔχον ἄνευ Θεοφίλου τὴν τῆς εἰρήνης ἐξουσίαν, διὰ τὸ καὶ κατὰ κέλευσιν αὐτοῦ ἐπιδεδωκέναι τὰς τῆς συκοφαντίας δεήσεις. Οὕτως ὁ Ἰωάννης δοὺς αὐτοῖς ἀπόκρισιν, ἀπέλυσε τῆς ἑαυτοῦ διανοίας. Πρὸς τούτοις ἀναχωρήσαντες οἱ μοναχοὶ τοῦ μέρους ἠδικημένου, συντάσσουσι πολυστίχους δεήσεις, ἐγγράψαντες κατὰ μὲν τῶν μοναχῶν ὡς συκοφαντῶν, κατὰ δὲ Θεοφίλου τὰ Θεοφίλου, ἵνα μὴ ἄλλως εἴπω, τοσαῦτα ὅσα ἕκαστος οἶδεν· καὶ ἐνευξάμενοι τοῖς Αὐγούστοις, προσέρχονται ἐν τῷ μαρτυρίῳ τοῦ ἁγίου Ἰωάννου τῇ βασιλίσσῃ δεηθέντες, τῶν μὲν ἀντιδίκων μοναχῶν τὴν δέησιν παρὰ τοῖς ἐπάρχοις γυμνασθῆναι, τὸν δὲ Θεόφιλον παραστάντα καὶ ἄκοντα ἐπὶ Ἰωάννου κριθῆναι. Ἐπράχθη ἡ δέησις, ἔχουσα τὴν ἀπόφασιν τήνδε· ὥστε τὸν μὲν Θεόφιλον παραστάντα διὰ τοῦ μαγίστρου καὶ ἑκόντα καὶ ἄκοντα, δοῦναι δίκην ἐπὶ Ἰωάννου· τοὺς δὲ Θεοφίλου μοναχοὺς συστῆναι ἑαυτοῖς ἐπὶ τοῖς ἐγκλήμασιν οἷς κατηγόρησαν τῶν ἁγίων γερόντων, ἢ τὰ τῶν συκοφαντῶν ὑφίστασθαι. Οὕτως οὖν εἰς μὲν τὴν Ἀλεξάνδρειαν ἀπεστάλη Ἐλάφιος, ὁ νῦν ἀπὸ πριγκίπων, διαγαγεῖν τὸν Θεόφιλον, τὴν δὲ λοιπὴν ἀπόφασιν οἱ ἔπαρχοι ἐξεβίβασαν. Γυμναζομένης δὲ τῆς δίκης καὶ εἰς ἄπορον καταληγούσης, οἱ μὲν νόμοι ἐπέκειντο ἀποστίλβοντες τὸ ξίφος· οἱ δὲ ἄθλιοι ἐκεῖνοι φοβηθέντες τὴν ἔκβασιν, ὑπερτίθενται εἰς Θεόφιλον, ὡς αὐτοῦ αὐτοὺς ὑποβαλόντος καὶ τὰς δεήσεις ὑπαγορεύσαντος. Οὕτως ἡ τάξις βάλλει αὐτοὺς εἰς δεσμωτήριον, μέχρι τῆς Θεοφίλου παρουσίας, μὴ ἀνασχομένη ἐπὶ τοιαύτῃ ὑποθέσει δέξασθαι ἐγγύας. Καὶ τούτων οἱ μὲν τελευτῶσιν ἐν τῇ εἱρκτῇ χρονοτριβήσαντες διὰ τὴν Θεοφίλου βραδυτῆτα, οἱ δὲ μετὰ τὴν Θεοφίλου παρουσίαν χρήμασι τὸ πρᾶγμα ἐξευμαρίσαντος, ἐν τελευταίᾳ ἐξετάσει τὴν Προκόννησον οἰκεῖν παρὰ τῶν νόμων κατεκρίθησαν ὡς συκοφάνται. Οὕτως ὁ Θεόφιλος παραστὰς, καθάπερ κάνθαρος πεφορτωμένος τῆς κόπρου τῶν ἐξ Αἰγύπτου καλλίστων καὶ αὐτῆς τῆς Ἰνδίας, ὑπὲρ δυσώδους φθόνου εὐωδίαν ἐκχέων, εἰσῄει εἰς Κωνσταντινούπολιν ἕκτῃ ὥρᾳ, τῇ πέμπτῃ τοῦ Σαββάτου, ὑπὸ τοῦ ναυτικοῦ κατακροτούμενος στίφους, τὴν ἄτιμον ἀποφερόμενος δόξαν, περὶ ἧς προεῖπεν ὁ Ἀπόστολος, Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, ἐπενεγκών· Οἱ τὰ ἐπίγεια φρονοῦντες· καὶ ξενίζεται ἐν σκηνώμασιν οὐ δικαίων, φυγὼν τὴν ἐκκλησίαν, ἐπιλαθόμενος τὸ Δαυϊδικὸν ἐκεῖνο· Ἐξελεξάμην παραρῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν· εἰργόμενος τῆς ἐκκλησίας ὑπὸ τοῦ ἰδίου συνειδότος. Διατρίψας δὲ τρεῖς ἑβδομάδας ἡμερῶν, οὔτε τῷ ἐπισκόπῳ Ἰωάννῃ συνέτυχε κατὰ τὸ ἔθος τῶν ἐπισκόπων, οὔτε ἐπλησίασεν ὅλως τῇ ἐκκλησίᾳ, ἀλλ' ἔμενεν ἀγωνιζόμενος νύκτωρ τε καὶ μεθ' ἡμέραν τὸ νέον ἔχθος τῷ παλαιῷ ἐπισυνάψας, ὅπως τὸν ἐπίσκοπον Ἰωάννην ἐξώσῃ, οὐ μόνον τῆς Ἐκκλησίας, ἀλλὰ καὶ αὐτοῦ τοῦ ζῆν· τοῦτο μὲν ἀφειδίᾳ χρυσίου τοὺς δεισιδαίμονας τῶν κρατούντων ὠνούμενος κατὰ τῆς ἀληθείας, τοῦτο δὲ πολυτελεῖ τραπέζῃ τοὺς γαστριμάργους δουλούμενος, τοῦτο δὲ καὶ κολακείᾳ καὶ ὑποσχέσει τῆς μείζονος ἀξίας τοὺς συμφένακας τῶν κληρικῶν ἐπαγόμενος. Συνδήσας πάντας τούτους ἄνευ σχοινίου ταῖς ἡδοναῖς καθάπερ
