Migne Reading Room

PG 47 · cols. 525–530 · Read from the page

Exhortatory oration to Stagirius the ascetic vexed by a demon, three books

Exhortatory oration to Stagirius the ascetic vexed by a demon, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:525Read from the page
τες ὁμοῦ ἅτε παρθένον οὖσαν, καὶ τῷ νυμφίῳ προσεδρεύουσαν ἀπερισπάστως · τότε σε οὐχ οἱ οἰκεῖοι μόνον, ἀλλὰ καὶ Ἕλληνες, καὶ Ἰουδαῖοι, καὶ πᾶν τὸ τῶν ἀνθρώπων ἀποδέξεται γένος. Ὥστε εἰ δόξαν ζηλοῖς, ταύτην ὅδευε τὴν ὁδὸν, μὴ τὴν ἐναντίαν · τότε σε οὐκέτι τὴν τοῦ δεῖνος καλέσουσι καὶ τοῦ δεῖνος, ἀλλὰ τὴν τοῦ Χριστοῦ · τούτου δὲ κόσμος ἕτερος ἴσος οὐκ ἄν σοί ποτε γένηται παρ' οὐδενός. Ἦ μικρὰ ταῦτα. εἰπέ μοι, καθ' ἑκάστην ᾀδόμενά τε καὶ περιφερόμενα τὴν ἡμέραν, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίαις, καὶ ἐν ἑτέραις πόλεσιν, Ἡ δεῖνα, κόρη τε οὖσα καὶ νέα κομιδῇ καὶ σφόδρα εὐπρόσωπος, πολλοὺς, εἴ γε ἤθελεν, ἐπισπάσασθαι δυναμένη προστάτας, οὐκ ἠθέλησεν, ἀλλ' εἵλετο πᾶν ὁτιοῦν ὑπομεῖναι καὶ παθεῖν, ἢ τὴν τοῦ Χριστοῦ προδοῦναι φιλίαν, καὶ τὸ τῆς σωφροσύνης ἄνθος ἀφανίσαι ; Μακαρία εἶ, καὶ δὶς, καὶ τρὶς, καὶ πολλάκις · ὅσων ἀπολαύσεται ἀγαθῶν, οἷον δέξεται στέφανον, ὅσον καρπώσεται μισθὸν, πρὸς αὐτὰς ἁμιλλωμένη τὰς ἀσωμάτους δυνάμεις ! Ταῦτα καὶ τὰ τοιαῦτα περὶ αὐτῆς πάντες ἐροῦσι, καὶ εἰς ζῆλον ταῖς ἑαυτῶν θυγατράσι πρηθήσουσι · κἂν κοσμίως βιοῦσάν τις προτρέψαι, καὶ διεφθαρμένην σωφρονίσαι βουληθείη, τὰ ταύτης ἐγκώμια πάλιν ἅπαντες εἰς μέσον οἴσουσιν · οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ κἂν ἁπλῶς περὶ παρθενίας γίνηται λόγος, καὶ οὕτως αὐτὴν ἅπαντες ἐπαινέσονται, οὐχ οἱ κοσμίως ζῶντες μόνον, ἀλλὰ καὶ ἐκεῖνοι οἱ σπουδάσαντες, καὶ πάντα πράξαντες, ὥστε αὐτὴν ἑλεῖν, εἶτα καταφρονηθέντες καὶ ὑπεροφθέντες. Καὶ αὕτη μὲν τοσαύτης, καὶ πολλῷ πλείονος τῆς εἰρημένης ἀπολαύσεται δόξης · ἡ δὲ ἔχουσα τοὺς συνοικοῦντας, τῶν ἐναντίων ἁπάντων. Καὶ πρῶτον μὲν, ὅταν κατηγορῆται παρά τινων ἡ παρθενία μιαρῶν, ἥξουσι μὲν εἰς μνήμην ἀμφότεραι ἐν τοῖς τοιούτοις συλλόγοις, ἀλλ' ἡ μὲν τὰ τῶν ἀπολογουμένων, ἡ δὲ τὰ τῶν κατηγορούντων ἀνοίγουσα στόματα. Ἔπειτα, ὅταν σωφρονισθῆναί τινα καὶ ῥυθμισθῆναι δέῃ, αὕτη μὲν καθάπερ φάρμακον ἐπιστύφον, καὶ σηπεδόνα ἀναστέλλειν δυνάμενον, εἰς μέσον ἄγεται, καὶ τὸ τοῦ διδασκάλου στόμα κοσμεῖ · ἐκείνη δὲ μετὰ τῆς καταισχυνθείσης ἕστηκε, κἂν μὴ παρῇ, κολαζομένη καὶ καταισχυνομένη. Ἀνάγκη γὰρ καθ' ἑκάστην διαμαρτάνουσαν κατηγορεῖσθαι ταύτην καὶ καταισχύνεσθαι πάλιν. Καὶ ὅπουπερ ἂν περὶ τοῦ πράγματος τούτου γίνηται λόγος, ὥσπερ ἐκείνη μακαρία, οὕτως ἀθλία αὕτη καὶ ταλαίπωρος, καὶ πάντα τὰ τοιαῦτα ἀκούσεται · καὶ ὥσπερ ἐκείνην οὐχ οἱ εἰδότες μόνον, ἀλλὰ καὶ οἱ ἀγνοοῦντες, καὶ μηδὲν εὐεργετηθέντες ᾄδουσι καὶ ἀνυμνοῦσιν, οὕτω καὶ ταύτην οἵ τε εἰδότες, οἵ τε ἀγνοοῦντες, οἵ τε μηδὲν παθόντες κακὸν κακίζουσι καὶ διαβάλλουσιν. Οἱ μὲν γὰρ ὀρθῶς βιοῦντες, οὐ παρὰ τῶν γνωρίμων μόνον, ἀλλὰ καὶ παρὰ τῶν ἀγνώστων, καὶ παρ' αὐτῶν δὲ τῶν ἐχθρῶν ἐπαινοῦνται καὶ θαυμάζονται · οἱ δὲ διεφθαρμένοι καὶ φαῦλοι καὶ παρὰ τῶν φίλων κακίζονται. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας ἔργον ἐστὶ, τὸ τοσαύτην περὶ τὴν ἀρετὴν οἰκειότητα ἡμῖν ἐνθεῖναι, τοσαύτην δὲ περὶ τὴν κακίαν ἀλλοτρίωσιν, ὡς ἐκείνῃ μὲν πάντας ψηφίζεσθαι, καὶ τοὺς μὴ μετιόντας, τὴν δὲ κακίαν καταδικάζειν καὶ τοὺς ἀποστρεφομένους αὐτὴν, καὶ τοὺς διώκοντας. Ὅθεν δῆλον, ὅτι τὰς ἡμελημένας ταύτας οὐχ οἱ εἰδότες μόνον, ἀλλὰ καὶ οἱ ἀγνοοῦντες ἀποστρέφονται, καὶ μάλιστα πάντων αὐτοὶ οἱ συνοικοῦντες. Κἂν γὰρ σφόδρα λέγωσιν ὑμᾶς φιλεῖν καὶ θαυμάζειν, κἂν χάριν ἔχωσιν ὑπὲρ ταύτης τῆς ἡδονῆς, ὑπὲρ αὐτῶν ὧν χαρίζεσθε, πάλιν μισεῖ-
together, inasmuch as you are a virgin and attend upon the Bridegroom without distraction; then not your own household alone, but also Greeks, and Jews, and the whole race of men will welcome you with approval. Consequently, if you emulate glory, travel this road, not the opposite one; then they will no longer call you the woman of such a man and of such a man, but the woman of Christ; and another adornment equal to this could never come to you from anyone. Or are these small things, tell me, sung and carried about every day, both in the market-place, and in houses, and in other cities: Such a woman, though being a maiden and very young and exceedingly comely of face, able, had she wished, to draw many patrons to herself, refused to do so, and chose rather to endure and suffer anything whatsoever than to betray the friendship of Christ and blot out the flower of sobriety? Blessed are you, yea twice, and thrice, and many times! What great good things will she enjoy, what a crown will she receive, how great a reward will she reap, vying with the bodiless powers themselves! These and such things will all say concerning her, and will set them before their own daughters for emulation; and should anyone wish both to urge on a woman living decently and to chasten one who has been corrupted, all again will bring her praises forward into the midst; and not here alone, but even if discourse be held simply concerning virginity, even so will all praise her, not only those who live decently, but also those very men who were zealous and did everything so as to capture her, and afterwards were