Migne Reading Room

PG 47 · cols. 11–16 · Read from the page

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:11Read from the page
ναῖκες τῶν εὐκτηρίων πρὸς τὸ βάπτισμα ἀποδυσάμεναι κατ' αὐτὸν τὸν καιρὸν, γυμναὶ ἐφυγαδεύοντο ὑπὸ τοῦ φόβου τῆς χαλεπῆς ταύτης ἐφόδου, οὐδὲ τὴν πρέπουσαν εὐσχημοσύνην γυναιξὶ συγχωρούμεναι περιθέσθαι· πολλαὶ δὲ καὶ τραύματα δεξάμεναι ἐξεβάλλοντο, καὶ αἵματος αἱ κολυμβῆθραι ἐπληροῦντο, καὶ τὰ ἱερὰ ἀπὸ τῶν τοιούτων τραυμάτων ἐφοινίσσετο νάματα. Καὶ οὐδὲ ἐνταῦθα εἱστήκει τὸ δεινόν· ἀλλ' ἔνθα τὰ ἅγια ἀπέκειντο, ἐλθόντες οἱ στρατιῶται (ὧν ἔνιοι, καθὼς ἔγνωμεν, καὶ ἀμύητοι ἦσαν) πάντα ἐθεώρουν τὰ ἔνδον, καὶ τὸ ἁγιώτατον αἷμα τοῦ Χριστοῦ, ὡς ἐν τοσούτῳ θορύβῳ, εἰς τὰ τῶν προειρημένων ἱμάτια ἐξεχεῖτο, καὶ ὡς ἐν αἰχμαλωσίᾳ βαρβαρικῇ πάντα ἐτολμᾶτο. Καὶ ὁ δῆμος πρὸς τὴν ἐρημίαν ἠλαύνετο, καὶ πᾶς ὁ λαὸς ἔξω τῆς πόλεως ἔφευγε, καὶ κεναὶ ἐν ἑορτῇ τοιαύτῃ αἱ ἐκκλησίαι τῶν λαῶν ἐγίνοντο, καὶ πλείους ἢ τεσσαράκοντα ἐπίσκοποι, οἱ κοινωνοῦντες ἡμῖν, μετὰ τοῦ λαοῦ εἰκῆ καὶ μάτην ἐλαυνόμενοι· καὶ ὀλολυγαὶ πανταχοῦ καὶ οἰμωγαὶ καὶ κωκυτοὶ καὶ θρῆνοι καὶ πηγαὶ δακρύων κατὰ τὰς ἀγορὰς καὶ τὰς οἰκίας καὶ κατὰ τὰς ἐρήμους· καὶ τὸ πᾶν τῆς πόλεως μέρος τῶν συμφορῶν ἐπληροῦτο τούτων. Διὰ γὰρ τὴν ὑπερβολὴν τῆς παρανομίας οὐχ οἱ πάσχοντες μόνον, ἀλλὰ καὶ οἱ μηδὲν τοιοῦτον ὑπομένοντες συνήλγουν ἡμῖν· οὐχ οἱ ὁμόδοξοι μόνον, ἀλλὰ καὶ οἱ αἱρετικοὶ καὶ Ἰουδαῖοι καὶ Ἕλληνες· καὶ ὡς τῆς πόλεως κατὰ κράτος ἁλούσης, οὕτως ἐν θορύβῳ καὶ ταραχαῖς καὶ ὀλολυγαῖς πάντα ἦν. Καὶ ταῦτα ἐτολμᾶτο παρὰ γνώμην τοῦ εὐσεβεστάτου βασιλέως, νυκτὸς καταλαμβανούσης, ἐπισκόπων αὐτὰ κατασκευαζόντων, οἳ οὐκ ἠσχύνοντο καμπιδούκτορας ἀντὶ τῶν διακόνων προηγουμένους ἔχοντες Ἡμέρας δὲ γενομένης, πᾶσα ἡ πόλις ἔξω τειχέων μετῳκίζετο, ὑπὸ δένδρα καὶ νάπας, καθάπερ πρόβατα διεσπαρμένα τὴν ἑορτὴν ἐπιτελοῦντες. Ἔξεστιν ὑμῖν τὰ ἐντεῦθεν λογίσασθαι λοιπὸν ἅπαντα· ὅπερ γὰρ ἔφθην εἰπὼν, οὐχ οἷόν τε πάντα ἐπελθεῖν τῷ λάγῳ τὰ καθ' ἕκαστον γενόμενα. Καὶ τὸ δὴ χαλεπὸν, ὅτι τοσαῦτα καὶ τηλικαῦτα κακὰ οὐδέπω καὶ νῦν λύσιν ἔλαβεν, ἀλλ' οὐδὲ ἐλπίδα λύσεως, ἀλλ' ἐπιτείνεται καθ' ἑκάστην ἡμέραν τὸ δεινὸν, καὶ γέλως γεγόναμεν πολλοῖς· μᾶλλον δὲ γελᾷ μὲν οὐδεὶς, κἂν μυριάκις παρανομήσῃ, θρηνοῦσι δὲ πάντες, ὅπερ ἔφην, τὸν κολοφῶνα τῶν κακῶν, τὴν καινὴν ταύτην παρανομίαν. Τίς ἂν εἴποι τὰς τῶν λοιπῶν Ἐκκλησιῶν ταραχάς; Οὐδὲ γὰρ ἐνταῦθα ἔστη τὸ χαλεπὸν, ἀλλὰ μέχρι τῆς ἑῴας ἔφθασεν· καὶ καθάπερ ἀπὸ τῆς κεφαλῆς πονηροῦ ῥεύματος ἐκχυθέντος, τὰ λοιπὰ διαφθείρεται μέλη, οὕτω δὴ καὶ νῦν ὥσπερ ἐκ πηγῆς τινος τῆς μεγάλης ταύτης πόλεως τῶν κακῶν ἀρξαμένων, ὁδῷ τὰ τῶν θορύβων πανταχοῦ προέβη· καὶ κληρικοὶ πανταχοῦ ἐπανέστησαν ἐπισκόποις, καὶ λαοὶ, οἱ μὲν διετμήθησαν, οἱ δὲ μέλλουσι, καὶ πανταχοῦ κακῶν ὠδῖνες καὶ τῆς οἰκουμένης πάσης ἀνατροπή. Μαθόντες τοίνυν ἅπαντα, κύριοι τιμιώτατοι καὶ εὐλαβέστατοι, τὴν προσήκουσαν ὑμῖν ἀνδρείαν καὶ σπουδὴν ἐπιδείξασθε, ὥστε παρανομίαν τοσαύτην ἐπεισελθοῦσαν ταῖς Ἐκκλησίαις ἀναστεῖλαι παρακαλοῦμεν. Εἰ γὰρ τοῦτο κρατήσειε τὸ ἔθος, καὶ ἐξὸν γένηται τοῖς βουλομένοις· εἰς ἀλλοτρίας ἀπιέναι ἐπαρχίας ἐκ τοσούτων διαστημάτων, καὶ ἐκβάλλειν οὓς ἂν ἐθέλοιεν, κατ' ἐξουσίαν ἰδίαν πράττοντες ἅπερ ἂν ἐθέλοιεν, ἴστε, ὅτι πάντα οἰχήσεται, καὶ πόλεμος ἀκήρυκτος πᾶσαν δραμεῖται τὴν οἰκουμένην, πάντων πάντας τε βαλλόντων καὶ βαλλομένων. Ἵν' οὖν μὴ τοσαύτη σύγχυσις καταλάβῃ τὴν
men of the oratories who had unclothed for baptism at that very time were driven into flight naked through terror of this grievous assault, not even being permitted to put on the modest attire befitting women; and many after receiving wounds were cast out, and the baptismal pools were filled with blood, and the sacred streams were reddened from such wounds. Nor even there did the outrage come to a halt; rather, entering where the holy things were laid up, the soldiers (some of whom, as we learned, were even uninitiated) beheld everything within, and the most holy blood of Christ, as in so great a tumult, was spilled upon the garments of the aforesaid men, and everything was dared as in a barbarian captivity. And the populace was driven towards the wilderness, and all the people fled outside the city, and on such a feast the churches became empty of their congregations, and more than forty bishops who were in communion with us were driven out along with the people at random and to no purpose; and there were shrieks everywhere and groans and wailings and lamentations and fountains of tears throughout the marketplaces and the houses and throughout the deserts; and every part of the city was filled with these calamities. For because of the excess of lawlessness, not only those who suffered, but also those who endured nothing of the sort grieved with us; not only those of like faith, but also the heretics and Jews and Greeks; and as though the city had been taken by storm, so everything was in tumult and disturbances and shrieks. And these things were dared contrary to the mind of the most pious Emperor, as night came on, while bishops contrived them, who were not ashamed to have drill-sergeants leading the way in place of the deacons. When day broke, the whole city removed outside the walls, keeping the feast under trees and in wooded glens like scattered sheep. It is open to you to reckon for the rest all that followed thereafter; for just as I said before, it is not possible to go through in speech all the events that occurred one by one. And what is indeed grievous is that evils so many and so great have not even yet received relief, nor even hope of relief, rather the calamity intensifies every single day, and we have become a laughing-stock to many; or rather no one laughs, even if someone acts lawlessly ten thousand times, whereas everyone laments, as I said, the summit of evils, this novel lawlessness. Who could relate the disturbances of the remaining Churches? For neither did the trouble halt here, rather it reached as far as the East; and just as when a malignant humour has poured forth from the head, the remaining members are corrupted, so indeed even now, with the evils having begun as though from a fountain in this great city, the tumults advanced methodically everywhere; and clerics everywhere rose up against bishops, and peoples, some have been divided while others are about to be, and everywhere there are travail-pangs of evils and the overthrow of the entire inhabited world. Having learned all things, therefore, most honoured and most devout lords, display the courage and zeal befitting you, so as to check so great a lawlessness that has broken in upon the Churches, we entreat. For if this custom should prevail, and it becomes permissible for those who wish to depart into foreign provinces from such great distances, and to cast out whomever they please, doing whatever they please by their own authority, know that everything will perish, and war without truce will overrun the entire inhabited world, with everyone both striking and being struck by everyone. In order, then, that so great a confusion may not overtake the
Notes, col. 11