perated, the one as having been tyrannized over, the other as not having authority for peace without Theophilus, because it was also at his command that they had handed in the petitions of false accusation. Having thus given them an answer, John dismissed the matter from his own mind. Thereupon the monks of the wronged party withdrew and drew up petitions of many lines, writing charges against the monks as false accusers, and against Theophilus the deeds of Theophilus, not to speak otherwise, as many as each one knows; and having prayed for the Augusti, they approach the empress in the martyry of Saint John, begging that the petition of the opposing monks be tried before the prefects, and that Theophilus appear, even unwillingly, and be judged before John. The petition was carried into effect, bearing this decision: that Theophilus, brought to appear through the magister both willingly and unwillingly, should render account before John; while Theophilus's monks should substantiate the charges they had brought against the holy elders, or undergo the penalties of false accusers. Thus, then, Elaphius, now a former chief officer, was sent to Alexandria to bring Theophilus across, while the prefects executed the rest of the decision. When the case was tried and ended in an impasse, the laws pressed hard upon them, flashing the sword; and those wretched men, fearing the outcome, shift the blame onto Theophilus, on the ground that he himself had suborned them and dictated the petitions. Thus the official staff casts them into prison until Theophilus's arrival, refusing to accept bail in such a case. And some of them die in prison, having lingered long on account of Theophilus's tardiness, while the others, after Theophilus's arrival, when he had smoothed over the affair with money, at the final examination were condemned by the laws to inhabit Proconnesus as false accusers. Thus Theophilus, appearing like a dung-beetle laden with the dung—that is, the finest wares of Egypt and of India itself, pouring forth fragrance over foul-smelling envy—entered Constantinople at the sixth hour, on the fifth day of the week, applauded by the crowd of sailors, carrying off that dishonourable glory of which the Apostle foretold, Whose glory is in their shame, adding: Who mind earthly things; and he lodges in tents not of the righteous, fleeing the church, forgetting that Davidic saying: I chose rather to be cast aside in the house of my God than that I should dwell in the tents of sinners; barred from the church by his own conscience. Spending three weeks of days, he neither met with Bishop John according to the custom of bishops, nor approached the church at all, but remained striving by night and by day, joining the new hatred to the old, that he might drive Bishop John out not only from the Church, but even from life itself: partly buying up with unsparing gold the superstitious among those in power against the truth, partly enslaving gluttons by a lavish table, and partly winning over fellow-impostors among the clergy by flattery and the promise of greater rank. Having bound all these together without a cord by pleasures, just as
Notes, col. 26

On the reading

Printed το, for τὸ.

