Migne Reading Room

PG 47 · cols. 519–524 · Read from the page

Exhortatory oration to Stagirius the ascetic vexed by a demon, three books

Exhortatory oration to Stagirius the ascetic vexed by a demon, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:519Read from the page
κοῦμεν, ἀλλὰ κείσθω τέως αὐτὸ πάντων τούτων ὑπερενηνέχθαι τῶν δικτύων, καὶ εἴη πάντοθεν καθαρὸν, καὶ πάσης ἠλευθερώσθω βλάβης, καὶ μενέτω παρθένος ἡ παρθένος· τί τοῦτο πρὸς τὰ εἰρημένα παρ' ἡμῶν; Καὶ γὰρ τὸ δεινότατον τοῦτό ἐστι, καὶ μυρίων γέμον δακρύων, ὅτι τοσοῦτον ὑπέμεινε πόνον πάντοθεν τὸ σῶμα διατηροῦσα ἀκριβῶς, καὶ πάντα τὸν πόνον ἐξεκένωσε, καὶ τὸν μόχθον ἐξέχεε διὰ τῆς εἰς Χριστὸν βλασφημίας, καὶ τῆς σαρκὸς φεισαμένη τῆς δόξης οὐκ ἐφείσατο τοῦ Θεοῦ, ἀλλὰ ὅπως μὲν ἀνέπαφον αὐτῇ μείνῃ τὸ σῶμα, πάντα ἐποίησεν, ὅπως δὲ ἐκεῖνος μὴ ὑβρίζοιτο μηδὲ καταισχύνοιτο παρὰ τοῖς πολλοῖς, οὐδὲ λόγον ἔσχε τινά. Εἴθε μὲν οὖν μὴ πάντα ἔπραττε καὶ ἐπετήδευεν, ἐξ ὧν ἡ τοῦ Θεοῦ διαβάλλεται δόξα! Καὶ πῶς τοῦτο ποιῶ; φησίν. Ἄνδρας ἀποκλείουσα μετὰ σαυτῆς ἐπὶ τῆς οἰκίας, καὶ διαπαντός σοι παρακαθίζουσα. Εἰ γὰρ ἄνδρας ἐπιθυμεῖς ἔχειν συνοικοῦντας, οὐκ ἔδει παρθενίαν ἑλέσθαι, ἀλλ' ἐπὶ τὸν γάμον ἐλθεῖν· πολλῷ γὰρ βέλτιον γαμεῖν ἐκείνως, ἢ παρθενεύειν οὕτως.
over them, rather let it be granted in the meantime that it has risen above all these nets, and let it be pure on every side, and let it stand freed from all harm, and let the virgin remain a virgin: what is that to the things spoken by us? For indeed the most dreadful thing of all, and one fraught with tens of thousands of tears, is this: that she endured so great a toil in guarding her body strictly on every side, and emptied out all her toil and poured away her labour through the blasphemy against Christ, and while sparing her flesh she did not spare the glory of God; rather, she did everything so that her body might remain untouched for her, whereas that He might not be insulted or dishonoured among the many, she took no account whatever. Would that she were not doing and practising everything whereby the glory of God is traduced! And how do I do this? says she. By shutting up men with yourself in your house, and seating them beside you continually. For if you desire to have men dwelling under your roof, you ought not to have chosen virginity, but to have entered into marriage; for it were far better to marry in that way than to practise virginity in this way.
Τὸν μὲν γὰρ τοιοῦτον γάμον οὔτε ὁ Θεὸς καταδικάζει, οὔτε ἄνθρωποι διαβάλλουσι· τίμιον γάρ ἐστι τὸ πρᾶγμα, οὐδένα ἀδικοῦν, οὐδὲ πλῆττον· ἡ δὲ παρθενία αὕτη ἡ μετὰ ἀνδρῶν πορνείας χαλεπώτερον παρὰ πᾶσι διαβέβληται· καὶ τὴν οἰκείαν ἀπολέσασα τάξιν, κάτω που καὶ παρ' αὐτὸ τῆς πορνείας ἐξεκυλίσθη τὸ βάραθρον. Οὔτε γὰρ μετὰ τῶν παρθένων ἀνάσχοιτό τις ἂν ἀριθμῆσαι τὴν μὴ τὰ τοῦ Κυρίου μεριμνῶσαν, ἀλλὰ μυρίους ἐργαζομένην μοιχοὺς, οὔτε μετὰ τῶν γεγαμημένων. Ἐκείνη μὲν γὰρ φροντίζει, ὅπως ἀρέσει ἑνὶ ἀνδρί· σὺ δὲ μυρίοις, καὶ τούτοις οὐ νόμῳ γάμου γνωρίμοις, ἀλλ' ἑτέρῳ τινὶ τρόπῳ διαβεβλημένῳ καὶ κατεγνωσμένῳ παρὰ πάντων. Ὅθεν δέδοικα μὴ τῆς χώρας ἑκατέρας ἐκβληθεῖσα μετὰ τῶν ἠτιμωμένων γυναικῶν φανῇς ταττομένη. Καὶ γὰρ καὶ ἀπὸ τῆς προσηγορίας αὐτῆς, εἴ τις ταῦτα ψηφίσασθαι βούλοιτο, οὐδὲ ἐνταῦθα πάλιν ἀντειπεῖν τι δυνησόμεθα. Ὅταν γὰρ ἢ εἰς ἀγορὰν ἐμβάλωσιν, ἢ λόγος τις οἴκοι περὶ αὐτῶν γίνηται, οἱ διαλεγόμενοι περὶ τῆς ἀτόπου συζυγίας ταύτης, δηλῶσαι βουλόμενοι τὴν τοῦ δεῖνος, οὐ τὴν μητέρα καλοῦσιν, οὐδὲ γὰρ αὐτὸν ἔτεκεν, οὐδὲ τὴν ἀδελφὴν, οὐδὲ γὰρ τὰς αὐτὰς ἔλυσεν ὠδῖνας, οὐδὲ τὴν γαμετὴν, οὐδὲ γὰρ νόμῳ γάμου συνῴκησεν, οὐδὲ ἄλλο τι συγγενείας ὄνομα τῶν συγκεχωρημένων καὶ κατὰ νόμον κειμένων, ἀλλὰ τὸ αἰσχρὸν καὶ καταγέλαστον. Οὐδὲ γὰρ ἂν ἔγωγε ἀνεχοίμην αὐτὸ εἰπεῖν· οὕτω μισῶ καὶ τὴν προσηγορίαν αὐτὴν καὶ ἀποστρέφομαι, καὶ προσίσταταί μοι καὶ ἡ ἐπωνυμία τῆς συνοικήσεως. Ἀλλ' οὐκ ἔτεκες, οὐδὲ ὠδίνησας. Καὶ τί ταύτης τῆς ἀπολογίας αἰσχρότερον; τί δὲ ἀθλιώτερον, ὅταν ἀπὸ τούτων βούληται φαίνεσθαι παρθένος ἡ παρθένος, εἰς ἃ καὶ τῶν πορνευομένων πολλαὶ γυναῖκες ἔχουσι καταφυγεῖν; Ἀλλ' ἐκεῖναι ἑτέρωθεν ἐλέγχονται, φησὶν, ἀσελγαίνουσαι. Πόθεν ἑτέρωθεν, εἰπέ μοι; Ἀπὸ τοῦ σχήματος, ἀπὸ τοῦ βλέμματος, ἀπὸ τοῦ βαδίσματος, ἀπὸ τῶν ἐραστῶν τῶν ἁλισκομένων ταύταις. Καλῶς μὲν ἡμῖν ὑπέγραψας τὸν χαρακτῆρα τῆς πόρνης γυναικός· ἀλλ' ὅρα, μὴ σαυτὴν πρὸ ἐκείνης ἕλῃς τούτοις τοῖς τεκμηρίοις καὶ τοῖς ἐλέγχοις· καὶ γὰρ σὺ τοιούτους σαυτῇ πολλοὺς κατασκευάζεις ἐραστὰς, καὶ διὰ τῶν αὐτῶν δικτύων. Εἰ δὲ μὴ ἵστασαι ἐπὶ τοῦ οἰκήματος καλοῦσα τοὺς παριόντας, ἀλλ' ἔχεις ἔνδον συγκεκλεισμένους διαπαντὸς πολὺ χαλεπώτερον, δι' ἕτερον μὲν οὐδὲν, ἵνα