On the reading

Printed λάγῳ, for λόγῳ.

PG 47:12Read from the page
ὑφ' ἡλίῳ πᾶσαν, ἐπιστεῖλαι παρακαλῶ τὰ μὲν οὕτω γεγενημένα παρανόμως ἀπόντων ἡμῶν καὶ ἐκ μιᾶς μοίρας, καὶ οὐ παραιτουμένων κρίσιν, μηδεμίαν ἔχειν ἰσχὺν, ὥσπερ οὖν ἔχει τῇ οἰκείᾳ φύσει· τοὺς δὲ τοιαῦτα παρανομήσαντας, τῷ ἐπιτιμίῳ ὑποβάλλεσθαι τοῦ ἐκκλησιαστικοῦ νόμου· ἡμᾶς δὲ τοὺς οὐχ ἁλόντας, οὐκ ἐληλεγμένους, οὐκ ἀποδειχθέντας ὑπευθύνους, τῶν γραμμάτων δότε ἀπολαύειν τῶν ὑμετέρων συνήθως, καὶ τῆς ἀγάπης καὶ πάντων τῶν ἄλλων, ὥσπερ καὶ ἔμπροσθεν. Εἰ δὲ βούλοιντο καὶ νῦν οἱ τὰ τοιαῦτα παρανομήσαντες τὰ ἐγκλήματα γυμνάζειν, ἐφ' οἷς ἡμᾶς ἀδίκως ἐξέβαλον, τῶν ὑπομνημάτων ἡμῖν δοθέντων, τῶν λιβέλλων τῶν κατηγόρων φανέντων, δικαστηρίου καθίσαντος ἀδεκάστου, καὶ δικασώμεθα καὶ ἀπολογησώμεθα καὶ δείξωμεν ἑαυτοὺς ἀνευθύνους τῶν ἐπαγομένων ἡμῖν, ὥσπερ οὖν καὶ ἐσμέν. Τὰ γὰρ νῦν γεγενημένα παρ' αὐτῶν, ἐκτός εἰσι πάσης ἀκολουθίας καὶ παντὸς νόμου καὶ κανόνος ἐκκλησιαστικοῦ· οὐδὲ ἐν τοῖς ἔξω μὲν οὖν δικαστηρίοις τοιαῦτα ἐτολμήθη ποτὲ, μᾶλλον δὲ οὐδὲ ἐν βαρβαρικῷ δικαστηρίῳ, οὐδὲ Σκύθαι καὶ Σαρμάται οὐκ ἄν ποτε ἐδίκασαν ἐκ μιᾶς μοίρας κρίναντες, ἀπόντος τοῦ αἰτιωμένου, καὶ παραιτουμένου οὐ κρίσιν, ἀλλ' ἀπέχθειαν, καλοῦντος δικαστὰς μυρίους, ἀνεύθυνον ἑαυτὸν λέγοντος εἶναι, ἑτοίμου ὄντος τῆς οἰκουμένης παρούσης ἀποδύσασθαι τὰς αἰτίας, καὶ δεῖξαι ἑαυτὸν ἀθῶον ἐν ἅπασιν ὄντα. Ταῦτα οὖν ἅπαντα λογισάμενοι καὶ παρὰ τῶν κυρίων μου τῶν εὐλαβεστάτων ἀδελφῶν ἡμῶν ἐπισκόπων σαφέστερον ἅπαντα μαθόντες, τὴν παρ' ἑαυτῶν εἰσενεγκεῖν σπουδὴν παρακέκλησθε. Οὕτω γὰρ οὐχ ἡμῖν μόνοις χαρίσεσθε, ἀλλὰ καὶ τῷ κοινῷ τῶν Ἐκκλησιῶν, καὶ τὸν παρὰ Θεοῦ λήψεσθε μισθὸν, τοῦ διὰ τὴν τῶν Ἐκκλησιῶν εἰρήνην πάντα ποιοῦντος διηνεκῶς. Ἐγράφη δὲ αὕτη καὶ πρὸς Βενέριον ἐπίσκοπον Μεδιολάνου, καὶ Χρωμάτιον ἐπίσκοπον Ἀκυληγίας. Ἔρρωσο ἐν Κυρίῳ. »
whole earth beneath the sun, I entreat you to write that what has thus been done unlawfully in our absence and by one party alone, though we did not decline judgement, has no force whatever, just as indeed by its own nature it has none; and that those who have committed such lawlessness be subjected to the penalty of ecclesiastical law; while to us, who have not been convicted, not refuted, not shown culpable, grant that we may enjoy your letters as customary, and your charity and all other things, just as before. But if even now those who have committed such lawlessness should wish to prosecute the charges on which they unjustly cast us out, when the records have been given to us, when the indictments of the accusers have appeared, and when an incorrupt court has sat, let us both plead our case and make our defence and show ourselves free of blame regarding what is brought against us, just as indeed we are. For what has now been done by them lies outside all proper order and every law and ecclesiastical canon; nay, not even in pagan courts were such things ever dared, or rather not even in a barbarian court, nor would Scythians and Sarmatians ever have judged thus, passing sentence from one party alone in the absence of the accused, who declines not judgement but enmity, who summons ten thousand judges, who declares himself free of guilt, and who is ready in the presence of the whole inhabited world to strip off the accusations and show himself innocent in all things. Taking all these things into account, therefore, and learning everything more clearly from my lords, our most devout brother bishops, you are exhorted to contribute zeal on your own part. For thus you will confer a favour not upon us alone, but also upon the common body of the Churches, and you will receive your reward from God, Who unceasingly does all things for the sake of the peace of the Churches. This same letter was written also to Venerius Bishop of Milan, and Chromatius Bishop of Aquileia. Farewell in the Lord. "