PG 47:27Read from the page
λαοπλάνος τις δαίμων, τὸ κριτικὸν τῶν ψυχῶν καταγοητεύσας, ἐζήτει πρόσωπον δαιμονιῶδες εἰς τὴν τοῦ δράματος ὑπηρεσίαν, ὃ δὴ καὶ ἐπέτυχεν. Δύο γὰρ διακόνων ἐκβληθέντων τῆς Ἐκκλησίας ὑπὸ τοῦ ἐπισκόπου Ἰωάννου ἐπὶ πλημμελήμασι παρανόμοις, ἀπεχρήσατο τῇ κουφότητι, καὶ πείθει αὐτοὺς ἐπιδοῦναι λιβέλλους κατὰ τοῦ Ἰωάννου, ὑποσχόμενος αὐτοῖς ἀποκαταστῆσαι εἰς τὴν τῆς λειτουργίας τόπον. Ἦν δὲ αὐτῶν τὰ πταίσματα, τοῦ μὲν φόνος, τοῦ δὲ μοιχεία· ὃ δὴ καὶ πεποίηκε. Μετὰ γὰρ τὴν ἐξορίαν Ἰωάννου ἀποκατέστησεν αὐτοὺς εἰς τοὺς τόπους αὐτῶν, δηλαδὴ τοὺς λιβέλλους ἐπιδόντας, οὓς ὑπηγόρευσεν αὐτὸς ἐκεῖνος, ἔχοντας μὲν ἀληθὲς οὐδὲν, πλὴν τούτου, ὅτι παρήνει πᾶσι μετὰ τὴν κοινωνίαν ἀπογεύεσθαι ὕδατος ἢ παστίλου, ἵνα μὴ ἀκουσίως τῷ σιέλῳ ἢ τῷ φλέγματι συνεκπτύσωσί τι τοῦ συμβόλου· αὐτὸς πρῶτος ποιῶν τὸ πρᾶγμα, εὐλάβειαν ἐκδιδάσκων τοὺς βουλομένους. Μετὰ δὲ τὸ δέξασθαι τοὺς λιβέλλους, συστρέφεται παρὰ τῇ Εὐγραφίᾳ, ἅμα Σευηριανῷ, καὶ Ἀντιόχῳ, καὶ Ἀκακίῳ, καὶ λοιποῖς ἔχουσι μνησικακίαν κατὰ τοῦ Ἰωάννου ἐπὶ ταῖς παραινέσεσι ταῖς κοσμίαις. Εἰώθει γὰρ ὁ μακάριος, κατὰ τὸν Παῦλον, δημοσίᾳ τε καὶ κατ' οἴκους σεμνοπρέπειαν ἐκδιδάσκειν, μάλιστα συνεχῶς ταῖς τοιαύταις ἐπισκήπτων, ὅτι Γραΐδες οὖσαι διὰ τὸν χρόνον, τί ἀνηβᾷν παραβιάζεσθε τὸ σῶμα, βοστρύχους ἐπὶ μετώπου φέρουσαι καθάπερ ἑταιρίδες, ὑβρίζουσαι καὶ τὰς λοιπὰς ἐλευθέρας, ἐπὶ ἀπάτῃ τῶν συντυγχανόντων, καὶ τοῦτο χῆραι ; Συναχθέντες δὲ, ἐζήτουν τρόπον πῶς ἄρξονται τῆς δίκης. Εἷς δέ τις τῶν παρόντων ὑπέθετο, δόντας δεήσεις τῷ βασιλεῖ, καὶ ἄκοντα αὐτὸν ἑλκύσαι εἰς τὸ συνέδριον. Τοῦτο οὖν γίνεται καθάπερ ἐπὶ τῶν Ἰουδαίων, χρυσίου τὰ πάντα αὐτοῖς ἐξομαλίζοντος. Ἦμεν δὲ ἡμεῖς τεσσαράκοντα ἐπίσκοποι καθεζόμενοι σὺν τῷ ἐπισκόπῳ Ἰωάννῃ ἐν τῷ τρικλίνῳ τοῦ ἐπισκοπείου, ἐξιστάμενοι πῶς ὁ ἀγώγιμος καὶ μόνος κελευσθεὶς παραστῆναι εἰς τὸ στρατόπεδον ἐπ' ἐγκλήμασιν ἀνοσίοις, μετὰ τοσούτων παρεγένετο ἐπισκόπων· πῶς τε ἀθρόον μετεκέρασε τὰς τῶν κρατούντων γνώμας, ἐπὶ τὸ χεῖρον διαστρέψας τοὺς πλείονας τοῦ κλήρου. Διαπορούντων δὲ ἡμῶν, ἐμπνευσθεὶς ὁ Ἰωάννης τῷ Πνεύματι, λέγει τοῖς πᾶσιν· Εὔξασθε, ἀδελφοὶ, καὶ εἰ φιλεῖτε τὸν Χριστὸν, ἐμοῦ ἕνεκεν μή τις ἀπολείπῃ τὴν ἑαυτοῦ ἐκκλησίαν· Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκε, κατὰ τὸν ειπόντα, καὶ πολλὰς θλίψεις ὑποστὰς, ἀπολείψω τὸ ζῇν, ὡς ὁρῶ. Οἶδα γὰρ τὴν σκευωρίαν τοῦ Σατανᾶ, ὅτι οὐκ ἔτι φέρει μου τὴν ἐπάχθειαν τῶν λόγων τῶν κατ' αὐτοῦ γινομένων. Καὶ οὕτως ἐλεηθῆτε· ἐν ταῖς προσευχαῖς ὑμῶν μνημονεύετέ μου. Συσχεθέντες δὲ αφάτῳ ἀθυμίᾳ, οἱ μὲν ἐδακρύομεν, ἕτεροι δὲ ἐξήρχοντο τοῦ συνεδρίου, τοὺς ὀφθαλμοὺς καὶ τὴν