For such a marriage neither God condemns nor men traduce; for the estate is honourable, wronging no one, nor striking anyone down; whereas this virginity practiced in company with men is traduced among all more severely than fornication, and having lost its own rank, has been rolled down somewhere below, right alongside the very pit of fornication. For no one could endure to number either among virgins or among married women her who does not care for the things of the Lord (1 Cor. 7:34), rather makes tens of thousands of adulterers. For the married woman takes care how she shall please one husband; whereas you strive to please tens of thousands, and men known to you not by the law of marriage, rather in some other way traduced and condemned by all. Wherefore I fear lest, cast out from either estate, you appear ranked among dishonoured women. For indeed even from the very appellation, if one wished to pass judgement on these matters, here too again we shall be unable to say anything in reply. For whenever they step out into the marketplace, or some talk arises about them at home, those who discuss this absurd coupling, wishing to indicate the woman belonging to such-and-such a man, do not call her his mother—for she did not bear him—nor his sister—for she did not unloose the same pangs of birth—nor his wedded wife—for she did not dwell with him by the law of marriage—nor any other permitted and lawfully established name of kinship, rather that shameful and ridiculous name. For I myself could not endure even to utter it: so deeply do I hate and turn away from that very appellation, and the very surname of this cohabitation offends me. Yet you did not bear a child, nor suffer birth-pangs. And what is more shameful than this defence? And what more wretched, when by those very pleas in which even many prostituted women are able to take refuge, the virgin wishes to appear a virgin? Yet those women, says she, are convicted from other signs of living wantonly. From what other signs, tell me? From their demeanour, from their glance, from their gait, from the lovers captured by these lures. Finely indeed have you sketched out for us the character of the harlot; yet see to it lest before her you convict yourself by these very tokens and proofs; for you too manufacture many such lovers for yourself, and through the very same nets. And if you do not stand at the brothel door beckoning to passers-by, yet keep men shut up indoors continually—far more grievously—for no other end than that
PG 47:520Read from the page
δὲ ἡδονὴν πληρώσῃς ἄτοπον τὴν ἐκείνου καὶ τὴν σαυτῆς, οὐ τὴν διὰ τῆς μίξεως λέγω. Ἀλλὰ τί τὸ κέρδος, ὅταν καὶ ἡ διὰ τῶν ὀφθαλμῶν συνουσία τὸ αὐτὸ τοῦτο ἐργάζηται; ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, μηδὲ ταύτην μοιχεύετε τὴν μοιχείαν, τίνος ἕνεκεν αὐτὸν ἔχεις οἴκοι; ποίαν αἰτίαν δικαίαν καὶ εὔλογον ἡμῖν ἐρεῖς; Ἡ μὲν γὰρ γεγαμημένη τὸν γάμον ἐρεῖ, ἡ δὲ πορνευομένη τὴν ἀσέλγειαν· σὺ δὲ, ἡ παρθένος, ποίαν ἡμῖν προβαλῇ πρόφασιν εὐπρόσωπον καὶ δικαίαν;
yet you may fulfil an absurd pleasure—both his and your own, I do not mean that through intercourse. Yet what is the gain, when even the communion through the eyes works this very same thing? Since if it is not this, and you do not commit even this adultery, on what account do you keep him at home? What just and reasonable cause will you tell us? For the married woman will name marriage, and the prostituted woman wantonness; whereas you, the virgin, what specious and just pretext will you put forward to us?
δʹ. Τί γὰρ τοῦτο περιεργάζῃ, φησὶν, ὅταν μὴ συγκαθεύδωσι, μηδὲ συγγένωνται ἡμῖν οἱ συνοικοῦντες, καθάπερ ἐκείναις ἐκεῖνοι; Μάλιστα μὲν καὶ τοῦτο πολλοὶ λέγουσι. Καὶ τί τοῦτο; φησί· κατὰ τῆς ἑαυτῶν κεφαλῆς. Εἰ μὲν κατὰ τῆς ἑαυτῶν κεφαλῆς μόνον, ὕστερον τοῦτο ζητήσομεν. Καὶ ἤδη μὲν γὰρ σαφῶς ἀποδέδεικται, ἡνίκα τοῖς ἀνδράσι διελεγόμεθα, ὅτι οὐχ οἱ κακῶς λέγοντες μόνον, ἀλλὰ καὶ οἱ τὰς αἰτίας παρέχοντες εἰκῆ, τῆς ἐπὶ τῇ κατηγορίᾳ κειμένης εἰσὶν ὑπεύθυνοι τιμωρίας· πλὴν ἀλλὰ τοῦτο μὲν καὶ αὖθις ἀποδείξομεν πάλιν· τέως δ' οὖν σε ἔρωμαι τῆς ὁμοσκηνίας τὴν πρόφασιν ταύτης, τίνα ἂν ἔχοις εἰπεῖν. Ἀσθενής εἰμι, φησὶ, καὶ γυνὴ, καὶ οὐχ ἱκανὴ μόνη ταῖς χρείαις ἀρκέσαι ταῖς ἐμαυτῆς. Καὶ μὴν, ὅτε τοῖς συνοικοῦσιν ὑμῖν ἐνεκαλοῦμεν, τἀναντία λεγόντων ἠκούομεν, ὅτι διὰ τὴν αὐτῶν διακονίαν ὑμᾶς κατέχουσι. Πῶς οὖν αἱ καὶ τοὺς ἄνδρας ἀναπαῦσαι δυνάμεναι ἐκ περιουσίας, ἑαυταῖς γυναιξὶν οὔσαις οὐ δυνήσεσθε βοηθεῖν, ἀλλ' ἑτέρων δεήσεσθε; Καθάπερ γὰρ ἀνδρὶ ἀνὴρ, οὕτω καὶ γυναικὶ γυνὴ ῥᾷον καὶ εὐκολώτερον συνοικήσειεν ἄν· ὅταν δὲ καὶ ἀνδράσιν ἐπιτηδειότεραι πρὸς ὑπηρεσίαν γίνησθε, πολλῷ μᾶλλον ὑμῖν αὐταῖς. Ποῦ γὰρ, εἰπέ μοι, χρήσιμος καὶ ἀναγκαία γένοιτ' ἂν ἡ τοῦ ἀνδρὸς κοινωνία; ποίαν δὲ οὗτος ὑμῖν παρέξει λειτουργίαν, ἣν γυναῖκα οὐ δυνατὸν γυναικὶ παρασχεῖν; ἱστὸν ὑφᾶναι