despised and disdained. And she indeed will enjoy so great a glory, and far greater than what has been spoken; whereas she who has men cohabiting with her will meet with the utter opposite of all. First of all, when virginity is accused by certain defiled men, both women will come to remembrance in such gatherings, yet the one opening the mouths of those who defend it, the other those of the accusers. Next, when some woman needs to be brought to sobriety and regulated, this one, like an astringent medicine able to check putrefaction, is brought into the midst and adorns the teacher's mouth; whereas that one stands alongside her who has been put to shame, even though she be not present, punished and put to shame. For of necessity, upon each woman who goes astray, this one is accused and put to shame again. And wherever discourse takes place concerning this matter, just as that one is called blessed, so will this one be called wretched and miserable, and all such things; and just as not only those who know that one, but also those who do not know her and have received no benefit from her, sing and hymn her, so also this one both those who know her, and those who do not know her, and those who have suffered no harm revile and slander. For those who live uprightly are praised and admired not only by their acquaintances, but also by strangers, nay even by their enemies themselves; whereas the corrupt and base are reviled even by their friends. And this too is a work of God's providential care, namely to implant in us so great an affinity towards virtue, and so great an alienation towards vice, that all cast their vote for the former, even those who do not pursue it, while vice is condemned both by those who turn away from it and by those who chase after it. Whence it is plain that not only those who know these neglectful women, but also those who do not know them turn away from them, and most of all the cohabiting men themselves. For even though they vehemently say that they love and admire you, even though they feel gratitude for this pleasure, for the very favours you grant, again you are hated
Notes, col. 525

On the reading

Printed πρηθήσουσι, for προθήσουσι.

PG 47:526Read from the page
σθε κατὰ τὸ συνειδὸς τὸ ἐκείνων, ὅταν ποτὲ μικρὸν ἀνενεγκόντες ἐννοήσωσι τὴν παγίδα, ἐφ' ἧς ἑστήκασι. Τοσοῦτόν ἐστιν ἡ κακία κακόν · καὶ οἱ μάλιστα πάντων θεραπευόμενοι παρ' ὑμῶν, οὗτοι μάλιστα πάντων εἰσὶν οἱ καταγινώσκοντες · ἐπειδὴ καὶ μάλιστα πάντων τὰ ὑμέτερα ἴσασιν, εἰς τὰ ἐνδότατα εἰσαχθέντες, καὶ τὰ ἀπόρρητα ὑμῶν ἅπαντα διακωδωνίσαντες. Καὶ ὅτι μισοῦσι δῆλον ἐκεῖθεν · Μυριάκις ἂν εἵλοντο τῆς ψώρας ἀπαλλαγῆναι ταύτης, καὶ τῆς νόσου τῆς χαλεπῆς, τὸ δὲ κωλύον ἡ συνήθεια, καὶ ἡ δοκοῦσά τις εἶναι ἡδονή · ἐπεὶ καὶ ἐκείνου τοῦ νοσήματος εὔχονται μὲν ἀπαλλαγῆναι, καὶ μισοῦσιν αὐτὸ πάντες οἱ ἔχοντες, ἥδονται δὲ ὄντες ἐν αὐτῷ καθάπερ ἐν τούτῳ. Κἂν γὰρ λίαν ἄθλιός τις ᾖ καὶ ταλαίπωρος, οὐκ ἔστιν οὕτω τῶν ἀπεγνωσμένων καὶ σφόδρα τὴν ἑαυτῶν καταισχύνειν ἐπιθυμούντων δόξαν, ὡς ἐθελῆσαι ἐν ἀσχημοσύνῃ ζῆν, καὶ ἐν τοῖς ἁπάντων εἶναι στόμασιν, ἐπὶ κακηγορίᾳ καὶ γέλωτι καὶ ὀνείδεσι, καὶ θέατρον κοινὸν ἐπὶ τῆς ἀγορᾶς γίνεσθαι, πάντων αὐτὸν ἅμα τῷ φανῆναι τοῖς πλησίον δακτυλοδεικτούντων ἐπὶ τοῖς αἰσχίστοις. Καὶ γὰρ οὐδὲ μικρά τις ἀπὸ τῆς ὑποψίας ταύτης ἀηδία τίκτεται τούτοις, καὶ ἐνοχλεῖ τῷ συνειδότι διηνεκῶς ἐγκαθημένη, καὶ σκώληκος παντὸς μονιμώτερον διατιτρῶσα αὐτῶν τὴν διάνοιαν. Εἰ δὲ ἔνθα παρὰ ἀνθρώπων ἕπεται αἰσχύνη, φανερῶς μὲν οὐδὲν λεγόντων, οἴκοι δὲ καὶ καθ' ἑαυτοὺς ἐγκαλούντων, τοσαύτη γίνεται ὀδύνη, ὅταν πρὸς αὐτὸν ἀπέλθωμεν τὸν ὑβρισμένον Νυμφίον, ὅταν καὶ τὰ ἄδηλα εἰς μέσον ἄγηται, ὅταν καὶ καρδίαι ἀναπτύσσωνται καὶ ῥῆμα καὶ σχῆμα καὶ βλέμμα καὶ ἔννοια (τὰ γὰρ τούτων αἰσχρότερα παρίημι) · ὅταν οὖν πάντα ἁπλῶς ἐπὶ τῆς οἰκουμένης ἁπάσης γυμνὰ φαίνηται καὶ τετραχηλισμένα, πόσην ὑποστησόμεθα ἀσχημοσύνην καὶ κόλασιν καὶ τιμωρίαν ! Τότε γὰρ, ἂν μὴ παραστῇ λάμπουσα οὕτως ἡμῶν ἡ ψυχὴ, ὡς εἰκὸς τὴν ἁρμοσθεῖσαν ἐκείνῳ τῷ νυμφίῳ, ἂν μὴ πάσης κηλῖδος καὶ ῥύπου καὶ ῥυτίδος ᾖ καθαρὰ, ἀπολεῖται, καὶ τὰ ἔσχατα πείσεται δεινά. Εἰ γὰρ ὁ τυχὼν μῶμος ἱκανὸς αὐτὴν ἐκβαλεῖν, ὅταν πολὺς ὁ ῥύπος ᾖ, καὶ τοσαύτη ἡ δυσωδία, καὶ μυρία πάντοθεν ἕλκη, τίς αὐτὴν ἐξαιρήσεται τῆς κολάσεως καὶ τῆς τιμωρίας ἐκείνης ; Εἰ γὰρ ἐνταῦθα οὕτω φαῦλον ὄζει παρὰ πᾶσι καὶ ἀηδὲς τῆς τοιαύτης ὁ βίος, ὡς πάντας αὐτὴν ἀποστρέφεσθαι καὶ φίλους καὶ ἐχθροὺς, πῶς τῶν βασιλικῶν ἐπιβῆναι δυνήσεται προθύρων ἀνακεχρωσμένη βορβόρῳ τοσούτῳ ; Οὐχ ὁρᾷς, ὅτι οὐδὲ ἐν οἰκίᾳ ἀνδρὸς ἰδιώτου καὶ εὐτελοῦς ἀνάσχοιτό τις ἂν ὗν ἐγκυλισθέντα βορβόρῳ παραδέξασθαι ἔνδον, ἀλλ' ἀπελαύνουσι καὶ διώκουσιν ἅπαντες, καὶ τὰς θύρας ἀποκλείουσι, καὶ φεύγουσι πόρρω ; Εἰ δὲ ἄλογον ζῶον, καὶ ταῦτα ἐν βορβόρῳ τρεφόμενον, οὐχ ὑπομένουσιν ἄνθρωποι παραδέξασθαι οἴκοι μετὰ κηλῖδος, πῶς εἰς τὰς οὐρανίους σκηνὰς, ἔνθα τοσαύτη λαμπρότης, ἔνθα πάντα φαιδρὰ, ἔνθα φῶς ἀπρόσιτον, ἔνθα ἀστραπῆς πάσης λαμπρότερον ἀπαντῶσι στίλβουσαι αἱ παρθένοι, πῶς δυνήσεταί τις οὕτω ῥυπῶν εἰσελθεῖν ; Αἱ μὴ ἔχουσαι ἔλαιον ἀπεκλείσθησαν τοῦ νυμφῶνος, καὶ πῶς ὑμεῖς προσδοκᾶτε ἐπιβήσεσθαι τῶν ἀδύτων ἐκείνων ; Καὶ γὰρ πολλῷ τοῦτο ἐκείνου χαλεπώτερον τὸ ἁμάρτημα. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἴσον σωματικῆς μὴ μεταδοῦναι τροφῆς, καὶ ψυχὰς ἀπολέσαι πολλάς. Ἐκεῖναι μὲν γὰρ τοὺς πενομένους ἠδίκησαν οὐδέν · ἐπειδὴ δὲ τῶν ἑαυτῶν αὐτοῖς οὐ μετέδωκαν, οὐδὲ ἀπήλλαξαν πενίας, ταῦτα ἔπαθον · σὺ δὲ καὶ ἠδίκησας καὶ ὦσας,