ΚΕΦ. Γʹ. — Πρὸς τούτοις ἀνταπέστειλεν ὁ μακάριος Ἰννοκέντιος ὁ πάπας ἀμφοτέροις τοῖς μέρεσι τὰ ἴσα τῆς κοινωνίας, ἀθετήσας τὴν δόξασαν γεγενῆσθαι κρίσιν παρὰ Θεοφίλου, εἰπὼν δεῖν ἑτέραν ἀνεπίληπτον συγκροτηθῆναι σύνοδον Δυτικῶν τε καὶ Ἀνατολικῶν, ὑποχωρούντων τοῦ συνεδρίου φίλων πρῶτον, ἔπειτα καὶ ἐχθρῶν· οὐδὲ γὰρ παρ' ὁποτέρων, ὡς ἐπὶ τὸ πλεῖστον, ὀρθὸν αὐτῶν ἐστι τὸ κριτήριον. Μετ' ὀλίγας πάλιν ἡμέρας ἐπέστη τις πρεσβύτερος Θεοφίλου Πέτρος, ἅμα Μαρτυρίῳ διακόνῳ τῆς Κωνσταντινουπολιτῶν Ἐκκλησίας, ἐπιδόντες ἐπιστολὰς τοῦ αὐτοῦ, καί τινα ὑπομνημάτια δῆθεν, ἐν οἷς ἐδόκει κατακεκρίσθαι ὁ Ἰωάννης παρὰ τριάκοντα ἓξ ἐπισκόπων, ὧν οἱ μὲν εἰκοσιεννέα ἦσαν Αἰγύπτιοι, ἑπτὰ δὲ τῶν ἄλλων κλιμάτων. Οἷς ὑπομνήμασιν ἐντυχὼν ὁ πάπας Ἰννοκέντιος, καὶ εὑρὼν μήτε τὰς αἰτίας οὔσας βαρείας, μήτε τὸν Ἰωάννην παρόντα καὶ κατὰ πρόσωπον ἐλεγχθέντα, ἔμενεν κατασυρίζων τῆς Θεοφίλου μανίας, ὅτι κατὰ ἀπόντος τοιαύτην ἀπότομον ἐξέβρασε ψῆφον. Ἀπολύσας οὖν αὐτοὺς μετὰ ἐλεγκτικῶν γραμμάτων, ηὔχετε τὸν Θεὸν ἱκετεύων μετὰ νηστείας, καὶ τῆς Ἐκκλησίας παραλυθῆναι μὲν τὴν διχοστασίαν, συναρμοσθῆναι δὲ τὴν φιλαδελφίαν. Ἦν δὲ τῆς ἐπιστολῆς ἡ δύναμις αὕτη·
Chapter III. — In reply to these letters the blessed Pope Innocent sent equal letters of communion to both parties, annulling the judgement that seemed to have taken place on the part of Theophilus, saying that another unimpeachable synod of both Westerners and Easterners must be convened, with friends withdrawing from the council first, and then enemies as well; for neither from the one side nor from the other, for the most part, is their judgement upright. After a few days again there arrived a certain presbyter of Theophilus, Peter, together with Martyrius, a deacon of the Church of the Constantinopolitans, presenting letters of the same man and certain brief minutes forsooth, in which John appeared to have been condemned by thirty-six bishops, of whom twenty-nine were Egyptians and seven from the other regions. Having perused these minutes, Pope Innocent, finding neither that the charges were weighty, nor that John had been present and convicted face to face, continued hissing in scorn at the madness of Theophilus, because against an absent man he had spewed forth such a precipitate verdict. Dismissing them, therefore, with rebuking letters, he prayed, entreating God with fasting both that the dissension of the Church might be dissolved and that brotherly love might be knitted together. Now the tenor of the letter was this:
« Ἀδελφὲ Θεόφιλε, ἡμεῖς καὶ σὲ ἴσμεν κοινωνικὸν καὶ τὸν ἀδελφὸν Ἰωάννην, ὡς καὶ ἐν πρώτοις γράμμασι φανερὰν ἡμῶν τὴν γνώμην ἐποιήσαμεν· καὶ νῦν δὲ οὐκ ἐκστάντες τῆς αὐτῆς προαιρέσεως, πάλιν σοι τὰ αὐτὰ γράφομεν, καὶ ὁσάκις ἂν ἀποστείλῃς· ὅτι, ἐὰν μὴ δέουσα
" Brother Theophilus, we recognize both you and Brother John as in communion with us, just as in our former letters we made our judgement manifest; and now too, not departing from the same resolve, we write the same things to you again, and as often as you may send: that, unless a fitting
Notes, col. 12

On the reading

Printed ηὔχετε, for ηὔχετο.

