ἐκείνῃ, τὸν γέλωτα, τὴν αισχύνην, τὴν τῶν πολλῶν ὑποψίαν, τὰς κατηγορίας, τὰ σκώμματα, τὰ ὀνείδη. τὸν σκώληκα τὸν ἀτελεύτητον, τὸ σκότος τὸ ἐξώτερον, τὸ πῦρ τὸ ἄσβεστον, τὴν θλῖψιν, τὴν στενοχωρίαν, τὸ βρύγμα τῶν ὀδόντων, τὰ δεσμὰ τὰ ἄλυτα, καὶ καθάπερ ἐν πλάστιγγι καταθέντες καὶ ἀντιστήσαντες, ἀποπηδήσωμεν ὀψὲ γοῦν ποτε τῆς χαλεπωτάτης καὶ ὀλεθρίας νόσου, ἵνα μετὰ λαμπρῶν ἀπέλθωμεν ἐκεῖ στεφάνων, καὶ δυνηθῶμεν ἐλευθέροις στόμασι πρὸς τὸν Χριστὸν εἰπεῖν, ὅτι Διὰ σὲ καὶ τὴν δόξαν τὴν σὴν καὶ συνηθείας κατεφρονήσαμεν, καὶ ἡδονῆς ἐκρατήσαμεν, καὶ τὴν ψυχὴν ἐθλίψαμεν τὴν ἡμετέραν, καὶ πᾶσαν φιλίαν ἐκβαλόντες καὶ πρόληψιν, σὲ καὶ τὸν εἰς σὲ πόθον ἁπάντων προτετιμήκαμεν πραγμάτων. Οὕτω γὰρ κερδανοῦμεν ἡμᾶς αὐτοὺς, κερδανοῦμεν δὲ τὰς ἀθλίας ἐκείνας, κερδανοῦμεν δὲ τοὺς σκανδαλιζομένους, καὶ παρ' αὐτοὺς στησόμεθα τοὺς μάρτυρας, καὶ τὴν πρώτην ληψόμεθα τάξιν. Τῶν γὰρ τὴν μεγίστην ἀθλησάντων ἄθλησιν ἐκείνην, καὶ τὰς καρτερικὰς ἐνεγκόντων ὀδύνας, οὐκ ἐλάττονα τίθεμαι ἄνθρωπον τὸν ἐπιθυμίᾳ κατεχόμενον παλαιᾷ, καὶ ἐν ἡδίστῃ τινὶ καὶ ἀρχαίᾳ προκατειλημμένον συνηθείᾳ, εἶτα διὰ τὸν τοῦ Θεοῦ φόβον διακόπτοντα τὰ δεσμὰ, καὶ πρὸς τὸ τῷ Θεῷ δοκοῦν ἀνατρέχοντα. Καὶ γὰρ τῶν σφόδρα ἐστὶ χαλεπωτάτων, συμπάθειάν τε καὶ φιλοστοργίαν ἐκβαλεῖν ἀρχαίαν, καὶ τὰς πολυπλόκους διακόψαι λαβὰς, καὶ πτεροφυῆσαι, καὶ πρὸς τὰς οὐρανίους ἀψῖδας ἀναδραμεῖν. Καὶ καθάπερ ἐκείνοις δριμὺς ὁ πόνος, οὕτω καὶ τούτοις μακροτέρα ἡ ὀδύνη. Διὸ καὶ οἱ στέφανοι πάλιν ἴσοι, ἐπειδὴ καὶ τὰ παλαίσματα αὐτοῖς παράλληλα κεῖται. Ει γὰρ ὁ ἐξαγαγὼν τίμιον ἐξ ἀναξίου ὡς στόμα τοῦ Θεοῦ ἔσται, ὁ καὶ ἑαυτὸν ἐλευθερώσας, καὶ μυρίους ἄλλους ἀπαλλάξας κατηγορίας, ἐννόησον ὅσον λήψεται τὸν μισθὸν, καὶ τῇ τῶν ἐπάθλων ἐλπίδι κουφιζόμενος καταφρόνησον συνηθείας πονηρᾶς, ἵνα κατὰ τὸ τῷ Θεῷ δοκοῦν διαδραμὼν τὸν παρόντα βίον, μετὰ καθαροῦ συνειδότος αὐτὴν ἴδῃς ἐκεῖ, καὶ τῆς ἁγιωτάτης αὐτῆς ἀπολαύσῃς ὁμιλίας. Τῶν γὰρ σωματικῶν λυθέντων παθῶν, καὶ τῆς τυραννικῆς σβεσθείσης ἐπιθυμίας, οὐδὲν τὸ κωλύον ἄνδρας τε ὁμοῦ καὶ γυναῖκας εἶναι ἐκεῖ, πάσης μὲν ἐκποδὼν πονηρᾶς οὔσης ὑποψίας, τὴν δὲ τῶν ἀγγέλων πολιτείαν, καὶ τῶν νοερῶν δυνάμεων ἐκείνων δυναμένων διασώζειν, τῶν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσαγομένων ἁπάντων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας τῶν αιώνων. Ἀμήν.