in their conscience, whenever, recovering themselves a little, they bethink themselves of the snare upon which they stand. So great an evil is wickedness; and those most of all courted by you, these most of all are the ones who condemn you, since they also most of all know your affairs, having been admitted into the inmost recesses and having trumpeted abroad all your secrets. And that they hate you is plain from this: ten thousand times would they have chosen to be rid of this scab, and of this grievous disease, and what hinders them is habit and that which seems to be a certain pleasure; since of that malady too all who have it pray indeed to be rid, and hate it, yet take pleasure while being in it, just as in this. For even though someone be exceedingly wretched and miserable, he is not so far among the desperate and those vehemently desiring to put their own reputation to shame as to wish to live in unseemliness, and to be in the mouths of all, under evil-speaking and laughter and reproaches, and to become a public spectacle in the market-place, all men pointing the finger at him to their neighbours over the most shameful things the moment he appears. For no small disgust is begotten in them from this suspicion, and harasses their conscience, sitting continually within and gnawing through their mind more persistently than any worm. And if where shame follows from men, who say nothing openly, yet at home and among themselves lay blame, so great an anguish arises, when we depart to the insulted Bridegroom Himself, when secret things also are brought into the midst, when hearts too are laid open, and word and bearing and glance and thought (for things more shameful than these I pass by)—when, therefore, all things simply appear naked and laid bare before the whole world, how great an unseemliness and punishment and vengeance shall we undergo! For then, unless our soul stands forth shining in such wise as befits her who was betrothed to that Bridegroom, unless she is pure of every stain and filth and wrinkle, she will perish and suffer the utmost terrors. For if any chance blemish suffices to cast her out, when the filth is great, and so great the stench, and ten thousand ulcers on every side, who shall rescue her from that punishment and vengeance? For if here the life of such a woman smells so foul and unpleasant among all that all turn away from her, both friends and enemies, how will she be able to set foot upon the royal vestibules when smeared over with so much mire? Do you not see that not even in the house of a private and humble man would anyone endure to receive a swine rolled in mire within, nay all drive and chase it away, and shut the doors, and flee far off? And if men do not endure to receive at home with a stain an irrational animal, and that too reared in mire, how into the heavenly tabernacles, where there is so great a brightness, where all things are radiant, where there is light unapproachable, where the virgins meet gleaming brighter than all lightning—how will anyone thus befouled be able to enter? Those who had no oil were shut out of the bridal chamber, and how do you expect to set foot in those inmost shrines? For this sin is much grievouser than that. For it is not, it is not equal not to impart bodily nourishment, and to destroy many souls. For those virgins wronged the poor in nothing; yet because they did not impart to them of their own, nor rid them of poverty, they suffered these things; whereas you both wronged and thrust away,
PG 47:527Read from the page
καὶ οὐ μόνον οὐδὲν ὤνησας, ἀλλὰ καὶ τὰ μέγιστα κατέβλαψας. Εἰ δὲ αἱ μὴ ὠφελήσασαι τοσαύτην ἔδωκαν δίκην, καὶ ταῦτα τῆς παρθενίας ἀκεραίου μενούσης · αἱ πρὸς τῷ μηδὲν ὠφελῆσαι καὶ τὰ μέγιστα ἀδικήσασαι αὐτὰς, καὶ τοὺς συνοικοῦντας, καὶ τοὺς σκανδαλισθέντας, καὶ πρὸ τούτων τὸ τοῦ Νυμφίου καθυβρίσασαι ὄνομα, ποίαν ὑποστήσονται τιμωρίαν ; Ἆρα ἴστε, οἷον μεταχειρίζεσθε πρᾶγμα, πρὸς οἷον ἀγῶνα ἀπεδύσασθε, ποῖον ἐλάχετε πολέμου μέρος, οἵαν ἐκληρώθητε τοῦ στρατοῦ τάξιν ; Παρ' αὐτὸν τὸν τοῦ πολέμου στρατηγὸν, μᾶλλον δὲ παρ' αὐτὸν ἐσκήνωσθε τὸν βασιλέα, καὶ στρατεύεσθε. Καθάπερ οὖν ἐν τοῖς πολέμοις τὸ στρατόπεδον ἅπαν οὐχ ἕνα τόπον ἀπηλαμβάνει, ἀλλ' οἱ μὲν τὰ κέρατα ἔχουσι τῆς παρατάξεως, οἱ δὲ τὰ μέσα, καὶ οἱ μὲν τὰ ὀπίσω, οἱ δὲ τὸ μέτωπον κατακοσμοῦσι τῆς φάλαγγος, ἄλλοι δὲ οὗπερ ἂν ὁ βασιλεὺς φαίνηται, πανταχοῦ μετ' αὐτοῦ φαίνονται καὶ συμπαραθέουσιν · οὕτω δὴ καὶ ὁ τῶν παρθένων χορὸς, ὅταν παρθένων ᾖ χορὸς, οὐδεμίαν ἄλλην ἀλλ' ἢ ταύτην τὴν τάξιν εἴληχεν. Οὐχ οὕτως οἱ τὰ χρυσᾶ φοροῦντες ἱμάτια, καὶ ἐφ' ἵππων χρυσοφορούντων φερόμενοι, καὶ ἀσπίδας βαστάζοντες χρυσᾶς καὶ λιθοκολλήτους, τοῦ βασιλέως τὴν παρουσίαν ἐμφαίνειν ὀφείλουσιν, ὡς ἡ παρθένος τὴν τοῦ Χριστοῦ. Ἐκεῖνοι μὲν γὰρ παρ' αὐτὸ φαίνονται τοῦ βασιλέως τὸ ὄχημα τὸ βασιλικὸν, αὕτη δὲ καὶ ὄχημα γίνεται βασιλικὸν, καθάπερ τὰ χερουβὶμ, ἂν ἐθέλῃ, καὶ παρέστηκεν αὐτῷ καθάπερ τὰ σεραφίμ.