PG 47:13Read from the page
κρίσις παρακολουθήσῃ ἐπὶ τοῖς παιγνιωδῶς γεγενημένοις, ἀμήχανόν ἐστιν ἀλόγως ἡμᾶς ἀποστῆναι τῆς Ἰωάννου κοινωνίας. Ὡς γοῦν, ει θαρρεῖς σὺ τῷ κριτηρίῳ, ἀπάντησον τῇ κατὰ Χριστὸν γινομένῃ συνόδῳ, κἀκεῖ τὰς αἰτίας γυμνάσας ὑπὸ μάρτυσι τοῖς Νικαίας κανόσιν (ἄλλον γὰρ κανόνα ἡ Ῥωμαίων οὐ παραδέχεται Ἐκκλησία), ἀναντίρρητον τὴν ἀσφάλειαν σχήσῃ. »
judgement follows upon what was done in mockery, it is impossible for us without reason to withdraw from communion with John. Accordingly, if you have confidence in your tribunal, present yourself at the synod being convened according to Christ, and there, after examining the charges under the canons of Nicaea as witnesses (for the Church of the Romans admits no other canon), you will obtain unquestionable assurance. "
Μικροῦ δὲ παριππάσαντος χρόνου, ἐπέστη πρεσβύτερος Κωνσταντινουπόλεως Θεότεκνος ὀνόματι, ἐπιδοὺς ἐπιστολὰς τῆς συνόδου τῆς Ἰωάννου εἰκοσιπέντε ἐπισκόπων μικρῷ πρός· ἐν οἷς ἀνεδίδαξαν καὶ στρατιωτικῇ βοηθείᾳ ἐκβεβλῆσθαι τὸν Ἰωάννην τῆς πόλεως, καὶ εἰς ἐξορίαν ἐν Κουκουσσῷ πεπέμφθαι, καὶ τὴν ἐκκλησίαν ἐμπεπρῆσθαι. Ὧ καὶ αὐτῷ δοὺς κοινωνικὰ γράμματα πρός τε τὸν ἐπίσκοπον Ἰωάννην καὶ πρὸς τοὺς αὐτῷ κοινωνοῦντας, παρεκάλει μετὰ δακρύων μακρυθυμεῖν, βοηθεῖν οὐ δυνάμενος διὰ τὸ ἀντιπράττειν τινὰς τοὺς τὸ κακὸν δυναμένους. Μετὰ μικρὸν ὕστερος ἐπέστη ἀνθρωπίσκος, δυσειδὴς ἰδεῖν, δυσμενὴς νοηθῆναι, Πάτερνος τοὔνομα, λέγων ἑαυτὸν πρεσβύτερον τῆς Κωνσταντινουπολιτῶν Ἐκκλησίας· ὃς καὶ αὐτὸς ὅλος δι' ὅλου σεσοβημένος, ἐκ τοῦ ἤθους τὴν ἔχθραν ἐπιδεικνύων, πολλὰς καταχέων λοιδορίας κατὰ τοῦ ἐπασκόπου Ἰωάννου, ἐπιδέδωκε γράμματα ἐπισκόπων ὀλίγων, Ἀκακίου, Παύλου, Ἀντιόχου, Κυρίνου, Σευηριανοῦ, καὶ ἑτέρων τινῶν, ἐν οἷς συκοφαντοῦσι τὸν Ἰωάννην ὡς καύσαντα τὴν ἐκκλησίαν. Οὕτω ψευδὴς ἡμῖν ἐφάνη ὁ λόγος, ὡς μηδὲ διὰ τοῦτο δοῦναι ἀπολογίαν τὸν Ἰωάννην ἐν ἐπισήμῳ συνόδῳ· οὗ καταπτύσας ὁ πάπας Ἰννοκέντιος, οὐδὲ ἀντιγράφων ἠξίωσεν. Ὁ ἘΠΙΣΚ. Καταξίωσον οὖν ὑποσχεῖν μοι τὴν ἀκοὴν, ἵνα σοι καθ' ἕκαστον ἀφηγήσωμαι· πάνυ γὰρ, ὡς λέγει ὁ Ἐλιοὺς τῷ Ἰὼβ, Συνέχει με τὸ πνεῦμα τῆς γαστρός· γαστέρα τὴν διάνοιαν αἰνιττόμενος πεπληρωμένην λόγων. Ὁ ΔΙΑΚ. Ἀναγκαῖόν ἐστιν ἐκπληρῶσαί με, ἀγαθώτατε Πάτερ, τὴν ἀκρίβειαν τῶν καθ' ἡμᾶς φθασάντων, ἵν' οὕτως ἄρξωμαι τῆς πρὸς σὲ ἐρωτήσεως. Πάλιν τοίνυν μεθ' ἡμέρας τινὰς ἐπέστη ὁ Συνάδων ἐπίσκοπος, γράμματα μὲν οὐκ ἔχων, ἱκανὸς δὲ πρὸς διήγησιν ἐναρμόνιον· ὃς ἔλεγεν πεφευγέναι διὰ τὴν τοῦ βασιλικοῦ διατάγματος ἀπειλὴν περιέχουσαν, ὅτι Εἴ τις οὐ κοινωνεῖ Θεοφίλῳ καὶ Ἀρσακίῳ καὶ Πορφυρίῳ, ὁ τοιοῦτος τῆς μὲν ἐπισκοπῆς εἱργέσθω· προσαπόλλυτο δὲ, εἴ τινα δοκεῖ ἔχειν οὐσίαν χρημάτων ἢ κτημάτων. Μετὰ τὸν Κυριακὸν παρεγένετο Εὐλύσιος, ὁ Ἀπαμείας ἐπίσκοπος τῆς Βιθυνίας, ἐπιδοὺς γράμματα πεντεκαίδεκα ἐπισκόπων τῆς συνόδου Ἰωάννου, καὶ τοῦ καλογήρω Ἀνυσίου, τοῦ Θεσσαλονίκης ἐπισκόπου, ἐν οἷς οἱ μὲν τὴν προγενομένην καὶ γινομένην ἀναδιδάσκουσι λαφυραγωγίαν πάσης τῆς Κωνσταντινουπόλεως· ὁ δὲ, ὡς ἐμμένει τῇ κρίσει τῇ τῶν Ῥωμαίων· ὃς καὶ αὐτὸς Εὐλύσιος διηγήσατο συνῳδὰ τῷ Κυριακῷ. Παραδραμόντος δὲ μηνὸς ἡμερῶν ἐπέστη Παλλάδιος, ὁ ἐπίσκοπος Ἑλενουπόλεως, δίχα γραμμάτων, ὃς ἔλεγε καὶ αὐτὸς πεφευγέναι τὴν τῶν ἀρχόντων μανίαν· ἐγκεντρότερον δὲ ἡμῖν ἀφηγήσατο, ἐπιδείξας ἀντίγραφον διατάγματος περιέχοντος, ὡς Τὸν κρύπτοντα ἐπίσκοπον ἢ κληρικὸν, ἢ ὅλως δεχόμενον ἐν οἰκίᾳ κοινωνικὸν Ἰωάννου, τὸν οἶκον δημεύεσθαι. Μετὰ τὸν Παλλάδιον Γερμανὸς πρεσβύτερος ἅμα Κασιανῷ διακόνῳ τῶν Ἰωάννου, ἄνδρες εὐλαβεῖς, ἐπιδόντες γράμματα παντὸς τοῦ κλήρου Ἰωάννου· ὅπου γράφουσι βίαν καὶ
When a brief space of time had slipped past, there arrived a presbyter of Constantinople, Theotecnus by name, presenting letters of John's synod of a little more than twenty-five bishops; in which they reported both that John had been cast out of the city with military aid and sent into exile at Cucusus, and that the church had been burned down. Giving to him also letters of communion addressed both to Bishop John and to those in communion with him, he exhorted them with tears to be patient, being unable to bring help because certain persons powerful in evil worked against him. A little later there arrived next a mannikin, ugly to behold and ill-natured to comprehend, Paternus by name, calling himself a presbyter of the Church of the Constantinopolitans; who, being wholly frenzied through and through and showing his enmity by his demeanour, pouring out many revilings against Bishop John, handed over letters of a few bishops — Acacius, Paul, Antiochus, Cyrinus, Severian, and certain others — in which they slander John as having burned down the church. So false did the account appear to us that John need not even offer a defence for this at a solemn synod; and Pope Innocent, spitting upon this man in disdain, did not even deign to grant him a written reply. THE BISHOP. Deign, therefore, to lend me your ear, that I may recount each matter to you in detail; for indeed, as Elihu says to Job, The spirit of my belly constrains me (Job 32:18), hinting by belly at a mind filled with words. THE DEACON. It is necessary that you supply me in full, most good Father, with the exact account of the events that have reached us, so that I may thus begin my questioning of you. Again, then, after some days there arrived the Bishop of Synnada, bearing indeed no letters, yet capable of orderly narration; who said that he had fled because of the threat of the imperial edict, which contained the provision: If anyone does not commune with Theophilus and Arsacius and Porphyrius, let such a man be debarred from his episcopate; and further, he also forfeited whatever substance of money or estates he appeared to possess. After Cyriacus there came Eulysius, the Bishop of Apamea in Bithynia, presenting letters of fifteen bishops of John's synod, and of the venerable elder Anysius, the Bishop of Thessalonica, in which the former set forth the past and ongoing plundering of all Constantinople, while the latter declared that he abides by the judgement of the Romans; and Eulysius himself also related things in accord with Cyriacus. When a month's space of days had passed, there arrived Palladius, the Bishop of Helenopolis, without letters, who said that he himself had also fled the madness of the magistrates; and he recounted matters to us more pointedly, displaying a copy of an edict containing the order that the house of anyone concealing a bishop or cleric, or receiving in his house at all a communicant of John, be confiscated. After Palladius came Germanus a presbyter together with Cassian a deacon, of John's party, devout men, presenting letters of all John's clergy; wherein they write that violence and
Notes, col. 13

On the reading

Printed ει, for εἰ.