μετὰ σοῦ καὶ νῆσαι κρόκην καὶ στήμονα, οὗτος τῆς γυναικὸς δυνήσεται μᾶλλον; Καὶ μὴν τοὐναντίον ἐστίν. Ὁ μὲν γὰρ, οὐδ' ἂν ἐθέλῃ, μεταχειρίσαι τι τούτων οὐδ' ἂν εἴσεται, πλὴν εἰ μὴ νῦν καὶ τοῦτο αὐτοὺς ἐδιδάξατε, ἀλλὰ τῆς γυναικὸς μόνης τὸ ἔργον ἐστίν. Ἀλλ' ἱμάτιον πλῦναι, καὶ πῦρ ἀνακαῦσαι, καὶ χύτραν ἑψεῖν; Καὶ μὴν ταῦτα οὐκ ἔλαττον, ἀλλὰ καὶ βέλτιον ἀνδρὸς γυνὴ μεταχειρίζεσθαι δύναται. Ποῦ οὖν σοι χρήσιμος ὁ ἀνὴρ, εἰπέ μοι; ὅταν ἀποδόσθαι τι δέῃ καὶ πρίασθαι πάντως; Ἀλλ' οὐδὲ ἐνταῦθα ἔλαττον ἔχει τοῦ ἀνδρὸς ἡ γυνή· καὶ μαρτυρήσειεν ἂν ἡ ἀγορὰ, καὶ πάντες δὲ ὅσοι ἱμάτια ὠνεῖσθαι βούλονται, παρὰ γυναικῶν τὰ πλείω τούτων ὠνούμενοι. Εἰ δὲ αἰσχρὸν παρθένον ἐπ' ἀγορᾶς ἑστάναι ἐπὶ συναλλάγμασι τοιούτοις, ὥσπερ οὖν καὶ αἰσχρὸν, πόσῳ μᾶλλον μὲν τὸ συνοικεῖν ἀνδράσιν αἰσχρότερον; Πλὴν ἀλλὰ καὶ τοῦτο τὸ ἔλαττον ἐκείνου διαφυγεῖν δυνατόν· ἢ γὰρ κόρῃ τῇ διακονουμένῃ, ἢ γραϊδίοις τοῖς πρὸς ταῦτα ἐπιτηδείοις τὸ πᾶν ἐπιτρέψαιμι ἄν· ὅθεν δῆλον, ὅτι πρόφασις ταῦτα καὶ σκῆψίς εἰσι καὶ προκαλύμματα ἀσθενείας. Ποίας προκαλύμματα ἀσθενείας; φησίν. Εἰ γὰρ ἐπεθύμουν ἀνδρὸς καὶ γάμου καὶ τῆς τοιαύτης διαγωγῆς, τίς ὁ κωλύων ἦν; οὐκ ἐφικτὸν μετὰ παῤῥησίας τοῦτο ἐργάσασθαι, καὶ μήτε προσκροῦσαι Θεῷ. μήτε παρὰ ἀνθρώπων κατηγορεῖσθαι καὶ διαβάλλεσθαι; Καὶ γὰρ καὶ ἐγὼ τοῦτό φημι, καὶ οὐ σὰ μᾶλλον ἢ ἐμὰ ταῦτά ἐστι τὰ ῥήματα. Ἢ γὰρ ἀνάγκη εἰπεῖν, ποῦ σοι τἀνδρὸς ἡ χρεία γένοιτ' ἂν ἀναγκαία, ἢ τοῦτο δεῖξαι μὴ δυναμένην, ἐκπέμπειν τὸν συνοικοῦντα κακῶς·
Chapter IV. Why do you pry curiously into this, says she, when those who dwell with us neither sleep with us nor have intercourse with us, as those men do with those women? Nay, above all, most people affirm this very thing. And what of that? says she: upon their own head! Whether upon their own head alone, we shall inquire into this hereafter. For indeed it has already been clearly demonstrated, when we were discoursing to the men, that not only those who speak ill, rather also those who rashly furnish the occasions, are liable to the punishment appointed for the charge; nevertheless we shall demonstrate this very point once more hereafter. In the meantime, then, let me ask you about the pretext for this sharing of a roof: what pretext could you name? I am weak, says she, and a woman, and not sufficient by myself to meet my own needs. And yet, when we were reproaching those who dwell with you, we heard them saying the exact opposite—that they retain you on account of the service you render them. How then shall you, who out of superabundance are able to give relief even to men, be unable to help yourselves who are women, rather stand in need of others? For just as a man with a man, so too a woman with a woman would dwell under the same roof more easily and readily; and when you prove more serviceable even to men for ministry, much more will you prove so to yourselves. For wherein, tell me, could fellowship with a man prove useful and necessary? And what ministration will he supply to you that a woman cannot supply to a woman? Will he be better able than a woman to weave a web with you and spin woof and warp? Nay, it is the exact opposite. For even if he wished, he would not even know how to put his hand to any of these things—unless perchance now you have taught them this too—rather the task belongs to woman alone. What then—to wash a garment, and kindle a fire, and boil a pot? Nay, these things too a woman is able to manage no worse, nay even better, than a man. Wherein then is a man useful to you, tell me? Doubtless when something must be sold and bought? Yet not even here does a woman stand at any disadvantage to a man; and the marketplace would bear witness, as well as all who wish to buy garments, since they buy most of them from women. And if it is shameful for a virgin to stand in the marketplace over such transactions—as indeed it is shameful—how much more shameful is it to dwell with men? Nevertheless even this lesser evil than that can be avoided; for I would entrust the whole business either to a maidservant who waits on her, or to elderly women suited to these errands; whence it is plain that these pleas are a pretext and an excuse and cloaks for weakness. Cloaks for what weakness? says she. For had I desired a husband and marriage and that way of life, who was hindering me? Was it not within my power to do this openly, and neither offend God, nor be accused and traduced by men? Indeed I myself say this too, and these words are mine no less than yours. For either you must state wherein need of the man could be necessary to you, or, being unable to show this, you must send away him who wickedly dwells with you;
Notes, col. 520

On the reading

Printed Θεῷ., for Θεῷ,.