and not only did you benefit them in nothing, but you even wrought the greatest harm. Now if those women who did no benefit paid so great a penalty, and that too while their virginity remained unimpaired, what punishment will those undergo who, in addition to doing no benefit, wrought the greatest wrong to themselves, and to the men cohabiting with them, and to those who were scandalized, and before all these insulted the name of the Bridegroom? Do you know what sort of affair you have in hand, for what sort of contest you have stripped yourselves, what part of the war you have obtained by lot, to what rank of the army you have been assigned? Beside the very general of the war—rather, beside the King Himself—have you pitched your tent, and do campaign. Just as in wars, therefore, the whole camp does not occupy one single place, but some hold the wings of the battle-line, others the centre, and some the rear, while others adorn the front of the phalanx, and others, wherever the king appears, everywhere appear with him and run beside him; even so the choir of virgins also, when it is truly a choir of virgins, has obtained none other than this rank. Not thus ought those who wear golden garments, and are borne upon gold-caparisoned horses, and carry shields of gold set with precious stones, to declare the presence of the king, as the virgin ought to declare that of Christ. For those men appear beside the king's royal chariot itself, whereas she, if she wills, even becomes a royal chariot, like the cherubim, and stands beside Him like the seraphim.
ζʹ. Δεῖ τοίνυν αὐτὴν εἰς ἀγορὰν ἐμβάλλουσαν, ὥσπερ ἄγαλμα φιλοσοφίας ἁπάσης φαίνεσθαι, καὶ πάντας ἐκπλήττειν, ὡς ἄγγελον ἐξ οὐρανοῦ καταβάντα νῦν · καὶ ὡσανεὶ τῶν χερουβὶμ αὐτῶν ἓν ἐπὶ τῆς γῆς ἐφάνη, πάντας ἀνθρώπους ἐπέστρεψε πρὸς ἑαυτὸ, οὕτω καὶ τὴν παρθένον τοὺς ὁρῶντας ἅπαντας εἰς θαῦμα καὶ ἔκπληξιν τῆς ἁγιωσύνης αὐτῆς ἐμβάλλειν δεῖ. Ὅταν γὰρ βαδίζῃ μὲν ὥσπερ δι' ἐρημίας, καθέζηται δὲ ἐν ἐκκλησίᾳ μετὰ σιγῆς βαθυτάτης, τὸ δὲ ὄμμα μηδένα τῶν παρόντων ὁρᾷ, μὴ γυναικῶν, μὴ ἀνδρῶν, ἀλλ' ἢ τὸν Νυμφίον μόνον, ὥσπερ παρόντα καὶ φαινόμενον · ἂν χωρῇ δὲ οἴκαδε, πάλιν τούτῳ διαλεχθεῖσα ἐν εὐχαῖς, καὶ τῆς αὐτοῦ μόνης ἀκούσασα φωνῆς διὰ τῶν Γραφῶν · γενομένη δὲ ἐπὶ τῆς οἰκίας, τὸν ποθούμενον ἀναλογίζηται μόνον, κἂν ξένη καὶ πάροικος ᾖ καὶ παρεπίδημος, καὶ πάντα ποιῇ, ὡς εἰκὸς τὴν ξένην τῶν ἐνταῦθα πραγμάτων, καὶ μὴ μόνον ἀρρένων ὄψεις φεύγῃ, ἀλλὰ καὶ γυναικῶν συνουσίαν τῶν βιωτικωτέρων, καὶ τοσαῦτα τῷ σώματι διακονῆται, ὅσα ἀνάγκη μόνον, τὸ δὲ πᾶν εἰς τὴν τῆς ψυχῆς ἐπιμέλειαν ἀναλίσκῃ. τίς οὐ θαυμάσεται ; τίς οὐκ ἐκστήσεται, ἐν γυναικείᾳ φύσει πολιτείαν ἀγγελικὴν ὁρῶν ; τίς δὲ ὅλως τολμήσειε προσελθεῖν ; τίς δὲ ἅψασθαι ἕλοιτο πεπυρωμένης ψυχῆς ἄνθρωπος ὤν ; Διὰ δὴ τοῦτο πάντες μὲν ἀποστήσονται ἑκόντες καὶ ἄκοντες, πάντες δὲ ἐκπλαγήσονται, ἅτε χρυσίον πεπυρωμένον καὶ ἀποστίλβον ὁρῶντες. Ἔχει μὲν γὰρ καὶ αὐτὴ ἡ τοῦ χρυσίου φύσις πολλὴν τὴν λαμπηδόνα · ὅταν δὲ καὶ τὴν ἀπὸ τοῦ πυρὸς προσλάβῃ, μεῖζον τὸ θαῦμα γίνεται καὶ φοβερώτερον. Εἰ δὲ ἐπὶ σώματος τοῦτο, ὅταν ἐπὶ χρυσῆς τοῦτο συμβαίνῃ ψυχῆς, οὐκέτι ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἀγγέλοις ποθεινὸν ἔσται θέαμα. Τί τοίνυν κοσμεῖς σεαυτὴν ἱματίοις, τὸν ἀπὸ τῆς φλογὸς ταύτης ἔχουσα κόσμον ; Καὶ γὰρ τὰ ἱμάτια οὐχ ἵνα καλλωπιζώμεθα δέδοται, ἀλλ' ἵνα τὴν ἀπὸ τῆς γυμνότητος αἰσχύνην κρύπτωμεν · οὐχ ἵνα τοιαῦτα ἐνδυώμεθα, ἃ τῶν γυμνῶν μᾶλλον ἡμᾶς καταισχῦναι δυνήσεται. Διὰ τοῦτο καὶ τὸν Ἀδὰμ χιτῶνας δερμα-
7. When she steps into the market-place, therefore, she must appear like a statue of all philosophy, and strike all with amazement, like an angel descended just now out of heaven; and just as if one of the cherubim themselves had appeared upon the earth and turned all men towards itself, so too must the virgin cast all who see her into wonder and amazement at her holiness. For when she walks as though through a wilderness, and sits in church with deepest silence, and her eye looks at none of those present, neither of women nor of men, save the Bridegroom alone, as though present and visible; and if she withdraws homeward, having conversed again with Him in prayers and having heard His voice alone through the Scriptures; and when she has come into the house, ponders upon the Beloved alone, and though she be a stranger and sojourner and pilgrim, does all things as befits one who is a stranger to the affairs here, and flees not only the sights of males, but also the company of the more worldly women, and ministers to the body only so much as necessity requires, while spending her all upon the care of her soul, who will not marvel? Who will not stand amazed, beholding an angelic way of life in a woman's nature? And who at all would dare to approach? Who, being a man, would choose to touch a fire-enkindled soul? On this account all will stand aloof, willingly and unwillingly, and all will be struck with amazement, as though beholding gold enkindled with fire and flashing forth. For the very nature of gold possesses great radiance even of itself; and when it takes to itself that from the fire also, the wonder becomes greater and more fearful. And if this is so in a bodily substance, when this happens in a golden soul, it will be a spectacle desirable no longer to men alone, but also to angels. Why then do you adorn yourself with garments, when you have the adornment from this flame? For garments were given not that we might deck ourselves out, but that we might hide the shame of nakedness; not that we might put on such things as will be able to put us to shame more than those who are naked. On this account God clothed Adam also in tunics of skin,
Notes, col. 527

On the reading

Printed ἀπηλαμβάνει, for ἀπολαμβάνει.