ἱερὰν κεφαλὴν σὺν τῷ εὐστόχῳ καὶ μακαρίῳ στόματι ἠσπάζοντο δεδακρυμένοι καὶ κεκομμένῳ τῷ πνεύματι. Παρακαλέσας δὲ ἐπανελθεῖν εἰς τὸ συνέδριον ὧδε κἀκεῖσε περιπετομένους, καθάπερ μελίσσας περιβομβώσας κυψέλῃ, λέγει· Καθίσατε, ἀδελφοὶ, καὶ μὴ κλαίετε, ἐπὶ πλέον με θρύπτοντες. Ἐμοὶ γὰρ τὸ ζῇν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. Ἐθρυλλεῖτο γὰρ καρατομεῖσθαι διὰ τὴν ὑπερβολὴν τῆς παῤῥησίας. Καὶ εἰ μνημονεύετε, ἀναπτύξατε ὑμῶν
a people-deceiving daemon, having bewitched the critical faculty of their souls, sought a daemonic character for the service of the drama, which indeed he obtained. For when two deacons had been cast out of the Church by Bishop John for lawless offences, he took advantage of their levity, and persuaded them to submit petitions against John, promising to restore them to the place of their ministry. Now their transgressions were, of the one murder, and of the other adultery; which indeed he carried out. For after the exile of John he restored them to their places, namely those who submitted the petitions which that man himself had dictated, containing nothing true except this, that he advised all after communion to taste water or a lozenge, lest unwittingly with saliva or phlegm they might spit out any part of the sacramental symbol; he himself being the first to practise the thing, thoroughly teaching reverence to those who wished. And after receiving the petitions, he banded together at the house of Eugraphia, together with Severian, and Antiochus, and Acacius, and the rest who harboured rancour against John over his admonitions for decorum. For the blessed man was accustomed, after the manner of Paul, both publicly and from house to house to teach modest seemliness, especially enjoining continually upon such women: Being old women through age, why do you force your bodies to grow young again, wearing curls upon your forehead like courtesans, insulting the rest of the freeborn women as well, to deceive those who meet you, and that when you are widows? Having gathered together, they sought a way how they might begin the lawsuit. One of those present suggested that they submit petitions to the Emperor, and drag him even unwillingly into the council. This then took place, just as among the Jews, gold smoothing everything for them. Now we were forty bishops sitting with Bishop John in the hall of the episcopal palace, amazed at how one liable to arrest and ordered to appear alone at the imperial court upon unholy charges had arrived with so many bishops; and how all at once he had