PG 47:521Read from the page
ἑτέρως γάρ σε ἀπαλλαγῆναι τῆς ὕβρεως ταύτης οὐκ ἔνι· ταῦτα γὰρ, ἅπερ ἔφης, οὐχὶ σὰ μᾶλλον ἢ τῶν ὑπὲρ τῆς σῆς ἀσχημοσύνης ἀλγούντων ἐστίν. Ἔδει μὲν οὖν, εἰ καὶ μυριάκις χρήσιμος ἦν ἡ διακονία τἀνδρὸς, μηδ' οὕτως αὐτὴν μετὰ τοσαύτης προσίεσθαι τῆς λοιδορίας· ὅταν γὰρ ἡ τοῦ Θεοῦ ὑβρίζηται δόξα, μηδεμία οὕτως ἔστω πρόφασις ἀναγκαία, ὡς πεῖσαι τοσοῦτον κακὸν παριδεῖν. Καὶ γὰρ εἰ μυριάκις ἀποθανεῖν τῆς ἡμέρας ὑπὲρ τοῦ μὴ γενέσθαι τοῦτο προὔκειτο, μετὰ πολλῆς ἔδει τῆς ἡδονῆς ὑπομεῖναι τοῦτο, μήτι γε ἀναπαύσεως ἕνεκεν καὶ κοσμικῆς χρείας τοσοῦτον παραδραμεῖν κακόν. Ἄκουσον γοῦν πῶς αὐτὸ δέδοικεν ὁ Παῦλος καὶ τρέμει, καὶ ἐξ ὅσης τῆς περιουσίας. Καλὸν γάρ μοι, φησὶν, ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Εἶτα ἐκεῖνος μὲν, ἵνα μὴ κενωθῇ αὐτοῦ τὸ καύχημα, ἀποθανεῖν εἵλετο· ἡμεῖς δὲ ἵνα σκάνδαλα ἀνέλωμεν, οὐδὲ μικρᾶς καταφρονοῦμεν ἀνέσεως; καὶ πῶς δυνησόμεθα σωθῆναί ποτε; Καίτοι οὐκ ἴσον ἐστὶν, οὐδὲ κατὰ μικρὸν ἐγγὺς, ἐγκωμίου τε ἀποστερηθῆναι καὶ κατηγορίᾳ περιπεσεῖν. Ἐκεῖνος μὲν γὰρ, εἰ καὶ τοῦτο ἐγένετο, οὐκ ἂν προσέκρουσε τῷ Θεῷ· αὐτὸς γὰρ αὐτῷ προσέταξεν ἐκ τοῦ Εὐαγγελίου ζῆν· ἀλλ' ὅμως ᾑρεῖτο μᾶλλον ἀποθανεῖν ἢ τὸ κατόρθωμα προδοῦναι· ἡμεῖς δὲ τὰ προστεταγμένα πανταχοῦ ταράττοντες, καὶ εἰδότες ὅτι μεγίστην ὑπὲρ τούτων τίσομεν δίκην, οὐδὲ συνηθείας ἀκαίρου καὶ ψυχρᾶς ὑπεριδεῖν ἀνεχόμεθα; καὶ τίς ἡμῖν ἔσται συγγνώμη; Ἔδει μὲν οὖν, ὅπερ ἔφθην εἰπὼν, εἰ καὶ ἄνδρα μόνον αἱ πολλαὶ τῶν χρειῶν ἐπεζήτουν, τοσαύτη δὲ ἀπὸ τοῦ πράγματος ἐτίκτετο ὕβρις, ἑλέσθαι μᾶλλον ἀποθανεῖν, ἢ τοῦτο γενόμενον περιιδεῖν· ὅταν δὲ καὶ διὰ γυναικὸς εὐκολώτερον ᾖ καὶ ῥᾷστον πάντα ἀνύειν, τίς ὑμῖν ἔσται συγγνώμη θρυπτομέναις οὕτω, καὶ εἰς τὴν ὑμετέραν ἐνυβριζούσαις σωτηρίαν; Εἰπὲ δή μοι, ὅταν σοι ταῦτα ἐκεῖνος παρέχῃ, οὐ παρέξεις τινὰ καὶ αὐτὴ διακονίαν αὐτῷ; Παντί που δῆλον. Καὶ πόσῳ βέλτιον μήτε ἀντιδιδόναι τὰ τοιαῦτα, μήτε ἀντιλαμβάνειν, ἀλλὰ τὸν καιρὸν τῶν πόνων, ὃν εἰς τὴν ἀνάπαυσιν ἀναλίσκεις ἐκείνου, τοῦτον εἰς τὴν σαυτῆς δαπανᾷν, ἢ χαλεπώτερα πονουμένην ἔτι καὶ καταισχύνειν ἑαυτῆς τὴν ὑπόληψιν; Ἀλλ' οὐδεμίαν αὐτῷ παρέχεις διακονίαν. Οὐκοῦν αὐτὸν αὑτῷ πάντα ὑπηρετεῖν ἀνάγκη, καὶ στρωννύναι, καὶ ἑψεῖν, καὶ πῦρ ἀνακαίειν, καὶ τὰ ἄλλα δὴ τὰ τοιαῦτα ποιεῖν. Ταῦτα δὲ οὐδ' ἂν οἰκέτης ἀνάσχοιτο μηδὲν παρὰ τοῦ δεσπότου καρπούμενος ὑπηρετεῖν. Ἀλλ' οὗτος ἀνέχεται πάντα, φησὶ, διὰ τὸν τοῦ Θεοῦ φόβον, καὶ τὸν ἀποκείμενον ὑπὲρ τῆς διακονίας ταύτης μισθὸν, καὶ χάριν εἴσεται ἐπιταττόμενος, πρὸς τὸ μηδὲν καρποῦσθαι παρ' ἡμῶν. Πόθεν οὖν λοιπὸν ἐμφράξομεν τὰ τῶν ἀναισχύντων στόματα; Εἰ γὰρ τοσαύτην αὐτῷ μαρτυρεῖς εὐλάβειαν, καὶ οὕτω τρέμει καὶ δέδοικε τοῦ Θεοῦ τὰ προστάγματα, ὡς ἀνδραπόδου παντὸς εὐτελέστερον ἑαυτὸν καθορᾷν, καὶ πάντα ὑφίστασθαι μηδὲν καρπούμενον παρὰ σοῦ, πρὸ πάντων τούτων τῆς δόξης αὐτὸν καὶ τῆς εὐφημίας ἔδει φροντίσαι τοῦ Θεοῦ· νῦν δὲ οὐκ ἔτι τῆς αὐτῆς ψυχῆς ὁμοῦ καὶ κατὰ τὸν αὐτὸν χρόνον τοσαύτην πειθώ τε καὶ ὑπεροψίαν ἐπιδείκνυσθαι περὶ τὰ προστάγματα τοῦ Θεοῦ, καὶ νῦν μὲν αὐτὰ τρέμειν, νῦν δὲ μηδένα λόγον ποιεῖσθαι αὐτοῦ τοῦ θέντος τοὺς νόμους ὑβριζομένου. Τὸ μὲν γὰρ ἡδονῆς καθαρεύοντα, καὶ μηδὲν ὅλως ἀνθρώπινον πάσχοντα κό-
for otherwise it is impossible for you to be released from this outrage; since those things that you spoke belong no less to those who grieve over your indecency than to you. Even had the man's ministry been ten thousand times useful, then, you ought not even so to admit it at the price of such great reproach; for when the glory of God is insulted, let no pretext be so necessary as to persuade one to overlook so great an evil. For indeed, had it been set before us to die ten thousand times a day so that this might not come to pass, one ought to have endured it with great gladness, far less pass over so great an evil for the sake of ease and worldly need. Hear at any rate how Paul fears and trembles at this very thing, and out of what superabundance: For it were better for me to die, says he, than that anyone should make void my boast (1 Cor. 9:15). Did that man, then, choose to die lest his boast be made void, whereas we, in order to remove stumbling-blocks, do not even despise a trifling relief? And how shall we ever be able to be saved? And yet to be deprived of an encomium and to fall under an accusation are not equal things, nor anywhere near it. For had even that befallen him, he would not have offended God—for God Himself ordained that he should live from the Gospel (1 Cor. 9:14)—yet all the same he chose rather to die than to betray his noble achievement; whereas we, throwing into confusion everywhere the things commanded us, and knowing that we shall pay the greatest penalty for them, cannot bear to disregard even an unseasonable and frigid habit? And what pardon will there be for us? Even had most of your needs demanded a man alone, then, as I said just now, while so great an outrage was being engendered from the practice, you ought to have chosen rather to die than to suffer this to come to pass; but when it is both easier and altogether simplest to accomplish everything through a woman too, what pardon will there be for you when you give yourselves such airs and treat your own salvation with contumely? Tell me now: when that man supplies these things to you, will you not yourself also supply some ministry to him in turn? It is surely plain to everyone. And how much better neither to render such services in return nor to receive them, rather to expend upon your own relief the time of labours that you spend upon his relief, than, while labouring yet more grievously, also to put your own reputation to shame? Yet you supply no ministry to him at all. Then it is necessary that he himself wait upon himself in all things—and spread the beds, and boil the pot, and kindle the fire, and do all other such things. Yet not even a house-slave would bear to serve in these things while reaping nothing from his master. Nay, says she, this man endures all things for the fear of God and for the reward laid up for this ministry, and he will be grateful when ordered about, besides reaping nothing from us. Whence then shall we henceforth stop the mouths of the shameless? For if you bear witness to such great reverence in him, and he so trembles at and fears the commandments of God as to look down upon himself as meaner than any bondslave and submit to all things while reaping nothing from you, before all these things he ought to have taken thought for the glory and good report of God; as it is, it no longer belongs to the same soul at once and at the very same time to display such great obedience and such great contempt regarding the commandments of God, and now to tremble at them, now to take no account when the very One Who laid down the laws is insulted. For while keeping oneself pure of pleasure and suffering no human passion at all, to
Notes, col. 521

On the reading

Printed τὸ, for τῷ.