PG 47:528Read from the page
τίνους ἐνέδυσεν ὁ Θεὸς, καὶ τὴν ἐκείνου γυναῖκα. καίτοι γε ἐνῆν, εἴπερ ἠβούλετο, καλὰ περιθεῖναι ἱμάτια · ἀλλ' ἄνωθεν ἡμῖν καὶ δι' ἐκείνων δείκνυσιν ὅτι οὐ τρυφῆς ὁ παρὼν καιρὸς, ἀλλὰ τοῦ στένειν καὶ κόπτεσθαι. Εἰ δὲ αὐτὸ τὸ δεηθῆναι περιβολῆς αἰσχύνη καὶ κατάγνωσις καὶ ἐξ ἁμαρτίας γέγονε, τί τῆς κατηγορίας ἐπιτείνεις τὸ αἴνιγμα ; μὴ γὰρ οὐκ ἀρκεῖ δεῖξαι τὴν κατάπτωσιν ἡμῶν αὐτὸ τὸ δεηθῆναι σκέπης ; τί μείζονα ποιεῖς τὴν διαβολήν ; τί τὴν κατηγορίαν αὔξεις, ἐπιτείνουσα τὴν χρείαν ; Δέον γὰρ ὀδύρεσθαι καὶ στένειν, καὶ τὸ σῶμα αὐτὸ ἀποθέσθαι κατὰ τὸν Παῦλον · ἡμεῖς δὲ καθήμεθα περὶ τὰ σκεπάσματα αὐτοῦ φιλοτεχνοῦντες, ὥσπερ ἂν εἴ τις οἰδήματα περὶ τὴν ὄψιν ἔχων, καὶ εἰς ἀνάγκην τοῦ σκέπειν αὐτὰ καταστὰς, ἔτι καὶ καλλωπίζοι τὰ καλύμματα ταῦτα. Διὰ τοῦτο Ἠλίας, διὰ τοῦτο Ἰωάννης ἁπλῆν εἶχον ἐσθῆτα, δερματίνους χιτῶνας καὶ ἱμάτια τρίχινα περιβαλλόμενοι · ἠπείγοντο γὰρ καὶ ἐπεθύμουν τὸ ἔνδυμα τῆς ἀφθαρσίας λαβεῖν. Σὺ δὲ καὶ τὰς ἐν σκηνῇ παρατρέχεις γυναῖκας τῇ τῶν ἱματίων περιεργίᾳ, δι' ἐκείνων τοῖς ἀνεπτερωμένοις τῶν νέων τιθεῖσα τὰς μηχανάς. Οὐχ οὕτω σε κοσμεῖσθαι καὶ καλλωπίζεσθαι βούλεται ὁ Νυμφίος, ἀλλ' ἐν τῇ ψυχῇ σου πᾶσαν ἀποκεῖσθαι αὐτοῦ τὴν δόξαν ἐκέλευσε · σὺ δὲ ἐκείνης μὲν ἀμελοῦσα, τὸν πηλὸν καὶ τὴν τέφραν κατακοσμεῖς ποικίλως, καὶ ἐραστὰς ἕλκεις ἀκολάστους, καὶ μοιχοὺς ἐργάζῃ τοὺς ὁρῶντας, ὡς εἰπεῖν, ἅπαντας. Καὶ ὅτι μὲν πολὺ συνάγεις ἐντεῦθεν τὸ πῦρ, οὐδὲ αὐτὴν οἶμαί σε ἀντερεῖν · ὅτι δὲ καὶ ἀδοξία καὶ ὄνειδος ἐντεῦθεν ἕψεται, καὶ τοῦτο πειράσομαι ποιῆσαι φανερὸν ἀπ' αὐτῶν τῶν ἐραστῶν. Ὅταν γὰρ ἡ μὲν τὴν ψυχὴν καλλωπίζουσα τὸν Θεὸν ἔχῃ τοῦ κάλλους ἐραστὴν, σὺ δὲ ἀνθρώπους, μᾶλλον δὲ οὐδὲ ἀνθρώπους, ἀλλὰ χοίρους καὶ κύνας, καὶ εἴ τι τούτων ἀλογώτερον, τίς οὕτως ἀνόητος, ὡς σὲ μᾶλλον ἐκείνης κεκοσμῆσθαι φάναι τῆς τὸν Θεὸν εἰς ἐπιθυμίαν ἀγούσης τῆς εὐμορφίας τῆς ἔνδον ; Ὥστε ὅσῳ ἂν ἐπιτείνῃς τὴν περιεργίαν, τοσούτῳ γέγονας βδελυκτὴ, τὸν μὲν Θεὸν ἀποτρέπουσα, τούτους δὲ ἐφελκομένη, καὶ ταύτῃ μειζόνως αἰσχροτέρα φαινομένη καὶ δυσειδής. Πῶς γὰρ οὐ δυσειδὴς ἡ μὴ δυναμένη τὸν Θεὸν ἐπισπάσασθαι ; Εἰ δὲ ἡ καλλωπιζομένη οὕτως ἀηδὴς, ἡ καὶ συνοικοῦντα ἔχουσα ἐννόησον ὅσον ἐπιτείνει τὸ μῖσος.
and his wife too. Yet it was possible, had He wished, to put fair garments around them; but from of old even through those He shows us that the present season is not for luxury, but for groaning and beating the breast. And if the very standing in need of a covering has come to pass as shame and condemnation and out of sin, why do you intensify the token of accusation? Does not the very needing of shelter suffice to show our downfall? Why do you make the reproach greater? Why do you increase the accusation by intensifying the need? For whereas we ought to lament and groan, and put off the body itself according to Paul, we sit devising elaborate artifice concerning its coverings, just as if someone having swellings upon his face, and brought under the necessity of covering them, should besides even deck out these bandages. On this account Elijah, on this account John had simple raiment, wrapping themselves in tunics of skin and garments of hair; for they hastened and longed to receive the robing of incorruption. You, however, outstrip even women on the stage in extravagance of garments, setting your engines through them for fluttering youths. Not thus does the Bridegroom will you to be adorned and decked out, nay He commanded all His glory to be laid up in your soul; whereas you, neglecting her, variously deck out clay and ashes, and draw licentious lovers, and make adulterers of all who see you, so to speak. And that you gather much fire hence, I do not think even you yourself will gainsay; and that disrepute and reproach also will follow hence, this too I shall endeavour to make manifest from the lovers themselves. For when she who decks out her soul has God as lover of her beauty, while you have men—nay rather not even men, but swine and dogs, and whatever is more witless than these—who is so senseless as to say that you have been adorned more than she who leads God to desire of her inward comeliness? Consequently, the more you intensify your extravagance, the more abominable have you become, turning God away while drawing these towards you, and in this way appearing far more shameful and unsightly. For how is she not unsightly who is unable to draw God to herself? And if she who decks herself out is thus unpleasant, consider how much she who also has a man cohabiting with her intensifies the hatred.