altered the views of those in power, perverting for the worse the majority of the clergy. While we were perplexed, John, inspired by the Spirit, said to all: Pray, brethren, and if you love Christ, let no one on my account forsake his own church; for I am already being poured out, and the time of my departure is at hand (2 Tim. 4:6), according to him who spoke it, and having endured many afflictions, I shall leave this life, as I see. For I know the contrivance of Satan, that he no longer bears the weight of my discourses delivered against him. And so may you obtain mercy; in your prayers remember me. Seized with unutterable despondency, some of us wept, while others went out of the council, kissing his eyes and sacred head together with his apt and blessed mouth, bathed in tears and broken in spirit. Exhorting those fluttering about here and there, like bees humming around a hive, to return to the council, he said: Sit down, brethren, and do not weep, breaking my spirit all the more. For to me to live is Christ and to die is gain (Phil. 1:21). For it was rumoured that he was to be beheaded on account of the excess of his outspokenness. And if you remember, unfold your
Notes, col. 27

On the reading

Printed ειπόντα, for εἰπόντα.

Printed αφάτῳ, for ἀφάτῳ.

PG 47:28Read from the page
τὰς μνήμας, ὅτι πάντοτε ἔλεγον ὑμῖν· Ὁδός ἐστιν ὁ παρὼν βίος, καὶ τὰ χρηστὰ αὐτοῦ καὶ τὰ λυπηρὰ παροδεύεται· καὶ πανήγυρις τὰ παρόντα· ἠγοράσαμεν, ἐπωλήσαμεν, καταλύομεν. Μὴ ἀμείνους ἐσμὲν τῶν πατριαρχῶν, τῶν προφητῶν, τῶν ἀποστόλων, ἵνα ἀθάνατον ἡμῖν παραμείνῃ τοῦτο τὸ ζῇν ; Ἐπολολύξας δέ τις τῶν παρόντων εἶπεν· Ἀλλὰ θρηνοῦμεν τὴν ἡμῶν ὀρφανίαν, τὴν τῆς Ἐκκλησίας χηρείαν, τὴν τῶν θεσμῶν σύγχυσιν, τὴν φιλαρχίαν τῶν μὴ φοβουμένων τὸν Κύριον, καὶ ταῖς προστασίαις ἐπιπηδώντων, τῶν πτωχῶν τὸ ἀπροστάτευτον, τῆς διδασκαλίας τὴν ἐρημίαν. Ἐπικρούσας δὲ τῷ λιχανῷ δακτύλῳ τὸν ταρσὸν τῆς ἀριστερᾶς χειρὸς (εἰώθει γὰρ ὁ φιλόχριστος ἐν ταῖς κατὰ νοῦν φροντίσιν αὐτὸ ποιεῖν), τῷ ὁμιλοῦντι αὐτῷ εἶπεν· Ἀρκεῖ, ἀδελφὲ, μὴ πολλὰ λέγε, ἀλλ' ὃ εἶπον, τὰς Ἐκκλησίας ὑμῶν μὴ ἀφῆτε. Οὔτε γὰρ ἀπ' ἐμοῦ ἤρξατο τὸ διδασκάλιον, οὔτε εἰς ἐμὲ ἐτελεύτησε. Μὴ οὐκ ἀπέθανε Μωϋσῆς ; οὐχ εὕρηται Ἰησοῦς ; Οὐκ ἐτελεύτησε Σαμουήλ ; οὐ κέχρισται ὁ Δαυΐδ ; Ἀπέλιπε τὸν βίον Ἱερεμίας, οὐκ ἦν ὁ Βαρούχ ; Ἀνελήφθη Ἠλίας, οὐ προεφήτευσεν Ἐλισσαῖος ; Ἐκαρατομήθη Παῦλος, οὐκ ἀπέλιπε Τιμόθεον, Τίτον, Ἀπολλὼ καὶ ἄλλους μυρίους ; Μετὰ τούτους τοὺς λόγους λέγει Εὐλύσιος ὁ Ἀπαμείας τῆς Βιθυνίας· Ἐπάναγκες ἡμᾶς ἐστι κατέχοντας τὰς Ἐκκλησίας ἀναγκασθῆναι καὶ κοινωνῆσαι καὶ ὑπογράψαι. Ἔφη