Printed ἔτι, for ἔστι.

PG 47:522Read from the page
πτεσθαι, καὶ ταλαιπωρεῖσθαι, καὶ ταπεινοῦν ἑαυτὸν, καὶ τοῖς οἰκείοις μόχθοις ἑτέροις παρασκευάζειν ἀνάπαυσιν, φιλοσόφου σφόδρα ψυχῆς καὶ ἐπτερωμένης· τὸ δὲ μὴ ὑβρίζειν εἰς τὴν τοῦ Θεοῦ δόξαν, μηδὲ ταῦτα ποιεῖν, δι' ὧν ἂν βλασφημηθείη παρὰ πολλῶν, καὶ τῶν οὐ σφόδρα μεγάλων πολλοὶ κατωρθώκασι. Πῶς οὖν σοι πιστεύσομεν, ὅτι τοῦτο διὰ τὸν Θεὸν καὶ τὸν τῆς ἀσκήσεως τόνον ποιεῖς, ὃ μεγάλης καὶ νεανικῆς δεῖται ψυχῆς, ὅταν ἐκεῖνο, ὅπερ ἐλάττονός ἐστι καὶ τῆς τυχούσης, ὑπερορᾷν οὐκ ἀνέχῃ; Οὐδ' ἀποστῆναι τούτων ἐθέλεις, ἐξ ὧν ὁ Θεὸς ὑβρίζεται, καὶ τὸ σῶμα καὶ πάντα προδίδως ὑπὲρ τῶν μὴ δοκούντων αὐτῷ; Καὶ τίς ἂν ταῦτα πεισθῆναι ἀνάσχοιτο; Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς ἀπὸ τῶν παρθένων πρὸς τοὺς συνοικοῦντας αὐταῖς ἐξέβην· διὸ δὴ πάλιν πρὸς αὐτὰς ἐπανιτέον ἡμῖν.
weary oneself out, and endure hardship, and humble oneself, and procure relief for others by one's own toils, belongs to an exceedingly philosophic and winged soul; whereas not to insult the glory of God, nor to do things through which He might be blasphemed among many, even many men of no great stature have succeeded in accomplishing. How then shall we believe you that you do this—which requires a great and vigorous soul—for the sake of God and the intensity of ascetic discipline, when you cannot bear to disdain that other habit, which asks less effort and belongs to any ordinary soul? Nor are you willing to stand aloof from things whereby God is insulted, while you hand over your body and everything else on behalf of things that do not seem good to Him? And who could bear to be persuaded of these things? Yet I know not how I digressed from the virgins to the men who dwell with them; wherefore we must return to them once more.
εʹ. Πόθεν οὖν τοὺς ταῦτα κατηγοροῦντας καὶ συλλογιζομένους ἡμεῖς δυνησόμεθα πεῖσαι; Καὶ μὴ πειθέσθωσαν, φησί. Καὶ ποῦ τοῦτο ψυχῆς εὐλαβοῦς; Τῶν γὰρ κακῶς λεγόντων τότε χρὴ καταφρονεῖν, ὅταν ἡμεῖς αὐτοῖς μὴ παρέχωμεν λαβάς· μᾶλλον δὲ οὐδὲ τότε, ἐπειδὰν δυνώμεθα ἐπιστομίζειν αὐτούς· ὅταν δὲ ἐξ ἡμῶν γίνηται τὸ πᾶν, ἐπὶ τὴν ἡμετέραν στρέφεται κεφαλὴν ἅπαν τὸ πῦρ. Οὕτω γὰρ ἁμαρτάνοντες, φησὶν, εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Ἤδει γὰρ, ᾔδει σαφῶς, ὅτι οὐκ ἀρκεῖ πρὸς ἀπολογίαν ἡμῖν ἡ τῶν πληττομένων ἀσθένεια, ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο καὶ μάλιστά ἐστι τὸ καταδικάζον ἡμᾶς. Ὅσῳ γὰρ ἂν καθαρεύωμεν τῆς πληττούσης αἰτίας, τοσούτῳ δίκαιοι μᾶλλον ἂν εἴημεν φείδεσθαι τῆς ἀσθενείας αὐτῶν. Καὶ οὔπω λέγω, ὅτι ἐνταῦθα οὐδὲ ἀπεικότως πλήττονται, ἀλλὰ κείσθω ἀλόγως αὐτοὺς ὑπομένειν τοῦτο· οὐδὲ γὰρ οὕτως αὐτῶν περιιδεῖν χρή. Καὶ ταῦτα Ῥωμαίοις ἐπιστέλλων ὁ Παῦλος ἡμᾶς ἐπαίδευσεν, οὕτω λέγων· Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Καίτοι γε ἄλογος ἦν ἡ πληγὴ, ἀλλ' ὅμως οὐ τῷ πληττομένῳ, ἀλλὰ τῷ τὴν πληγὴν ἐπάγοντι ταύτην ἐπιτιμᾷ. Ὅπερ γὰρ ἔφην ἤδη, τοῦτο καὶ νῦν ἐρῶ· ὅταν μὲν γὰρ μέγα τι γένηται κέρδος, καὶ τῆς πληγῆς μεῖζον, δεῖ τῶν σκανδαλιζομένων ὑπερορᾷν· ὅταν δὲ μηδὲν ᾖ πλέον, ἢ τοὺς ἀσθενεῖς καταβάλλεσθαι, καὶ μυριάκις ἐξ ἀλογίας τοῦτο πάσχωσιν ἐκεῖνοι, φείδεσθαι χρή· ἐπεὶ καὶ ὁ Θεὸς τοὺς ὠθοῦντας καὶ καταβάλλοντας ὑπὸ τὴν ἀπόφασιν ἄγει τῆς τιμωρίας. Τὸ γὰρ μηδὲν κερδαίνοντα ἕτερον πλήττειν, τῆς ἐσχάτης πονηρίας ἐστί. Καὶ ἡμεῖς δὲ ὅταν ἴδωμέν τινα δυσάρεστον ἀπὸ μακρᾶς ἀῤῥωστίας γενόμενον, τοὺς παροξύνοντας αὐτὸν ἀκαίρως τῆς οἰκίας ἀπελαύνομεν, καὶ οὐκ ἀκριβολογούμεθα, εἴτε δικαίως, εἴτε ἀδίκως ἐκεῖνοι τοῦτο ποιοῦσιν, ἀλλὰ πάσης αὐτοὺς ἀπολογίας ἐκβαλόντες, καὶ πολλὴν τούτῳ δόντες συγγνώμην διὰ τὴν ἀσθένειαν, κἂν ἀδίκως παροξύνηται, ἐλεοῦμεν. Εἰ δὲ ἡμεῖς τοσαύτῃ καὶ περὶ τοὺς οἰκέτας καὶ περὶ τοὺς παῖδας προνοίᾳ κεχρήμεθα, καὶ υἱὸν πολλάκις τοιαῦτα πλημμελοῦντα μαστιγοῦμεν, πολλῷ μᾶλλον ὁ ἀγαθὸς Θεὸς καὶ χρηστὸς καὶ ἐπιεικὴς τοῦτο ἐργάσεται. Τί λέγεις; ἀσθενής ἐστιν ὁ πληττόμενος; Οὐκοῦν φειδοῦς, οὐ πληγῆς ἐστιν ἄξιος. Τραύματα ἔχει; Μὴ τοίνυν ἐπιτρίψωμεν, ἀλλ' ἰασώμεθα. Ὑποπτεύει πονηρῶς καὶ ἀλογίστως; Οὐκοῦν ἀνέλωμεν τὴν ὑποψίαν, μὴ
Chapter V. Whence then shall we be able to persuade those who make these accusations and draw these inferences? Let them not be persuaded! says she. And how does such a reply belong to a reverent soul? For one ought to despise evil-speakers only when we ourselves furnish them no handles—nay rather, not even then, whenever we are able to stop their mouths; whereas when the whole occasion arises from us, the entire fire turns back upon our own head. For thus sinning against the brethren, says he, and wounding their weak conscience, you sin against Christ (1 Cor. 8:12). For he knew, he knew clearly, that the weakness of those who are struck down does not suffice for our defence; nay, on the contrary, this very thing above all is what