Printed μακρυθυμεῖν, for μακροθυμεῖν.

Printed ἐπασκόπου, for ἐπισκόπου.

Printed καλογήρω, for καλογήρου.

PG 47:14Read from the page
τυραννίδα ὑπομεμενηκέναι αὐτῶν την Ἐκκλησίαν, τοῦ ἐπισκόπου αὐτῶν στρατιωτικῇ βοηθείᾳ ἐκβληθέντος, καὶ εἰς ἐξορίαν πεμφθέντος κατὰ συσκευὴν Ἀκακίου Βεροίας, καὶ Θεοφίλου Ἀλεξανδρείας, καὶ Ἀντιόχου Πτολεμαΐδος, καὶ Σευηριανοῦ Γαβάλων· ἐν οἷς καὶ βρέβιον ἐπέδειξαν οἱ προειρημένοι, ὅπου τὰ κειμήλια παραδιδόασιν ὑπὸ μάρτυσι τοῖς δικασταῖς, Στουδίου ἐπάρχου πόλεως, καὶ Εὐτυχιανοῦ τῶν πραιτωρίων, καὶ Ἰωάννου κόμητος θησαυρῶν, καὶ Εὐσταθίου κυαίστορος, καὶ ταβελλαρίου, ἔν τε χρυσῷ καὶ ἀργύρῳ καὶ ἀμφίοις, ἀποτριψάμενοι τοῦ ἐπισκόπου Ἰωάννου τὴν συκοφαντίαν. Μετὰ τούτους ἦλθε Δημήτριος ἐκ δευτέρου, ὁ ἐπίσκοπος Πισινούντων, περιδραμὼν τὴν Ἀνατολὴν, καὶ κηρύξας την Ῥωμαίων κοινωνίαν τὴν πρὸς τὸν ἐπίσκοπον Ἰωάννην μετὰ γραμμάτων τοῦ πάπα Ἰννοκεντίου, ἐνεγκὼν καὶ γράμματα τῶν ἀπὸ Καρίας ἐπισκόπων, ὅπου ἀσπάζονται τὴν Ἰωάννου κοινωνίαν, καὶ τῶν ἀπὸ Ἀντιοχείας πρεσβυτέρων, ὅπου ἐπισπῶνται τὴν τῶν Ῥωμαίων εὐταξίαν, καὶ ἀποδύρονται τὴν Πορφυρίου χειροτονίαν, ἀθέσμως καὶ ἀνοσίως γεγενημένην. Μεθ' οὓς πάντας ἐλήλυθεν ὁ πρεσβύτερος Δομιτιανὸς, οἰκονόμος τῆς Κωνσταντινουπολιτῶν Ἐκκλησίας, καὶ Οὐαλλαγᾶς τις, πρεσβύτερος Νισίβιος, διηγούμενος τῶν μοναστηρίων τῶν ἐν Μεσοποταμίᾳ τὸν ὀδυρμὸν, ἐπιδόντες καὶ ὑπομνήματα Ὀπτάτου τινὸς ἐπάρχου, ὅπου κόσμιαι γυναῖκες ἐκ γένους ὑπάτων, ἄγονται δημοσίᾳ ὄψει πρὸς αὐτὸν, διάκονοι τῆς Κωνσταντινουπολιτῶν Ἐκκλησίας, ἀναγκαζόμεναι ἢ κοινωνῆσαι Ἀρσακίῳ, ἢ δοῦναι πρὸς διακοσίας λίτρας χρυσίου ταῖς ταμειακαῖς ψήφοις. Περὶ δὲ ἀσκητῶν καὶ παρθένων τί δεῖ καὶ λέγειν; οἵτινες ἐπεδείκνυντο ξεσμὸν πλευρῶν ἐπὶ ξύλου καὶ αἰκισμὸν ὤτων· ὡς μηκέτι καρτερήσαντα τὸν πάπαν Ἰννοκέντιον, ἀποστεῖλαι πρὸς τὸν εὐσεβῆ βασιλέα Ὁνώριον, ὑποτάξαντα κατὰ μέρος τῶν γραμμάτων τὴν δύναμιν. Ἐν οἷς κινηθεῖσα αὐτοῦ ἡ εὐσέβεια, προστάσσει σύνοδον συγκροτηθῆναι τῶν Δυτικῶν, καὶ κοινῇ μίαν ἐξενεγκόντας ψῆφον ἀνενεγκεῖν ἐπὶ τὴν αὐτοῦ εὐσέβειαν. Οἵτινες ἐπίσκοποι τῆς Ἰταλίας συναχθέντες, παρακαλοῦσι τὸν βασιλέα γράψαι τῷ ἑαυτοῦ ἀδελφῷ καὶ συμβασιλεῖ Ἀρκαδίῳ, προστάξαι ἐν Θεσσαλονίκῃ γενέσθαι σύνοδον, ὥστε δυνηθῆναι εὐκόλως ἀμφότερα συνδραμεῖν τὰ μέρη Ἀνατολῆς τε καὶ Δύσεως, πρὸς τὸ τελείαν γενομένην σύνοδον, οὐκ ἐν ποιότητι ἀριθμοῦ, ἀλλ' ἐν ποιότητι γνώμης, ἀναμφίλεκτον ἐξενεγκεῖν ψῆφον. Ἐξ ὧν πυρωθεῖσα αὐτοῦ ἡ εὐσέβεια, τῷ μὲν ἐπισκόπῳ Ῥώμης ἐπιστέλλει πέμψαι ἐπισκόπους μὲν πέντε, πρεσβυτέρους δὲ δύο Ῥώμης, διάκονον δὲ ἕνα, ὥστε διακομίσαι αὐτοῦ τὴν πρὸς τὸν ἀδελφὸν ἐπιστολὴν, ἥτις ἐπιστολὴ περιεῖχε τὴν δύναμιν ταύτην·
tyranny had been endured by their Church, their bishop having been cast out with military aid and sent into exile through the intrigue of Acacius of Beroea, and Theophilus of Alexandria, and Antiochus of Ptolemais, and Severian of Gabala; among which matters the aforesaid men also exhibited an inventory, wherein they hand over the treasured vessels before the judges as witnesses — Studius Prefect of the City, and Eutychianus Prefect of the Praetorians, and John Count of the Sacred Largesses, and Eustathius Quaestor, and the registrar — both in gold and silver and vestments, wiping away the slander against Bishop John. After these men Demetrius came a second time, the Bishop of Pisinus, having traversed the East and proclaimed the communion of the Romans with Bishop John by means of letters of Pope Innocent, bringing also letters of the bishops from Caria, wherein they embrace John's communion, and of the presbyters from Antioch, wherein they draw to themselves the good order of the Romans and bewail the ordination of Porphyrius, unlawfully and unholily carried out. After all these there came the presbyter Domitianus, steward of the Church of the Constantinopolitans, and a certain Vallagas, presbyter of Nisibis, recounting the lamentation of the monasteries in Mesopotamia, presenting also official records of a certain prefect Optatus, wherein noble women of consular lineage, deaconesses of the Church of the Constantinopolitans, are led before him in public sight, being compelled either to commune with Arsacius, or to pay nearly two hundred pounds of gold by fiscal decrees. And concerning ascetics and virgins what need is there even to speak? who displayed the laceration of their ribs upon the rack and the mutilation of their ears; so that Pope Innocent, enduring it no longer, sent word to the pious Emperor Honorius, appending point by point the substance of the letters. Moved thereby, his piety commands that a synod of the Westerners be convened, and that having jointly brought forth a single verdict they refer it to his piety. When these bishops of Italy had assembled, they entreat the Emperor to write to his own brother and co-emperor Arcadius to command that a synod take place in Thessalonica, so that both parts, of East and of West, might easily concur, to the end that the synod, becoming complete not in quality of number, but in quality of judgement, might deliver an indisputable verdict. Kindled thereby, his piety writes to the Bishop of Rome to send five bishops, two presbyters of Rome, and one deacon, so as to convey his letter to his brother, which letter contained this substance:
« Τρίτον γράφω πρὸς τὴν σὴν ἡμερότητα, ἀξιῶν ἵνα διορθώσεως τύχῃ τὰ κατὰ τὴν συσκευὴν τοῦ ἐπισκόπου Ἰωάννου τῆς Κωνσταντινουπολιτῶν, καὶ ὡς ἔοικεν οὐκ ἤνυσται. Ὅθεν πάλιν ἐπέστειλα διὰ τῶν ἐπισκόπων καὶ πρεσβυτέρων, πάνυ φροντίζων τῆς ἐκκλησιαστικῆς εἰρήνης, δι' ἧς καὶ ἡ ἡμῶν εἰρηνεύεται βασιλεία, ἵνα καταξιώσῃς προστάξαι ἐν Θεσσαλονίκῃ συνελθεῖν τοὺς τῆς Ἑῴας ἐπισκόπους. Καὶ γὰρ οἱ τῆς ἡμετέρας Ἑσπερίας ἐπίσκοποι, ἐκλεξάμενοι ἄνδρας ἀκλινεῖς πρὸς κακίαν καὶ ψεῦδος, ἀπεστάλκασιν ἐπισκόπους μὲν πέντε, πρεσβυτέρους δὲ δύο, διάκονον δὲ ἕνα τῆς μεγίστης Ἐκκλησίας Ῥωμαίων. Ὧν φροντίσαι παντοίαις τιμαῖς καταξίωσον, ἵν', εἰ μὲν πει-
" For the third time I write to your clemency, requesting that matters concerning the intrigue against John, Bishop of the Constantinopolitans, receive correction, and as it seems this has not been accomplished. Wherefore I have sent word again through the bishops and presbyters, taking earnest thought for ecclesiastical peace, through which our empire also is kept in peace, that you may deign to command the bishops of the East to assemble at Thessalonica. For indeed the bishops of our West, having chosen men unswerving in the face of malice and falsehood, have dispatched five bishops, two presbyters, and one deacon of the greatest Church of the Romans. Deign to care for them with honours of every kind, so that, if on the one hand being per-
Notes, col. 14