ὁ ἅγιος Ἰωάννης· Κοινωνήσατε μὲν, ἵνα μὴ σχίσητε τὴν Ἐκκλησίαν, μὴ ὑπογράψητε δέ· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα ἄξιον καθαιρέσεως ἐννοήσας. Τούτων οὕτως ἐχόντων ἐδηλώθησαν οἱ ἀποσταλέντες ὑπὸ Θεοφίλου· κελεύει αὐτοὺς εἰσελθεῖν· εἰσελθόντας ἤρετο, ποίου εἶεν βαθμοῦ· λέγουσιν· Ἐπίσκοποι. Παρακαλεῖ καθίσαντας ειπεῖν ἐφ' ᾧ πάρεισιν. Οἱ δὲ λέγουσι· Παραναγνωστικὸν ἔχομεν μόνον· ποιήσατε οὖν αὐτὸ ἀναγνωσθῆναι. Κελεύει ὁ Ἰωάννης ἀναγνωσθῆναι. Προστάσσουσι τῷ παιδαρίῳ τοῦ Θεοφίλου ἀναγνῶναι τὴν ὑπηγορίαν, καὶ ἀνέγνω. Ἦν δὲ τὸ ὕφος τοῦτο· Ἡ σύνοδος ἡ ἁγία ἡ ἐπὶ Δρῦν συναχθεῖσα (τόπος δέ ἐστιν οὕτω καλούμενος πέραν θαλάσσης, Ῥουφίνου προάστειον, ἐν ᾧ ἦσαν συνηθροισμένοι) Ἰωάννῃ (παραλείψαντες ὃ ἦν, τῷ ἐπισκόπῳ· φιλεῖ γάρ πως ἡ ἐσκοτισμένη ψυχὴ οὐκ ἀκολούθως βλέπειν, ἀλλὰ φαντάζεσθαι ἃ τὸ πάθος ὑπαγορεύει)· Λιβέλλους ἐδεξάμεθα κατὰ σοῦ, περιέχοντας μυρία κακά. Ἀπάντησον τοίνυν, ἐπαγόμενος Σαραπίωνα καὶ Τίγριον τοὺς πρεσβυτέρους· ἔστι γὰρ αὐτῶν χρεία. Ἦσαν δὲ οἱ ἐλθόντες πρὸς αὐτὸν Διόσκορος καὶ Παῦλος ἐν Λιβύῃ ὑπόγυον καταστάντες νέοι. Μετὰ τὸ ἀναγνωσθῆναι τὴν δέλτον, ἀντιλέγουσιν οἱ σὺν τῷ ἐπισκόπῳ Ἰωάννῃ ἐπίσκοποι, δηλώσαντες τῷ Θεοφίλῳ διὰ τριῶν ἐπισκόπων, Λουππικίνου καὶ Δημητρίου καὶ Εὐλυσίου, καὶ πρεσβυτέρων δύο Γερμανοῦ καὶ Σευήρου, τῶν πάντων ἁγίων ἀνδρῶν καὶ ἀξιολόγων· Μὴ κατάλυε τὰ πράγματα τῆς Ἐκκλησίας, καὶ μὴ σχίζε τὴν Ἐκκλησίαν, δι' ἣν ὁ Θεὸς εἰς σάρκα κατῆλθεν· ει δὲ ἀστεκτῶν καταλύεις τοὺς ἐν Νικαίᾳ κανόνας τῶν τιηʹ ἐπισκόπων, καὶ ὑπερόριον δικάζεις δίκην, σὺ πέρασον πρὸς ἡμᾶς εἰς τὴν εὐνομουμένην πόλιν, μὴ προκαλούμενος τὸν Ἄβελ κατὰ τὸν Κάϊν εἰς τὸ πεδίον, ἵνα σου ἡμεῖς πρῶτοι ἀκούσωμεν. Ἔχομεν γὰρ κατὰ σοῦ ἑβδομήκοντα κεφαλαίων λιβέλλους, προδήλους ἀθεμιτουργίας ἔχοντας, καὶ πλείους ἐσμὲν
memories, how I always used to say to you: The present life is a road, and both its good things and its sorrowful things pass by; and present affairs are a fair: we have bought, we have sold, we break up camp. Are we better than the patriarchs, the prophets, the apostles, that this life should remain immortal for us? Crying aloud in lamentation, one of those present said: Yet we mourn our orphanhood, the widowhood of the Church, the confusion of sacred laws, the ambition for rule of those who do not fear the Lord and who leap upon presidencies, the defencelessness of the poor, the desolation of teaching. Tapping with his forefinger the palm of his left hand (for the Christ-loving man was accustomed to do this in his mental reflections), he said to the one speaking with him: Enough, brother, say