condemns us. For the purer we are of the offence that strikes them, the more bound in justice should we be to spare their weakness. And I do not yet say that here men are struck down not unreasonably; rather let it be granted that they suffer this without reason: not even thus ought we to disregard them. And Paul taught us these things when writing to the Romans, speaking thus: Do not for the sake of food pull down the work of God (Rom. 14:20). And yet the wound was unreasonable; nevertheless he rebukes not him who is struck, rather him who inflicts this blow. For what I said already, this I shall say now as well: when some great gain arises, greater than the wound itself, one must disregard those who take offence; whereas when nothing further comes of it save that the weak are cast down, even if they suffer this ten thousand times out of unreasonableness, one must spare them; since God Himself brings under the sentence of punishment those who push and cast men down. For to strike another while gaining nothing belongs to the utmost malice. And we ourselves, when we see someone grown fretful from a long sickness, drive out of the house those who provoke him out of season, and we make no nice reckoning whether they do this justly or unjustly, rather, casting them out of every plea of defence and granting ample indulgence to him on account of his infirmity, even if he is provoked unjustly, we have pity on him. Now if we employ such great forethought even towards house-slaves and servants, and often scourge a son who commits such faults, much more will the good and kind and gentle God do this. What do you say? Is he who is struck weak? Then he is worthy of sparing, not of a blow. Does he bear wounds? Let us not chafe them, then, rather let us heal them. Does he harbour base and unreasoning suspicions? Let us remove the suspicion, then, not
Notes, col. 522

On the reading

Printed Ἤδει, for Ἤιδει.

PG 47:523Read from the page
ἐπιτείνωμεν · εἰς γὰρ Χριστὸν αὐτὸν ἁμαρτάνεις τοιαῦτα φιλονεικοῦσα. Ἢ οὐκ ἀκούεις συνεχῶς ἐν μὲν τῇ Παλαιᾷ τοῦ Μωϋσέως λέγοντος ὅτι, Θεός ἐστι ζηλωτής ; αὐτοῦ δὲ ὅτι, Ἐζήλωκα τὴν Ἱερουσαλήμ ; ἐν δὲ τῇ Καινῇ τοῦ Παύλου βοῶντος · Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Τοῦτο, εἰ καὶ μηδὲν ἕτερον ἄλλο, ἱκανὸν ἦν τὴν μὴ σφόδρα νοσοῦσαν καὶ ἀπηλγημένην ἐπιστρέψαι ψυχήν · οὕτω γὰρ φοβερὸν ὂν, ἡδὺ μᾶλλόν ἐστιν, ἢ φοβερόν. Οὐ γὰρ ἂν ζῆλός ποτε γένοιτο, μὴ θερμῆς τινος καὶ ζεούσης προϋποκειμένης ἀγάπης · ὥστε σφοδρᾶς καὶ πεπυρωμένης ἀγάπης τοῦ Θεοῦ καὶ φιλίας τεκμήριον τοῦτό ἐστιν. Οὐδὲ γὰρ πάθος ἐστὶν ὁ ζῆλος ἐπὶ Θεοῦ, ἀλλὰ τὴν ἄφατον αὐτοῦ φιλοστοργίαν ἑρμηνεῦσαι βουλόμενος, τούτῳ πολλάκις ἀποκέχρηται τῷ ὀνόματι. Ἀλλ' ὅμως ἡμεῖς οἱ σφόδρα ἀναίσθητοι πρὸς τὰς ἀνθρωπίνας καταπίπτομεν συμπαθείας, καὶ τὸν μὲν οὕτως ἡμῶν σφοδρῶς ἐρῶντα καθυβρίζομεν, τοὺς δὲ οὐδὲν δυναμένους ὠφελῆσαι παντὶ τρόπῳ θεραπεύομεν. Τί γάρ σε, ὦ ταλαίπωρε, τοσοῦτον ὀνῆσαι δυνήσεται ἡ ψυχρὰ αὕτη συνοίκησις, ὅσων ἐκβάλλει σε θησαυρῶν ; Σκόπει δέ · Κατάγει σε ἐκ τῶν οὐρανῶν, τοῦ νυμφῶνος ἀπελαύνει τοῦ πνευματικοῦ, διαζεύγνυσί σε τοῦ οὐρανίου νυμφίου, προξενεῖ τὴν ἀθάνατον κόλασιν, τὰ βασανιστήρια τὰ τέλος οὐκ ἔχοντα. Ἀντὶ τούτων, εἰ τὰ μέταλλα χρυσίου παρεῖχεν ὁ συνοικῶν μυρία, εἰ τῶν ἀργυρωνήτων σοι μᾶλλον ὑπέκειτο ἀνδραπόδων, εἰ τῆς βασιλίδος αὐτῆς ἐν πλείονί σε καὶ τιμῇ καὶ ἀναπαύσει καθίστη, ἆρα οὐχ ὡς λυμεῶνα καὶ ἐχθρὸν καὶ μείζονα ἀφαιρούμενον ἢ διδόντα, οὕτω μισεῖν καὶ ἀποστρέφεσθαι ἔδει ; Περὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν ὁ λόγος σοι πρόκειται, περὶ τῆς ἐκεῖ βασιλείας, περὶ τῆς ἀθανάτου ζωῆς, περὶ τῆς ἀπορρήτου δόξης · σὺ δὲ γηΐνων μνημονεύεις πραγμάτων, καὶ τὸν ἐν ἐκείνοις χρήσιμον εἶναι δοκοῦντα θεραπεύεις ὥσπερ δεσπότην, καὶ οὐ καταδύῃ, οὐδὲ εὔχῃ διαστῆναί σοι τὴν γῆν, καὶ οὕτως ἐνθένδε ἀπελθεῖν ; Ἀλλ' ἀσθένειάν μοι προβάλλῃ γυναικείας φύσεως, καὶ χρειῶν ἀνθρωπίνων οἰκονομίαν, καὶ ἀνάπαυσιν τὴν κατὰ τὴν οἰκίαν, πλάττουσα καὶ συντιθεῖσα τὰς οὐκ οὔσας προφάσεις. Ἀλλ' οὐδ' οὕτως λήσεις τοὺς νοῦν ἔχοντας. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἀνάπαυσις ἡ καταναγκάζουσα τοσαῦτα ἀσχημονεῖν. Γυνὴ γὰρ, εἰ βουληθείη, οὐχ ἑαυτῇ μόνον, ἀλλὰ καὶ ἑτέροις ἀρκέσει πλείοσιν εἰς δ⟨ι⟩ακονίαν · ἐπεὶ καὶ ἐξ ἀρχῆς τοῦ ἀνδρὸς τὰ πολιτικὰ πράγματα λαχόντος, τὸ οἰκουρεῖν αὐτὴ καὶ οἰκονομεῖν τὰ ἔνδον ἅπαντα ἐκληρώσατο. Οὐ τοίνυν ἀναπαύσεως δεόμεναι ἕλκετε τοὺς ἄνδρας ἔνδον. Ἀλλὰ τί ; φησί · πορνείας ἕνεκεν καὶ ἀσελγείας ; Ἐγὼ μὲν οὐκ ἂν εἴποιμι τοῦτο, μὴ γένοιτο ! ἀλλὰ καὶ τοῖς λέγουσιν ἐπιτιμῶν οὐ παύομαι · εἴθε δὲ καὶ πεῖσαι δυνατὸν ἦν. Τίς οὖν ἐστιν ἡ πρόφασις ἡ ποθεινὸν ἡμῖν τὸ πρᾶγμα ποιοῦσα ; φησί. Κενοδοξίας ἔρως. Καὶ καθάπερ ἀνδράσιν ἡδονὴ ψυχρὰ καὶ ταλαίπωρος, οὕτω καὶ ταύταις φιλοτιμίας ἐπιθυμία τὴν ὁμοσκηνίαν ταύτην ἐργάζεται.