ηʹ. Ἀλλ', εἰ δοκεῖ, μὴ τὴν συνοίκησιν εἴπωμεν μόνον, ἀλλὰ καὶ ἀναπτύξωμεν αὐτὴν, ὥστε αἰσχροτέραν φανῆναι. Ἐπειδὴ γὰρ οὐ δεδοίκασι τὸν ἀκοίμητον ὀφθαλμὸν, ἀλλ' οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων, τοῦτο φόβος αὐτοῖς, φέρε καὶ ταύτης αὐτοὺς ἀποστερήσωμεν τῆς παραμυθίας, ἃ κρύπτουσι τοῖχοι καὶ συσκιάζουσι, ταῦτα εἰς μέσον ἀγαγόντες, καὶ τὰς θύρας ἀναπετάσαντες τοῖς βουλομένοις ὁρᾷν, ἀπὸ τῆς εὐνῆς αὐτοὺς πρῶτον ἐγείραντες · μᾶλλον δὲ, εἰ δοκεῖ, τὰ κατὰ τὴν οἰκίαν ἐξετάσωμεν πρῶτον, καὶ δῶμεν τοίχοις αὐτοὺς διείργεσθαι καὶ οἰκήμασι καθεύδοντας · οὐδὲ γὰρ οἶμαί τινα, κἂν σφόδρα ἀσχημονεῖν ἕλοιτο, μέχρι τοσούτου παραδειγματίζειν ἑαυτὸν, ὡς καὶ ἐν ἑνὶ καθεύδειν οἰκήματι. Ἔστωσαν τοίνυν διῃρημένοι τοῖς τοίχοις · καὶ τί τοῦτο ; οὐ γὰρ ἱκανὸν ἀπαλλάξαι ὑποψίας αὐτούς · πλὴν ἀλλὰ μηδὲν περὶ ὑποψίας νῦν, μηδὲ ἐὰν μυρίαι παιδίσκαι συνοικῶσιν αὐτῷ · τὴν δὲ ἄλλην ἀσχημοσύνην ἐξετάσωμεν τέως. Συμβαίνει γὰρ κατὰ ταυτὸν ἀναστάντας, οὐ παννυχίδων ἕνεκεν (οὐδὲν γὰρ ἀπὸ τῶν τοιούτων ψυχῶν εὐλαβὲς ἄν ποτε γένοιτο), καὶ διοδεύειν ἀλλήλους κειμένους, καὶ προσφθέγγεσθαι νύκτωρ · οὗ τί γένοιτ' ἂν αἰσχρότερον ; Εἰ δὲ συμβαίη καὶ ἀῤῥωστῆσαι ἄφνω τὴν συνοι-
8. Yet, if it seems good, let us not merely name the cohabitation, but also unfold it, so that it may appear more shameful. For since they do not fear the sleepless Eye, whereas the eyes of men—this is their fear, come let us deprive them of this consolation also, bringing into the midst the things which walls hide and shadow over, and flinging wide the doors to those who wish to look, rousing them first from their couch; or rather, if it seems good, let us examine first the matters within the house, and grant that while sleeping they are parted by walls and chambers; for I do not think anyone, even should he choose to act very unseemlily, would make an example of himself to such a point as even to sleep in a single chamber. Let them, therefore, be divided by walls; and what of that? For it is not sufficient to rid them of suspicion; howbeit, let us say nothing concerning suspicion now, not even if ten thousand maidservants dwell in the house with him; let us meanwhile examine the other unseemliness. For it happens that, rising at the same time—not for the sake of all-night vigils (for nothing reverent could ever come from such souls)—they both pass by one another as they lie, and address one another by night; than which what could be more shameful? And should it happen also that the woman cohab-
PG 47:529Read from the page
κοῦσαν, οὐδὲ τοίχων ἐνταῦθα ὄφελος λοιπὸν, ἀλλὰ διαναστὰς πρὸ τῶν ἄλλων ἐπεισέρχεται κειμένῃ τῇ παρθένῳ, τὴν ἀῤῥωστίαν ἔχων ἀπολογίαν, καὶ τῶν θεραπαινίδων πολλάκις ὀκνηρότερον διακειμένων, καὶ παρακάθηται, καὶ τὰ ἄλλα ἐπιμελεῖται, ἃ γυναῖκας μόνον πολλάκις θέμις διακονεῖν, καὶ οὔτε ἐκείνη αἰσχύνεται, ἀλλὰ καὶ ἐγκαλλωπίζεται, οὔτε οὗτος ἐρυθριᾷ, ἀλλὰ καὶ χαίρει μειζόνως, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τὴν δουλείαν αἰσχρότερον ἐπιδείκνυται · καὶ ἡ ἀποστολικὴ ῥῆσις ἐκείνη ἡ λέγουσα ὅτι, Ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, διὰ τῶν ἔργων δείκνυται τότε. Ὅταν δὲ καὶ αἱ θεραπαινίδες διαναστῶσι, χείρων ἡ αἰσχύνη · καὶ γὰρ ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καὶ μονοχίτωνες, καὶ γυμναῖς ταῖς χερσὶν, ἅτε τεθορυβημέναι καὶ ἐν νυκτὶ διανιστάμεναι, διατρέχουσι παρόντος ἐκείνου, μᾶλλον δὲ ἐν μέσῳ στρεφομένου καὶ συνδιαθέοντος, ἅπαντα ἀναγκάζονται πληροῦν · οὗ τί γένοιτο ἂν αἰσχρότερον ; Εἰ δὲ καὶ μαῖα παραγένοιτο, οὐδ' οὕτως ἐπαισχύνεται, ἀλλὰ καὶ κορῶν ἀλλοτρίων ἐπιουσῶν ἐναβρύνεται. Εἰς ἓν γὰρ ὁρᾷ μόνον, ὅπως ἐπιδείξαιτο τῇ ἀῤῥωστούσῃ τὴν ἑαυτοῦ διακονίαν, οὐκ εἰδὼς ὅτι ὅσῳ ἂν ἐπιδείξηται, τοσούτῳ μᾶλλον καὶ αὐτὴν κἀκεῖνον καταισχύνει. Καὶ τί θαυμαστὸν εἰ παραγενομένην μὴ ἐρυθριᾷ ; πολλάκις γὰρ καὶ μέσων νυκτῶν οὐκ ὀκνοῦσι, θεραπαινίδων εὐτελεστέρων ἔργον ποιοῦντες, ἐπ' αὐτὴν τὴν μαῖαν δραμεῖν · ὅταν δὲ παραγένηται, νῦν μὲν αὐτὸν ἐκβάλλουσι καὶ ἄκοντα, κἂν λίαν ἀναίσχυντος ᾖ, νῦν δὲ ἐπιτρέπουσιν εἰσελθεῖν καὶ παρακαθίσαι · καίτοι τί ἄν τις, κἂν μυρία ἐπιτηδεύσῃ ὥστε καταισχῦναι αὐτὸν, τοιοῦτον ποιήσειεν ἂν, οἷον αὐτὸς κατασκευάζει ἑαυτῷ ; Ὅταν δὲ ἡμέρα γένηται, καὶ τῆς εὐνῆς ἀμφοτέρους ἐξανίστασθαι δέῃ, φυλακαὶ καὶ παρατηρήσεις. Οὔτε γὰρ προελθεῖν εἰς τὸ ἐξώτερον δωμάτιον ἀδεῶς αὐτὴ δύναιτ' ἄν · πολλάκις δὲ προελθοῦσα, ἴσως καὶ γυμνῷ τῷ σώματι προσπεσοῦσα τοῦ ἀνδρός · κἀκεῖνος αὐτὸ τοῦτο ὑφορώμενος νῦν μὲν προαγγείλας εἰσῆλθε, νῦν δὲ ἀφυλάκτως, καὶ πολὺν ὤφλησε γέλωτα · πλέον γὰρ οὐδὲν εἰπεῖν βούλομαι. Ταῦτα δὲ, εἰ καὶ μικρὰ, μεγάλους ἄνθρακας ἀσελγείας τίκτειν εἴωθε. Καὶ ταῦτα μὲν ἐπὶ τῆς οἰκίας, καὶ πλείονα τούτων · ὅταν δὲ εἰς ἀγορὰν ἐμβαλὼν ἐπανιέναι μέλλῃ, μείζων ἡ ἀσχημοσύνη πάλιν. Ἅτε γὰρ εἰς ἰδίαν εἰσιὼν οἰκίαν, καὶ οὐκ ἀναγκαζόμενος παραγγεῖλαι, παρακαθημένας εὑρὼν γυναῖκας κατῄσχυνεν ἐκείνην · καὶ αὐτὴ δὲ τὸ αὐτὸ πέπονθε πολλάκις. Καὶ γυναῖκας μὲν γυνὴ δέξασθαι αἰσχρὸν εἶναι νενόμικε, καὶ ἄνδρας ὁ ἀνήρ · ἀλλήλοις δὲ συνοικεῖν οὐ παραιτοῦνται, παραιτούμενοι ἀλλήλων τοὺς ὁμοφύλους ξενίσαι. Τί τούτου χεῖρον γένοιτ' ἄν ; Ἔστι δὲ ὅτε αὐτὸν καὶ γυναικὶ εὗρον παρακαθήμενον μηρυομένῃ, ἢ καὶ ἠλακάτην ἐχούσῃ. Τί ἄν τις εἴποι τὰς ὕβρεις, τὰς μάχας τὰς καθημερινάς ; κἂν γὰρ πολλὴ ἡ φιλία ᾖ, καὶ ταῦτα συμβαίνειν εἰκός. Ἤκουσα δὲ ἔγωγέ τινων, ὅτι καὶ ζηλοτυπίας ὑπομένουσιν · ἔνθα γὰρ μὴ ᾖ ἀγάπη πνευματικὴ, ἀνάγκη καὶ τοῦτο γίνεσθαι. Ἐντεῦθεν τὰ πτώματα τὰ συνεχῆ, ἐντεῦθεν αἱ διαφθοραὶ, ἐντεῦθεν ἀνελεύθεροι καὶ ἀναίσχυντοι γίνονται αἱ παρθένοι, κἂν μὴ διαφθαρῶσι τὸ σῶμα, τὸ ἦθος διαφθειρόμεναι. Ὅταν γὰρ μετὰ παῤῥησίας μάθῃ διαλέγεσθαι ἀνδρὶ, καὶ συγκαθέζεσθαι, καὶ ἀντιβλέπειν, καὶ γελᾷν παρόντος, καὶ πολλὰ ἕτερα ἀσχημονεῖν, καὶ μηδὲν ἡγεῖται τοῦτο εἶναι δεινὸν, ἀναιρεῖται τὸ καταπέτασμα τῆς παρθενίας, καὶ πα-