no more, but as I said, do not abandon your churches. For neither did the teaching office begin from me, nor has it ended in me. Did not Moses die? And was not Joshua found? Did not Samuel pass away? Was not David anointed? Jeremiah departed this life, was not Baruch there? Elijah was taken up, did not Elisha prophesy? Paul was beheaded, did he not leave Timothy, Titus, Apollos, and countless others? After these words Eulysius of Apamea in Bithynia said: If we retain our churches, it is inevitable that we be compelled both to communicate and to subscribe. Saint John said: Communicate indeed, lest you rend the Church, yet do not subscribe; for I am conscious within myself of having devised nothing deserving deposition. Matters standing thus, those sent by Theophilus were announced; he bids them enter; when they had entered he asked of what rank they were; they say: Bishops. He invites them to sit down and state for what purpose they are present. They say: We have only a document to be read out; therefore have it read. John bids it be read. They command the servant boy of Theophilus to read the dictated text, and he read it. Its tenor was this: The Holy Synod assembled at the Oak (it is a place so called beyond the sea, a suburban estate of Rufinus, in which they were gathered) to John (omitting what he was, the Bishop; for the darkened soul somehow loves not to see consistently, but to imagine what passion dictates): We have received petitions against you, containing countless evils. Appear therefore, bringing with you Sarapion and Tigrius the presbyters; for there is need of them. Now those who had come to him were Dioscorus and Paul, young men recently ordained in Libya. After the tablet was read, the bishops with Bishop John spoke in reply, declaring to Theophilus through three bishops, Lupicinus and Demetrius and Eulysius, and two presbyters, Germanus and Severus, all holy and noteworthy men: Do not subvert the affairs of the Church, and do not rend the Church, for Whose sake God came down into flesh; but if in unruliness you subvert the canons made at Nicaea by the three hundred and eighteen bishops, and judge a case beyond your boundaries, cross over to us into the well-governed city, not challenging Abel out into the plain after the manner of Cain, so that we may hear you first. For we hold petitions of seventy chapters against you, containing manifest lawless acts, and we are more in number
Notes, col. 28

On the reading

Printed ειπεῖν, for εἰπεῖν.

Printed ει, for εἰ.

Printed ἀστεκτῶν, for ἀτακτῶν.