let us intensify it; for against Christ Himself do you sin in contending over such things. Or do you not continually hear in the Old Testament Moses saying that God is a jealous God; and Himself saying, I have been jealous for Jerusalem; and in the New, Paul crying aloud: For I am jealous over you with a jealousy of God? This, even if there were nothing else besides, would suffice to turn back a soul not utterly diseased and past feeling; for though so fearful a thing, it is sweeter than it is fearful. For jealousy could never arise unless a warm and fervent love underlay it; so that this is a token of God's vehement and fiery love and friendship. For jealousy in God is no passion, but wishing to set forth His ineffable tender affection, He has often employed this name. Yet we, being utterly insensible, sink down towards human sympathies, and treat with insolence Him Who loves us so vehemently, while in every way we court those who are able to benefit us in nothing. For in what, O wretched woman, will this frigid cohabitation be able to profit you so much as the treasures out of which it casts you? Consider: it brings you down from the heavens, drives you away from the spiritual bridal chamber, severs you from the heavenly Bridegroom, procures undying punishment, the torments that have no end. Instead of these, if the man cohabiting with you furnished ten thousand mines of gold, if he were more subject to you than slaves bought with silver, if he set you in greater honour and repose than the empress herself, ought you not even so to hate and turn away from him as a destroyer and an enemy who robs you of greater things than he gives? Your reckoning lies concerning the good things in the heavens, concerning the kingdom there, concerning immortal life, concerning ineffable glory; yet you call to mind earthly affairs, and court like a master him who seems useful in those, and do not sink into the earth for shame, nor pray that the earth may cleave asunder for you, and so depart hence? But you put forward to me the weakness of woman's nature, and the management of human needs, and repose within the house, ashioning and piecing together pretexts that do not exist. Yet not even thus will you escape the notice of men of sense. For it is not, it is not repose that compels you to behave so unseemlily. For a woman, if she wished, would suffice for ministry not only to herself, but also to many others; since from the beginning, too, when the man obtained civic affairs as his lot, she herself was allotted to keep the house and manage all things within. Not, therefore, from need of repose do you draw men inside. Why then? one says; for the sake of fornication and licentiousness? I for my part would never say this—far be it!—nay, I even do not cease rebuking those who say so; and would that it were possible to persuade them too! What then is the pretext, she says, that makes the matter desirable to us? Passion for vainglory. And just as a frigid and wretched pleasure works this sharing of quarters for the men, so also a desire for ambitious display works it for these women.
Κενόδοξον μὲν ἅπαν, ὡς εἰπεῖν, τὸ τῶν ἀνθρώπων γένος, μάλιστα δὲ τὸ γυναικεῖον · ὅταν γὰρ μήτε ἀναπαύσεως δέωνται, καθάπερ ἀποδέδεικται, μήτε διαφθείρωνται μετ' αὐτῶν, εὔδηλον ὅτι τοῦτο λείπεται ὑποπτεύειν μόνον.
Vainglorious, so to speak, is the whole race of men, and most of all womankind; for when they neither stand in need of repose, as has been demonstrated, nor are corrupted with them, it is quite clear that this alone remains to suspect.
ϛʹ. Ἐπεὶ οὖν αὐτὴν τοῦ κακοῦ τὴν ῥίζαν εὑρήκαμεν, φέρε λοιπὸν τὸ ἐγκαλεῖν ἀφέντες, παραινῶμεν καὶ πείθωμεν, ὅτι καθάπερ τῶν ἀνδρῶν οἱ συνοικοῦντες αὐταῖς δοκοῦσι μὲν ἡδονὴν καρποῦσθαι, πλείονι δὲ περιβάλλονται βασάνῳ (καὶ γὰρ ἐκείνη μό-
6. Since, therefore, we have found the very root of the evil, come now, laying aside accusation, let us exhort and persuade them that just as those of the men who cohabit with them seem indeed to reap pleasure, yet encompass themselves with greater torment (for that alone
PG 47:524Read from the page
νη καθαρὰ γένοιτ' ἂν ἡδονὴ καὶ μόνιμος, ἡ τοῦ χωρισμοῦ), οὕτω δὴ καὶ ταύταις. Δοκεῖ μὲν, ὡς αὗται νομίζουσι, δόξα τις ἐντεῦθεν καὶ περιφάνεια τίκτεσθαι · εἰ δὲ ἀκριβῶς τις ἐξετάσειε, γέλωτος καὶ αἰσχύνης καὶ ὀνειδῶν καὶ τῆς ἐσχάτης ἐμπίπλαται ἀδοξίας. Καὶ ὑπὲρ τούτων εἴρηται μὲν ἡμῖν καὶ ἐν ἀρχῇ βραχέα, εἰρήσεται δὲ καὶ νῦν Ἔστω γὰρ ὁ συνοικῶν, εἰ βούλει, μὴ τῶν εὐτελῶν τις, μηδὲ τῶν ἀπερριμμένων, ἀλλὰ τῶν πολλὴν ἐν Ἐκκλησίᾳ δύναμιν ἐχόντων, καὶ ἐπὶ γένους δὲ λαμπρότητι, καὶ ἐπὶ λόγων δυνάμει, καὶ εὐλαβείᾳ θαυμαζέσθω παρὰ πᾶσι, καὶ πανταχόθεν ἔστω λαμπρός · οὐδὲ οὕτω δυνήσεται ταύτην ποιῆσαι περιφανῆ καὶ εὐδόκιμον. Τὸν γὰρ μέλλοντα καρποῦσθαι δόξαν ἐκ τῆς πρός τινα φιλίας, τὴν ἐκείνου δόξαν πρότερον φυλάττειν δεῖ τοῦ παρέχοντος τὸ δοξάζεσθαι · ὡς εἴγε ταύτῃ λυμήναιτο, πολλῷ μᾶλλον ἂν τὴν ἑαυτοῦ καταβάλοι. Ὥσπερ γὰρ πηγῆς διαφθειρομένης καὶ τὰ προχεόμενα κοινωνεῖ νάματα τοῦ μολυσμοῦ, καὶ ῥίζης σηπομένης πολλῷ μᾶλλον ὁ καρπὸς τοῦτο πείσεται · οὕτω καὶ νῦν, τοῦ μέλλοντος τὴν παρθένον δεικνύναι λαμπρὰν, γενομένου καταγελάστου διὰ τῆς συνοικήσεως, αὐτὴ πρὸ ἐκείνου μετ' ἐκείνου κοινωνήσει τοῦ γέλωτος · κἂν τύχῃ τις τῇ γυναικὶ χρηστὴ παρὰ πολλοῖς προϋπάρχουσα δόξα, καὶ ταύτην εἰσελθὼν ἐκεῖνος ἀπελάσει τῆς οἰκίας, τοσοῦτον ἀπέχει καὶ ἑτέραν προσθεῖναι αὐτῇ · κἂν αὐτὸς ἔχῃ πάλιν τοιαύτην ὑπόληψιν, τοῦτο καὶ αὐτὸς πείσεται. Οὐκ ἄρα δόξαν ὑμῖν χρηστὴν προστίθησιν αὕτη ἡ κοινωνία τῆς συνοικήσεως, ἀλλὰ καὶ τὴν οὖσαν ἀναιρεῖ, καὶ τὴν οὐκ οὖσαν ἐπάγει τὴν πονηρὰν ἀμφοτέροις. Καὶ ὃ περὶ τῶν