iting with him suddenly falls ill, neither is there any profit in walls henceforth, nay, rising up before the others, he enters in upon the virgin as she lies, having her illness as his excuse, and while the maidservants are often more sluggishly disposed, he sits beside her and takes care of all the other matters which it is often lawful for women alone to minister; and neither is she ashamed—nay, she even plumes herself upon it—nor does he blush, nay, he even rejoices all the more, and so much the more in proportion as he displays his servitude more shamefully; and that apostolic saying which declares that their glory is in their shame is then shown forth through their deeds. And when the maidservants also rise up, the shame is worse; for with head uncovered, and in a single tunic, and with bare arms, as is natural when thrown into confusion and rising up at night, they run to and fro in his presence—rather, while he moves about in their midst and runs to and fro with them, they are compelled to perform all things; than which what could be more shameful? And should a midwife also arrive, not even thus is he ashamed, nay, even when stranger maidens come in besides he prides himself upon it. For he looks to one thing alone, namely how he might display his ministry to the sick woman, not knowing that the more he displays it, the more does he put both her and himself to shame. And what wonder if he does not blush when the midwife has arrived? For often even at midnight they do not hesitate, performing the work of the meaner maidservants, to run for the midwife herself; and when she arrives, now they cast him out even against his will, however exceedingly shameless he be, and now they suffer him to enter and sit beside her; and yet what could anyone do, even should he devise ten thousand schemes so as to put him to shame, such as he contrives for himself? And when day comes, and both must rise from their couch, there are watchings and observations. For neither could she fearlessly step forth into the outer chamber; and often, having stepped forth, perhaps even encountering the man's naked body; while he, suspecting this very thing, now entered after giving notice beforehand, and now unguardedly, and incurred great laughter—for I wish to say nothing more. Yet these things, small though they be, are wont to beget great coals of licentiousness. Such things take place at home, and more than these; and when, having stepped into the market-place, he is about to return, the unseemliness again is greater. For entering as into his own house, and under no compulsion to send word beforehand, finding women sitting beside her, he put her to shame; and she too has often suffered the very same thing. A woman has deemed it shameful to receive women, and the man to receive men; yet they do not decline to cohabit with one another, while declining to lodge persons of their own sex. What could be worse than this? And there are times when women have found him sitting beside a woman winding thread or even holding a distaff. Why should one speak of the insults, the daily quarrels? For even though the friendship be great, it is likely that these things too happen. Nay, I for my part have heard from certain persons that they even endure fits of jealousy; for where spiritual love is not present, this too must necessarily come to pass. Hence the continual falls, hence the corruptions, hence the virgins become unfree and shameless, corrupted in character even if they be not corrupted in body. For when she learns to converse boldly with a man, and to sit together with him, and to look him in the face, and to laugh in his presence, and to commit many other unseemlinesses, and deems this nothing dreadful, the veil of virginity is taken away, and tram-
PG 47:530Read from the page
τεῖται τὸ ἄνθος. Ἐντεῦθεν οὐδὲν ὀκνοῦσιν, οὐδὲ παραιτοῦνται, ἀλλὰ καὶ πρόβολοι καὶ προμνήστριαι γίνονται γάμου, καὶ γίνονται κάπηλοι πραγμάτων ἑτέρων, καὶ βουλομένας χηρεύειν πολλὰς κωλύουσι, νομίζουσαι τῶν οἰκείων κακῶν ἀπολογίαν εὑρηκέναι ταύτην · ἐντεῦθεν εὐκαταφρόνητοι πᾶσίν εἰσιν, ἐντεῦθεν καὶ αὐταὶ αἱ γεγαμημέναι αὐτὰς οὐκ ἐπαισχύνονται, ἅτε ἄμεινον αὐτῶν πράττουσαι πανταχοῦ. Πολλῷ γὰρ βέλτιον ἑνὶ καὶ δευτέρῳ συνάπτεσθαι γάμῳ, ἢ τοιαῦτα ἀσχημονεῖν, καὶ προαγωγῶν καὶ μαστροπῶν ὑπόνοιαν λαμβάνειν παρὰ πᾶσιν, ὅτι τῶν ἡδέων ἀποστᾶσα τοῦ γάμου τοῖς φορτικοῖς ἑαυτὴν ὑποβάλλει τοῦ γάμου. Τί γὰρ φορτικώτερον ἢ ἄνδρα ἔχειν καὶ τὰ ἐκείνου μεριμνᾷν ; Ἀπήλλαξέ σε τῆς ἐπαχθείας ταύτης ὁ Θεός · τὸ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει, λέλυταί σοι διὰ τῆς παρθενίας · τί πάλιν ἐπισπᾶσαι τὴν δουλείαν ; Ἐλευθέραν σε ἐποίησεν ὁ Χριστὸς, σὺ δὲ σαυτῇ ῥάπτεις πράγματα · ἀμέριμνόν σε ἐποίησε, σὺ δὲ ἐπινοεῖς φροντίδας.
pled under foot is its flower. Hence they hesitate at nothing, nor do they decline anything, nay, they even become brokers and matchmakers of marriage, and become hucksters of other affairs, and hinder many women who wish to remain in widowhood, supposing that they have found in this a defence for their own evils; hence they are easily despised by all, hence even married women themselves feel no shame before them, inasmuch as they fare better than they in every way. For it is far better to be joined to a first and a second marriage than to act so unseemlily, and to incur among all the suspicion of panders and procuresses, in that having stood aloof from the pleasant things of marriage she subjects herself to the burdensome things of marriage. For what is more burdensome than to have a man and be anxious over his affairs? God rid you of this heaviness; that saying, Towards your husband shall be your recourse, and he shall rule over you, has been loosed for you through virginity; why do you draw servitude upon yourself again? Christ made you free, while you stitch troubles together for yourself; He made you free from anxiety, while you devise cares.