that, the laughter, the shame, the suspicion of the many, the accusations, the jeers, the reproaches, the worm that never ends, the outer darkness, the unquenchable fire, the tribulation, the anguish, the gnashing of teeth, the bonds that cannot be loosed, and placing them as it were in a balance and weighing them over against it, let us leap away, late though it be at last, from this most grievous and ruinous disease, that we may depart thither with bright crowns, and be able with free mouths to say to Christ: For Thy sake and for Thy glory we both despised habit, and mastered pleasure, and afflicted our own soul, and having cast out every affection and preconceived notion, we honoured Thee and yearning for Thee above all things. For thus we shall gain ourselves, and we shall gain those wretched women, and we shall gain those who are caused to stumble, and we shall stand beside the martyrs themselves, and receive the first rank. For I count no less than those who have contended in that greatest contest and endured pains steadfastly the man who is held fast by an old desire and preoccupied by some most sweet and ancient habit, and then through the fear of God severs his bonds and runs back up to what seems good to God. For it is among the very most grievous tasks to cast out ancient sympathy and tender affection, and to sever its many-tangled holds, and to grow wings, and to soar up to the heavenly vaults. And just as for those men the toil is sharp, so also for these the pain is longer. Wherefore their crowns too are equal in turn, since their wrestlings also lie parallel to theirs. For if he who brings forth the precious from the unworthy shall be as the mouth of God, consider how great a reward he will receive who has both set himself free and rid ten thousand others of accusation; and, buoyed up by the hope of the prizes, despise wicked habit, that having run through the present life according to what seems good to God, you may behold her there with a pure conscience, and enjoy her most holy conversation. For when bodily passions have been undone, and tyrannical desire has been quenched, there is nothing to hinder men and women alike from being there together, when every wicked suspicion is out of the way, and all who are brought into the kingdom of the heavens are able to preserve the way of life of the angels and of those intellectual powers, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, honour, might unto the ages of the ages. Amen.
Χρημάτων μὲν ἕνεκεν ὀλίγου; μὲν, εἶχον δὲ ὅμως δεῖξαί τινας Ἕλληνες παρ' αὐτοῖς φιλοσοφήσαντας, καὶ ὀργῆς δέ τινες ἐν ἐκείνοις περιεγένοντο· παρθενίας δὲ ἄνθος οὐδαμοῦ παρ' αὐτοῖς, ἀλλ' ἀεὶ παρεχώρουν ἐνταῦθα τῶν πρωτείων ἡμῖν, ὁμολογοῦντες ἀνωτέρω τῆς φύσεως εἶναι τὸ κατόρθωμα, καὶ οὐκ ἀνθρώπινον. Διὰ τοῦτο σφόδρα ἡμῶν τὸ πᾶν ἔθνος ἐθαύμαζον· ἀλλὰ νῦν οὐκέτι, ἀλλὰ καταγελῶσι καὶ κωμῳδοῦσι. Διὰ τοῦτο καὶ ὁ διάβολος το-
In regard to wealth, the Greeks had a few, indeed, yet nevertheless some to point to among themselves who practised philosophy, and some among them also prevailed over wrath; whereas the flower of virginity was nowhere among them, but here they always yielded the first prize to us, confessing that the righteous deed is above nature and not human. For this reason they marvelled vehemently at our whole nation; yet now no longer, but they laugh us to scorn and make a comedy of us. For this reason the devil also