On the reading

Printed την, for τὴν.

PG 47:15Read from the page
σθέντες ὅτιπερ δικαίως ἐκβέβληται ὁ ἐπίσκοπος Ἰωάννης, διδάξωσί με ἀποστῆναι τῆς αὐτοῦ κοινωνίας· ἢ ἐλέγξαντες ἐθελοκακοῦντας τοὺς τῆς Ἀνατολῆς ἐπισκόπους, ἀποστρέψωσί σε τῆς αὐτῶν κοινωνίας. Τίνα γάρ ἐστιν ἃ φρονοῦσι περὶ τοῦ ἐπισκόπου Ἰωάννου οἱ Δυτικοὶ, ἐκ πασῶν τῶν ἐπιστολῶν τῶν πρός με γραφεισῶν ὑπέταξα δύο, ἰσοδυναμούσας ταῖς πάσαις, τὴν ἐπιστολὴν τοῦ Ῥώμης καὶ τοῦ Ἀκυληΐας. Τοῦτο δὲ παρακαλῶ τὴν σὴν ἡμερότητα πρὸ πάντων, καὶ ἄκοντα τὸν Ἀλεξανδρείας Θεόφιλον παραστῆναι δικαίωσον, δι' ὃν μάλιστα λέγεται ἅπαντα τὰ κακὰ γεγενῆσθαι· ἵνα εἰς μηδὲν ἡ τῶν παραγενομένων ἐπισκόπων ἐμποδισθεῖσα σύνοδος, τὴν πρέπουσαν τοῖς καιροῖς ἡμῶν ειρήνην βραβεύσῃ. »
suaded that Bishop John has been justly cast out, they may instruct me to withdraw from his communion; or, if they convict the bishops of the East of acting wilfully amiss, they may turn you away from their communion. For as to what the Westerners think concerning Bishop John, out of all the letters written to me I have subjoined two, equivalent in force to them all, the letter of the Bishop of Rome and that of the Bishop of Aquileia. And this before all else I entreat of your clemency: judge right that Theophilus of Alexandria, even against his will, present himself, through whom chiefly all the evils are said to have come about; so that the synod of the assembled bishops, hindered in nothing, may award the peace befitting our times. "
ΚΕΦ. Δʹ. — Λαβόντες τοιγαροῦν οἱ περὶ τὸν ἅγιον ἐπίσκοπην Αἰμίλιον Βενεβενδοῦ καὶ Κυθήγιον καὶ Γαυδέντιον σὺν Οὐαλεντινιανῷ καὶ Βονιφατίῳ τοῖς πρεσβυτέροις τὰ γράμματα τοῦ τε Ἰννοκεντίου καὶ τῶν Ἰταλῶν ἐπισκόπων, Χρωματίου Ἀκυληΐας, καὶ Βενερίου Μεδιολάνων, καὶ τῶν λοιπῶν, καὶ ὑπομνηστικὸν τῆς συνόδου πάσης Δύσεως, δημοσίοις συνθήμασιν ἀπεστάλησαν εἰς τὴν Κωνσταντινούπολιν σὺν τοῖς περὶ Κυριακὸν καὶ Δημήτριον καὶ Παλλάδιον καὶ Εὐλύσιον τοὺς ἐπισκόπους. Εἶχε δὲ τὸ ὑπομνηστικὸν, μὴ δεῖν εἰσελθεῖν Ἰωάννην εἰς κρίσιν, ἐὰν μὴ πρότερον ἀποκατασταθῇ αὐτῷ ἥ τε Ἐκκλησία καὶ ἡ κοινωνία, ἵν' εἰς μηδὲν ἔχων ὑπερτίθεσθαι, αὐθαίρετος εἰσέλθῃ εἰς τὸ συνέδριον. Ἀπελθόντες οὖν εἰς τὴν Κωνσταντινούπολιν, ὑπέστρεψαν μετὰ τέσσαρας μῆνας, διηγούμενοι Βαβυλώνια πράγματα, ὅτι Κατεσχέθημεν παραπλέοντες τὴν Ἑλλάδα Ἀθήναζε ὑπὸ χιλιάρχου τινὸς δυστήνου, ὃς ἐξαυτῆς συνέζευξεν ἡμῖν ἑκατοντάρχην ἕνα, μὴ συγχωρήσας ἡμῖν παραβαλεῖν τῇ Θεσσαλονίκῃ· ἐκεῖ γὰρ αὐτῶν ἦν ὁ σκοπὸς πρῶτον ἀποδοῦναι τὰ γράμματα Ἀνυσίῳ τῷ ἐπισκόπῳ. Ἐμβαλὼν οὖν ἡμᾶς, φησὶν, εἰς δύο πλοῖα, ἐξέπεμψεν. Ἐπιγενομένου δὲ βιαίου νότου, ἄσιτοι διὰ τριῶν ἡμερῶν διαπλεύσαντες τὸ κατὰ τὸν Αἰγῶνα πέλαγος καὶ τὰ στενὰ, δωδεκάτην ὥραν τῇ τρίτῃ ὡρμίσαμεν πρὸ τῆς πόλεως πλησίον τῶν Βίκτορος προαστείων· ἐν ᾧ κατασχεθέντες τόπῳ ὑπὸ τῶν τοὺς λιμένας πραττόντων, ἀπήλθομεν εἰς τὰ ὀπίσω· τίνος δὲ κελεύσαντος οὐκ ἔγνωμεν· καὶ συγκλεισθέντες εἰς φρούριον τῆς Θρᾴκης παραθαλάσσιον, Ἀθύραν καλούμενον, ἐκεῖθέν τε στρεβλωθέντες, οἱ μὲν Ῥωμαῖοι ἐν οἰκίσκῳ ἑνὶ, καὶ ἐν διαφόροις οἱ περὶ Κυριακὸν, ὡς μηδὲ παῖδα ἔχειν εἰς ὑπηρεσίαν· καὶ ἀπαιτούμενοι τὰ γράμματα, οὐ δεδώκαμεν, εἰπόντες, ὅτι Πῶς οἷόν τέ ἐστι πρεσβευτὰς ἡμᾶς ὄντας μὴ αὐτῷ τῷ βασιλεῖ ἐπιδοῦναι τὰ τοῦ βασιλέως γράμματα καὶ τῶν ἐπισκόπων; Ὡς οὖν ἐμένομεν μὴ διδόντες, πρώτου ἐλθόντος Πατρικίου νοταρίου πρὸς ἡμᾶς, ἔπειτά τινων ἑτέρων, τελευταῖον ἦλθέ τις ἀφηγούμενος ἑνὸς ἀριθμοῦ, Οὐαλλεριανὸς ὀνόματι, Καππαδόκης, καὶ κλάσας τὸν ἀντίχειρα τοῦ ἐπισκόπου Μαριανοῦ, ἀφεῖλεν ἐσφραγισμένην τὴν ἐπιστολὴν τοῦ βασιλέως σὺν ταῖς λοιπαῖς ἐπιστολαῖς. Ἐπιγενομένης οὖν δευτέρας ἡμέρας, ἀπέστειλαν πρὸς ἡμᾶς, εἴτε οἱ τῆς τοῦ βασιλέως αὐλῆς, εἴτε οἱ περὶ Ἀττικὸν, ἀγνοοῦμεν (αὐτὸς γὰρ ελέγετη ἐπιπεπηδηκέναι τῷ θρόνῳ τῆς Ἐκκλησίας), ἐπιδιδόντες ἡμῖν νομίσματα τρισχίλια, ἀξιοῦντες πεισθέντας ἡμᾶς κοινωνῆσαι τῷ Ἀττικῷ, παρασιωπήσαντας τὴν Ἰωάννου δίκην. Οἷς μὴ πεισθέντες, ἐμένομεν προσευχόμενοι, πρὸς τὸ μηδὲν εἰρηνικὸν ἀνύειν, ἀκινδύνως καταλαβεῖν ἡμῶν τὰς Ἐκκλη-
Chapter IV. — Having received, accordingly, those around the holy Bishop Aemilius of Beneventum, and Cythegius, and Gaudentius, together with Valentinianus and Boniface the presbyters, the letters both of Innocent and of the Italian bishops — Chromatius of Aquileia, and Venerius of Milan, and the rest — and a memorandum of the synod of the entire West, were dispatched by public post-warrants to Constantinople along with Bishops Cyriacus, Demetrius, Palladius, and Eulysius. Now the memorandum contained the instruction that John ought not to enter into trial unless both his Church and his communion were first restored to him, so that, having nothing whereby to delay, he might of his own free will enter into the council. Having departed, therefore, to Constantinople, they returned after four months, recounting Babylonian deeds: We were detained while sailing past Greece towards Athens by a certain wretched military tribune, who at once attached to us a single centurion, not permitting us to put in at Thessalonica; for there their aim was first to deliver the letters to Bishop Anysius. Putting us aboard two vessels, then, he says, he sent us off. When a violent south wind came on, after sailing without food for three days across the Aegean sea and the straits, at the twelfth hour on the third day we moored before the city near the suburbs of Victor; and being detained at that place by those in charge of the harbours, we departed backwards, though at whose command we did not know; and being shut up in a maritime fortress of Thrace called Athyra, and tormented from there, the Romans in a single small chamber and those with Cyriacus in diverse ones, so as not even to have a servant for attendance; and when asked for the letters, we did not give them up, saying: How is it possible, when we are envoys, that we should not deliver to the Emperor himself the letters of the Emperor and of the bishops? As we continued refusing to give them up, after Patricius a notary had first come to us, and then certain others, last of all there came someone commanding a single military unit, Valerianus by name, a Cappadocian, and breaking the thumb of Bishop Marianus, he took away under seal the letter of the Emperor along with the remaining letters. When the second day came on, they sent to us — whether those of the Emperor's court or those around Atticus, we do not know (for he himself was said to have leapt upon the throne of the Church) — offering us three thousand gold pieces, and asking that we be persuaded to commune with Atticus, passing over John's case in silence. Not being persuaded by them, we remained in prayer that, in view of accomplishing nothing peaceful, we might without danger reach our Chur-
Notes, col. 15