θʹ. Ἀλλὰ γὰρ ἐπειδὴ μερίμνης ἐμνημόνευσα, εὐκαίρως με ταῦτα λέγοντα εἰσῆλθε τὸ ἀποστολικὸν ἐκεῖνο ῥῆμα. Εἰ γὰρ τὸ συνοικεῖν ἀνδράσι γυναῖκας, καὶ γυναιξὶν ἄνδρας, τοῦτο ὑπετέμνετο φροντίδας, οὐκ ἂν ἐπὶ ἐγκράτειαν παρακαλῶν ὁ Παῦλος εἶπε, Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι, ὡς καὶ ταύτῃ προτρέπων ἡμᾶς. Τί γὰρ βούλεσθε ; φησίν · ἀνάπαυσιν, καὶ ἐλευθερίαν ; Εἶτα οὐχ ὁρᾶτε τὸ ἐναντίον ἐκβαῖνον, δουλείαν καὶ μόχθους καὶ ταλαιπωρίας πολλὰς ἀπὸ τοῦ συνοικεῖν ἀνδράσι ; Πολλαὶ γοῦν πολλάκις ἀποβαλοῦσαι τοὺς ἄνδρας διὰ τοῦτο οὐκ ἐγήμαντο πάλιν, ἵνα μὴ ὑπὸ ζυγὸν δουλείας πάλιν ὦσιν. Ὅλως δὲ εἰ πενίᾳ συζῇς, καὶ πανταχόθεν ἀπροστάτευτος εἶ, ἀρετὴν ἐπίδειξαι βίου, καὶ πρὸς ἄνδρα μὲν μηδὲν ἔχε κοινὸν, ἀνάμιξον δὲ σαυτὴν γυναιξὶν εὐσχημόνως βεβιωκυίαις, καὶ οὔτε ἀπολεῖς σου τὸν στέφανον, καὶ ἀδείας ἀπολαύσεις πάσης. Εἰ δὲ δυσπόριστον εἶναι τοῦτο νομίζεις, ζήτησον σπουδαίως, καὶ πάντως εὑρήσεις · μᾶλλον δὲ οὐδὲ ζητεῖν ἀνάγκη. Ὥσπερ γὰρ τῷ φωτὶ προστρέχομεν ἅπαντες, οὕτως ἐὰν λάμψωσί σου τῆς πολιτείας αἱ ἀκτῖνες, πᾶσαι ἐπιδραμοῦνται, ἀγαπῶσαι ἑκάστη διακόνου σοι τάξιν ἐπέχειν, καὶ τῆς ἰδίας οἰκίας ἀσφάλειάν σε ἡγήσεται εἶναι, καὶ κόσμον τοῦ βίου, καὶ στέφανον τῆς ζωῆς κατὰ τὸν τοῦ Χριστοῦ λόγον. Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Νυνὶ δὲ καὶ τοῦ τῶν βιωτικῶν ἐκπίπτειν ἡμεῖς αἴτιοι, τῶν οὐρανίων ἀμελοῦντες πραγμάτων. Ἡμᾶς δὲ ὅταν εἴπω, οὐκ ἄνδρας λέγω μόνον, ἀλλὰ καὶ ὑμᾶς, καὶ ὑμᾶς μᾶλλον ἢ ἄνδρας. Ἐπεὶ καὶ παρὰ τὴν ἀρχὴν διὰ τοῦτο χαλεπωτέραν ἐδέξατο τιμωρίαν ἡ γυνὴ, ἐπειδὴ καὶ τὸ πλέον τῆς ἀπάτης εἰσήνεγκε · διὸ καὶ τὴν ἀπατήσασαν τοῦ ἀπατηθέντος μᾶλλον ἐκόλασεν ὁ Θεός · ὃ καὶ νῦν ἔσται, ἂν μὴ βουληθῆτε διορθώσασθαι, καὶ πρὸς τὴν οἰκείαν ἐπανελθεῖν εὐγένειαν. Διὰ γάρ τοι τοῦτο καὶ ἡ γυνὴ τότε ἐγκαλουμένη, ὅτι τῷ ἀνδρὶ ἔδωκεν ἐκ τοῦ καρποῦ, οὐκ ἐτόλμησεν εἰπεῖν, ὅτι ἐχρῆν μὲν αὐτὸν ἄνδρα ὄντα μὴ πεισθῆναι, μηδὲ ἀπατηθῆναι, ἀλλὰ ταύτην μὲν ὡς οὐδὲν οὖσαν ἀπολογίαν ἐσίγησεν, ἐφ' ἑτέραν δὲ ἦλθεν, ἀσθενῆ μὲν καὶ αὐτὴν, πλὴν ἀλλ' ὅμως παρὰ ταύτην μᾶλλον ἔχουσαν λόγον. Ὅθεν δῆλον, ὅτι μᾶλλον τοῖς ἠπατημένοις ἔξεστι προβάλλεσθαι τοὺς ἀπατεῶνας, ἢ ἐκείνοις τοὺς ἠπατημένους. Ἡ πόρνη καλεῖ τὸν ὑβρίζοντα
9. Now since I made mention of anxiety, that apostolic saying seasonably came into my mind as I spoke these words. For if the cohabiting of women with men, and of men with women, cut off cares, Paul, when exhorting to continence, would not have said, Now I would have you be free from anxiety, urging us on in this way also. For what do you wish? he says; repose, and freedom? Then do you not see the opposite turning out—servitude and toils and many miseries from cohabiting with men? Many women, at all events, having lost their husbands, have often on this account not married again, so that they might not be under a yoke of servitude again. At all events, if you live in poverty and are unprotected on every side, display virtue of life, and have nothing in common with a man, while mingling yourself with women who have lived seemlily, and you will neither lose your crown, and will enjoy all security. And if you suppose this hard to procure, seek earnestly, and you will assuredly find; rather, there is no need even to seek. For just as we all run towards the light, so if the rays of your way of life shine forth, all women will come running, each gladly content to hold the place of a servant to you, and will deem you to be the safety of her own house, and the adornment of her life, and the crown of her existence, according to the word of Christ. For seek, He says, the kingdom of God, and all these things shall be added unto you. Yet at present we ourselves are to blame even for falling short of worldly things, through neglecting heavenly affairs. And when I say we, I do not mean men alone, but you also, and you rather than men. Since at the beginning too on this account the woman received a severer punishment, because she also brought in the greater share of the deceit; wherefore God punished her who deceived more than him who was deceived; which will be so now also, unless you be willing to amend yourselves and return to your own nobility. For on this very account the woman also, when accused at that time because she gave to her husband of the fruit, did not dare to say that he, being a man, ought not to have been persuaded, nor deceived, nay, she kept silence as to this defence as being worthless, and had recourse to another—weak indeed even itself, howbeit possessing more reason in comparison with this one. Whence it is plain that it is more permissible for those who have been deceived to put forward their deceivers as an excuse, than for those deceivers to put forward those who have been deceived. The harlot calls in him who outrages