Ἰουδαίων ὁ προφήτης εἶπεν, εὔκαιρον νῦν εἰπεῖν · Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς. καὶ οἱ ταύταις συνοικοῦντες τὴν κηλῖδα ἀποθήσονταί ποτε ταύτην · οὕτω, καθάπερ τις καυτὴρ σώματι, ταῖς ἀμφοτέρων ὑπολήψεσιν ἐγκαίεται ἐπισκοτοῦσα πᾶσιν αὐτῶν τοῖς καλοῖς. Ἀλλ' ἴσως δόξαν ἡγοῦνται αὐτὸ τοῦτο τὸ κεκρατηκέναι τῶν ἀνδρῶν. Ἀλλ' οὗτός ἐστιν ὁ πολὺς γέλως, καὶ ᾧ μάλιστα αἱ ἑταιριζόμεναι ἐγκαλλωπίζονται μόναι. Οὐδὲ γὰρ γυναικῶν ἐλευθέρων οὐδὲ σωφρόνων τὸ τούτοις ἐναβρύνεσθαι τοῖς δικτύοις. Ἐπεὶ καὶ αὕτη πάλιν ἑτέρα ἀτιμίας ὑπόθεσις, καὶ ὅσῳπερ ἂν κρατῶσι τῶν ἀνδρῶν, καὶ χαλεπώτερα ἐπιτάττωσι, τοσούτῳ μᾶλλον ἑαυτὰς καταισχύνουσι μετ' ἐκείνων. Οὐδὲ γὰρ ἡ δουλουμένη τοὺς ἄνδρας γυνὴ, ἀλλ' ἡ αἰδουμένη, αὕτη πᾶσίν ἐστιν αἰδέσιμός τε καὶ ἐπίδοξος. Εἰ δὲ οὐκ ἀνέχοιντο τῶν ῥημάτων τῶν ἡμετέρων, ὁ τοῦ Θεοῦ νόμος αὐτὰς ἐπιστομίσαι δυνήσεται, λέγων οὕτως · Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει · κεφαλὴ γὰρ γυναικὸς ὁ ἀνήρ. Καὶ ἑτέρωθεν δὲ εὕροι τις ἂν πολλαχόθεν τοῦτο οὕτω νενομισμένον, καὶ ταύτην ἄνωθεν οὖσαν τὴν τάξιν. Ὥστε ἀσχημοσύνη μεγάλη, ὅταν τὰ ἄνω κάτω γένηται, κάτω μὲν ἡ κεφαλὴ, τὸ δὲ σῶμα ἄνω. Εἰ δὲ ἐπὶ γάμου τοῦτο αἰσχρὸν, πολλῷ μᾶλλον ἐπὶ ταύτης τῆς συζυγίας, ἔνθα οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι νόμου παράβασίς ἐστι τὸ γινόμενον θείου, ἀλλ' ὅτι πονηροτέραν καὶ ἑαυτῷ καὶ τῇ γυναικὶ περιτίθησι δόξαν. Εἰ γὰρ τὸ συνοικεῖν αἰσχρὸν, πολλῷ μᾶλλον τὸ συνοικοῦσαν δουλοῦσθαι · οὐδὲ γὰρ πανταχοῦ τὸ κρατεῖν ἔπαινον φέρει, ἀλλ' ἔστι καὶ μὴ κρατοῦντα εὐδοκιμεῖν, καὶ κρατοῦντα ἀσχημονεῖν. Ὥστε, εἰ βούλει θαυμάζεσθαι παρὰ ἀνδράσι, μηδέν σοι κοινὸν ἔστω πρὸς αὐτούς · πόρρω καὶ συνουσίας, καὶ ὄψεως, καὶ συνοικήσεως γίνου τῆς ἐκείνων. Τότε σε καὶ γυναῖκες ἐκπλαγήσονται, καὶ ἄνδρες θαυμάσονται πάν-
would be a pure and lasting pleasure, namely that of separation), even so is it with these women also. Some glory and splendour, as they suppose, seems to be begotten thence; yet if one should examine accurately, it is filled with laughter and shame and reproaches and the utmost disrepute. Concerning these matters we have spoken briefly at the beginning also, and we shall speak now too: let the man cohabiting with her, if you will, be none of the mean or outcast sort, but one of those who hold great power in the Church, and let him be admired by all for splendour of birth, and for force of speech, and for reverence, and let him be illustrious on every side; not even so will he be able to make her conspicuous and well-reputed. For he who is going to reap glory from friendship towards someone must first guard the glory of that one who affords the being glorified; since if he should mar her glory, much more would he cast down his own. For just as when a fountain is corrupted the streams that pour forth also share in the defilement, and when a root rots the fruit will suffer this much more; so also now, when he who was going to show the virgin illustrious becomes ridiculous through the cohabitation, she herself before him will share in the laughter along with him; and even if there happen to pre-exist for the woman some good reputation among many, he too by entering in will drive even this out of the house, so far is he from adding another to her; and even if he himself again holds such an esteem, he himself too will suffer this very thing. This fellowship of cohabitation, therefore, adds no good reputation to you, nay, it both destroys that which exists, and brings upon both of you the evil one that did not exist. And what the prophet spoke concerning the Jews it is seasonable to say now: If the Ethiopian shall change his skin, and the leopard her spots, then will those too who cohabit with these women ever put off this stain; thus, like some branding-iron upon a body, it is burned into the reputations of both, darkening all their noble qualities. Yet perhaps they deem this very thing glory, namely to have gained mastery over the men. Why, this is the great laughing-stock, and that in which prostitutes alone most of all plume themselves! For it belongs neither to free women nor to chaste ones to pride themselves in these nets. Since this again is another ground of dishonour, and the more they hold sway over the men and enjoin harsher commands, the more do they put themselves to shame along with them. For not the woman who enslaves men, but she who reverences them, she it is who is venerable and renowned in the eyes of all. And if they should not endure our words, the law of God will be able to stop their mouths, saying thus: Towards your husband shall be your recourse, and he shall rule over you; for the head of the woman is the man. And from many other quarters too one might find this so ordained, and this order existing from above. Consequently there is great unseemliness when things above are turned below, the head below and the body above. And if in marriage this is shameful, much more in this yoking together, where not this alone is the dreadful thing, that what takes place is a transgression of divine law, but that it wraps a more wicked reputation around both himself and the woman. For if cohabiting is shameful, much more is being enslaved to her who cohabits; for holding sway does not everywhere bring praise, nay, it is possible both for one not holding sway to win good repute, and for one holding sway to act unseemlily. Consequently, if you wish to be admired among men, let there be nothing in common between you and them; stand far off from their company, and sight, and cohabitation. Then both women will be struck with amazement at you, and men will admire you, all