On the reading

Printed ειρήνην, for εἰρήνην.

Printed ἐπίσκοπην, for ἐπίσκοπον.

Printed ελέγετη, for ἐλέγετο.

PG 47:16Read from the page
σίας, τὴν τοιαύτην ὁρῶντες ἀνημερότητα. Τοῦτο καὶ τοῦ Σωτῆρος Θεοῦ διαφόροις ἀποκαλύψεσιν αὐτοὺς φωτίσαντος, ὡς καὶ τῷ διακόνῳ τοῦ ἁγίου Ἐμμελίου Παύλῳ, ἀνδρὶ πραϋτάτῳ καὶ σώφρονι, ὀφθῆναι ἐν τῷ πλοίῳ τὸν μακάριον Παῦλον τὸν ἀπόστολον λέγοντα αὐτῷ· Βλέπετε πῶς περιπατεῖτε· μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοὶ, εἰδότες, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν· αἰνιττομένου τοῦ ὀνείρου τὴν πολύτροπον αὐτῶν ἀπάτην, τήν τε διὰ δώρων καὶ κολακείας, ἐπὶ παραχαράξει τῆς ἀληθείας. Ἐπιστὰς οὖν ὁ αὐτὸς, φησὶν, Οὐαλλεριανὸς ὁ χιλίαρχος ἐνέβαλεν ἡμᾶς εἰς σαθρότατον πλοῖον, ὡς ἐθρυλλεῖτο, δοὺς τὴν τιμὴν τῷ ναυκλήρῳ ἐπισκόπων τῆς ἀπωλείας τῶν ἐμπλεόντων, ἅμα εἴκοσι στρατιώταις ἐκ τάξεων διαφόρων, παραχρῆμα ἐξέωσεν τῶν Ἀθύρων. Διαπλεύσαντες οὖν ἱκανοὺς σταδίους, καὶ μέλλοντες ἀπόλλυσθαι, προσωρμίσαμεν τῇ Λαμψάκῳ· κἀκεῖθεν ἀμείψαντες τὴν ὁλκάδα, κατήχθημεν τῇ εἰκοστῇ ἐν Ὑδροῦντι τῆς Καλαβρίας. Οὐκέτι δὲ ἡμῖν εὗρον εἰπεῖν ἐν τίσιν ὁ μακάριος ἐπίσκοπος Ἰωάννης, ἢ ποῦ νῦν οἱ ἐπίσκοποι οἱ περὶ Δημήτριον καὶ Κυριακὸν καὶ Εὐλύσιον καὶ Παλλάδιον σὺν τοῖς ἡμετέροις ἐπισκόποις τὴν πρεσβείαν στειλάμενοι. Ὁ ἘΠΙΣΚ. Δεῦρο δὴ λοιπὸν, ἱερώτατε, ὑπόσχου μοι τὸν νοῦν, προσέχων σαφῶς τοῖς λεγομένοις, καὶ καθεξῆς σοι γνωρίσω πάσης τραγῳδίας τοὺς ἐν μέσῳ σατυρικοὺς θορύβους, πόθεν τε τῆς μέθης ἤρξαντο, καὶ μέχρι τίνος ἔδοξαν παύεσθαι, οὐδέπω δὲ πέπαυνται. Ἡ μὲν ἁπάντων τῶν κακῶν, ὡς ἂν εἴποι τις, πηγὴ ἢ ἀρχή ἐστιν ὁ μισόκαλος δαίμων, ἀεὶ ἀντιπράττων ὡς λύκος ταῖς τοῦ Χριστοῦ λογικαῖς ἀγέλαις, λυμαινόμενος μὲν ἀφειδῶς τοὺς ἐμπείρους τῶν ἀγελοκόμων πάθεσι πολυτρόποις, καθάπερ ὁ βασιλεὺς τῶν Αἰγυπτίων τοὺς ἄρρενας τῶν Ἰουδαίων, λιπαίνων δὲ ταῖς ἀπάταις τῶν ἐπὶ τῆς γῆς ἡδονῶν τοὺς φένακας τῶν ψευδοποιμένων. Οἱ δὲ μετὰ ταῦτα τῆς πονηρᾶς πηγῆς ὀχετοὶ, ὡς ἅπας ὁ περίγειος ἐπίσταται χῶρος, εἰσὶν Ἀκάκιος καὶ Ἀντίοχος καὶ Θεόφιλος καὶ Σευηριανὸς, οἱ λεγόμενοι μὲν ὃ μή εἰσιν, ὄντες δὲ ὃ λέγεσθαι οὐκ ἀνέχονται· τοῦ δὲ τάγματος τῶν κληρικῶν πρεσβύτεροι δύο, διάκονοι δὲ πέντε, οἱ μὲν ἐξ ἀκαθάρτου, οἱ δὲ ἐκ κακωτικοῦ ἀριθμοῦ συναγόμενοι· οὐκ οἶδα δὲ εἰ ἀκίνδυνον τοὺς τοιούτους λέγειν πρεσβυτέρους ἢ διακόνους· τῆς δὲ τοῦ βασιλέως αὐλῆς δύο ἢ τρεῖς μόνοι, οἳ καὶ ἐνεύρωσαν τοὺς περὶ Θεόφιλον, στρατιωτικῇ βοηθείᾳ συνεπαγωνιζόμενοι· γυναικῶν δὲ πρὸς ταῖς φημιζομέναις τρεῖς, χῆραι μὲν, ἀνδρόπλουτοι δὲ, ἐπ' ὀλέθρῳ τῆς ἑαυτῶν σωτηρίας τὰ ἐξ ἁρπαγῆς χρήματα κεκτημέναι, ταραξάνδριαι καὶ ἀνασείστριαι· Μάρσα Προμότου γυνὴ, καὶ Καστρικία ἡ Σατορνίνου, καὶ Εὐγραφία, ἀμφιμανής τις· τὰ δὲ λοιπὰ αἰδοῦμαι καὶ λέγειν. Αὗται καὶ οὗτοι νωθροκάρδιοι ὄντες ἐν τῇ πίστει, καθάπερ φάλαγξ οἰνομανὴς, εἰς μίαν συναχθέντες μισοδιδασκαλίας γνώμην, χείμαρρον ἀπωλείας κατὰ τῆς ἐκκλησιαστικῆς εἰρήνης εἰργάσαντο. Ὁ ΔΙΑΚ. Τοιγαροῦν προθυμήθητι, Πάτερ, ἐπὶ μαρτυροῦντος τοῦ Θεοῦ εἰπεῖν ἡμῖν, πόθεν τε τούτων τὸ πρὸς αὐτὸν μῖσος, καὶ τίς φιλονεικία τοῦ ἐπισκόπου Ἰωάννου λυπῆσαι τοσαύτας ἀξίας· ὁμοῦ δὲ γνώρισον ἡμῖν, πόθεν τε ἤρξατο τοῦ βίου, καὶ πῶς ἤχθη εἰς Κωνσταντινουπόλεως ἐπισκοπὴν, καὶ πόσον ἐκράτησε χρόνον, καὶ ὁποῖον τὸ τούτου ἦθος, καὶ τίς ἡ τοῦ βίου κατάλυσις, εἴ γε κεκοίμηται, ὡς ἀκούομεν. Εἰ καὶ ταμάλιστα διὰ πάντων τρέχει θαυμασία καὶ ἐνάρετος μνήμη τοῦ ἀνδρὸς, ἀλλ' ὅμως σύνηθές μοι
ches, seeing such savagery. And when God the Saviour also enlightened them concerning this through various revelations, even to Paul, the deacon of the holy Emmelius, a most meek and prudent man, the blessed Apostle Paul appeared aboard the ship, saying to him: Look carefully how you walk, not as unwise, but as wise, knowing that the days are evil (Eph. 5:15-16); the dream hinting at their manifold deceit, both through gifts and through flattery, for the counterfeiting of the truth. Coming upon us, therefore, he says, the same military tribune Valerianus cast us into a most rotten vessel — having given the shipmaster, as was rumoured, the price for the destruction of the bishops sailing aboard — together with twenty soldiers from various ranks, and forthwith drove us out of Athyra. Having sailed across a good many stades, then, and being on the point of perishing, we put in at Lampsacus; and changing our merchant vessel from there, we landed on the twentieth day at Hydruntum in Calabria. Nor were they able any longer to tell us in what circumstances the blessed Bishop John was, or where the bishops around Demetrius and Cyriacus and Eulysius and Palladius, who had set out on the embassy with our bishops, now were. THE BISHOP. Come now, most sacred sir, pledge me your mind, attending closely to what is spoken, and in order I shall make known to you the public satyric tumults of the whole tragedy, both whence they began their drunkenness, and up to what point they seemed to cease, though they have not yet ceased. The fountain or origin, as one might say, of all evils is the good-hating demon, who ever works like a wolf against Christ's rational flocks, unsparingly harrying the experienced tenders of the flocks with manifold sufferings, just as the king of the Egyptians did the male children of the Jews, while fattening with the deceits of earthly pleasures the impostors among false shepherds. And after these things the channels of the evil fountain, as the entire earthly realm knows, are Acacius and Antiochus and Theophilus and Severian, who are called what they are not, while being what they cannot endure to be called; and from the order of clerics two presbyters and five deacons, some gathered from an impure and others from a maleficent band — and I do not know whether it is safe to call such men presbyters or deacons; and from the Emperor's court two or three only, who also braced those around Theophilus, fighting alongside them with military aid; and among women, besides those widely talked of, three, widows indeed, yet wealthy from their husbands, possessing money gotten from rapine to the ruin of their own salvation, stirrers up of men and agitators: Marsa the wife of Promotus, and Castricia the wife of Saturninus, and Eugraphia, a woman raving on all sides; and the rest I am ashamed even to speak of. These women and these men, being sluggish of heart in the faith, having banded together like a wine-crazed phalanx into a single mind of hatred of sound teaching, wrought a torrent of destruction against ecclesiastical peace. THE DEACON. Be eager, therefore, Father, with God as witness, to tell us both whence arose their hatred against him, and what contentiousness of Bishop John grieved such great dignities; and at the same time make known to us both whence he began his life, and how he was led to the episcopate of Constantinople, and how long a time he held it, and what manner of character was his, and what was the departure of his life, if indeed he has fallen asleep, as we hear. Although above all a wonderful and virtuous memory of the man runs through all, nevertheless it is customary with me